Migne Reading Room

PG 23 · cols. 493–504 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:493Read from the page
χον. Ἐπεὶ τοίνυν τὸ Πνεῦμα τὸ ἅγιον τὸ ἐν τῷ Προφήτῃ ἐνεργοῦν, ὃ καὶ ἐν εἴδει περιστερᾶς ἐπὶ τὸν Σωτῆρα κατεληλυθέναι μαρτυρεῖται, τρυφερὸν ὂν καὶ ἄκακον, ἠλαύνετο ὑπὸ τοῦ Σαοὺλ διωκομένου τοῦ Δαυῗδ, ἐλαυνόμενόν τε οὐκ ἠμύνετο, ἀλλ' ἐῴκει περιστερᾷ ἀλάλῳ μακρυνομένῃ καὶ ἀπωθουμένῃ ὑπὸ τῶν διωκόντων· τούτου χάριν κατὰ τοὺς λοιποὺς ἑρμηνευτὰς, ὑπὲρ τῆς περιστερᾶς, εἴρηται. Ἀντὶ δὲ τοῦ, εἰς στηλογραφίαν, ὁ μὲν Ἀκύλας, ταπεινοῦ τελείου· ὁ δὲ Σύμμαχος, τοῦ ταπεινόφρονος καὶ ἀμώμου, ἡρμήνευσεν, τὸν τρόπον δηλοῦντες δι' ὃν ὥσπερ στήλης καὶ αἰωνίας μνήμης ἠξιοῦτο παρὰ τῷ Θεῷ ἡ τοῦ Προφήτου ἀρετή. Τὸ γὰρ μέγιστον τοῦ Δαυῗδ κατόρθωμα ἡ ταπεινότης ἦν καὶ ἡ ταπεινοφρο-
chus. Since therefore the Holy Spirit working in the Prophet, Which is also testified to have come down in the form of a dove upon the Saviour, being tender and guileless, was driven away when David was persecuted by Saul, and when driven away did not defend itself, but resembled a speechless dove removed far off and thrust away by persecutors: for this reason according to the rest of the translators it is said, for the dove. And instead of, for an inscription on a pillar, Aquila interpreted, of the lowly, the perfect; while Symmachus interpreted, of the lowly-minded and blameless, signifying the manner through which the virtue of the Prophet was counted worthy as it were of a pillar and eternal remembrance with God. For the greatest achievement of David was lowliness and lowly-minded-
Ἐλέησόν με, ὁ Θεὸς, ὅτι κατεπάτησέ με ἄνθρωπος, ὡς πρὸς τὴν λέξιν τὸν Σαοὺλ σημαίνων, ἐπαναβάντα αὐτῷ, καὶ οὐ μίαν ἡμέραν, ἀλλὰ καὶ πολλὰς ἐπιθέμενον τῷ κατ' αὐτοῦ πολέμῳ· διὸ ἐπιλέγει· Ὅλην τὴν ἡμέραν πολεμῶν ἔθλιψέ με. Εἶτ' ἐπειδήπερ τῷ θείῳ Πνεύματι συνεώρα οὐχ οὕτως τὸν Σαοὺλ αἴτιον ὄντα τῆς τοσαύτης κατ' αὐτοῦ σπουδῆς, ὅσον ἀφανεῖς τινας καὶ νοητοὺς ἐχθροὺς ἀοράτους, δηλαδὴ δυνάμεις καὶ πνεύματα πονηρὰ, τὸν Σαοὺλ ἐνεργοῦντα καὶ διεγείροντα ἐπὶ τὸν κατ' αὐτοῦ πόλεμον, εἰκότως ἐπιλέγει· Κατεπάτησάν με οἱ ἐχθροί μου ὅλην τὴν ἡμέραν· ἢ κατὰ τὸν Σύμμαχον· Ἐπέτριβον οἱ θλίβοντές με κατὰ πᾶσαν ἡμέραν. Τίνες δὲ οἱ ἐχθροὶ καὶ οἱ θλίβοντες αὐτὸν, οἱ τὸν Σαοὺλ ἐνεργοῦντες, διασαφεῖ ἑξῆς λέγων· Ὅτι πολλοὶ οἱ πολεμοῦντές με ἀπὸ ὕψους. Οὐ γὰρ ἠγνόει, ὡς οὐκ ἦν αὐτῷ ἡ πάλη πρὸς αἷμα καὶ σάρκα, ἀλλὰ πρὸς τὰς ἀρχὰς καὶ ἐξουσίας, πρὸς τοὺς κοσμοκράτορας τοῦ σκότους τούτου, πρὸς τὰ πνευματικὰ τῆς πονηρίας, ὑφ' ὧν ὁ Σαοὺλ ἀκονώμενος, τὸν μηδὲν αὐτῷ λελυπηκότα πώποτε μάτην ἤλαυνε καὶ ἐπολέμει. Εἶθ' ἑξῆς φησιν· Ἡμέρας φοβηθήσομαι, ἐγὼ δὲ ἐλπιῶ ἐπὶ σέ. Ὅ δὴ διεσάφησεν ὁ Σύμμαχος εἰπών· Ἐν ᾗ ἂν ἡμέρᾳ φοβηθῶ, σοὶ πέποιθα. Εἰ γὰρ καὶ τὰ μάλιστα δοκεῖ ἄνθρωπός με καταπεπατηκέναι, πολὺς γενόμενος κατ' ἐμοῦ ὁ Σαοὺλ, ἀλλ' οἱ ἐχθροί μου καὶ οἱ πολεμοῦντές με ἄνωθεν, ἀπὸ ὕψους τὰ ἑαυτῶν βέλη κατὰ τῆς ἐμῆς βάλλοντες ψυχῆς πλεῖστοι τυγχάνουσι. Τούτων δὲ πάντων καταφρονεῖν μεμάθηκα διὰ σὲ τὸν ἐμὸν πρόμαχον καὶ ὑπερασπιστήν. Σοὶ γὰρ πεποιθὼς, εἴποτε ἐμπέσοι φόβος τῇ ἐμῇ ψυχῇ, διακρούομαι τοῦτον, σοὶ τῷ ὑπερασπιστῇ μου θαῤῥῶν.
Have mercy on me, O God, because man has trampled me down, according to the letter signifying Saul, who rose up against him, and not for one day, but for many days set himself to the war against him; wherefore he adds: All day long warring he afflicted me. Then seeing that by the divine Spirit he perceived that Saul was not so much the cause of so great a zeal against him, as certain unseen and intelligible invisible enemies, namely powers and wicked spirits, working in Saul and stirring him up to the war against him, he reasonably adds: My enemies trampled me down all day long; or according to Symmachus: Those afflicting me wore me down throughout every day. And who the enemies and those afflicting him are, who work in Saul, he makes clear next, saying: Because many are those warring against me from on high. For he was not ignorant that his wrestling was not against blood and flesh, but against the principalities and authorities, against the world-rulers of this darkness, against the spiritual forces of wickedness, sharpened by whom Saul vainly drove away and warred against him who had never grieved him in anything. Then next he says: By day I shall be afraid, yet I will hope in Thee. Which indeed Symmachus made clear, saying: In whatever day I am afraid, I trust in Thee. For even if most of all a man seems to have trampled me down, Saul pressing hard against me, yet my enemies and those warring against me from above, shooting their own darts from on high against my soul, happen to be very many. Yet all of these I have learned to despise because of Thee, my champion and defender. For trusting in Thee, if ever fear should fall upon my soul, I beat it off, taking courage in Thee my defender.
Ἐν τῷ Κυρίῳ ἐπαινέσω τοὺς λόγους μου, ἐπὶ τῷ Θεῷ ἤλπισα· οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ. Ἀντὶ τοῦ, ἐν τῷ Θεῷ ἐπαινέσω τοὺς λόγους μου, ὁ μὲν Σύμμαχος, διὰ τοῦ Θεοῦ ὑμνήσω τὸν λόγον αὐτοῦ· ὁ δὲ Ἀκύλας· ἐν τῷ Θεῷ ὑμνήσω ῥήματα αὐτοῦ· καὶ ἡ πέμπτη ἔκδοσις· ἐν τῷ Θεῷ ἐπαινέσω τὸν λόγον μου, ἐκδεδώκασιν. Εἴ ποτε, φησὶ, φόβος ἐκ τῆς τῶν πολεμούντων με ταραχῆς ἐνέπιπτέ μοι, διεκρουόμην αὐτὸν ἐλπίζων ἐπὶ σέ· καὶ ἀντὶ ἐπῳδῆς καὶ φυλακτηρίων,
In the Lord I will praise my words, in God I have hoped: I shall not fear what flesh will do to me. Instead of, in God I will praise my words, Symmachus rendered, through God I will hymn His word; Aquila: in God I will hymn His sayings; and the fifth edition: in God I will praise my word. If ever, he says, fear from the trouble caused by those warring against me fell upon me, I beat it off by hoping in Thee; and instead of an incantation and amulets,
PG 23:496Read from the page
ὕμνους διεξῄειν· ὑμνῶν γὰρ τὸν λόγον σου ἐβοηθούμην, ὡς μηδένα τῶν διωκόντων ἐπιστρέφεσθαι. Οὕτως ἐπὶ τῷ Θεῷ ἐλπίζων, καὶ τοὺς λόγους αὐτοῦ φέρων ἐν τῷ στόματί μου, πάσης τῆς ἐξ ἀνθρώπων ἐπιβουλῆς κατεφρόνουν, οὐ φοβούμενος τί ποιήσει μοι σάρξ. Τί γὰρ ἂν καὶ δύναιτο σὰρξ καὶ αἷμα πρὸς Θεὸν βοηθόν; Εἰ γὰρ ὁ Θεὸς ὑπὲρ ἡμῶν, τίς καθ' ἡμῶν; φησὶν ὁ Ἀπόστολος. Σὰρξ δὲ ἦν ὁ Σαοὺλ, τὰ τῆς σαρκὸς φρονῶν· ὃ δὴ παρίστησιν ὁ Ἀπόστολος γράφων Κορινθίοις· Ὅπου γὰρ ἐν ὑμῖν ζῆλος καὶ ἔρις, οὐχὶ σάρκινοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε; Ὁ δὲ καὶ τὸν Σαοὺλ ζήλου πεπληρωμένον καὶ ἔριδος, καὶ διὰ ταῦτα τὸν Δαυῗδ ἐλαύνοντα, σάρκα ὠνόμασεν εἰπών· Οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ. Εἶτά φησιν· Ὅλην τὴν ἡμέραν τοὺς λόγους μου ἐβδελύσσοντο, κατ' ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν εἰς κακόν· ὃ δὴ σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Διὰ πάσης ἡμέρας λόγους περὶ ἐμοῦ ἐφρόντιζον· κατ' ἐμοῦ πᾶς διαλογισμὸς αὐτῶν εἰς κακόν. Ὡς γὰρ μηδὲν ἔχοντες ἕτερον πράττειν, μηδὲ περὶ ἑτέρων λόγους κινεῖν, τὴν πᾶσαν ἑαυτῶν σχολὴν τοῖς περὶ ἐμοῦ λόγοις καὶ τοῖς κατ' ἐμοῦ λογισμοῖς ἀνετίθεσαν, οὐδὲν ἀγαθὸν περὶ ἐμοῦ βουλευόμενοι. Ἀλλ' εἰς κακὸν καὶ ἐπὶ κακῷ τὴν ἑαυτῶν ἀναλίσκοντες σπουδήν.
I recited hymns; for in singing hymns to Thy word I was helped, so as to pay regard to none of the persecutors. Hoping thus in God, and bearing His words in my mouth, I despised every plot coming from men, not fearing what flesh would do to me. For what indeed could flesh and blood avail against God our helper? For if God is for us, who is against us? says the Apostle. Now Saul was flesh, minding the things of the flesh; which indeed the Apostle presents when writing to the Corinthians: For where there is jealousy and strife among you, are you not fleshly, and do you not walk according to man? And he too named Saul flesh, being filled with jealousy and strife, and on account of these things driving David away, saying: I shall not fear what flesh will do to me. Then he says: All day long they abominated my words, all their thoughts against me were for evil; which indeed Symmachus interpreted more clearly, saying: Throughout the whole day they busied themselves with words concerning me: their every thought against me was for evil. For as though having nothing else to do, nor to stir up words concerning others, they devoted all their own leisure to words concerning me and to reasonings against me, counselling nothing good concerning me. Rather, unto evil and for evil they spent their own zeal.
Παροικήσουσι καὶ κατακρύψουσιν, αὐτοὶ τὴν πτέρναν μου φυλάξουσι. Καθάπερ ὑπὲμειναν τὴν ψυχήν μου, ὑπὲρ τοῦ μηδενὸς σώσεις αὐτούς· ἐν ὀργῇ λαοὺς κατάξεις, ὁ Θεός. Καὶ ταῦτα ἀσαφῶς εἰρημένα παρὰ τοῖς Ἑβδομήκοντα, λευκότερον διηρμήνευσεν ὁ Σύμμαχος, εἰπών· Συνήγοντο λάθρα, καὶ τὰ ἴχνη μου παρετήρουν προσδοκῶντες τὴν ψυχήν μου διὰ τὴν ἀδικίαν. Ῥῦσαι ἀπ' αὐτῶν, ἐν ὀργῇ λαοὺς κατάγαγε, ὁ Θεός. Οὕτως γὰρ, φησὶ, διὰ πάσης ἡμέρας ἐμοὶ ἐσχόλαζον, τοὺς περὶ ἐμοῦ λόγους κινοῦντες, καὶ πᾶς διαλογισμὸς αὐτῶν κατ' ἐμοῦ ἐγίγνετο· ὡς σπουδάζειν συνάγεσθαι αὐτοὺς ὁμοῦ συσκευάς· καὶ μὴ μέχρι τούτου χωρεῖν, ἀλλὰ καὶ περιεργάζεσθαί μου τὴν πτέρναν, τουτέστι τὴν τοῦ βίου πορείαν, εἴ πως σκελίσαντες δυνηθεῖεν καταβαλεῖν με. Καὶ τὰ ἴχνη δέ μου παρετήρουν, ὅποι ἂν βαδίζοιμι, καὶ ἵν' ὅπως ἐπιλάβοιντό μου. Ταῦτα μὲν οὖν οἱ μάτην διώκοντες κατ' ἐμοῦ ἔπραττον. Σὺ δὲ, Κύριε, ἡ ἐμὴ ἐλπὶς, ἐμὲ μὲν τῆς ἀδίκου αὐτῶν συσκευῆς ῥῦσαι, αὐτοὺς δὲ μετελθὼν τῇ σεαυτοῦ ὀργῇ, κατάβαλε τῆς μεγαλαυχίας καὶ τῆς ὑψηλοφροσύνης· τοῦτο γὰρ αὐτοῖς συνοίσει. Ὑψούμενοι γὰρ καὶ ἐπαιρόμενοι, ἐπ' ὀλέθρῳ τῷ ἑαυτῶν ταῦτ' ἔπραττον· ὁ γὰρ Θεὸς ὑπερηφάνοις ἀντιτάσσεται, ταπεινοῖς δὲ δίδωσι χάριν· διὸ, ἱκετεύω, πάντας τοὺς ἐπανισταμένους μοι κατάγαγε· ἢ, κατὰ τὸν Ἀκύλαν, καταβίβασον· ὡς ἂν, μέτριον φρόνημα λαβόντες καὶ ταπεινά φρονοῦντες, τὰ μεγάλα ὠφεληθεῖεν.
They will sojourn and hide themselves, they themselves will watch my heel. Even as they waited for my soul, for nothing Thou will save them; in wrath Thou will bring down peoples, O God. And these things, obscurely spoken in the Seventy, Symmachus interpreted more plainly, saying: They gathered together secretly, and watched my footsteps closely, waiting for my soul because of injustice. Rescue from them, in wrath bring down peoples, O God. For thus, he says, throughout the whole day they devoted their leisure to me, stirring up words concerning me, and their every thought was against me: so that they were eager to gather plots together; and not to proceed only thus far, but also to pry curiously around my heel, that is, the course of my life, if somehow by tripping me up they might be able to cast me down. And they watched my footsteps closely as well, wherever I might walk, and so that somehow they might lay hold of me. These things, then, those vainly persecuting did against me. But Thou, O Lord, my hope, rescue me from their unjust plot, and pursuing them with Thy wrath, cast them down from their boastfulness and high-mindedness; for this will profit them. For being lifted up and exalted, they were doing these things unto their own destruction; for God resists the proud, but gives grace to the lowly; wherefore, I beseech Thee, bring down all who rise up against me; or, according to Aquila, bring them low; so that, taking a moderate mind and minding lowly things, they might be greatly benefited.
Τὴν ζωήν μου ἐξήγγειλά σοι, ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου· ὡς καὶ ἐν τῇ ἐπαγγελίᾳ σου, ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω, ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε. Καὶ ταῦτα ὁ Σύμμαχος
My life I declared to Thee, Thou placed my tears before Thee: as also in Thy promise, my enemies shall turn back, in whatever day I call upon Thee. And these things Symmachus
Notes, col. 496

On the reading

Printed ὑπὲμειναν, for ὑπέμειναν.

Printed ταπεινά, for ταπεινὰ.

PG 23:497Read from the page
σαφέστερον ἡρμήνευσεν, οὕτως εἰπών· Τὰ ἔνδον μου ἐξηρίθμησας· σὺ ἔθου τὰ δάκρυά μου ἐνὼπιόν σου. Μὴ οὐχὶ ὅταν ἐξαριθμῇς, τότε ἀποστραφήσονται οἱ ἐχθροί μου ὀπίσω, ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε; Οἱ μὲν ἐχθροί μου, φησὶ, διὰ πάσης ημέρας λόγους περὶ ἐμοῦ ἀνεκίνουν, καὶ κατ' ἐμοῦ πάντες οἱ διαλογισμοὶ αὐτῶν ἦσαν· ἐγὼ δὲ ὁποίους ἐν ἐμαυτῷ συνῆγον λογισμοὺς καὶ ὁποίας ἐνθυμήσεις εἶχον, σὺ αὐτὸς, ὡς καρδιογνώστης Θεὸς, οἶδας. Τὰ γὰρ ἔνδον μου ἐξηρίθμησας πάντα, καὶ τὰ κρύφιά μου καὶ τὰς ἐνθυμήσεις τῆς ψυχῆς μου γινώσκεις· διόπερ ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου, καὶ οὐκ ἀπεστράφης αὐτά· ἀλλ' ὥσπερ ἐν τῇ ἐπαγγελίᾳ σου ὑπισχνοῦ λέγων· Ἔτι λαλοῦντός σου ἐρῶ· Ἰδοὺ πάρειμι, οὕτως ἀκόλουθα πράττων ταῖς σαῖς ἐπαγγελίαις, ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου. Καὶ κατὰ τὴν τῶν Ἑβδομήκοντα δὲ ἑρμηνείαν, Τὴν ζωήν μου, φησὶν, ἐξήγγειλά σοι, ὡς ἂν παῤῥησίαν ἄγων καὶ μή ἐπαισχυνόμενος ἐπὶ τῇ ἐμαυτοῦ ζωῇ. Σύ τε ἀποδεχόμενός μου τὴν ζωὴν, τὰ δάκρυά μου οὐκ ἀπεσείσω, ἀλλὰ πρὸ τῶν σῶν ὀφθαλμῶν ἔθου αὐτὰ, πιστούμενος τὰς σὰς ἐπαγγελίας. Διὸ συνέβαινεν, ἐμοῦ εἰσακουομένου, τοὺς ἐχθρούς μου εἰς τὰ ὀπίσω χωρεῖν· ὅθεν φημί· Ἐν ᾗ ἂν ἡμέρᾳ ἐπικαλέσωμαί σε, ἐπιστρέψουσιν οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω· κατὰ δὲ τὸν Σύμμαχον· Μὴ οὐχὶ ὅταν, φησὶν, ἐξαριθμῇς, τότε ἀποστραφήσονται οἱ εχθροί μου ὀπίσω; Ἐπειδὰν φυλοκρινῶν διακαθάρῃς ἀφορίζων τοὺς σεαυτοῦ ἀξίους, καὶ ἐξαρίθμησιν ποιούμενος τῶν μελλόντων εἰς τὰ δεξιὰ ἵστασθαι, καὶ τῶν εἰς ἀριστερὰ χωρούντων, τότε, ἐν τῷ σὲ τὴν ἐξαρίθμησιν ταύτην ποιεῖσθαι, ἀποστραφήσονται οἱ ἐχθροί μου εἰς τὰ ὀπίσω.
interpreted more clearly, speaking thus: Thou numbered my inward parts: Thou placed my tears before Thee. Shall not my enemies turn back when Thou number them, in whatever day I call upon Thee? My enemies indeed, he says, throughout the whole day stirred up words concerning me, and all their thoughts were against me; whereas what sort of reasonings I gathered within myself and what sort of thoughts I held, Thou Thyself, as the heart-knowing God, know. For Thou numbered all my inward parts, and know my hidden things and the thoughts of my soul; wherefore Thou placed my tears before Thee, and did not turn away from them; rather, just as in Thy promise Thou promised, saying: While you are still speaking I will say: Behold, here I am, so acting in accordance with Thy promises, Thou placed my tears before Thee. And according to the translation of the Seventy also, My life, he says, I declared to Thee, as holding boldness and not being ashamed over my own life. And Thou, accepting my life, did not shake off my tears, but placed them before Thy eyes, confirming Thy promises. Wherefore it came to pass, when I was hearkened to, that my enemies gave way backward; whence I say: In whatever day I call upon Thee, my enemies shall turn back; and according to Symmachus: Shall not, he says, when Thou number them, my enemies then turn back? Whenever in distinguishing by tribes Thou cleanse thoroughly, separating off those worthy of Thyself, and making an enumeration of those about to stand at the right hand, and of those going to the left, then, when Thou make this enumeration, my enemies shall turn back.
Ἰδοὺ ἔγνων, ὅτι Θεός μοί ἐστιν. Ἐπὶ τῷ Θεῷ αἰνέσω ῥῆμα, ἐπὶ τῷ Κυρίῳ αἰνέσω λόγον· ἐπὶ τῷ Κυρίῳ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Κατὰ δὲ τὸν Σύμμαχον τοῦτό φησιν· Οἶδα, ὅτι ἔστι Θεός μοι. Τὸν Θεὸν ὑμνολογήσω, διὰ τοῦ Θεοῦ ὑμνοποιήσομαι λόγον· τῷ Θεῷ πέποιθα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Αὐτοῖς ἔργοις, φησὶ, παρείληφα, καὶ ἔγνων ἀληθῶς, ὅτι οὐκ ἐπὶ ματαίῳ ἤλπισα· ἀλλὰ Θεὸν βοηθὸν ἐκτησάμην. Τούτου δὲ ἔλεγχος, ἐπεὶ ἔθου τὰ δάκρυά μου ἐνώπιόν σου. Εἶτα ἐμοῦ μὲν ἐπήκοος ἐγίγνου, οἱ δὲ ἐχθροί μου ἐχώρουν εἰς τὰ ὀπίσω· διὸ ἐπὶ τῷ Θεῷ αἰνέσω ῥῆμα· ἢ, κατὰ τὸν Ἀκύλαν· Ἐν Θεῷ καυχήσομαι ῥῆμα· κατὰ δὲ τὸν Σύμμαχον· Τὸν Θεὸν ὑμνολογήσω· ἀλλὰ καὶ ἐπι τὸν Κύριον αἰνέσω λόγον· ἢ, κατὰ τὸν Ἀκύλαν, ἐν Κυρίῳ ὑμνήσω λόγον· ἢ, κατὰ τὸν Σύμμαχον, διὰ τοῦ Κυρίου ὑμνοποιήσομαι λόγον· καὶ πάλιν, ὡς ἀνωτέρω μοι εἴρηται· Ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι σάρξ· καὶ νῦν φημι, Ἐπὶ τῷ Θεῷ ἤλπισα, οὐ φοβηθήσομαι τί ποιήσει μοι ἄνθρωπος. Σὰρξ γὰρ καὶ ἄνθρωπος ἓν καὶ ταυτόν ἐστιν, ἐπειδὴ λέλεκται· Ὑμεῖς δὲ ὡς ἄνθρωποι ἀποθνήσκετε· καὶ, Ὅταν γὰρ ᾖ ἐν ὑμῖν ζῆλος καὶ ἔρις,
Behold, I have known that God is for me. In God I will praise a saying, in the Lord I will praise a word: in the Lord I have hoped, I shall not fear what man will do to me. And according to Symmachus he says this: I know that God is for me. I will praise God in hymns, through God I will make a word into a hymn: in God I trust, I shall not fear what man will do to me. By very deeds, he says, I have received, and have known truly, that I did not hope in vain; rather, I gained God as helper. And the proof of this is that Thou placed my tears before Thee. Then Thou became attentive to me, while my enemies gave way backward; wherefore in God I will praise a saying; or, according to Aquila: In God I will boast a saying; and according to Symmachus: I will praise God in hymns; moreover upon the Lord I will praise a word; or, according to Aquila, in the Lord I will hymn a word; or, according to Symmachus, through the Lord I will make a word into a hymn; and again, as has been said by me above: In God I have hoped, I shall not fear what flesh will do to me; so now too I say, In God I have hoped, I shall not fear what man will do to me. For flesh and man are one and the same thing, since it is said: Yet you die like men; and, For when there is jealousy and strife among you,
Notes, col. 497

On the reading

Printed ἐνὼπιόν, for ἐνώπιόν.

Printed ημέρας, for ἡμέρας.

Printed μή, for μὴ.

Printed εχθροί, for ἐχθροί.

Printed ἐπι, for ἐπὶ.

PG 23:500Read from the page
οὐχὶ σαρκικοί ἐστε, καὶ κατὰ ἄνθρωπον περιπατεῖτε;
are you not carnal, and do you not walk according to man?
Ἐν ἐμοὶ, ὁ Θεὸς, αἱ εὐχαὶ, ἃς ἀποδώσω αἰνέσεώς σοι. Ὅτι ἐῤῥύσω τὴν ψυχήν μου ἐκ θανάτου, καὶ τοὺς πόδας μου ἐξ ὀλισθήματος, τοῦ εὐαρεστῆσαι ἐνώπιον τοῦ Θεοῦ ἐν φωτὶ ζώντων. Ἀντὶ τοῦ, Ἐν ἐμοὶ, ὁ Θεὸς, αἱ εὐχαὶ, ἃς ἀποδώσω αἰνέσεώς σοι, σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος εἰπών· Ἀναδέχομαι, Θεὲ, ἃ ηὐξάμην· ἀποδώσω αἰνέσεις σοι. Οὐ γὰρ ἐπιλέλησμαι, φησὶ, ὧν ηὐξάμην· ἀλλ' ἐν ἐμοί εἰσι, καὶ κατέχω τῇ μνήμῃ πάντα ὅσα ἐπηγγειλάμην εὐξάμενος· ἃ καὶ ὥσπερ τι χρέος ἀποδώσω, θυσίας ἀναφέρων τὰς δι' αἰνέσεως, καὶ κατὰ τὸ φάσκον λόγιον· Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Κυρίῳ τὰς εὐχάς σου. Ἀποδώσω τοίνυν αἰνέσεώς σοι· ἐπειδὴ πολλὰ σύνοιδα ἐμαυτῷ ὀφείλοντι ὑπὲρ τῆς ἐμαυτοῦ σωτηρίας. Αὐτὴν γοῦν τὴν ψυχήν μου ἐῤῥύσω ἐκ θανάτου. Οἱ μὲν γὰρ ἐχθροί μου τὸ ὅσον ἐπ' αὐτοῖς ἤλαυνον αὐτὴν, καὶ ἐξεβιάζοντο εἰς θάνατον ἐκπεσεῖν. Ἐλαύνοντές με γὰρ, καὶ μέσον ἀλλοφύλων καὶ ἀλλογενῶν ἐθνῶν οἰκεῖν καταναγκάζοντες, τὸ ἐπ' αὺτοῖς τὴν ψυχήν μου ἐθανάτουν· ἤγουν ἤμελλον συνάπτεσθαι τῇ τῶν ἀλλοφύλων εἰδωλολατρείᾳ, μέσος αὐτῶν οἰκῶν, καθ' οὓς χρόνους παρὰ τῷ Ἀχοῦς (sic) καὶ ἐν τῇ Γὲθ παρὰ τοῖς ἀλλοφύλοις ἐποιούμην τὰς διατριβὰς, πάλαι ἂν τὴν ψυχήν μου τεθνήκειν, τῆς παρὰ σοὶ ζωῆς ἐκπεσών· ἀλλ' ἡ σὴ χάρις καὶ τὸ σὸν ἔλεος οὐ συνεχώρησε τοῦτο γενέσθαι· ἐπεὶ καὶ παρὰ τοῖς ἀλλοφύλοις με ὄντα περιέφραττες, ὡς μηδὲν καταβλάπτεσθαι ἐκ τῆς τούτων συνουσίας. Διό φημι· Ἐῤῥύσω τὴν ψυχήν μου ἐκ θανάτου· ἀλλὰ καὶ τοὺς πέδας μου ἐῤῥύσω ἐξ ὀλισθήματος. Τίς γὰρ οὐκ ἂν διετράπη, ὥσπερ εἰς πηλὸν ἐμβὰς, καὶ ὀλισθηροῖς περιπεσὼν χωρίοις, μέσος τοσούτων ἀπολειφθεὶς ἀθέων καὶ εἰδωλολατρῶν ἀνδρῶν; Ἀλλ' ἦν ἄρα καὶ ἐν τούτῳ τὸ σὸν ἔλεος, καὶ ἡ σὴ χάρις ῥυομένη μου τοὺς πόδας ἐξ ὀλισθήματος· οὐ γὰρ ἐμαυτοῦ δυνάμει ἐπιγράφω ταῦτα· ἐπεὶ μηδ' οὕτως ἤμην στεῤῥὸς τὴν ψυχὴν ὡς ἀδιάτρεπος μένειν, ἐν τῷ μεταξὺ τοσούτων εἰλῆσθαι, εἰ μὴ σὺ ἦσθα βοηθός. Διὸ ἐξομολογούμενος εὐχαριστῶ, ὅτι ἐῤῥύσω τοὺς πόδας μου ἐξ ὀλισθήματος. Καὶ ταῦτά μοι τὸ σὸν ἔλεος ἐδωρεῖτο, ὑπὲρ τοῦ εὐαρεστῆσαι ἐνώπιόν σου ἐν φωτὶ ζώντων· ἢ, κατὰ τὸν Σύμμαχον, ὡς τὸ ὁδεύειν ἔμπροσθεν τοῦ Θεοῦ διὰ φωτὸς τῆς ζωῆς. Διατρίβων γοῦν καὶ παρὰ τοῖς ἀλλοφύλοις, τῆς ὀρθῆς καὶ βασιλικῆς ὁδοῦ οὐ παρέξεισιν· ἀλλὰ σοὶ εὐαρέστως ὥδευον ὑπὸ σοῦ ποδηγούμενος καὶ φωτιζόμενος, φωτός τε μεταλαγχάνων οὐ τοῦ κοινοῦ καὶ πᾶσιν ἐγκειμένου, λογικοῖς τε καὶ ἀλόγοις, θηρίοις τε καὶ ἑρπετοῖς, νεκροῖς τε καὶ ἀψύχοις, ἀλλὰ τοῦ μόνοις τοῖς παρὰ σοῦ ζῶσιν ἀφωρισμένου. Νοήσεις δὲ τὸ φῶς τῶν ζώντων, ἐν ᾧ καὶ Δαυῗδ καὶ πάντες οἱ θεοφιλεῖς προφῆται καὶ δίκαιοι ἐφωτίσθησαν, ἐπιστήσας τῷ εὐαγγελιστῇ λέγοντι· Ὅ γέγονεν ἐν αὐτῷ, δηλαδὴ τῷ Λόγῳ τοῦ Θεοῦ τῷ ἐν ἀρχῇ πρὸς τὸν Θεὸν ὄντι, ζωὴ ἦν, καὶ ἡ
In me, O God, are the vows of praise which I will pay to Thee. Because Thou rescued my soul from death, and my feet from slipping, that I may be well-pleasing before God in the light of the living. Instead of, In me, O God, are the vows of praise which I will pay to Thee, Symmachus interpreted more clearly, saying: I take upon myself, O God, the things that I vowed: I will pay praises to Thee. For I have not forgotten, he says, the things that I vowed; rather, they are in me, and I hold fast in memory all that I promised when making my vow; which also as it were a debt I will pay, offering up the sacrifices of praise, even according to the oracle that says: Offer to God a sacrifice of praise, and pay to the Lord your vows. I will pay therefore vows of praise to Thee; since I am conscious within myself of owing much on behalf of my own salvation. At all events Thou rescued my very soul from death. For my enemies, so far as lay in them, drove it away, and forced it to fall out into death. For in driving me away, and compelling me to dwell in the midst of foreign and alien nations, so far as lay in them they were putting my soul to death; that is, I would have been about to be joined to the idolatry of the foreigners, dwelling in the midst of them, in the times when with Achous (sic) and in Geth among the foreigners I was spending my time, I would long ago have died in my soul, having fallen away from the life that is with Thee; yet Thy grace and Thy mercy did not permit this to come to pass; since even when I was among the foreigners Thou hedged me round, so that I suffered no harm at all from intercourse with them. Wherefore I say: Thou rescued my soul from death; moreover Thou rescued my feet also from slipping. For who would not have been turned aside, as though having stepped into mire, and fallen into slippery places, left behind in the midst of so many godless and idolatrous men? Yet even in this was Thy mercy, and Thy grace rescuing my feet from slipping; for I do not ascribe these things to my own power; since neither was I so firm in soul as to remain unswerving, while being hemmed in amid so many, had not Thou been helper. Wherefore confessing I give thanks, because Thou rescued my feet from slipping. And these things Thy mercy granted to me, for the sake of being well-pleasing before Thee in the light of the living; or, according to Symmachus, so as to walk before God through the light of life. Spending time therefore even among the foreigners, he does not go aside from the straight and royal way; rather, I walked well-pleasingly to Thee, guided and illuminated by Thee, and partaking of a light not common and lying open to all, both rational and irrational creatures, wild beasts and reptiles, dead and inanimate things, but set apart solely for those living with Thee. And you will understand the light of the living, wherein both David and all the God-loving prophets and righteous men were illuminated, when you attend to the evangelist saying: What came to be in Him, namely in the Word of God Who was in the beginning with God, was life, and the
Notes, col. 500

On the reading

Printed CPP., for OPP..

Printed αὺτοῖς, for αὐτοῖς.

Printed πέδας, for πόδας.

Printed παρὰ σοῦ ζῶσιν, for παρὰ σοὶ ζῶσιν.

PG 23:501Read from the page
ζωὴ ἦν τὸ φῶς τῶν ἀνθρώπων· καὶ πάλιν· Ἦν τὸ φῶς τὸ ἀληθινὸν, τὸ φωτίζον πάντα ἄνθρωπον ἐρχόμενον εἰς τὸν κόσμον. Ἐν τῷ κόσμῳ ἦν, καὶ ὁ κόσμος δι' αὐτοῦ ἐγένετο, καὶ ὁ κόσμος αὐτὸν οὐκ ἔγνω. Οὐκοῦν ἦν ἐν τῷ κόσμῳ· κἀκείνῳ τῷ φωτὶ οἱ τῆς παρὰ τῷ Θεῷ ζωῆς καταξιούμενοι ἐφωτίζοντο. Ὕστερον δὲ καὶ εἰς τὰ ἴδια ἦλθεν· ὅσοι τε ἐδέξαντο αὐτὸν ἔδωκεν αὐτοῖς ἐξουσίαν τέκνα Θεοῦ γενέσθαι. Τοσαύτη δύναμις παρῆν τῷ φωτὶ τῶν ζώντων, ὡς τέκνα Θεοῦ ἀπεργάζεσθαι τοὺς καταδε-
life was the light of men; and again: It was the true light, Which illuminates every man coming into the world. He was in the world, and the world came to be through Him, and the world did not know Him. Therefore He was in the world; and by that light those counted worthy of the life with God were illuminated. And afterwards He also came unto His own; and as many as received Him, to them He gave authority to become children of God. So great a power was present in the light of the living, as to render children of God those who re-
ΕΙΣ ΤΟ ΤΕΛΟΣ, ΜΗ ΔΙΑΦΘΕΙΡΗΣ, ΤΩ ΔΑΥΙΔ ΕΙΣ ΣΤΗΛΟΓΡΑΦΙΑΝ ΕΝ ΤΩ ΑΥΤΟΝ ΑΠΟΔΙΔΡΑΣΚΕΙΝ ΑΠΟ ΠΡΟΣΩΤΟΥ ΣΑΟΥΛ ΕΙΣ ΤΟ ΣΤΗΛΑΙΟΝ. ΝϚʹ.
Unto the end, destroy not, of David for an inscription on a pillar, when he ran away from the face of Saul into the cave. 56.
Ἐλέησόν με, ὁ Θεὸς, ἐλέησόν με, ὅτι ἐπὶ σοὶ πέποιθεν ἡ ψυχή μου. Ὥσπερ ἀπὸ τῆς ἱστορίας ἐδείκνυτο δεύτερον γινόμενος ὁ Δαυῗδ παρὰ τοῖς ἐν Γὲθ ἀλλοφύλοις, παρ' οἷς διατρίβων τὸν νεʹ ἀναγέγραπται ψαλμὸν εἰρηκώς· οὕτω δὶς φαίνεται ἐν τῷ σπηλαίῳ ἐληλυθώς· ἅπαξ μὲν, ὅτε, μανίαν προσποιηθεὶς, τὰς χεῖρας τοῦ Ἀγχοῦς (sic) καὶ τῶν ἐν Γὲθ ἀλλοφύλων διαφεύγει· κἀκεῖθεν διασώζεται εἰς τὸ σπήλαιον τὸ Ὀδολλὰμ, ἔνθα πάντες οἱ ἀδελφοι αὐτοῦ, καὶ πᾶς ὁ οἶκος τοῦ πατρὸς αὐτοῦ καταβαίνουσι πρὸς αὐτόν. Συνήγοντό τε παρ' αὐτῷ πᾶς ἐν ἀνάγκῃ ὢν, καὶ πᾶς ὑπόχρεως, καὶ πᾶσα κατώδυνος ψυχή· καὶ ἦν ἐπ' αὐτῶν ἡγούμενος. Ἦσαν δὲ ὡς τετρακόσιοι ἄνδρες· δεύτερον δὲ, ὅτε ἀνέστρεψεν ὁ Σαοὺλ ἀπὸ ὄπισθεν τῶν ἀλλοφύλων, καὶ ἀπηγγέλη αὐτῷ, ὅτι Ἰδοὺ Δαυῗδ ἐν τῇ ἐρήμῳ τῇ Γαδδί· καὶ ἔλαβε μεθ' ἑαυτοῦ τρεῖς χιλιάδας ἀνδρῶν ἐκλεκτῶν ἐκ τοῦ Ἰσραὴλ, καὶ ἐπορεύθη ζητῶν τὸν Δαυῗδ καὶ τοὺς ἄνδρας αὐτοῦ ἐπὶ πρόσωπον Αἰλείν. Καὶ ἦλθεν εἰς τὰς ἀγέλας τῶν ποιμνίων τὰς ἐπὶ γῆς ὁδοῦ. Καὶ ἦν ἐκεῖ σπήλαιον, καὶ εἰσῆλθε Σαοὺλ παρασκευάσασθαι· καὶ Δαυῗδ καὶ οἱ ἄνδρες αὐτοῦ ἐσώτεροι τοῦ σπηλαίου ἐκάθηντο. Καὶ εἶπαν οἱ ἄνδρες Δαυῗδ πρὸς αὐτόν· Ἰδοὺ ἡ ἡμέρα αὕτη, ἣν εἶπε Κύριος πρὸς σὲ, παραδοῦναι τὸν ἐχθρόν σου εἰς τὰς χεῖράς σου, καὶ ποιήσεις αὐτῷ ὡς ἀγαθὸν ἐν ὀφθαλμοῖς σου. Καὶ ἀνέστη Δαυῗδ καὶ ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοῗδος Σαοὺλ λαθραίως. Καὶ ἐγενήθη μετὰ ταῦτα, καὶ ἐπάταξε καρδία Δαυῗδ αὐτὸν, ὅτι ἀφεῖλε τὸ πτερύγιον τῆς διπλοῗδος αὐτοῦ. Καὶ εἶπε Δαυῗδ πρὸς τοὺς ἄνδρας αὐτοῦ· Μηδαμῶς μοι παρὰ Κυρίου, εἰ ποιήσω τὸ ῥῆμα τοῦτο τῷ κυρίῳ μου τῷ κριστῷ Κυρίου, ἐπενεγκεῖν χεῖρά μου ἐπ' αὐτόν· ὅτι Χριστὸς Κυρίου ἐστὶν οὗτος. Καὶ ἔπεισε Δαυῗδ τοὺς ἄνδρας αὐτοῦ ἐν λόγοις, καὶ οὐκ ἔδωκεν αὐτοὺς ἀναστάντας θανατῶσαι τὸν Σαούλ. Ζητητέον οὖν κατὰ ποίους χρόνους τὴν προκειμένην στηλογραφίαν ὁ Δαυῗδ ἀνέγραψε, καὶ ἐν ποίῳ σπηλαίῳ διατρίβων· πότερον ἐν
Have mercy on me, O God, have mercy on me, because in Thee my soul has trusted. Just as from the history David was shown coming to be a second time among the foreigners in Geth, while spending time among whom he is recorded as having spoken the fifty-fifth Psalm; so twice he appears to have come into the cave: once, when, having feigned madness, he escapes the hands of Anchous (sic) and of the foreigners in Geth; and from there he escapes safely into the cave Odollam, where all his brothers, and all the house of his father go down to him. And there gathered together with him everyone in distress, and everyone in debt, and every soul in pain; and he was leader over them. And they were about four hundred men; and a second time, when Saul returned from following after the foreigners, and it was reported to him: Behold, David is in the desert of Gaddi; and he took with himself three thousand chosen men out of Israel, and went seeking David and his men in front of Ailein. And he came unto the droves of the flocks that were on the land of the way. And there was a cave there, and Saul went in to prepare himself; and David and his men were sitting in the inner part of the cave. And the men of David said to him: Behold this day, of which the Lord spoke to you, to deliver your enemy into your hands, and you shall do to him as seems good in your eyes. And David arose and secretly took off the skirt of Saul's cloak. And it came to pass after these things that David's heart struck him, because he had taken off the skirt of his cloak. And David said to his men: Far be it from me from the Lord, if I shall do this thing to my lord the anointed of the Lord, to lay my hand upon him; because he is the Anointed of the Lord. And David persuaded his men with words, and did not suffer them to rise up and put Saul to death. One must inquire, therefore, in what times David wrote out the present inscription on a pillar, and while spending time in what cave: whether in
Notes, col. 501

On the reading

Printed ΠΡΟΣΩΤΟΥ, for ΠΡΟΣΩΠΟΥ.

Printed ΣΤΗΛΑΙΟΝ, for ΣΠΗΛΑΙΟΝ.

Printed ἀδελφοι, for ἀδελφοὶ.

Printed κριστῷ, for χριστῷ.

PG 23:504Read from the page
τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ, ἢ ἐν τῷ σπηλαίῳ τῷ Ἐνγαδδί. Ἀλλὰ καὶ ἐπειδὴ δύο εἴρηνται ψαλμοὶ αὐτῷ ἐν τῷ σπηλαίῳ, ὁ μὲν προκείμενος στηλογραφία τυγχάνων, ὁ δὲ ρμαʹ ἐπιγεγραμμένος, Συνέσεως τῷ Δαυῒδ ἐν τῷ σπηλαίῳ προσευχή· ζητήσαι ἄν τις εὐλόγως εἰ κατὰ τὸν αὐτὸν εἴρηνται χρόνον, καὶ εἰ ἐν τῷ σπηλαίῳ τυγχάνων ἀμφοτέρους συνέταξεν. Δοκεῖ τοίνυν ἐμοὶ, κινουμένῳ ἐκ τῶν ἐν ἑκατέρῳ φερομένων λόγων, ἡ μὲν μετὰ χεῖρας στηλογραφία ἐν τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ εἰρῆσθαι, ἡ δὲ ἐν τῷ ρμαʹ, προσευχὴ, ἐν τῷ σπηλαίῳ τῷ Ἐνγαδδὶ, ὅτε, τοῦ Σαοὺλ παρασκευαζομένου, ἐν τῷ σπηλαίῳ ἔνδον κρυπτόμενος εὕρηται. Οὕτω δέ μοι παρέστη κινηθέντι ἐκ τῶν παρ' ἑκατέρῳ φερομένων λόγων. Ὁ μὲν ρμαʹ φαίνεται εἰρημένος ἐν πολλῇ συνοχῇ καὶ ἀγῶνι τυγχάνοντι τῷ Δαυΐδ· φησὶ γοῦν ἐν αὐτῷ· Φωνῇ μου πρὸς Κύριον ἐκέκραξα· φωνῇ μου πρὸς τὸν Θεὸν ἐδεήθην. Ἐκχεῶ ἐνώπιον αὐτοῦ τὴν δέησίν μου· τὴν θλίψιν μου ἐνώπιον αὐτοῦ ἀπαγγελῶ. Ἐν τῷ ἐκλείπειν ἐξ ἐμοῦ τὸ πνεῦμά μου, καὶ σὺ ἐγίνωσκες τὰς τρίβους μου. Ἐν ὁδῷ ταύτῃ, ᾗ ἐπορευόμην, ἔκρυψαν παγίδα μοι. Διὰ τούτων γὰρ τὴν συνοχήν ἐν ᾗ ἐξητάζετο παρίστησι· καὶ ἔτι μᾶλλον δι' ὧν ἐπάγει λέγων ἑξῆς· Ἀπώλετο φυγὴ ἀπ' ἐμοῦ· πρὸ τῶν θυρῶν γὰρ τοῦ σπηλαίου καθεζομένου τοῦ Σαοὺλ, ἔνδον κρυπτόμενος, ἀπεγνώκει τὴν ἑαυτοῦ φυγήν. Πλὴν τὴν φυγὴν ἀπογνοὺς, ἐπὶ τὸν σωτήριον λιμένα καταφεύγει· διὸ ἐπιλέγει· Ἐκέκραξα πρὸς σὲ, Κύριε, εἶπα· Σὺ εἶ ἐλπίς μου· καὶ προστίθησι λέγων· Ἐξάγαγε ἐκ φυλακῆς τὴν ψυχήν μου. Ὁρᾷς ὅπως τὸν εἴσω τοῦ σπηλαίου ἀποκλεισμὸν σημαίνει; Εἰκότως οὖν καὶ προσευχὴν ἐπιγράφει τοὺς λόγους, δηλῶν διὰ τῆς προγραφῆς τὸν καιρόν. Λέγει γοῦν· Συνέσεως τῷ Δαυῒδ, ἐν τῷ εἶναι αὐτὸν ἐν τῷ σπηλαίῳ, προσευχή. Ἀλλὰ ταῦτα μὲν προσηύξατο ἐν μεγάλῳ περιστὰς ἀγῶνι κατὰ τὸν δηλωθέντα χρόνον· ἡ δὲ μετὰ χεῖρας στηλογραφία λέλεκτο αὐτῷ, ὡς οἶμαι, ὄντι ἐν τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ, πάντας τε ὑποδεχομένῳ τούς τε ἀδελφοὺς αὐτοῦ καὶ τοὺς συγγενεῖς καὶ τοὺς λοιποὺς φυγάδας, τάχα που δι' αὐτὸν ἐπιβουλευομένους ὑπὸ τοῦ Σαούλ· ἀλλὰ καὶ πᾶς κατώδυνος ψυχὴ καὶ πᾶς ἀδικούμενος κοινωνὸς ἐγίγνετο τῆς τοῦ Δαυῒδ φυγῆς. Δίκαιον γὰρ ἄνδρα καὶ παρὰ τῷ Θεῷ τετιμημένον, ἐλαυνόμενον ὑπὸ τοῦ Σαοὺλ ἀδίκως ὁρῶντες, τὰ ἑαυτῶν παρεμυθοῦντο κακά. Εἶτα καὶ αὐτοὶ τοὺς ἀδικοῦντας αὐτοὺς φεύγοντές τε, τὸν Δαυῒδ ἐζήλουν, ἠσπάζοντό τε τὴν σὺν αὐτῷ μερίδα, μᾶλλον ἀγαπῶντες ἐλαύνεσθαι σὺν αὐτῷ, ἢ τῷ ἐλαύνοντι συνεῖναι. Ἐπὶ σχολῆς τοίνυν διάγων ἐν τῷ σπηλαίῳ τῷ Ὀδολλὰμ τὴν παροῦσαν ἔγραφε στηλογραφίαν. Παρίστησι δὲ τοῦτο τὰ ἐπιλεγόμενα, τά τε ἄλλα καὶ δι' ὧν φησιν· Ἐξαπέστειλεν ἐξ οὐρανοῦ, καὶ ἔσωσέ με· καὶ πάλιν· Ἐξαπέστειλεν ὁ Θεὸς τὸ ἔλεος αὐτοῦ καὶ τὴν ἀλήθειαν αὐτοῦ, καὶ ἐῤῥύσατο τὴν ψυχήν μου ἐκ μέσου σκύμνων. Ὁρᾷς, ὡς τοὺς ἐν Γὲθ ἀλλοφύλους διαφυγὼν, ἅτε δὴ ἐν ἀσφαλείᾳ
the cave of Odollam, or in the cave of Engaddi. Yet since two psalms have been spoken by him in the cave, the one before us being an inscription on a pillar, while the 141st is entitled, Of understanding, for David, when he was in the cave, a prayer, one might reasonably inquire whether they were spoken at the same time, and whether while being in the cave he composed both. It seems, then, to me, moved by the words contained in each, that the inscription on a pillar now in hand was spoken in the cave of Odollam, whereas the prayer in the 141st was spoken in the cave of Engaddi, when, as Saul was preparing himself, he was found hiding inside in the cave. And thus it occurred to me, being moved by the words contained in each. The 141st appears to have been spoken when David was in great distress and struggle; at any rate he says in it: With my voice unto the Lord I cried; with my voice unto God I made supplication. I shall pour out before Him my supplication; my affliction I shall declare before Him. When my spirit was fainting out of me, Thou also knewest my paths. In this way wherein I walked, they hid a snare for me. For through these words he sets forth the distress in which he was being tried; and still more through what he adds next, saying: Flight hath perished from me; for while Saul was sitting before the doors of the cave, he, hiding inside, had despaired of his flight. Nevertheless, having despaired of flight, he flees for refuge to the saving harbour; wherefore he adds: I cried unto Thee, O Lord, I said: Thou art my hope; and he subjoins, saying: Bring my soul out of prison. Do you see how he signifies his being shut up inside the cave? Reasonably, therefore, he also entitles the words a prayer, showing the occasion through the superscription. At any rate he says: Of understanding, for David, when he was in the cave, a prayer. Now he prayed these things when surrounded by a great struggle at the time indicated; whereas the inscription on a pillar now in hand had been spoken by him, as I think, when he was in the cave of Odollam, and was receiving all, both his brothers and his kinsfolk and the rest of the fugitives, who were perhaps being plotted against by Saul on his account; moreover, every sorrowful soul and everyone wronged became a partner in David's flight. For seeing a righteous man, honoured too before God, unjustly hunted down by Saul, they comforted their own ills. Then they themselves also, fleeing those who wronged them, emulated David, and embraced the lot with him, loving rather to be hunted down with him than to be with him who hunted him. Living therefore at leisure in the cave of Odollam, he wrote the present inscription on a pillar. And what is said afterwards sets this forth, both the rest and that whereby he says: He sent forth out of heaven, and saved me; and again: God sent forth His mercy and His truth, and delivered my soul from the midst of lions' whelps. Do you see how, having escaped the Philistines in Geth, inasmuch as being in safety
Notes, col. 504

On the reading

Printed συνοχήν, for συνοχὴν.