ζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ, ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν, καὶ διαθρέψαι αὐτοὺς ἐν λιμῷ. Ἔχεται τῆς τῶν προλελεγμένων διανοίας τὰ προκείμενα. Συγκαλέσας γὰρ ὁ λόγος πάντας τοὺς ἐπὶ γῆς ἀνθρώπους ἐπὶ τὸν φόβον τοῦ Θεοῦ διὰ τοῦ προειπεῖν· Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ· εἶτα παραθαῤῥύνας μὴ ἀγωνιᾷν μηδὲ φοβεῖσθαι τοὺς μέλλοντας ἐπανίστασθαι αὐτοῖς διωγμοὺς, συνῆψε διὰ τῶν ἔμπροσθεν τό· Κύριος διασκεδάζει βουλὰς ἐθνῶν, καὶ τὰ ἑξῆς. Τῆς οὖν αὐτῆς διανοίας ἐχόμενος καὶ διὰ τῶν προκειμένων φησί· Θαρσεῖτε, πάντες ὑμεῖς πρὸς οὓς ὁ λόγος. Εἰ γοῦν προσέλθοιτε τῷ αὐτοῦ φόβῳ, ἕξετε τοὺς αὐτοῦ ὀφθαλμοὺς καὶ τὴν διορατικὴν αὐτοῦ δύναμιν ἐπισκοποῦσαν ὑμᾶς, καὶ πάντων ἐχθρῶν καὶ ἐπιβούλων ῥυομένην. Ἰδοὺ γὰρ οἱ ὀφθαλμοὶ Κυρίου ἐπὶ τοὺς φοβουμένους αὐτὸν, τοὺς ἐλπίζοντας ἐπὶ τὸ ἔλεος αὐτοῦ, ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν. Δίχα γὰρ αὐτῶν τῶν τοῦ Θεοῦ ὀφθαλμῶν οὐκ ἔστιν ἄλλη σωτηρίας ἐλπὶς, οὔτε βασιλεῖ στρατιωτικῇ δυνάμει θαῤῥοῦντι, οὔτε γίγαντι ἐπὶ πλήθει δυνάμεως καὶ ἰσχύος γαυρουμένῳ, οὔτε ἵππῳ ποδῶν ὠκύτητι θαῤῥοῦντι. Πάντα γὰρ ταῦτα διαψεύδεται, σφάλλει καὶ πλανᾷ τοὺς ἐπ' αὐτοῖς ἠλπικότας. Ἀλλ' ὑμεῖς θαρσεῖτε, οἱ τὸν Κύριον ἐπικαλοῦντες, καὶ τὸν αὐτοῦ φόβον ἀνειληφότες. Καὶ μήτε βουλὰς ἐθνῶν φοβεῖσθε, ἃς ὁ Κύριος διασκεδάννυσι, μήτε λογισμοὺς λαῶν, οὓς ὁ Κύριος ἀθετεῖ, μήτε βουλὰς ἀρχόντων, ἃς αὐτὸς ἀνατρέπει. Ἀλλὰ μηδὲ βασιλέα πλήθει στρατιωτικῆς δυνάμεως πεποιθότα καταπλήττεσθε, μηδὲ γίγαντα ἰσχύϊ καὶ ἀλκῇ σώματος τυφούμενον. Ἔχοντες δὲ μέγα φυλακτήριον τοὺς τῆς προνοίας αὐτοῦ ὀφθαλμοὺς, ἐπ' αὐτὸν ἐλπίζετε μόνον καὶ ἐπὶ τὸ ἔλεος αὐτοὺ, εἰς τὸ ῥύσασθαι ἐκ θανάτου τὰς ψυχὰς αὐτῶν. Θάνατος δ' ἂν εἴη ψυχῆς ἡ ἄρνησις τοῦ Θεοῦ καὶ ἡ παντελὴς ἀποστασία, καὶ αι πρὸς θάνατον ἁμαρτίαι· ὥστε, κἂν συμβῇ ποτε τῶν ἐλπιζόντων ἐπὶ τὸν Κύριον τὰ σώματα θανάτῳ παραδίδοσθαι τῷ κοινῷ διὰ τὴν εἰς αὐτὸν μαρτυρίαν, ἀλλ' οἱ ὀφθαλμοὶ αὐτοῦ τοῦ κρείττονος ἐπιμεληθέντες τὰς ψυχὰς αὐτῶν ἐῤῥύσαντο ἐκ θανάτου. Οὐ μόνον δὲ τοῦτο ποιοῦσιν, ἀλλὰ καὶ τοῦ διαθρέψαι αὐτοὺς ἐν λιμῷ πρόνοιαν ποιοῦνται. Ἐν γὰρ τοῖς καιροῖς τῶν διωγμῶν, καθ' οὓς πολλάκις κεκώλυνται μὲν αἱ διδασκαλίαι καὶ τὰ τῶν θεοπνεύστων Γραφῶν ἀναγνώσματα, σπανίζει δὲ ὁ τὰς πνευματικὰς τροφὰς ταῖς τῶν ἀνθρώπων διαδιδοὺς ψυχαῖς, ὅμως οἱ ὀφθαλμοὶ τοῦ Κυρίου τῇ τοῦ θείου Πνεύματος
hope in His mercy, to deliver their souls out of death, and to nourish them thoroughly in famine. What is set before us holds to the meaning of the things spoken above. For the discourse, having called together all men upon earth unto the fear of God through saying previously: Let all the earth fear the Lord; and then having emboldened them neither to be in agony nor to fear the persecutions about to rise up against them, subjoined through what went before: The Lord scatters the counsels of nations, and the rest. Holding, therefore, to the same meaning, through the words set before us also he says: Take courage, all you unto whom the discourse is addressed. If at any rate you approach unto the fear of Him, you will have His eyes and His keen-sighted power watching over you, and delivering you from all enemies and plotters. For behold, the eyes of the Lord are upon those who fear Him, those who hope in His mercy, to deliver their souls out of death. For apart from the very eyes of God there is no other hope of salvation, neither for a king trusting in military power, nor for a giant exulting in abundance of power and strength, nor for a horse trusting in swiftness of feet. For all these things prove false, trip up, and lead astray those who have placed their hope in them. But you, take courage, you who call upon the Lord and have taken up the fear of Him. And neither fear the counsels of nations, which the Lord scatters, nor the thoughts of peoples, which the Lord sets at naught, nor the counsels of rulers, which He Himself overturns. Nay, do not even be dismayed at a king trusting in abundance of military power, nor at a giant puffed up with strength and bodily might. Rather, having as a great safeguard the eyes of His providence, hope in Him alone and in His mercy, unto the delivering of their souls out of death. Now death of the soul would be the denial of God and utter apostasy, and sins unto death; so that, even if it should ever happen that the bodies of those who hope in the Lord are handed over to the common death on account of their witness unto Him, yet His eyes, having cared for the better part, delivered their souls out of death. And not only do they do this, but they also take forethought to nourish them thoroughly in famine. For in the seasons of persecutions, during which teachings and the readings of the divinely inspired Scriptures have often been hindered, and rare is he who distributes spiritual nourishment to the souls of men, nevertheless the eyes of the Lord by the [influx] of the divine Spirit
Ὑπέλαβόν τινες τὴν τοῦ προκειμένου ψαλμοῦ προγραφὴν ἐκείνην σημαίνειν τὴν ἱστορίαν, δι' ἧς, φεύγων Δαυῗδ ἀπὸ προσώπου Σαοὺλ, ἐληλυθέναι πρὸς Ἀγχοὺς βασιλέα Γὲθ ἀναγέγραπται· ὅτε μανίαν προσποιηθεὶς ἐτυμπάνιζεν ἐπὶ ταῖς θύραις τῆς πόλεως,
Some supposed the superscription of the psalm set before us to signify that history through which David, fleeing from the face of Saul, is recorded to have come unto Achish king of Gath, when, feigning madness, he drummed upon the doors of the city,