ὕμνοις ψαλμοὶ» ἐοίκασι σὺν τῷ μουσικῷ ὀργάνῳ τῷ καλουμένῳ ψαλτηρίῳ λελέχθαι, ὡς δεηθέντος τῆς διὰ τοῦ σώματος, ὅπερ ἐστὶν ὄργανον τῆς ψυχῆς, πρακτικῆς ἐνεργείας τοῦ ψάλλοντος. Οἱ δὲ ἁπλῶς ὕμνοι διὰ μόνης φωνῆς τοῦ τὸν ὕμνον ἀναπέμψαντος εἴρηνται, οὐ συμπαραληφθείσης τῆς διὰ τοῦ ψαλτηρίου κρούσεως, τῷ μόνης τῆς κατὰ διάνοιαν θεωρίας δεδεῆσθαι τοὺς ἐν αὐτοῖς λόγους. Τοῦτο γοῦν παρίστησιν ὁ μετὰ χεῖρας ὕμνος λέγων· «ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα·» δι' οὗ σημαίνει ὥσπερ ἔξω γεγενῆσθαι τῆς τοῦ σώματος καταστάσεως θεοληπτούμενον τὸν Προφήτην. Οὐκ ἀγνοῶ δὲ τοὺς λοιποὺς ἑρμηνευτὰς οὐχ ἑτέρως ἐκδεδωκέναι. Παρακαλεῖ δὲ διὰ τῶν μετὰ χεῖρας ὁ Δαυΐδ λέγων· «Εἰσάκουσον, ὁ Θεὸς, τῆς δεήσεώς μου.» Ἐνδεὴς γὰρ ὢν μεγάλων τινῶν καὶ θείων, τούτων τυγχάνειν παρακαλεῖ. Εἶθ' ὥσπερ ἄξιον ἑαυτὸν τοῦ εἰσακουσθῆναι παραστήσας, ἐπιλέγει· «Πρόσχες τῇ προσευχῇ μου.» Πολλῆς γὰρ καὶ βαθείας διανοίας πεπληρῶσθαι αὐτοῦ τὴν προσευχὴν θαρσῶν, ἠξίου τὸν Θεὸν ἐπιβλέψαι, καὶ τοῖς ἐν αὐτῇ λόγοις ἐνατενίσαι, καὶ δοκιμάσαι τὰ λεγόμενα, ὡς ἂν τῶν αὐτοῦ ἀκοῶν ἄξια. Εἶτα καὶ τὸ ἔργον δείκνυσιν, οὗ χάριν θεωρὸν τὸν θεὸν τῆς ἑαυτοῦ προσευχῆς ἀνεκαλεῖτο· διὸ ἐπιλέγει· «Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα.» Καὶ ἐπειδήπερ συμφώνως οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασιν, ὁ μὲν Ἀκύλας εἰπὼν, «Ἀπὸ τελευταίου τῆς γῆς πρὸς σὲ ἐπικαλέσομαι·» ὁ δὲ Σύμμαχος, «Ἀπὸ περάτων τῆς γῆς σὲ ἐπικαλοῦμαι·» ἡ δὲ πέμπτη ἔκδοσις, «Ἀπὸ περάτων τῆς γῆς πρὸς σὲ κεκράξομαι·» τίς οὐκ ἂν εὐλόγως τὸν νοῦν τῆς λέξεως ἐπιζητήσειε; Πῶς γὰρ ἄν τις δύναται, τὴν σύμπασαν ὑπερβὰς οἰκουμένην, καὶ ὑπὲρ αὐτὸν ἐλθὼν τὸν Ὠκεανὸν, «Ἀπὸ τῶν περάτων τῆς γῆς πρὸς σὲ ἐκέκραξα,» βοᾷν; Ἀλλ' ὅρα εἰ μὴ πᾶς ὁ τῷ θεῷ φίλος εὐλόγως ἂν τὰ πέρατα τῆς γῆς ῥηθείη. Ὁ μὲν γὰρ φαῦλος ἀνὴρ, ἀγορὰς καὶ δήμους, βουλευτήριά τε καὶ δικαστήρια περιτρέχων, ὅλως τε ταῖς τοῦ σώματος ἡδυπαθείαις κατορωρυγμένος, ἐν βυθῷ τῆς γῆς οἰκεῖν λέγοιτ' ἂν εἰκότως· οἱ δὲ «περιελθόντες ἐν μηλωταῖς καὶ ἐν αἰγίνοις δέρμασιν, ὑστερούμενοι, θλιβόμενοι, κακουχούμενοι,» φεύγοντές τε τὰ μέσα τῶν πόλεων, καὶ τὰς διατριβὰς ἐν ἐρημίαις ποιούμενοι καὶ ὄρεσι καὶ σπηλαίοις καὶ ταῖς ὀπαῖς τῆς γῆς, εὐλόγως ἂν λεχθεῖεν ἔξω τυγχάνειν τῆς γῆς· καὶ εἰ μὲν μὴ παντελῶς ἦσαν ἀπηλλαγμένοι τοῦ σώματος, κἂν ἐκτὸς ἦσαν αὐτοῦ· νῦν δὲ ἐπειδὴ ἐν αὐτῷ βιοῦντες, ὀργάνῳ τε αὐτῷ χρώμενοι, οὐκ ἐνεβαπτίζοντο τοῖς τοῦ βίου κακοῖς, ἀκροθίνως δὲ αὐτὸ μόνον τῆς ἀναγκαίας τροφῆς, καὶ τῶν λοιπῶν χρειῶν ἐφαπτόμενοι διετέλουν· εἰκότως ἐν ἄκροις ἐδόκουν εἶναι καὶ ἐν τοῖς πέρασι τοῦ σώματος· οἷος ἦν ὁ Παῦλος λέγων· «Ἐν σαρκὶ γὰρ ζῶντες, οὐ κατὰ σάρκα στρατευόμεθα·» καὶ, «Χριστῷ συνεσταύρωμαι· ζῶ δὲ οὐκέτι ἐγὼ, ζῇ δὲ ἐν ἐμοὶ Χριστός·» Ὁ δὴ οὖν οὕτω διακείμενος εὐλόγως ἂν εἴποι τῷ Θεῷ· «Πρόσχες τῇ προσευχῇ μου,» πολλὴν ἄγων παῤῥησίαν ἐπὶ τῇ τοιαύτῃ τοῦ βίου ζωῇ· οὐδ' ἂν ψεύσαιτο φάσκων·
hymns, psalms" seem to have been uttered along with the musical instrument called the psaltery, since he who plays the psaltery needed practical activity through the body, which is an instrument of the soul. Those that are simply hymns, however, have been uttered through the voice alone of him who sent up the hymn, without the striking of the psaltery being taken up alongside it, because the words in them needed contemplation according to thought alone. This, at all events, the hymn in hand sets forth when it says: "from the ends of the earth unto Thee have I cried;" whereby it signifies that the Prophet, inspired by God, had come to be as though outside the condition of the body. Nor am I unaware that the rest of the translators have rendered it no otherwise. Now David entreats through the words in hand, saying: "Hearken, O God, unto my supplication." For being in need of certain great and divine things, he entreats to obtain these. Then, having presented himself as though worthy of being hearkened to, he adds: "Attend unto my prayer." For being confident that his prayer was filled with much and deep meaning, he asked God to look upon it, and to gaze intently at the words in it, and to test what was said, as being worthy of His ears. Then he shows also the work for the sake of which he called upon God as beholder of his own prayer; wherefore he adds: "From the ends of the earth unto Thee have I cried." And seeing that the rest of the translators have rendered it in agreement, Aquila saying, "From the last part of the earth unto Thee will I call;" and Symmachus, "From the ends of the earth I call upon Thee;" and the fifth edition, "From the ends of the earth unto Thee will I cry;" who would not with good reason inquire into the sense of the expression? For how can anyone, having passed beyond the whole inhabited world, and having gone beyond Ocean itself, shout, "From the ends of the earth unto Thee have I cried"? Yet see whether everyone dear to God might not with good reason be called the ends of the earth. For whereas the base man, running round marketplaces and assemblies, council-chambers and law-courts, and altogether buried in the sensual pleasures of the body, might reasonably be said to dwell in the depth of the earth; those who "went about in sheepskins and in goatskins, being destitute, afflicted, ill-treated," fleeing the midst of cities, and passing their time in deserts and mountains and caves and the holes of the earth, might with good reason be said to be outside the earth; and even if they were not altogether released from the body, yet they were outside it; and as it was, since while living in it, and using it as an instrument, they were not plunged in the evils of life, but continued touching only lightly upon necessary food itself and the remaining needs, they reasonably seemed to be at the extremities and at the ends of the body; such as Paul was when he said: "For though living in the flesh, we do not war according to the flesh;" and, "I have been crucified with Christ; and it is no longer I who live, but Christ lives in me." He, then, who is so disposed might with good reason say to God: "Attend unto my prayer," having great boldness in such a manner of life; nor would he speak falsely in saying: