καὶ ὑποκρίσει ἁπαλύνοντες ἑαυτῶν τοὺς λόγους ἐκ τοῦ φανεροῦ, ἔσωθεν δὲ αὐτοὺς ἀκοντίσαντες ὑπὲρ βολίδας, ἀλλὰ καὶ αὐτὸς ὁ προδότης γεγονὼς τοῦ Σωτῆρος, ὁποίου τέλους τεύξονται δεδήλωται· σὺ δὲ ὁ τούτων ἀκροώμενος, σωφρονισθεὶς ἀπὸ τοῦ τῶν προλελεγμένων τέλους, καὶ ὁ τῷ προφητευομένῳ ὅλον σαυτὸν ἐπιδιδοὺς, θάρσει, τὴν σαυτοῦ φροντίδα ἐπιῤῥίψας ἐπ' αὐτὸν, οἷα Καινῇ Διαθήκῃ μαθητευθεὶς, δι' ἧς αὐτὸς ὁ Σωτὴρ παιδεύει λέγων· Μὴ μεριμνήσητε τί φάγητε, μηδὲ τί πίητε· καὶ, Μὴ κτήσησθε χρυσὸν μηδὲ ἄργυρον, μηδὲ χαλκὸν εἰς τὰς ζώνας ὑμῶν. Ταῦτ' οὖν φυλάξας, ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει, τὸν ἄρτον σοι διδοὺς τὸν ἐπιούσιον, καὶ τὴν λογικὴν καὶ ἐπουράνιον τροφήν· ἐπαρκῶν δὲ καὶ τὰ πρὸς τὸν βίον χρειώδη. Τούτῳ γὰρ ἐπήγγελται φήσας· Οἶδε γὰρ ὁ Πατὴρ ὑμῶν ὁ οὐράνιος ὧν χρείαν ἔχετε πρὸ τοῦ τι αὐτὸν αἰτῆσαι ὑμᾶς. Αὐτός σε δὲ διαθρέψει, ὡς καὶ πάντα δίκαιον· οὐδένα γὰρ πώποτε τῶν δικαίων καταλέλοιπεν, ὡς ὑπομεῖναι αὐτὸν σάλον πρὸς τὸ σαλευθῆναι καὶ ἐκπεσεῖν. Διὸ λέλεκται ἑξῆς· Οὐ δώσει εἰς τὸν αἰῶνα σάλον τῷ δικαίῳ· ἢ κατὰ τὸν Σύμμαχον· Οὐκ ἐκδώσει εἰς αἰῶνα κλεισθῆναι δίκαιον. Διὸ λέλεκται ἐν ἑτέροις· Νεώτερος ἐγενόμην, καὶ γὰρ ἐγήρασα, καὶ οὐκ εἶδον δίκαιον ἐγκαταλελειμμένον, οὐδὲ τὸ σπέρμα αὐτοῦ ζητοῦν ἄρτους. Ταῦτ' εἰπὼν, ἑξῆς ἐπάγει περὶ τῶν ἐπιβούλων τοῦ Σωτῆρος τὸ, Σὺ δὲ ὁ Θεὸς κατάξεις αὐτοὺς εἰς φρέαρ διαφθορᾶς· ἢ κατὰ τὸν Σύμμαχον· Σὺ δὲ ὁ Θεὸς κατένεγκεις αὐτοὺς εἰς λάκκον διαφθορᾶς· περὶ οὗ λάκκου μυρία διὰ τῶν ἔμπροσθεν εἴρηται· ὥσπερ ἐν τῷ· Ὑπομένων ὑπέμεινα τὸν Κύριον, καὶ προσέσχε μοι, καὶ ἀνήγαγέ με ἐκ λάκκου ταλαιπωρίας, καὶ ἀπὸ πηλοῦ ἰλύος· καὶ πάλιν· Μήποτε παρασιωπήσῃς ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον· καὶ αὖθις· Κύριε, ἀνήγαγες ἐξ ᾅδου τὴν ψυχήν μου, ἔσωσάς με ἀπὸ τῶν καταβαινόντων εἰς λάκκον. Ἀλλ' ὁ μὲν δίκαιος διασώζεται πρὸς τὸ μὴ κατενεχθῆναι εἰς τὸν δηλούμενον λάκκον· οἱ δὲ ἀσεβεῖς κάτω φέρονται εἰς αὐτὸν, ὑπὸ τοῦ Θεοῦ καταρασσόμενοι, ὡς εἰς κατάλληλον αὐτοῖς χωρίον. Λάκκον δὲ ταλαιπωρίας καὶ πηλὸν ἰλύος, καὶ φρέαρ διαφθορᾶς τὸν τοῦ θανάτου τόπον καλεῖν εἴωθεν ὁ λόγος· εἰς ὃν καταβάλλονται δίκην τῶν ἄνωθεν καταφερομένων ἐν τοῖς λάκκοις ὑδάτων αἱ τῶν ἀσεβῶν ψυχαί. Καὶ ἐπειδήπερ διὰ τῶν ἔμπροσθεν τοὺς φονευτὰς τοῦ Σωτῆρος ἡμῶν ἐδήλου, ἀκολούθως καὶ νῦν περὶ τῶν αὐτῶν φησιν· Ἄνδρες αἱμάτων καὶ δολιότητος· οὐ μὴ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν· ἢ κατὰ τὸν Σύμμαχον· Μιαιφόνοι καὶ δόλιοι οὐχ ἡμισεύσωσι τὰς ἡμέρας αὐτῶν· ἢ κατὰ τὸν Ἀκύλαν· Ἄνδρες αἱμάτων καὶ ἐπιθέσεως οὐχ ἡμισεύσωσιν ἡμέρας αὐτῶν. Νοήσεις δὲ ὅπως ἐπληροῦντο καὶ ταῦτα ἐπιστήσας, ὡς παραχρῆμα καὶ μετ' οὐ πολὺν χρόνον τῆς κατὰ
and hypocrisy soften their own words openly, while inwardly hurling them sharper than darts, and moreover he himself who became the traitor of the Saviour: what sort of end they will obtain has been shown; whereas you who listen to these things, chastened by the end of those spoken of before, and giving your whole self over to Him Who is prophesied, take courage, having cast your care upon Him, as one instructed in the New Covenant, through which the Saviour Himself teaches, saying: Do not be anxious what you shall eat, nor what you shall drink; and, Do not acquire gold nor silver, nor brass in your belts. Having kept these things, therefore, cast upon the Lord your care, and He Himself will nourish you, giving you your daily bread, and rational and heavenly food; while supplying also the necessities of life. For to this He has promised, saying: For your heavenly Father knows what things you have need of before you ask Him anything. And He Himself will nourish you, even as every righteous man; for never has He forsaken any of the righteous, so that he should undergo tossing to the point of being shaken and falling away. Wherefore it is said next: He will never give tossing to the righteous man; or according to Symmachus: He will never give up a righteous man to be shut in. Wherefore it is said elsewhere: I was younger, and indeed I have grown old, and I have not seen a righteous man forsaken, nor his seed seeking bread. Having said these things, next he brings in concerning those who plotted against the Saviour the words, But Thou, O God, will bring them down into the pit of corruption; or according to Symmachus: But Thou, O God, will cast them down into the cistern of corruption; concerning which cistern countless things have been spoken through what went before: as in the words: Waiting I waited for the Lord, and He gave heed to me, and brought me up out of a cistern of wretchedness, and from mire of clay; and again: Lest ever Thou keep silent from me, and I become like those who go down into a cistern; and once more: O Lord, Thou brought up my soul out of Hades, Thou saved me from those who go down into a cistern. Now the righteous man is preserved so as not to be carried down into the cistern signified; whereas the impious are borne downward into it, dashed down by God, as into a place fitting for them. And the word is accustomed to call the place of death a cistern of wretchedness and mire of clay, and a pit of corruption: into which the souls of the impious are cast down after the manner of waters borne down from above in cisterns. And seeing that through what went before he signified the murderers of our Saviour, consequently now also concerning the same men he says: Men of blood and of deceitfulness: they shall by no means live out half their days; or according to Symmachus: Bloodstained and deceitful men shall not live out half their days; or according to Aquila: Men of blood and of attack shall not live out half their days. And you will understand how these things too were fulfilled when you consider how straightway and not long after the