Εἶτ' ἐπιλέγει· Ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης, καὶ ὁδηγήσει σε θαυμαστῶς ἡ δεξιά σου. Ταῦτα δὲ ὁμοίως τοῖς ἄλλοις ἐξηγήσατο· Τὰ βέλη σου ἠκονημένα, καὶ λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως· ὃ δὴ καθ' ὑπερβατὸν κεῖται. Συνάψεις δὲ τὴν διάνοιαν τοῦτον τὸν τρόπον· Τὰ βέλη σου ἠκονημένα ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. Πρῶτον μὲν γάρ φησι· Τὰ βέλη σου ἠκονημένα γενήσεται κατὰ τῆς καρδίας τῶν σῶν ἐχθρῶν· ἔπειτα, λαοὶ ὑποκάτω σου πεσοῦνται, ἐλαθέντων τοῖς σοῖς βέλεσι τῶν ἐχθρῶν. Τὸ τηνικαῦτα γοῦν ἐλευθερίας τυχόντες οἱ λαοὶ, καὶ ἀναπνεύσαντες τῶν πιεζόντων αὐτοὺς κακῶν, τοῖς σοῖς ὑποδραμοῦνται ποσί. Βέλη δὲ τοῦ Ἀγαπητοῦ ἀποστελλόμενα κατὰ τῆς καρδίας τῶν ἐχθρῶν ἀοράτους τινὰς καὶ ἀφανεῖς πληγὰς νοήσεις κατὰ τῶν ἀρχόντων τοῦ αἰῶνος τούτου· οἷς βέλεσι τιτρωσκόμενοί ποτε οἱ δαίμονες ἔλεγον· Ἔα, τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; Ἦλθες πρὸ καιροῦ βασανίσαι ἡμᾶς.
Then he adds: For the sake of truth and meekness and righteousness, and Thy right hand shall guide Thee marvellously. And these words he expounded similarly to the others: Thine arrows are sharpened, and peoples shall fall under Thee, in the heart of the King's enemies; which indeed stands by hyperbaton. And you will join the sense together in this manner: Thine arrows are sharpened in the heart of the King's enemies. For first he says: Thine arrows shall become sharpened against the heart of Thine enemies; next, peoples shall fall under Thee, when the enemies have been driven away by Thine arrows. At that time accordingly, having obtained freedom, and breathed again from the evils pressing them down, the peoples will run beneath Thy feet. And by arrows of the Beloved sent forth against the heart of the enemies you will understand certain invisible and unseen strokes against the rulers of this age; wounded once by which arrows, the demons used to say: Ah, what have we to do with Thee, O Son of God? Hast Thou come before the time to torment us?
Ὅτι ὡραῖος καὶ καλὸς καὶ χάριτος πλήρης, εὐλογημένος τε βασιλεὺς καὶ τῶν ἐχθρῶν νικητὴς ὁ Ἀγαπητὸς τοῦ Θεοῦ ἦν, ἐκ τῶν ἔμπροσθεν μεμαθήκαμεν· ὅτι δὲ πρὸς ἐκείνοις πᾶσι καὶ Θεὸς ἦν, διὰ τῶν προκειμένων διδασκόμεθα. Εἰς αὐτοῦ γὰρ πρόσωπον τὸ Πνεῦμα τὸ ἅγιον ἀναφωνεῖ λέγον· Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος· ἢ κατὰ τὸν Ἀκύλαν· Ὁ θρόνος σου, Θεὲ, εἰς αἰῶνα καὶ ἔτι. Ἐπεὶ δὲ καὶ βασιλέα αὐτὸν ὠνόμασε διὰ τῶν ἔμπροσθεν, εἰκότως ἐπιλέγει· Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. Οὐδὲν γὰρ ἐν αὐτῷ σκολιὸν οὐδὲ στραγγαλιῶδες. Καὶ ἵνα μή τις Ἰουδαϊκῶς ἐκδεξάμενος ὑπολάβοι θνητόν τινα τοῖς πολλοῖς ὅμοιον ἔσεσθαι βασιλέα τὸν Ἀγαπητὸν τοῦ Θεοῦ, ἀναγκαίως διδάσκει, ὡς ἄρα ἐξ αἰῶνος ἦν ὁ θρόνος τῆς βασιλείας αὐτοῦ, διαρκῶν τε καὶ διαμένων ἔσται εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. Ταῦτα δὲ ὅτι μὴ εἰς πρόσωπον τοῦ Πατρὸς ἀναπεφώνηται, ἀλλ' εἰς τὸ τοῦ ἀγαπητοῦ καὶ μονογενοῦς Υἱοῦ, προϊὼν διασαφεῖ λέγων· Ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀνομίαν· διὰ τοῦτο ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου. Θεὸς γὰρ ἐν τούτοις χριόμενος ὑπὸ Θεοῦ τίς ἂν εἴη ἢ ὁ ἐν Εὐαγγελίοις θεολογούμενος· Καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος; Οὗτος οὖν ὁ Θεὸς Λόγος ἠγάπησε δικαιοσύνην, καὶ ἐμίσησεν ἀνομίαν. Ἀνθ' οὗ ὁ Ἀκύλας ἀκριβέστερον ἡρμήνευσεν εἰπών· Ἠγάπησε δικαιοσύνην, καὶ ἐμίσησεν ἀσέβημα. Κρίσει γὰρ ὀρθῇ τοὺς ὑπ' αὐτοῦ δικαίους ἀγαπᾷ, μισεῖ δὲ τοὺς ἐναντίους· διὸ χρίεται κρείττονι ἢ παρὰ τοὺς μετόχους αὐτοῦ ἐλαίῳ τῷ καλουμένῳ ἀγαλλιάσεως, καὶ χρίεται ὑπὸ τοῦ Θεοῦ τοῦ ἑαυτοῦ Πατρὸς, ἢ ἐλαίῳ χαρᾶς κατὰ τὸν Ἀκύλαν, ἢ ἐλαίῳ ἀγλαϊσμοῦ κατὰ τὸν Σύμμαχον. Πολλῶν δὲ ὄντων τῶν μετόχων αὐτοῦ, ἢ ἑταίρων αὐτοῦ τῶν τῆς αὐτοῦ χάριτος μετεσχηκότων, οἳ καὶ εἴποιεν ἄν· Μέτοχοι τοῦ Χριστοῦ γεγόναμεν. Ἀνέγνωσαν δέ τινες τὴν προκειμένην λέξιν ὧδέ πως· Διὰ τοῦτο ἔχρισέ σε, Θεὲ, ὁ θεός σου, καὶ ταύτῃ γε κέχρηνται ἀναγνώσει, τῇ Ἑβραϊκῇ
That the Beloved of God was fair in beauty and comely and full of grace, and blessed King and victor over His enemies, we have learned from what went before; and that in addition to all those things He was also God, we are taught through the words before us. For unto His person the Holy Spirit cries aloud, saying: Thy throne, O God, is for ever and ever; or according to Aquila: Thy throne, O God, is for ever and beyond. And since he also named Him King through what went before, naturally he adds: A sceptre of uprightness is the sceptre of Thy kingdom. For there is nothing crooked nor twisted in Him. And lest anyone taking the matter in a Jewish way should suppose that the Beloved of God will be some mortal king like the many, he necessarily teaches that the throne of His kingdom was from eternity, and shall be lasting and abiding for ever and ever. And that these words have not been proclaimed unto the person of the Father, but unto that of the beloved and only-begotten Son, he makes plain as he proceeds, saying: Thou hast loved righteousness, and hated lawlessness; therefore God, Thy God, has anointed Thee. For God in these words being anointed by God—Who could He be other than He Who is spoken of as God in the Gospels: And the Word was with God, and the Word was God? This God the Word therefore loved righteousness, and hated lawlessness. Instead of which Aquila translated more accurately, saying: He loved righteousness, and hated ungodliness. For by right judgement He loves the righteous under Him, and hates their opposites; wherefore He is anointed beyond His fellows with a better oil, that called the oil of exultation, and He is anointed by God His own Father—or with the oil of joy according to Aquila, or with the oil of splendour according to Symmachus. For there are many who are His fellows, or His companions who have partaken of His grace, who might even say: We have become partakers of Christ. Now some read the phrase before us somewhat thus: Therefore God, Thy God, has anointed Thee, O God, and have used this reading, following the Hebrew