Migne Reading Room

PG 23 · cols. 469–480 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:469Read from the page
γὰρ ἀνωτέρω οἱ κραταιοὶ ἐζήτουν τὴν ψυχὴν αὐτοῦ, οὐχ οὕτως ἐπιβουλεῦσαι αὐτοῦ τῷ σώματι προηρημένοι, ὡς τῇ ψυχῇ· εἰκότως καὶ αὐτὸς τὸν Κύριον ἀντιλήπτορα τῆς ἑαυτοῦ ψυχῆς ὠνόμαζεν. Ἔμελε γὰρ αὐτῷ οὐδὲν τοῦ σώματος, οὐδὲ τῶν ἐκτὸς ὑπαρχόντων, οὐδὲ τῆς προσκαίρου ταύτης ζωῆς, μόνης δὲ τῆς ἑαυτοῦ ψυχῆς.
above the mighty ones were seeking his soul, having purposed not so much to plot against his body as against his soul, he himself reasonably named the Lord the upholder of his own soul. For he cared nothing for the body, nor for external possessions, nor for this fleeting life, but solely for his own soul.
Ἑκουσίως θύσω σοι, ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν. Διὰ τῶν πρώτων δέησιν καὶ ἱκετηρίαν ἀναπέμψας τῷ Θεῷ, καὶ τὴν δικαιολογίαν αὐτοῦ ἐκθέμενος, ἐν τοῖς δευτέροις, πληρωθεὶς τοῦ πνεύματος, θεσπίζει τά τε περὶ αὐτὸν μέλλοντα ἔσεσθαι, τά τε τοῖς ἐχθροῖς αὐτοῦ συμβησόμενα· εἶθ' ἑξῆς καὶ ἀκολούθως ἐν τῷ τρίτῳ μέρει θυσίας καὶ εὐχαριστίας ἀνύσειν ἐπαγγέλλεται τῷ Θεῷ ἐφ' οἷς εὖ πέπονθεν. Ὡς γὰρ δὴ διασωθεὶς καὶ τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς ἠλευθερωμένος, οὐ μόνον, ἀλλὰ καὶ τὸν ὄλεθρον τῶν ἐχθρῶν ἐπιδὼν, θύειν καὶ ἐξομολογήσασθαι τῷ ὀνόματι τοῦ Κυρίου ὑπισχνεῖται· καὶ ταῦτα προλέγει θεσπίζων πρὸ τῆς τῶν πραγμάτων ἐκβάσεως. Ὅτε γὰρ οἱ Ζιφαῖοι ἐλθόντες πρὸς τὸν Σαοὺλ εἶπον· Ἰδοὺ Δαυῖδ κέκρυπται παρ' ἡμῖν· ἀρχὴν ἔτ' ἐχούσης τῆς κατ' αὐτῶν ἱστορίας καὶ τῶν Ζιφαίων ἄρτι διαβεβληκότων αὐτὸν, τότε δὴ τὰ τέλη τῶν πραγμάτων αὐτὸς θεσπίζει, τὰ ὕστερόν ποτε γενησόμενα προλαμβάνων ὡς ἤδη γεγονότα. Διό φησιν· Ὅτι ἐκ πάσης θλίψεως ἐρρύσω με, καὶ ἐν τοῖς ἐχθροῖς μου ἐπεῖδεν ὁ ὀφθαλμός μου. Ταῦτα γὰρ ὕστερον μέν ποτε γέγονεν· ὅμως δὲ προγνώσει τοῦ ἁγίου Πνεύματος ὡς ἤδη αὐτὰ γεγονότα ἀπαγγέλλει, καὶ ἐπ' αὐτοῖς εὐχαριστεῖ, καὶ θύσειν ἐπαγγέλλεται, καὶ ἐξομολογήσεσθαι τῷ Κυρίῳ, λέγων· Ἑκουσίως θύσω σοι. Ὁ δὲ Ἀκύλας, Ἐν ἑκουσιασμῷ, φησὶ, θυσιάσω σοι. Ἐπειδὴ γὰρ ἄοικος καὶ ἄπολις καὶ ἀνέστιος ὢν, ἐν ταῖς ἐρήμοις ἐποιεῖτο τὰς διατριβὰς, καινὸν ἐξεῦρε τρόπον θυσίας. Τίς δ' ἦν οὗτος; Ἐν ἑκουσιασμῷ, φησὶ, θυσιάσω σοι. Ἀρκεῖ γὰρ ἡ ἑκουσιότης καὶ ἡ προαίρεσις, δι' ἧς ἀναπέμψω σοι τὴν θυσίαν. Οὐ γὰρ ἠγνόει τὸν Θεὸν παραιτούμενον μὲν τὰς δι' αἱμάτων καὶ ζώων σφαγῆς θυσίας, λογικὴν δὲ θυσίαν την δι' αἰνέσεως ἀσπαζόμενον, ἅτε προμεμαθηκὼς τὸ, Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Κυρίῳ τὰς εὐχάς σου. Ταύτην οὖν, φησὶν, ἑκουσίως θύσω σοι τὴν θυσίαν, αὐτὸ τὸ ἐπ' ἐμοὶ ἑκούσιον καὶ τὸ θέλημά μου καὶ τὴν ἐμὴν προαίρεσιν ἀνατιθείς σοι, τήν τε εὐχαριστίαν αὐτὴν ἀντὶ θυσίας σοι προσφέρων. Διὸ συνάπτει ἑξῆς λέγων· Ἐξομολογήσομαι τῷ ὀνόματί σου, Κύριε, ὅτι ἀγαθόν· σαφέστατα ἐπὶ τοῦ παρόντος τῆς ἐξομολογήσεως ἀντὶ εὐχαριστίας παραλαμβανομένης. Ἐφ' οἷς γὰρ ἐκ πάσης θλίψεως ἐῤῥύσθη, καὶ ἐν τοῖς ἐχθροῖς αὐτοῦ ἐπεῖδεν ὁ ὀφθαλμὸς τῷ Θεῷ.
Freely I will sacrifice to Thee; I will confess to Thy name, O Lord, because it is good. Having through the first words sent up supplication and entreaty to God, and set forth his plea of right, in the second part, filled with the Spirit, he prophesies both the things about to come to pass concerning himself and those that will befall his enemies; then next and consequently in the third part he promises to perform sacrifices and thanksgivings to God over the benefits he has received. For as having indeed been preserved and set free from the plot of his enemies—not only so, but also having looked upon the ruin of his enemies—he promises to sacrifice and confess to the name of the Lord; and he foretells these things prophetically prior to the outcome of the events. For when the Ziphites came to Saul and said: Behold, David is hidden among us—while the history concerning them still held its beginning and the Ziphites had just slandered him—at that very moment he himself prophesies the ends of the events, anticipating what would happen afterwards at some time as though it had already happened. Wherefore he says: Because out of every affliction Thou hast rescued me, and mine eye has looked upon mine enemies. For these things came to pass at some time afterwards; yet by the foreknowledge of the Holy Spirit he reports them as having already come to pass, and gives thanks over them, and promises to sacrifice and to confess to the Lord, saying: Freely I will sacrifice to Thee. And Aquila says: In freewill-offering I will sacrifice to Thee. For since, being houseless and citiless and hearthless, he spent his days in the deserts, he devised a new manner of sacrifice. And what was this? In freewill-offering, he says, I will sacrifice to Thee. For willingness and free choice suffice, whereby I shall send up the sacrifice to Thee. For he was not ignorant that God declines sacrifices through blood and the slaughter of animals, while welcoming the rational sacrifice through praise, inasmuch as he had learned beforehand the precept: Sacrifice to God a sacrifice of praise, and pay to the Lord thy vows. This sacrifice, therefore, he says, I will freely sacrifice to Thee, dedicating to Thee the very willingness that lies in me and my will and my free choice, and offering thanksgiving itself to Thee instead of a sacrifice. Wherefore he joins on next, saying: I will confess to Thy name, O Lord, because it is good—confession in the present passage most clearly being taken instead of thanksgiving. For over the things wherein he was rescued out of every affliction, and his eye looked upon his enemies, to God.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΕΝ ΥΜΝΟΙΣ, ΣΥΝΕΣΕΩΣ, ΤΩ ΔΑΥΙΔ ΝΔʹ.
UNTO THE END, AMONG HYMNS, OF UNDERSTANDING, FOR DAVID, 54.
Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου. Ὡς μὲν πρὸς τὴν ἱστο-
Give ear, O God, to my prayer, and overlook not my supplication. As regards the histo-
Notes, col. 469

On the reading

Printed την, for τὴν.

PG 23:472Read from the page
ρίαν, δόξειεν ἂν τὰ προκείμενα εἰρῆσθαι τῷ Δαυῗδ καθ' οὓς ἀπεδίδρασκε χρόνους, φεύγων ἀπὸ προσώπου Σαοὺλ, ἐν ταῖς ἐρήμοις τὰς διατριβὰς ποιούμενος. Λέγει δ' οὖν ἑξῆς προϊών· Ἰδοὺ ἐμάκρυνα φυγαδεύων, καὶ ηὐλίσθην ἐν τῇ ἐρήμῳ. Καὶ ἐπειδὴ μέχρι θανάτου ἐπεβούλευεν αὐτῷ Σαοὺλ καὶ οἱ συμπράττοντες αὐτῷ, εἶπεν ἂν ἐξ οἰκείου προσώπου καὶ τὸ, Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ. Ὅτι ἐξέκλιναν ἐπ' ἐμε ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. Ταῦτα μὲν οὖν ἁρμόσαι τῷ τοῦ Δαυῗδ προσώπῳ οὐ δυσχερές· οὐ μὴν καὶ τὰ ἑξῆς, ἐν οἷς ἐπιλέγει· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει ἡμέρας καὶ νυκτός· κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς, καὶ ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς. Καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. Ὅτι, εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν, καὶ τὰ ἑξῆς. Ποίαν γὰρ πόλιν βούλεται σημαίνειν, ἐφ' ἧς ταῦτα τεθέαται, ἅ φησιν ἑωρακέναι, οὐκ ἂν ἔχοι τις ἀπὸ τῆς ἱστορίας εἰπεῖν. Τίς δὲ οὗτος ἦν ᾧ προσεφώνει λέγων· Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα; Εἰ μὲν γὰρ ὑπ' ἐχθροῦ ταῦτ' ἔπασχον, φησὶν, ἢ εἰ μῖσος ὁμολογῶν τις ἔχειν πρός με ταῦτ' ἐποίει, οὐδὲν ἦν θαυμαστόν· νυνὶ δὲ οὔτε μισῶν οὔτε ἐχθρὸς, συνήθης δὲ ὢν καὶ φίλος, ἰσόψυχός τε καὶ ἡγεμὼν ὑπ' ἐμοῦ καθεσταμένος, κοινῆς τε τραπέζης ἀξίωμα ἔχων, ἴσον μιᾶς τε καὶ τῆς αὐτῆς ἐν τῷ οἴκῳ τοῦ Θεοῦ εἰσόδου μοι καὶ εὐχῆς κεκοινωνηκὼς, τοιαῦτα εἰς ἐμὲ τετόλμηκας; Ταῦτα δὲ τὸν Δαυῗδ λέγειν ἐξ οἰκείου προσώπου, οὐκ οἶδ' εἴ τινα ἔχοι λόγον. Οὔτε γὰρ Σαοὺλ ἰσόψυχος αὐτοῦ ἢ φίλος, ἢ, κατὰ τὸν Σύμμαχον, ὁμότροπος ἦν. Ποία γὰρ ὁμοιοτροπία γένοιτ' ἂν ἐν τοῖς ἑκατέρων βίοις πάμπολυ διαλλάττουσιν; Ἀλλ' οὐδὲ ἰσόψυχος πώποτε γέγονε τῷ Δαυῗδ ὁ Σαοὺλ, οὐδὲ ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἱστοροῦνται πώποτε πεπορευμένοι ἐν ὁμονοίᾳ. Προφανῶς δ' ἐχθρὸς ὁ Σαοὺλ τοῦ Δαυῗδ πάντοτε φαίνεται γεγονώς· ἔφευγε δ' οὖν αὐτὸν εἰκότως, καὶ ἐκρύπτετο, ὡς φανερὸν ἐχθρὸν φυλαττόμενος. Ἀλλ' οὐδὲ τὰ περὶ τῆς εἰρημένης πόλεως ἐφαρμόσαι ἄν τις τῇ κατὰ τὸν Δαυῗδ ἱστορίᾳ. Ἐν ποίᾳ γὰρ εἶδε πόλει ἥν φησιν ἀνομίαν καὶ ἀντιλογίαν, οὐ μόνον ἡμέρας, ἀλλὰ καὶ νυκτὸς, κόπον τε καὶ πόνον, ἀδικίαν τε καὶ τόκον ἐκ τῶν πλατειῶν αὐτῆς μὴ ἐκλείποντα; Ἡ μὲν γὰρ πόλις τοῦ Σαοὺλ ἐλέγετο εἶναι ἡ Ῥαμὰ, τὸ δ' οἰκητήριον αὐτοῦ ἡ Γαβεὲ, οὔπω τῆς Ἱερουσαλὴμ ὑπὸ τῷ Ἰσραὴλ γενομένης, ἀλλ' ἔτι ἀλλοφύλων οὔσης.
history, the words before us might seem to have been spoken by David in the times when he was running away, fleeing from the face of Saul, spending his time in the deserts. For indeed going on next he says: Behold, I went far off as a fugitive, and lodged in the desert. And since Saul and those acting with him plotted against him unto death, he might have spoken from his own person also the words, I was grieved in my complaint, and I was troubled by the voice of the enemy and by the tribulation of the sinner. Because they inclined lawlessness upon me, and in wrath they bore a grudge against me. To adapt these things, then, to the person of David is not difficult; yet not what follows as well, wherein he adds: Because I saw lawlessness and contradiction in the city day and night: it shall go round about her upon her walls, and lawlessness and toil are in the midst of her. And usury and deceit failed not from her streets. For if an enemy had reproached me, I would have endured it, and what follows. For what sort of city he means to signify, in which he has beheld these things that he says he has seen, one would not be able to tell from the history. And who was this whom he addressed, saying: But you, O man of like soul, my guide and my acquaintance, who together sweetened meats for me? For if I were suffering these things at the hands of an enemy, he says, or if someone professing to hold hatred towards me were doing these things, it would be nothing marvellous; but now, neither hating nor being an enemy, yet being an intimate and a friend, both of like soul and appointed a guide by me, holding the dignity of a common table, having shared equally with me in one and the same entrance and prayer in the house of God, have you dared such things against me? That David says these things from his own person, I do not know whether it could have any reason. For Saul was neither of like soul with him nor a friend, or, according to Symmachus, of like manner. For what likeness of manner could arise in the lives of the two when they differ vastly? Nay, Saul never became of like soul with David at all, nor are they ever recorded as having walked in concord in the house of God. Rather, Saul plainly appears always to have been an enemy of David; accordingly he reasonably fled from him, and hid himself, guarding against him as a manifest enemy. Nor again could anyone fit what concerns the aforesaid city to the history concerning David. For in what city did he see what he calls lawlessness and contradiction, not only by day, but also by night, both toil and pain, injustice and usury not failing from her streets? For the city of Saul was said to be Rama, and his dwelling-place Gabee, Jerusalem not yet having come under Israel, but still belonging to foreigners.
Τὸ δ' ἐπαρᾶσθαι δοκεῖν τὸν Δαυῗδ, καὶ λέγειν· Ἐλθέτω θάνατος ἐπ' αὐτοὺς, καὶ καταβήτωσαν εἰς ᾅδου ζῶντες, ποίαν ἔχοι συμφωνίαν πρὸς τὸ σεμνολόγημα τῆς ὑμνουμένης αὐτοῦ ἀρετῆς, ἐφ' ἧς λέγων ἀναγέγραπται· Εἰ ἀνταπέδωκα τοῖς ἀνταποδιδοῦσί μοι κακὰ, ἀποπεσείην ἄρα ἀπὸ τῶν ἐχθρῶν μου κενός; τὸ γὰρ τοιαύτας ἀρὰς κατεύχεσθαι τῶν ἐχθρῶν, οὐκ ἂν εἴη τοῦ ἀνεξικάκου Δαυῗδ, ὃς πάντοτε τιμῶν καὶ σέβας ἔχων τοῦ Σαοὺλ, ὡς μηδὲ τολμᾷν ἐπιβάλλειν αὐτῷ χεῖρας, ὅτε καί ποτε ὑποχείριον αὐ-
And that David should seem to utter curses, and say: Let death come upon them, and let them go down alive into Hades, what harmony could this have with the solemn praise of his celebrated virtue, concerning which he is recorded as saying: If I have repaid those who repay evils to me, let me then fall away empty from my enemies? For to invoke such curses upon enemies would not belong to the patient David, who always honoured and held reverence for Saul, so as not even to dare to lay hands upon him, when even at one time under his hand
Notes, col. 472

On the reading

Printed ἐμε, for ἐμὲ.

PG 23:473Read from the page
τὸν εἴληφεν, ἐξ αὐτῆς δείκνυται τῆς ἱστορίας. Καὶ προϊὼν δὲ ἐπιλέγει· Ἡπαλύνθησαν οἱ λόγοι αὐτοῦ ὑπὲρ ἔλαιον, καὶ αὐτοί εἰσι βολίδες. Τίνα οὖν ἄν τις ἔχοι δεῖξαι τὸν ταῦτα τῷ Δαυῗδ πεποιηκότα; Ἐξ ὧν ἁπάντων ἡγοῦμαι μὴ χώραν ἔχειν ἀναφέρεσθαι τὰ προκείμενα ἐπὶ τὸ τοῦ Δαυῗδ πρόσωπον· προφητικῇ δὲ οἶμαι δυνάμει λελέχθαι αὐτὰ, καὶ ἐπὶ μόνον τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν συνίστασθαι πεπληρωμένα, ὅτε, κατὰ τὸ αὐτὸ συναχθέντες οἱ τοῦ Ἰευδαίων ἔθνους ἄρχοντες ἐπὶ τῆς Ἱερουσαλήμ, συνέδριον ἐποιήσαντο καὶ σκέψιν, ὅπως αὐτὸν ἀπολέσωσιν· ἐν ᾧ οἱ μὲν θάνατον αὐτοῦ κατεψηφίσαντο· ἕτεροι δὲ ἀντέλεγον, ὡς ὁ Νικόδημος λέγων· Μὴ ὁ νόμος ἡμῶν κατακρίνει τὸν ἄνθρωπον, εἰ μή τι ἀκούσῃ παρ' αὐτοῦ; Ταῦτ' οὖν προφητικῶς τὸ Πνεῦμα τὸ ἅγιον ἀποθεσπίζει διὰ τῶν προκειμένων λέγον· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει ἡμέρας καὶ νυκτός. Σαφῶς δὲ καὶ ἡ τοῦ Εὐαγγελίου γραφὴ μαρτυρεῖ τῇ προφητείᾳ, ἐπὶ τὸν προδότην Ἰούδαν ἐκλαβοῦσα τὸ, Εἰ ὁ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν· καὶ εἰ ὁ μισῶν με, ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύβην ἂν ἀπ' αὐτοῦ. Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, καὶ τὰ ἑξῆς. Ἐπεὶ τοίνυν καὶ ἡ σύμφρασις τῶν λόγων οὐκ ἄλλως πεπληρῶσθαι ἀποδείκνυται ἢ διὰ τῶν εἰς τὸν Σωτῆρα πεπραγμένων, ἥ τε μαρτυρία τῆς εὐαγγελικῆς παραθέσεως ἐπὶ τὸν προδότην ἀναφέρει τὸ προλεχθὲν μέρος τοῦ ἀναγνώσματος· ἀκόλουθον ἂν εἴη καὶ ἡμᾶς ἐπὶ τὸν καιρὸν τοῦ Σωτηρίου πάθους τὴν παροῦσαν ἐκλαβεῖν προφητείαν, δεῖξαί τε ἕκαστα τῶν ἐν ταύτῃ φερομένων ἐν καιρῷ τῆς κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλῆς τέλους τετυχηκότα. Τὰ μὲν οὖν τῆς προγραφῆς καὶ νῦν ἡμᾶς ἐπὶ σύνεσιν διεγείρει τῶν ἐμφερομένων, καὶ εἰς τὸ τέλος δὲ παραπέμπει, διὰ τὸ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος δι' ἔργων αὐτὰ πεπληρῶσθαι. Εἴρηται δὲ καὶ ἐν ὕμνοις· ἢ, κατὰ τὸν Ἀκύλαν, ἐν ψαλμοῖς· ἢ, κατὰ τὸν Σύμμαχον, διὰ ψαλτηρίων· ἐπειδὴ τὸ τέλος τοῦ πάθους
he had got him, is shown from the history itself. And going on further he adds: His words were softened above oil, and they are darts. Whom then could anyone show as having done these things to David? From all of which I consider that there is no room for the words before us to be referred to the person of David; rather, I think that they have been spoken by prophetic power, and are established as fulfilled in our Saviour and Lord alone, when, gathered together in the same place at Jerusalem, the rulers of the Jewish nation held a council and deliberation, how they might destroy Him; in which some voted for His death, while others spoke against it, as Nicodemus saying: Does our law condemn the man, unless it hear something from Him? These things therefore the Holy Spirit prophetically declares through the words before us, saying: Because I saw lawlessness and contradiction in the city day and night. And clearly also the Scripture of the Gospel bears witness to the prophecy, taking with reference to the traitor Judas the words, If the enemy had reproached me, I would have endured it; and if he who hated me had spoken boastfully against me, I would have hidden myself from him. But you, O man of like soul, and what follows. Since therefore both the context of the words is shown not to have been fulfilled otherwise than through the things done unto the Saviour, and the testimony of the evangelical citation refers the aforesaid part of the reading to the traitor, it would follow for us also to take the present prophecy with reference to the time of the saving Passion, and to show that each of the things contained in it reached its end in the time of the plot against our Saviour. The words of the superscription, then, even now rouse us to an understanding of the contents, and also send us forward unto the end, because at the consummation of the age they were fulfilled through deeds. And it is also said among hymns; or, according to Aquila, among psalms; or, according to Symmachus, with psalteries; since the end of the Passion
Τὰ δὲ τῆς προφητείας παρακαλεῖ τὸν Θεὸν ἐνωτίσασθαι τοῦ λέγοντος, καὶ τοῦτ' αὐτῷ πρῶτον παρασχεῖν· εἶτα δεύτερον, γνῶναι τὴν διὰ τῆς προσευχῆς ἀναπεμπομένην δέησιν καὶ ἱκετηρίαν, μὴ ὑπεριδεῖν τε αὐτήν· καὶ τρίτον, τὴν κατάστασιν θεάσασθαι τοῦ τὴν προσευχὴν ἀναπέμποντος, καὶ οὕτως αὐτὸν καταξιῶσαι τῆς ἑαυτοῦ ἀκοῆς· διὸ ἐπιλέγει· Πρόσχες μοι καὶ εἰσάκουσόν μου. Ὥσπερ γὰρ δυσωπεῖ τὸν θεὸν ἑαυτὸν δεικνὺς ὁ τὴν προσευχὴν ἀναπέμπων, καὶ λέγων τῷ Θεῷ· Πρόσχες μοι· τὴν δὲ ἑαυτοῦ κατάστασιν παρίστησι καὶ ἑξῆς λέγων· Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ. Τὴν γὰρ λύπην ἑαυτοῦ δείκνυσι τῷ Θεῷ καὶ τὴν ταραχὴν, καὶ ἥν φησιν ἀδολεσχίαν, καὶ ὡς ἄξια τῆς ἑαυτοῦ θεωρίας. Διὸ, τούτοις, φησὶν, πρόσχες, ὅπως ἐλυπήθην, ὅπως ἐταράχθην, ὅπως ἀδολεσχίας πεπλήρωμαι· ἀποδεξάμενός τε ταῦτα, ἐπάκουσόν μου. Λέγει δὲ
As for the words of the prophecy, they entreat God to give ear to the speaker, and to grant him this first; then second, to know the petition and supplication sent up through the prayer, and not to overlook it; and third, to behold the state of him who sends up the prayer, and thus to count him worthy of His hearing; wherefore he adds: Give heed to me and hearken to me. For just as he who sends up the prayer implores God by showing himself, and saying to God: Give heed to me; so too he presents his own state next, saying: I was grieved in my complaint, and I was troubled by the voice of the enemy, and by the tribulation of the sinner. For he shows his grief to God, and his trouble, and what he calls his complaint, even as worthy of His regard. Wherefore, to these things, he says, give heed: how I was grieved, how I was troubled, how I am filled with complaint; and having accepted these things, hear me. And he says
Notes, col. 473

On the reading

Printed Ἰευδαίων, for Ἰουδαίων.

PG 23:476Read from the page
ταῦτα Πνεύματι θείῳ ὁ προφήτης, τὰ κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ μέλλοντα ὑπὸ Ἰουδαίων τολμᾶσθαι, ὡς ἤδη παρόντα βλέπων· ἐφ' οἷς συγχεόμενος καὶ ταραττόμενος, λύπης τε πληρούμενος καὶ ἀμηχανίας, ἣν ἀδολεσχίαν ὠνόμασε, διετέλει. Ἐλυπεῖτο γοῦν καὶ ἐταράττετο, καὶ ἠδολέσχει ἀμηχανῶν καὶ ἀπορῶν ἐπὶ τοῖς τολμωμένοις, ἃ μικρὸν ὕστερον διέξεισι φάσκων· Εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει, καὶ τὰ ἑξῆς· ἅπερ, ὕστερόν ποτε δι' ἔργων κεχωρηκότα, προλαβὼν τῷ Πνεύματι τῷ ἁγίῳ ὁ προφήτης, ἐλυπεῖτο καὶ ἐταράττετο καὶ ἠδολέσχει, ἀθυμίας ἐμπιπλάμενος ἐπὶ τοῖς τὰ τοιαῦτα τολμῶσι. Διὸ καὶ τὸν Θεὸν ἐπόπτην τῆς ἑαυτοῦ καταστάσεως γενέσθαι παρακαλεῖ λέγων· Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου· πρόσχες μοι καὶ εἰσάκουσόν μου. Ἐν τοιαύτῃ δὲ γεγονὼς καταστάσει, ἠξίου λέγων ἑξῆς· Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν· δι' ὧν ἱκέτευε τὴν συμφωνίαν αὐτῶν τὴν κατὰ τοῦ Σωτῆρος διασκεδασθῆναι, τήν τε μεγαλαυχίαν αὐτῶν καὶ τὸ τῆς ἀλαζονείας ἔπαρμα ταπεινωθῆναι, πρὸς τὸ μὴ ἐπιτρίβεσθαι, καὶ αὔξειν αὐτῶν τὰ κακά. Εὔλογα τοίνυν αἰτῶν, διὰ τῆς δεήσεως ἠξίου μὴ ὑπεροραθῆναι· ἀλλὰ καὶ λύπης ἐπληροῦτο καὶ ταραχῆς, καὶ ἀδολεσχίας, φάσκων· Ἀπὸ φωνῆς ἐχθροῦ καὶ ἀπό θλίψεως ἁμαρτωλοῦ, ἐχθροῦ δηλαδὴ καὶ ἁμαρτωλοῦ λαοῦ· θλίψιν γὰρ παρεῖχον τῷ πνεύματι τῷ προφητικῷ οἱ τὰ τοιαῦτα τολμῶντες. Εἶτ' ἐπιλέγει ἑξῆς· Ὅτι ἐξέκλιναν ἐπ' ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι, ἰδιοποιούμενον τὰ κατὰ τοῦ Σωτῆρος τετολμημένα. Καὶ ἐκ προσώπου δὲ τοῦ Σωτῆρος δύναται λέγεσθαι τά τε ἄλλα καὶ τό· Ὅτι ἐξέκλιναν ἐπ' ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι· ἢ κατὰ τὸν Σύμμαχον· Ὅτι ἐπέγραψαν κατ' ἐμοῦ ἀσέβειαν, καὶ μετ' ὀργῆς ἠναντιώθησάν μοι. Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ' ἐμὲ, καὶ τὰ λοιπά. Πάντα ταῦτα πεπονθέναι ὁ προφήτης ὁμολογεῖ, διὰ τὸ προεωρακέναι τῷ πνεύματι τῷ προφητικῷ τὴν ἑξῆς δηλουμένην πόλιν ἀνομίας πληρουμένην καὶ ἀντιλογίας, καὶ κόπου, καὶ πόνου, καὶ ἀδικίας· καὶ τὸν ἰσόψυχον καὶ γνωστὸν τοῦ Σωτῆρος ἡμῶν τὰ ἐχθρῶν αὐτὸν καὶ πολεμίων δατιθέντα. Ἐπὶ τούτοις γὰρ τὴν συμπάθειαν αὐτοῦ δείκνυσι τῷ Θεῷ, καὶ ἣν ὑπέμεινεν εὔλογον ταραχήν· περὶ ἧς καὶ ἀνωτέρω ἔλεγεν· Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην· καὶ νῦν πάλιν· Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοί· κατὰ δὲ τὸν Ακύλαν, Ἡ καρδία μου, φησὶν, ὠδίνησεν ἐν ἐγκάτῳ μου· κατὰ δὲ τὸν Σύμμαχον· Ἡ καρδία μου διεστρωφᾶτο ἔνδον μου. Ἀλλὰ καὶ δειλία θανάτου εἰσέπεσεν ἐπ' αὐτόν· ἤτοι τοῦ Σωτηρίου θανάτου, ἐφ' ᾧ δειλίας ὁ προφήτης ἐπληροῦτο, ἀνθρωπίνῳ λογισμῷ κινούμενος, ἢ τοῦ τῶν ψυχῶν θανάτου τῶν ἀπόλλυσθαι μελλόντων διὰ τὰ τοιαῦτα τολμήματα. Ἀλλὰ καὶ φόβος καὶ τρόμος δι' ὑπερβολὴν εὐλαβείας ἐπέπιπτε τῷ προφήτῃ, ὁρῶντι τὸν Ἀγαπητὸν τοῦ Θεοῦ τοιαῦτα ὑπὸ τῶν ἀσεβῶν πάσχοντα. Ἐκάλυπτέ τε αὐτὸν σκότος, ἢ, κατὰ τὸν Ἀκύλαν, εἰλίνδησις· ἢ, κατὰ τὸν Σύμμαχον, φρίκη· ὡσανεὶ φρικτὰ καὶ σκότους ἀλη-
these things in the divine Spirit, the prophet, beholding the things about to be dared by the Jews against the Son of God as already present; over which he continued confounded and troubled, filled with grief and helplessness, which he named complaint. Accordingly he was grieved and troubled, and complained in helplessness and perplexity over the things being dared, which a little later he recounts, saying: I saw lawlessness and contradiction in the city, and what follows; which things, having afterwards at length proceeded through deeds, the prophet anticipated in the Holy Spirit, and was grieved and troubled and complained, being filled with despondency over those who dared such things. Wherefore he also entreats God to become an overseer of his own state, saying: Give ear, O God, to my prayer, and do not overlook my supplication; give heed to me and hearken to me. Having come into such a state, he asked, saying next: Plunge down, O Lord, and divide their tongues; whereby he besought that their concord against the Saviour might be scattered, and that their boastfulness and the swelling of their arrogance might be humbled, so that he might not be worn down, and their evils increase. Asking reasonable things therefore, through his supplication he begged not to be overlooked; moreover he was filled with grief and trouble, and complaint, saying: By the voice of the enemy and by the tribulation of the sinner, namely an enemy and sinful people; for those daring such things caused tribulation to the prophetic spirit. Then he adds next: Because they inclined lawlessness upon me, and in wrath they bore a grudge against me, appropriating as his own the things dared against the Saviour. And from the person of the Saviour also both the other words can be spoken and this: Because they inclined lawlessness upon me, and in wrath they bore a grudge against me; or according to Symmachus: Because they inscribed impiety against me, and with wrath opposed me. My heart was troubled within me, and fearfulness of death fell upon me, and the rest. All these things the prophet confesses that he has suffered, through having foreseen by the prophetic spirit the city signified next being filled with lawlessness and contradiction, and toil, and pain, and injustice; and the man of like soul and acquaintance of our Saviour treating Him after the manner of enemies and foes. For over these things he shows his sympathy to God, and the reasonable trouble which he endured; concerning which he also said above: I was grieved in my complaint, and I was troubled; and now again: My heart was troubled within me; and according to Aquila, My heart, he says, was in travail in my inward part; and according to Symmachus: My heart was twisted to and fro within me. Moreover fearfulness of death also fell in upon him: either of the saving death, over which the prophet was filled with fearfulness, moved by human reasoning, or of the death of the souls of those about to perish on account of such audacities. Moreover fear and trembling also, through excess of reverence, fell upon the prophet, seeing the Beloved of God suffering such things at the hands of the impious. And darkness covered him, or, according to Aquila, whirling; or, according to Symmachus, shuddering; as though beholding the things being done against the Saviour as frightful and of darkness
Notes, col. 476

On the reading

Printed ἀπό, for ἀπὸ.

Printed ἰδιοποιούμενον, for ἰδιοποιούμενος.

Printed δατιθέντα, for διατιθέντα.

Printed Ακύλαν, for Ἀκύλαν.

PG 23:477Read from the page
θῶς ἄξια τὰ κατὰ τοῦ Σωτῆρος δρώμενα θεωροῦντα. Νοήσεις δὲ τὰ λεγόμενα ἐκ παραδείγματος τῶν κατὰ τοὺς ὀνείρους ἡμῖν συμβαινόντων· ἐπεὶ πολλάκις ὀνειρώττοντες, κἄπειτά τινα ὁρῶντες φοβερὰ, ἢ θῆρας διώκοντας, ἢ ἑρπετὰ, ἢ πολεμίους ἐπιόντας ἡμῖν, θορυβούμεθα τὴν ψυχὴν καὶ ἐξιστάμεθα, τρόμου καὶ ἀγωνίας, καὶ ἱδρῶτος ἐμπιπλάμενοι. Κατὰ τὸν αὐτὸν γὰρ, οἶμαι, τρόπον καὶ τὴν τοῦ προφήτου ψυχὴν τῶν μηδέπω παρόντων, μελλόντων δὲ γίγνεσθαι
truly worthy. And you will understand what is said from the example of what happens to us in dreams: since often when dreaming, and then seeing certain fearful things, either wild beasts pursuing, or reptiles, or enemies coming upon us, we are disturbed in soul and beside ourselves, filled with trembling and agony, and sweat. For in the very same way, I think, the soul also of the prophet concerning the things not yet present, but about to come to pass
Εἶθ' ὥσπερ μέσος ἀποληφθεὶς τῶν ταῦτα δρώντων, μηδεμίαν τε ἔχων ἀποφυγὴν, μηδὲ ὅποι κλίνας ἑαυτὸν ἐκτὸς τῶν κακῶν γένοιτο, εὔχεται μετέωρος ἀρθῆναι, πτηνός τε δι' ἀέρος ἐκφυγεῖν. Διὸ ἐπιλέγει·
Then, as though caught in the midst of those doing these things, and having no escape, nor anywhere he might turn himself so as to be outside the evils, he prays to be lifted aloft, and as a winged creature to flee away through the air. Wherefore he adds:
Καὶ εἶπα· Τίς δώσει μοι πτέρυγας ὡς περιστερᾶς, καὶ πετασθήσομαι, καὶ καταπαύσω; Περιστερᾶς γὰρ δίκην ἀκάκου πτέρυγας ἐκφεῦξαι καὶ πετασθῆναι, ὡς ἂν φύγοι τὰ κακὰ, ἠξίου. Οὐκοῦν καὶ περὶ τούτου ἀνωτέρω ἔλεγε τὸ, Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, ὡς ἂν τύχοι πτερύγων περιστερᾶς καὶ πετασθείη· μόνως γὰρ οὕτως, καὶ οὐδὲ ἄλλως, πόῤῥω γίνεσθαι τῆς τῶν ἀσεβῶν πόλεως οἷός τε ἦν. Κατὰ δὲ τὸν Σύμμαχον· Καὶ εἶπον· Τίς δώσει μοι πτέρυγας ὡς περιστερᾶς, πετασθῆναι, καὶ ἑδρασθῆναι; Πόῤῥω ἂν ἐποίησα τὴν ἀναχώρησίν μου, ηὐλιζόμην ἂν ἐν τῇ ἐρήμῳ. Ἐξαίφνης ἂν ἐποίησα τὴν ἔκφευξίν μου ἀπὸ πνεύματος ἐπαίροντος· πόῤῥω γὰρ ἂν ἐποίησα, φησὶ, τὴν ἀναχώρησίν μου, εἰ ἔτυχον πτερύγων, φεύγων τοὺς τὰ προλεχθέντα τολμῶντας, καὶ τὰς ἐρήμους μᾶλλον τῆς εἰρημένης πόλεως προετίμων. Οὕτως τε ἐν τῇ ἐρήμῳ γεγονὼς, προσεδεχόμην ἂν τὸν σώζοντά με ἀπὸ τῆς γενομένης μοι ὀλιγοψυχίας, καὶ ἀπὸ τῆς καταλαβούσης με καταιγίδος. Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν, καὶ τὰ ἑξῆς. Τὴν αἰτίαν δι' ἣν ηὔξατο πτερύγων τυχεῖν, ὡς ἂν πετασθείη καὶ φύγοι, ἔρημόν τε μᾶλλον οἰκεῖν ἑλέσθαι ἢ τὴν δηλουμένην πόλιν, διὰ τῶν προκειμένων διδάσκει λέγων· Ἐπειδὴ τάδε καὶ τάδε προγνώσει τοῦ προφητικοῦ πνεύματος ἐθεασάμην πραχθησόμενα ἐν τῇ πόλει, τούτου χάριν ἐντεῦθεν ἤδη φεύγειν διανενόημαι τὴν τῶν κακῶν πληθύν. Πρῶτον γὰρ ἀσέβημα τῶν τὴν προλεχθεῖσαν πόλιν οἰκησάντων ὁρῶ τὸ ἐκ τῆς γλώττης αὐτῶν. Πάντες γὰρ ὤξυναν ἑαυτῶν ἐπὶ κακῷ συμφωνήσαντες τὰς γλώττας κατὰ τοῦ Υἱοῦ τοῦ Θεοῦ· διὸ, μὴ φέρων αὐτῶν τὴν μοχθηρὰν ταύτην καὶ ἀσεβῆ συμφωνίαν, εὔχομαι λέγων· Ὦ Κύριε, καταπόντισον καὶ καταδίελε τὰς γλώσσας αὐτῶν. Ἢ, κατὰ τὸν Σύμμαχον· Καταποντισθῆναι ποίησον, Δέσποτα, καὶ ἀσύμφωνον ποίησον τὴν γλῶσσαν αὐτῶν. Τῆς γὰρ μοχθηρᾶς συμφωνίας πολὺ κρεῖττον γένοιτ' ἂν ἡ ἀσυμφωνία, ἀτονωτέραν καὶ ἀσθενεστέραν κακίαν ἀπεργαζομένη. Τοῦτο μὲν οὖν τὸ πρῶτον ἦν αὐτῶν κακόν. Οἵ τε γὰρ τοῦ ἔθνους προεστῶτες, νομοδιδάσκαλοι καὶ ἀρχιερεῖς, καὶ λοιποὶ ἄρχοντες τοῦ λαοῦ, δολίως αὐτῷ προσιόντες, πειράζειν αὐτὸν ἐτόλ-
And I said: Who will give me wings as of a dove, and I shall fly, and be at rest? For after the manner of a guileless dove he asked for wings to escape and fly, so that he might flee the evils. Therefore concerning this too he spoke above the words, Give ear, O God, to my prayer, so that he might obtain wings of a dove and fly; for in this way alone, and in no other, was he able to come to be far from the city of the impious. And according to Symmachus: And I said: Who will give me wings as of a dove, to fly, and to settle? Far off would I have made my withdrawal, I would have lodged in the desert. Suddenly would I have made my escape from a lifting wind; for far off would I have made, he says, my withdrawal, if I had obtained wings, fleeing those who dared the things aforesaid, and I would have preferred the deserts rather than the city spoken of. And thus having come to be in the desert, I would have awaited Him Who saves me from the faintheartedness that befell me, and from the tempest that overtook me. Plunge down, O Lord, and divide their tongues, and what follows. The cause for which he prayed to obtain wings, so that he might fly and flee, and choose rather to inhabit a desert than the city signified, he teaches through the words before us, saying: Since by foreknowledge of the prophetic spirit I beheld such and such things about to be done in the city, for this reason already from henceforth I have purposed to flee the multitude of evils. For the first impiety of those who inhabited the aforesaid city I see to be that proceeding from their tongue. For having agreed together upon evil, they all sharpened their own tongues against the Son of God; wherefore, not bearing this wicked and impious concord of theirs, I pray, saying: O Lord, plunge down and divide their tongues. Or, according to Symmachus: Cause to be plunged down, O Master, and make discordant their tongue. For discord would be much better than wicked concord, rendering malice slacker and weaker. This, then, was their first evil. For both the leaders of the nation, teachers of the law and chief priests, and the rest of the rulers of the people, approaching Him craftily, to tempt Him
PG 23:480Read from the page
μων, λαβὰς θηρώμενοι, καὶ ἐπιβουλὰς κατ' σὐτοῦ συσκευαζόμενοι. Ὅ δὴ καὶ ἕτερος ᾐνίττετο ψαλμὸς ἐξ αὐτοῦ προσώπου φήσας· Περιεκύκλωσάν με ταῦροι πολλοὶ, μόσχοι πίονες περιέσχον με. Ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν ὡς λέων ἁρπάζων
dared, hunting for handles, and contriving plots against Him. Which indeed another psalm also hinted at, speaking from His person: Many bulls encircled me, fat calves surrounded me. They opened their mouth against me like a ravening lion
Καὶ ὁ πᾶς δὲ τῶν Ἰουδαίων λαὸς ὁποίας ἐπὶ τοῦ Ποντίου Πιλάτου κατ' αὐτοῦ προσήκατο φωνὰς, ἱστορεῖ τὰ Εὐαγγέλια. Ὅ δὴ καὶ αὐτὸ παρίστη ἐν καʹ ψαλμῷ ὁ εἰπών· Ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με. Καὶ ταῦτα πάντα ἐν τῇ δηλουμένῃ ἐπράττετο πόλει· διὸ λέλεκται ἐν τοῖς προκειμένοις· Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν. Εἶτ' ἐπιλέγει· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει· ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν, καὶ τὰ ἑξῆς· ἀνθ' ὧν ὁ Σύμμαχος τοῦτον ἡρμήνευσε τὴν τρόπον· Ὅτι ἐθεώρησα βίαιον ἀδικίαν καὶ ἀδικασίαν ἐν τῇ πόλει, ἡμέρας καὶ νυκτὸς κυκλοῦντα αὐτῆς τὰ τείχη, ὀδύνην καὶ ταλαιπωρίαν ἔνδον αὐτῆς, ἐπηρείας ἔνδον αὐτῆς, ἀχώριστον ἀπὸ τῶν πλατειῶν αὐτῆς ζημίαν καὶ ἐπίθεσιν. Ἀνομίας δὲ ἔργα ἦν τὰ κατὰ τοῦ Σωτῆρος τολμώμενα, καὶ βίαιος ὡς ἀληθῶς ἀδικία. Ἀντὶ γὰρ τοῦ ἀγαπᾷν, φησὶν, ἐνδιέβαλλόν με· καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Ἀντιλογία δὲ ἦν ἐν αὐτοῖς καὶ ἀδικασία, πολλῶν μαρτύρων παριόντων κατ' αὐτοῦ, καὶ μηδὲν ἀληθὲς σύμφωνον λεγόντων. Καὶ ταῦτα ἐπράττετο οὐ δι' ἡμέρας μόνον, ἀλλὰ καὶ διὰ νυκτός. Οὕτω γὰρ ἐν νυκτὶ Πέτρος ἀρνεῖται, ὅτε Ἰούδας μετὰ φανῶν καὶ λαμπάδων ἐπῄει. Ἀλλὰ καὶ νὺξ ἦν ὅτε ἀπῆγον αὐτὸν ποτὲ μὲν πρὸς Ἄνναν, ποτὲ δὲ καὶ πρὸς Καϊάφαν, ὕβρεσι παντοίαις ἀτιμάζοντες. Πρωΐας τε γενομένης, δήσαντες αὐτὸν ἤγαγον καὶ παρέδωκαν Πιλάτῳ, τά τε κατὰ τὸ πάθος ἐνήργουν. Ἃ δὴ πάντα τῷ πνεύματι προϊδὼν ὁ προφήτης, ἀνεφώνει λέγων· Ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει ἡμέρας καὶ νυκτὸς κυκλοῦντα αὐτὴν, κατὰ τὸν Σύμμαχον. Καὶ ταῦτα μὲν ἐν τῇ πόλει· περὶ δὲ τὰ τείχη αὐτῆς ἀνομία καὶ κόπος, ἢ, κατὰ τὸν Σύμμαχον, ὀδύνη καὶ ταλαιπωρία. Σημαίνει δὲ τὰ ἐκτὸς τῆς πόλεως πεπραγμένα, ὁπηνίκα κατεξαγαγόντες αὐτὸν ἤγαγον εἰς τὸν λεγόμενον τόπον Γολγοθά. Καὶ τὰ μὲν ἔξω τοιαῦτα ἦν, μεστὰ ἀληθῶς ὀδύνης καὶ ταλαιπωρίας· πάλιν δὲ τὰ ἔνδον αὐτῆς, ἐπηρείας, φησὶ καὶ ζημίας καὶ ἐπιθέσεως εἶδον μεστά· ἀδικία τε ἦν ἐν μέσῳ αὐτῆς, καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος· ἀνθ' οὗ ὁ μὲν Ἀκύλας, ὄφλημα καὶ ἐπίθεσιν, ἡρμήνευσεν· ὁ δὲ Σύμμαχος, ζημίαν καὶ ἐπίθεσιν. Πάντων γὰρ πεπλήρωντο κακῶν οἱ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλὴν συσκευασάμενοι.
And what sort of cries the whole people of the Jews uttered against Him before Pontius Pilate, the Gospels relate. Which very thing he who spoke in the twenty-first psalm also presented: Because many dogs encircled me, an assembly of evildoers surrounded me. And all these things were being done in the city signified; wherefore it is said in the words before us: Plunge down, O Lord, and divide their tongues. Then he adds: Because I saw lawlessness and contradiction in the city: day and night it shall go round about her, and what follows; instead of which Symmachus interpreted in this manner: Because I beheld violent injustice and unfair judgement in the city, going round her walls day and night, pain and wretchedness within her, insults within her, loss and attack inseparable from her streets. Now deeds of lawlessness were the things dared against the Saviour, and violent injustice indeed. For instead of loving me, He says, they slandered me; and they set evils against me instead of good things, and hatred instead of my love. And contradiction was among them and unfair judgement, many witnesses coming forward against Him, and saying nothing true in agreement. And these things were done not by day only, but also by night. For thus in the night Peter denies, when Judas came up with lanterns and torches. Moreover it was night also when they led Him away at one time to Annas, and at another to Caiaphas, dishonouring Him with insults of every kind. And when morning came, having bound Him they led Him and delivered Him up to Pilate, and carried out the things belonging to the Passion. Foreseeing all of which in the spirit, the prophet cried aloud, saying: Because I saw lawlessness and contradiction in the city going round her day and night, according to Symmachus. And these things were in the city; while around her walls were lawlessness and toil, or, according to Symmachus, pain and wretchedness. And this signifies the things done outside the city, when having brought Him out they led Him unto the place called Golgotha. And the things outside were such, truly full of pain and wretchedness; while again the things within her, he says, I saw full of insult and loss and attack; and injustice was in the midst of her, and usury and deceit failed not from her streets; instead of which Aquila interpreted debt and attack, while Symmachus interpreted loss and attack. For they who contrived the plot against our Saviour had been filled with evils of every kind.
Ὅτι, εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν, καὶ εἰ ὁ μισῶν με ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύβην ἂν ἀπ' αὐτοῦ. Σὺ δέ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐλίπα-
Because, if an enemy had reproached me, I would have endured it, and if he who hated me had spoken boastfully against me, I would have hidden myself from him. But you, O man of like soul, my guide and my acquaintance, who together
Notes, col. 480

On the reading

Printed σὐτοῦ, for αὐτοῦ.

Printed τὴν τρόπον, for τὸν τρόπον.