Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα· ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος. Κύριος διαφυλάξαι αὐτὸν καὶ ζωώσαι αὐτὸν, καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ, καὶ μὴ παραδῷ αὐτὸν εἰς ψυχὴν ἐχθρῶν αὐτοῦ. Κύριος βοηθήσαι αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ, ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀῤῥωστίᾳ αὐτοῦ. Προιὼν ἑξῆς ὁ λόγος ἐπιφέρει· Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ' ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν. Ταῦτα δὲ ἀναγέγραπται ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν ἐν τῷ κατὰ Ἰωάννην Εὐαγγελίῳ ὡς ἐξ οἰκείου προσώπου εἰρηκὼς ἐν τῇ πρὸς τοὺς μαθητὰς ὁμιλίᾳ· δι' ὧν ἔφασκεν· Ἀμὴν, ἀμὴν, λέγω ὑμῖν· Οὐκ ἔστι δοῦλος μείζων τοῦ κυρίου αὐτοῦ, οὐδὲ ἀπόστολος μείζων τοῦ πέμψαντος αὐτόν. Εἰ ταῦτα οἴδατε, μακάριοί ἐστε ὅταν ποιεῖτε αὐτά. Οὐ περὶ πάντων ὑμῖν λέγω· ἐγὼ οἶδα οὓς ἐξελεξάμην· ἀλλ' ἵνα ἡ Γραφὴ πληρωθῇ· Ὁ τρώγων μου τὸν ἄρτον ἐπῆρεν ἐπ' ἐμὲ πτέρναν αὐτοῦ. Ἄλλη δὲ Γραφὴ τοῦτο φήσασα οὐχ εὑρίσκεται, μόνη δὲ ἡ παροῦσα, δι' ἧς εἴρηται· Ὁ ἐσθίων ἄρτον μου ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν. Ὥρα τοιγαροῦν εἰς τὸ αὐτοῦ πρόσωπον τὰ ἐμφερόμενα τῷ ψαλμῷ ὡς ἂν προφητικῶς εἰρημένα ἐκλαβεῖν. Διὸ καὶ εἰς τὸ τέλος ἐπιγέγραπται, ἀναπέμποντα ἡμᾶς ἤτοι ἐπὶ τὴν συντέλειαν τοῦ αἰῶνος καθ' ἣν ἐπληροῦτο τὰ ἀναγεγραμμένα, ἢ ἐπὶ τὰ τελευταῖα τῶν διὰ τοῦ ψαλμοῦ δηλουμένων. Εἰ μὲν οὖν ἐπὶ τοῦ Σωτῆρος ἀναφέροιτο τὰ προκείμενα, εἴποις ἂν μακαρίζεσθαι τὸν δυνάμενον συνιέναι δι' ἣν αἰτίαν ἀνείληφε δι' ἡμᾶς πτωχείαν. Ἔτι γὰρ πλούσιος ὢν, δι' ἡμᾶς ἐπτώχευσεν, ἵνα ἡμεῖς τῇ αὐτοῦ πτωχείᾳ πλουτήσωμεν· Ἐν μορφῇ τε Θεοῦ ὑπάρχων ἐκένωσεν ἑαυτὸν, μορφὴν δούλου λαβὼν, σαφῶς ἐδίδαξεν ὁ θεῖος Ἀπόστολος. Καὶ ἄλλος δ' ἄν τις συνήσει ἐπὶ πτωχὸν καὶ πένητα, ἀκούων αὐτοῦ λέγοντος ἐν Εὐαγγελίοις· Δεῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου. Ἐπείνασα γὰρ, καὶ ἐδώκατέ μοι φαγεῖν· ἐδίψησα, καὶ ἐποτίσατέ με· ξένος ἤμην, καὶ συνηγάγετέ με· γυμνὸς, καὶ περιεβάλετέ με· ἠσθένουν, καὶ ἐπεσκέψασθε· ἐν φυλακῇ ἤμην, καὶ ἤλθετε πρὸς μέ· οἷς ἐπιλέγει· Ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τῶν τούτων τῶν ἐλαχίστων τῶν ἀδελφῶν μου, ἐμοὶ ἐποιήσατε. Καὶ οὕτως οὖν μακάριος ἀληθῶς ὁ συνιὼν ἐπὶ τὸν οὕτως ἀποδοθέντα πτωχὸν καὶ πένητα. Εἰ δὲ καὶ ἐπὶ τὸν Δαυῖδ ἀναφέροιτο τὰ λελεγμένα, εἴποις ἂν ἀκολούθως τῷ πρὸ τούτου ψαλμῷ ταῦτα συνῆφθαι. Ἐπεὶ γὰρ πρὸς τοῖς τελευταίοις τοῦ λθʹ ἐλέγετο ἐκ προσώπου τοῦ Δαυῖδ· Ἐγὼ δὲ πένης εἰμὶ καὶ πτωχός· ταῦτα δ' ἔλεγεν ὁ τοσοῦτος βασιλεὺς, ὁ τὸν ἄφατον πλοῦτον συναγηοχὼς εἰς τὴν παρασκευὴν τοῦ μετὰ ταῦτα ἐγηγερμένου διὰ Σολομῶνος ναοῦ, σμικρύνων
Blessed is he who understands concerning the poor and needy man; in an evil day the Lord will rescue him. May the Lord guard him thoroughly and make him live, and count him blessed in the land, and may He not hand him over unto the soul of his enemies. May the Lord help him upon the couch of his pain; Thou hast turned his whole bed in his sickness. Advancing next, the discourse adds: For even the man of my peace, in whom I hoped, who ate my loaves, magnified supplanting against me. Now our Saviour and Lord has been recorded in the Gospel according to John as having spoken these words out of His own person in His converse with the disciples, whereby He said: Amen, amen, I say to you: A servant is not greater than his lord, nor an apostle greater than he who sent him. If you know these things, blessed are you when you do them. I do not speak concerning all of you; I know whom I chose; but that the Scripture may be fulfilled: He who eats my bread lifted up his heel against me. Now another Scripture that has said this is not found, save only the present one, through which it has been said: He who eats my bread magnified supplanting against me. It is fitting, therefore, to take what is set forth in the psalm into His person, as spoken prophetically. Wherefore also it has been inscribed Unto the end, referring us either to the consummation of the age in which the things recorded were fulfilled, or to the final matters signified through the psalm. If then what lies before us be referred to the Saviour, you might say that he is counted blessed who is able to understand for what reason He took upon Himself poverty on our account. For while still being rich, for our sakes He became poor, so that we by His poverty might become rich; and Being in the form of God He emptied Himself, taking the form of a servant, as the divine Apostle clearly taught. And in another way too someone will understand concerning the poor and needy man, hearing Him saying in the Gospels: Come, the blessed of My Father, inherit the kingdom prepared for you from the foundation of the world. For I was hungry, and you gave Me to eat; I was thirsty, and you gave Me to drink; I was a stranger, and you gathered Me in; naked, and you clothed Me; I was sick, and you visited [Me]; I was in prison, and you came to Me; to which He adds: Inasmuch as you did it to one of these the least of My brethren, you did it to Me. In this way too, then, blessed truly is he who understands concerning the poor and needy man expounded thus. Yet even if the things spoken be referred to David, you might say that these words have been joined accordingly to the psalm before this. For since towards the close of the 39th it was said out of the person of David: But I am needy and poor; and so great a king said these things—he who had gathered untold wealth for the preparation of the temple afterwards raised through Solomon—making [himself] small