Migne Reading Room

PG 23 · cols. 265–276 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:265Read from the page
τοῖς συμβαίνουσιν, οὐ προσηνέσι μόνον, ἀλλὰ καὶ ἐπὶ πόνοις, εὐχαριστῶ σοι, Δέσποτα.
the things that happen, not pleasant ones only, but also over toils, I give thanks to Thee, O Master.
ΕΙΣ ΤΟ ΤΕΛΟΣ ΨΑΛΜΟΣ ΤΩ ΔΑΥΙΔ, ΕΚΣΤΑΣΕΩΣ Λʹ.
Unto the End, a Psalm for David, of Ecstasy, 30.
Οὔτε ἐν τῇ Ἑβραίων Γραφῇ, οὔτε παρὰ τοῖς λοιποῖς ἑρμηνευταῖς ἡ προγραφὴ περιέχει, ἐκστάσεως. Μήποτε δὲ διὰ τὸ ἐκφέρεσθαι τῷ ψαλμῷ· Ἐγὼ δὲ εἶπα ἐν τῇ ἐκστάσει μου· Ἀπέρριμμαι ἀπὸ προσώπου τῶν ὀφθαλμῶν σου, τὴν προσθήκην τις ἐποιήσατο ἐν τῇ προγραφῇ εἰς τὸν καιρὸν καθ' ὃν ἐν ἐκστάσει γενόμενος εἶπεν· Ἀπέρριμμαι ἀπὸ προσώπου των ὀφθαλμῶν σου, ἀναπέμψας τὰ ἐμφερόμενα τῷ λόγῳ; Πλὴν ἀλλ' εἰς τὸ τέλος τοὺς ἐντυγχάνοντας παραπέμπει καὶ ἡ παροῦσα προγραφὴ, ἤτοι διὰ τὰ τελευταῖα, ἐν οἷς παραίνεσιν ἀναγκαιοτάτην περιέχει ἡ λέγουσα· Ἀγαπήσατε τὸν Κύριον πάντες οἱ ὅσιοι αὐτοῦ, ὅτι ἀληθείας ἐκζητεῖται Κύριος, καὶ τὰ ἑξῆς· ἢ διὰ τὸ προφητεύειν τινὰ περὶ τῶν κατὰ τὸ πάθος τοῦ Σωτῆρος πεπραγμένων· ἃ δὴ γίγνεσθαι ἤμελλεν ἐπὶ συντελείᾳ τοῦ αἰῶνος. Ἀλλ' ἐπεὶ καὶ τοῦ Δαυῖδ ἐλπίδας ὑπογράφει ἀγαθὰς ὁ λόγος, αἵτινες ἤμελλον αὐτῷ εἰς τὸν μέλλοντα χρόνον ἀποδίδοσθαι, εἰκότως εἰς τὸ τέλος ἀναπέμπει τὴν προγραφήν. Περιέχει δὲ ὁ πᾶς ἱκετηρίαν τοῦ Δαυῖδ, ὅλον ἑαυτὸν
Neither in the Scripture of the Hebrews, nor among the rest of the translators, does the superscription contain of ecstasy. Perhaps on account of there being presented in the psalm, And I said in my ecstasy: I have been cast away from the face of Thy eyes, someone made the addition in the superscription, referring the things contained in the word to the season in which, having come to be in ecstasy, he said: I have been cast away from the face of Thy eyes? Nevertheless the present superscription too refers readers to the end, either on account of the concluding words, in which it contains a most necessary exhortation, saying: Love the Lord, all His holy ones, because the Lord seeks out truths, and what follows; or on account of its prophesying certain things concerning the events enacted at the passion of the Saviour, which indeed were going to take place at the consummation of the age. Yet since the word also sketches out good hopes of David, which were going to be rendered to him for future time, reasonably it refers the superscription to the end. And the whole psalm contains an entreaty of David, entirely himself
Ἐπὶ σοὶ, Κύριε, ἤλπισα, μὴ καταισχυνθείην εἰς τὸν αἰῶνα· ἐν τῇ δικαιοσύνῃ σου ῥῦσαί με καὶ ἐξελοῦ με. Κλῖνον πρὸς μὲ τὸ οὖς σου, τάχυνον τοῦ ἐξελέσθαι με. Πολλῷ τε πλούτῳ περιῤῥεόμενος, εἰ καὶ νίκαις ταῖς κατ' ἐχθρῶν ἐκόμα, ἀλλὰ τούτων οὐδὲν πρὸς ἀσφάλειαν συμβαλεῖσθαι αὐτῷ ἐπέπειστο, μόνην δὲ τὴν ἐπὶ Κύριον ἐλπίδα· διὸ ἱκέτευε ταύτης μήποτε ἐκπεσεῖν· ἀλλὰ καὶ ἡμᾶς ἐδίδασκε τὰ ὅμοια αὐτῷ ζηλοῦντας καὶ φρονεῖν καὶ λέγειν. Ἀντὶ δὲ, ἐν τῇ δικαιοσύνῃ σου· ἐν τῇ ἐλεημοσύνῃ σου, ὁ Σύμμαχος ἐξέδωκε. Γενοῦ μοι εἰς Θεὸν ὑπερασπιστὴν, καὶ εἰς οἶκον καταφυγῆς τοῦ σῶσαί με. Ὅτι κραταίωμά μου καὶ καταφυγή μου εἶ σὺ, καὶ ἕνεκεν τοῦ ὀνόματός σου ὁδηγήσεις με καὶ διαθρέψεις με. Ταῦτα καὶ ἐν τῷ ἑπτακαιδεκάτῳ εἶπε ψαλμῷ.
In Thee, O Lord, I hoped; let me not be put to shame unto eternity; in Thy righteousness rescue me and deliver me. Incline Thy ear unto me; make haste to deliver me. Though surrounded by abundant wealth, even if he plumed himself on victories against enemies, yet he was persuaded that none of these things contributed to security for him, save only hope in the Lord; wherefore he entreated never to fall away from this, and moreover taught us, emulating what is like him, both to think and to speak so. Instead of, in Thy righteousness, Symmachus rendered, in Thy mercy. Become for me a defending God, and a house of refuge to save me. Because Thou art my strength and my refuge, and on account of Thy name Thou wilt guide me and nourish me. These things he also said in the seventeenth psalm.
Ἐξάξεις με ἐκ παγίδος ταύτης, ἧς ἔκρυψάν μοι, ὅτι σὺ εἶ ὁ ὑπερασπιστής μου, Κύριε. Εἰς χεῖράς σου παραθήσομαι τὸ πνεῦμά μου· ἐλυτρώσω με, Κύριε ὁ Θεὸς τῆς ἀληθείας. Ἐξ ὧν ἐπειράθην πάλαι πρότερον, πέπεισμαι, ὅτι καὶ νῦν ἐξάξεις με ἐκ πάσης παγίδος τῆς ὑπὸ τῶν ἐχθρῶν μοι κατασκευαζομένης. Ἕως γὰρ ἐν τῷ βίῳ τῷ θνητῷ τυγχάνω, οἶδα πολεμούμενος· καὶ μέχρις ἐσχάτης ἀναπνοῆς ἐν ἀγωνίᾳ κατέστην καὶ διὰ τὰς τῶν ἐχθρῶν ἐπιβουλάς. Ἀλλὰ πέπεισμαι, ὅτι ἐπὶ σοὶ ἀναρτήσας τὴν ἐμαυτοῦ ἐλπίδα, οὐ καταισχυνθήσομαι εἰς τὸν αἰῶνα. Θεὸν δὲ ἀληθείας εὐκαίρως καὶ καταλλήλως τοῖς λεγομένοις ὠνόμασεν· οὐ γὰρ ἔστι διαψευσθῆναι τὸν ἐπὶ σὲ ἠλπικότα, οὐδὲ τὸν ἐπὶ ταῖς σαῖς ἐπαγγελίαις πεπιστευκότα.
Thou wilt bring me out of this snare, which they hid for me, because Thou art my defender, O Lord. Into Thy hands I shall commend my spirit; Thou didst redeem me, O Lord the God of truth. From the things I experienced long before, I am persuaded that now also Thou wilt bring me out of every snare prepared for me by my enemies. For so long as I am in mortal life, I know that I am warred against; and unto my last breath I have stood in conflict also on account of the plots of my enemies. Yet I am persuaded that having hung my hope upon Thee, I shall not be put to shame unto eternity. And seasonably and suitably to what is being said he named Him God of truth; for it is impossible that he who has hoped in Thee should be deceived, nor he who has trusted in Thy promises.
Ἐμίσησας τοὺς διαφυλάσσοντας ματαιότητας διακενῆς. Ἐγὼ δὲ ἐπὶ τῷ Κυρίῳ ἤλπισα· ἀγαλ-
Thou didst hate those who guard vanities idly. Whereas I hoped in the Lord; I will ex-
Notes, col. 265

On the reading

Printed των, for τῶν.

PG 23:268Read from the page
λιάσομαι καὶ εὐφρανθήσομαι ἐπὶ τῷ ἐλέει σου· Εικότως χαίρεις μὲν τοῖς τῆς ἀληθείας ἐρασταῖς, καὶ τούτους προσίεσαι· διὸ λέλεκται· Ἀληθείας ἐκζητεῖ Κύριος· τοὺς δὲ τὴν ματαιότητα περιέποντας εἰκότως ἀποτρέπῃ καὶ μισεῖς, ὡς ἂν τὸ ψεῦδος μεταδιώκοντας. Ματαιότης γὰρ τὸ ψεύδους γέμον· διὸ παραινεῖς λέγων· Υἱοὶ ἀνθρώπων, ἕως πότε βαρυκάρδιοι; ἵνα τί ἀγαπᾶτε ματαιότητα, καὶ ζητεῖσθε ψεῦδος; Ἐγὼ δὲ, ἀποστραφεὶς τὰ μάταια, ἐπὶ σὲ μόνον τὸν ἐμαυτοῦ Κύριον ἤλπισα· διὸ πέπεισμαι, οὐκ εἰκῆ σοι ἐμαυτὸν παρατεθεῖσθαι. Τὸ γὰρ τέλος τῆς εἰς σὲ ἐλπίδος χαρὰ καὶ εὐφροσύνη.
ult and be gladdened over Thy mercy. Reasonably on the one hand Thou rejoicest in lovers of the truth, and admittest these; wherefore it has been said: The Lord seeks out truths; while those who cherish vanity Thou reasonably shunnest and hatest, inasmuch as they pursue falsehood. For vanity is that which is full of falsehood; wherefore Thou admonishest, saying: O sons of men, how long heavy-hearted? Why do you love vanity, and seek falsehood for yourselves? Whereas I, having turned away from vain things, hoped in Thee alone my Lord; wherefore I am persuaded that not in vain have I entrusted myself to Thee. For the end of hope in Thee is joy and gladness.
Ὅτι ἐπεῖδες τὴν ταπείνωσίν μου, ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου. Καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν· ἔστησας ἐν εὐρυχώρῳ τοὺς πόδας μου. Ἤδη καὶ ἄλλοτε ἐπεῖδες τὴν ταπείνωσίν μου· πολλάκις τε περιπεσούσης τῆς ἐμῆς ψυχῆς ἀνάγκαις ταῖς ὑπὸ τῶν ἐχθρῶν ἐπιτεθείσαις αὐτῇ, ἐμοῦ τε μηδὲν πλέον πράττοντος ἢ ταπεινοῦντος ἐμαυτὸν καὶ κακοῦντος διὰ τῶν πρὸς σὲ τὸν Θεὸν ἱκετηρίων, σὺ αὐτὸς ὁ ἐμὸς ὑπέρμαχος καὶ ὑπερασπιστὴς, μὴ ἀντιπαρελθών με, ἀποδεξάμενος δὲ τὴν ἐμὴν ταπείνωσιν, ἔσωσας ἐκ τῶν ἀναγκῶν τὴν ψυχήν μου, καὶ οὐ συνέκλεισάς με εἰς χεῖρας ἐχθρῶν· παραδόξως δέ με εἴσω δικτύων ἤδη γενόμενον, καὶ ταῖς χερσὶ τῶν ἐχθρῶν παραδεδομένον ἁρπάσας ἐλεύθερον ἀνῆκας, καὶ τοὺς πόδας μου ἐν πλατύτητι καὶ εὐρυχωρίᾳ κατέστησας, συγχωρήσας ἄφετόν με βαδίζειν ὅποι καὶ βούλομαι. Διδάσκει δὲ καὶ ἡ ἱστορία, ὅτι, πολλάκις καταληφθεὶς ὑπὸ τοῦ Σαοὺλ, καὶ μέντοι καὶ ἐν τῷ σπηλαίῳ καθειρχθεὶς, τὰς ἐκείνου χεῖρας διέφυγε, καὶ ἄλλοτε τοὺς Γετθαίους παραπληξίαν σχηματισάμενος.
Because Thou didst look upon my humiliation, Thou didst save my soul out of necessities. And Thou didst not shut me up into the hands of enemies; Thou didst set my feet in a spacious place. Already on other occasions too Thou didst look upon my humiliation; and oftentimes when my soul fell into necessities laid upon her by enemies, and when I did nothing more than humble myself and afflict myself through entreaties unto Thee Who art God, Thou Thyself my champion and defender, not passing me by on the other side, but accepting my humiliation, didst save my soul out of necessities, and didst not shut me up into the hands of enemies; rather, snatching me unexpectedly when I had already come inside nets and been handed over into the hands of enemies, Thou didst let me go free, and didst set my feet in breadth and spaciousness, permitting me to walk at large wherever I wish. And the history too teaches that oftentimes when overtaken by Saul, and indeed shut up in the cave, he escaped that man's hands, and on another occasion the Gittites by feigning madness.
Ἐλέησόν με, Κύριε, ὅτι θλίβομαι· ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου, ἡ ψυχή μου, καὶ ἡ γαστήρ μου. Ἱκετεύω, φησὶ, καὶ δέομαι ἐλεηθῆναι, ὅτι θλίβομαι· ἀνθ' οὗ ὁ Ἀκύλας φησίν· Ὅτι στενὸν ἐμοί. Τὴν γὰρ στενὴν καὶ τεθλιμμένην ὁδεύω διὰ σὲ, καὶ τὰς σὰς ἐπαγγελίας. Ἀλλὰ καὶ ὁ τῆς ψυχῆς μου ὀφθαλμὸς, αὐτὸς ὁ νοῦς καὶ τὸ ἐν ἐμοὶ λογιστικὸν, ἐταράχθη ἐν θυμῷ· ἀνθ' οὗ ὁ μὲν Ἀκύλας φησίν· Ηὐχμώθη ἐν παροργισμῷ ὁ ὀφθαλμός μου· ὁ δὲ Σύμμαχος· Ἐθολώθη διὰ παροργισμὸν ὀφθαλμός μου. Ὅτε γὰρ παρώργισα, φησὶ, καὶ θυμὸν ἐμαυτῷ ἐπήγειρα, τολμήσας διαπράξασθαι τὰ θυμοῦ καὶ ὀργῆς ἄξια, τὸ τηνικαῦτα σύγχυσις καὶ θόλωσις καὶ αὐχμὸς τὸ λογιστικὸν τῆς ἐμῆς ψυχῆς κατείληφεν. Ἀλλὰ καὶ ἡ ψυχή μου, φησὶ, καὶ ἡ γαστήρ μου, καὶ αὐτὴ ἐθολώθη καὶ ἐταράχθη κατὰ τὸν καιρὸν τοῦ παροργισμοῦ μου. Ὥσπερ δὲ ὀφθαλμὸν ψυχῆς κατὰ μεταφορὰν τοῦ αἰσθητοῦ ὀφθαλμοῦ νενοήκαμεν, οὕτω καὶ τὴν γαστέρα αὐτῆς οὐκ ἂν ἁμάρτοις εἰπὼν τὴν δύναμιν τὴν μνημονικὴν, ἐν ᾗ ὥσπερ ἐν κοιλίᾳ καὶ γαστρὶ πάσας τὰς διὰ λόγων τροφὰς ἐναποτίθεσθαι εἴωθε. Διὸ λέλεκταί που· Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ πάντα τὰ ἐντός μου τὸ ὄνομα τὸ ἅγιον αὐτοῦ. Καὶ ὁ Σωτὴρ δέ· Ὅς ἂν πίῃ ἐκ τοῦ
Have mercy on me, O Lord, because I am afflicted; my eye was troubled in anger, my soul, and my belly. I entreat, he says, and beg to receive mercy, because I am afflicted; instead of which Aquila says: Because it is narrow for me. For I travel the narrow and constricted way on account of Thee and Thy promises. Moreover the eye of my soul too—the intellect itself and the reasoning faculty within me—was troubled in anger; instead of which Aquila says: My eye grew parched in provocation; and Symmachus: My eye grew turbid through provocation. For when I provoked to wrath, he says, and stirred up anger against myself, having dared to perpetrate deeds worthy of anger and wrath, at that time confusion and turbidity and drought overtook the reasoning faculty of my soul. Moreover both my soul, he says, and my belly, it too grew turbid and was troubled at the season of my provocation. And just as we have understood eye of the soul by metaphor from the perceptible eye, so also you would not err in calling her belly the faculty of memory, in which, just as in a stomach and belly, she is accustomed to store up all nourishment received through words. Wherefore it has been said somewhere: Bless the Lord, O my soul, and all that is within me His holy name. And the Saviour too: Whoever drinks from the
Notes, col. 268

On the reading

Printed Εικότως, for Εἰκότως.

PG 23:269Read from the page
ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον. Κἀνταῦθα τοίνυν τὴν μνημονικὴν δύναμιν, ἢ καὶ αὐτὸ τὸ ἡγεμονικὸν τῆς ψυχῆς, κοιλίαν ὠνόμασεν ὁ Σωτήρ. Θολωθεὶς τοίνυν τὸν ὀφθαλμὸν τῆς ψυχῆς, καὶ τὴν γαστέρα τὴν παραδεδομένην, ἰατρείᾳ καὶ θεραπείᾳ ἐμαυτὸν παρεῖχον, ὀδύνῃ καὶ στεναγμοῖς, καὶ πτωχείᾳ παραδιδοὺς τὸν ἐμαυτοῦ βίον, ὥσπερ διά τινων κύκλων ἰατρευόμενος. Ἀντὶ δὲ τοῦ, Ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν· σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· Διὰ τὴν κάκωσίν μου ἡ ἰσχύς μου καὶ τὰ ὀστᾶ μου ηὐρωτίασαν. Οὕτω γὰρ, φησὶν, ἐμαυτὸν ἐκάκουν, ὡς διὰ τὴν ὑπερβολὴν τῆς κακώσεως ἐξατονῆσαί μου καὶ ἐξασθενῆσαι τὴν ἰσχὺν, καὶ αὐτὰ τὰ τῆς ψυχῆς μου ὀστέα, καὶ τὰς δυνάμεις ἐν αἷς πάλαι ἠνδριζόμην ηὐρωτίασαν· ἢ κατὰ τὸν Ἀκύλαν· Καὶ τὰ ὀστᾶ μου ηὐχμώθη. Ταῦτα δὲ ἀναγκαῖα πρὸς διδασκαλίαν καὶ ὑπογραμμὸν τῶν ἀφέσεως τυχεῖν βουλομένων τῶν οἰκείων πλημμελημάτων.
water that I shall give him, rivers of living water shall flow out of his belly, leaping up unto eternal life. Here too, accordingly, the Saviour named the faculty of memory, or even the governing part of the soul itself, a belly. Having grown turbid, therefore, in the eye of my soul and in the belly handed down to us, I gave myself over to medical treatment and healing, handing my life over to pain and groanings and poverty, being treated as though through certain cycles of cure. And instead of, In poverty my strength failed, and my bones were troubled, Symmachus interpreted more clearly, saying: Through my affliction my strength and my bones grew mouldy. For thus, he says, I afflicted myself, so that through the excess of affliction my strength grew exhausted and weakened, and the very bones of my soul, and the faculties in which of old I played the man, grew mouldy; or according to Aquila: And my bones grew parched. And these things are necessary for instruction and a pattern for those wishing to obtain forgiveness of their own transgressions.
Παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος, καὶ τοῖς γείτοσί μου σφόδρα, καὶ φόβος τοῖς γνωστοῖς μου. Οἱ θεωροῦντές με ἔξω ἔφυγον ἀπ' ἐμοῦ· ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας· ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός. Ταῦτα ἀναφέρομεν ἐπὶ τὸν καιρὸν τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν, ἁρμόζοι ἂν ὑπ' αὐτοῦ λέγεσθαι, ὅτε οἱ ἐχθροὶ ἀνηρτημένον ὁρῶντες αὐτὸν ἐπετώθαζον ὀνειδίζοντες, κατὰ τὰ γεγραμμένα ἐν τοῖς Εὐαγγελίοις· οἵ τε γνωστοὶ, καὶ οἱ μαθηταὶ, καὶ φίλοι, φόβῳ ὑποπεσόντες, ἀνεχώρουν καταλείποντες αὐτόν· ὅτε καὶ ὁ πρωτοστάτης τοῦ χοροῦ τῶν αὐτοῦ μαθητῶν ἤρνηται αὐτὸν τρίτον. Τότε δὲ καὶ ἀπελήσθη ὡσεὶ νεκρὸς ἀπὸ καρδίας· ἀλλὰ καὶ ἐνομίσθη γεγονέναι ὡς σκεῦος ἀπολωλός. Πλὴν ἀλλὰ καὶ ταῦτα ἐπὶ τὸν ἐν τῷ ψαλμῷ ἐξομολογούμενον ἀναφερόμενα ὑπερβάλλουσαν αὐτοῦ παρίστησι κάκωσιν. Οὕτω γὰρ ἑαυτὸν ἐξέτηκεν, ὡς ἐκλείπειν μὲν αὐτοῦ ἐν ὀδύνῃ τὴν ζωὴν, καὶ ἔτη ἐν στεναγμοῖς, ἀσθενῆσαι δὲ ἐν πτωχείᾳ τὴν ἰσχὺν, καὶ τὸ ὀστέα τῆς ψυχῆς αὐτοῦ ταραχθῆναι· ἐφ' οἷς καὶ ἐγελᾶτο ὑπὸ τῶν ἐχθρῶν, ὡς εἰκῇ καὶ μάτην ἑαυτὸν κατακόπτων. Οὐ μόνον δὲ παρὰ τοῖς ἐχθροῖς ἐγίνετο ἤνειδος, ἀλλὰ καὶ παρὰ τοῖς γείτοσιν αὐτοῦ τοῖς μάλιστα αὐτὸν εἰδόσι, διὰ τὸ ἔγγιστα οἰκεῖν. Οὗτοι γὰρ, ὁρῶντες αὐτὸν κατατρύχοντα ἐν τῇ πρὸς τὸν Θεὸν ἐξομολογήσει, κατεγέλων αὐτοῦ καὶ ὠνείδιζον. Οἱ δὲ προσήκοντες αὐτῷ συγγενεῖς καὶ φίλοι καὶ ἐφοβοῦντο, ὡς μεμηνότα καὶ τὰς φρένας ἐξεστηκότα· ὥστε ἀναχωρεῖν καὶ φεύγειν ἐξ αὐτοῦ, ἀπογινώσκοντας αὐτοῦ τὴν σωτηρίαν, λήθην τε αὐτοῦ ποιεῖσθαι ὡσεὶ καὶ νεκροῦ ἤδη γενομένου, καὶ ὡς περὶ σκεύους ἀπολωλότος διακεῖσθαι. Ταῦτα πάντα πεπονθέναι ἔφασκεν, ἑαυτὸν κακῶν ἐξομολογήσει καὶ μετανοίᾳ. Ἀλλ' οἵδε μὲν, φησὶ, τοιοῦτοι γεγόνασι περὶ ἐμέ. Ἐγὼ δὲ οὐκ ἄνευ λόγου οὕτως ἐμαυτὸν ἦγον, ἀλλ' ἐπειδήπερ ἤκουον ψόγον πολλῶν παροικούντων κυκλόθεν, οἱ τότε συναιρόμενοι ἐπὶ τὸ αὐτὸ λαβεῖν τὴν ψυχήν μου ἐνεθυμοῦντο· οἱ γὰρ
Beyond all my enemies I became a reproach, and to my neighbours exceedingly, and a fear to my acquaintances. Those who saw me outside fled from me; I was forgotten like a dead man out of heart; I became like a lost vessel. If we refer these words to the season of the passion of our Saviour, they would be fitting to be spoken by Him when His enemies, seeing Him suspended, jeered at Him reproachfully, according to the things written in the Gospels; and His acquaintances and disciples and friends, succumbing to fear, withdrew, forsaking Him; when also the foremost leader of the chorus of His disciples denied Him thrice. At that time too He was forgotten like a dead man out of heart; moreover He was also supposed to have become like a lost vessel. Nevertheless these words too, when referred to him who confesses in the psalm, present his surpassing affliction. For he wasted himself away to such a degree that his life failed in pain, and his years in groanings, while his strength grew weak in poverty, and the bones of his soul were troubled; over which things he was even laughed at by his enemies, as beating himself down idly and in vain. And not only among his enemies did he become a reproach, but also among his neighbours who knew him best on account of dwelling nearest. For these, seeing him wearing himself out in confession unto God, laughed him to scorn and reproached him. And the kinsfolk and friends belonging to him were even afraid, as though he were raving mad and out of his wits, so as to withdraw and flee from him, despairing of his safety, and to forget him as though he had already even become a dead man, and to feel towards him as towards a lost vessel. All these things he declared that he had suffered, afflicting himself in confession and repentance. Yet these people, he says, have proved such towards me; whereas I did not conduct myself thus without reason, but inasmuch as I heard the censure of many dwelling round about, who at that time, banding together in one place, plotted to take my soul; for the
Notes, col. 269

On the reading

Printed ἀπελήσθη, for ἐπελήσθη.

Printed τὸ, for τὰ.

Printed ἤνειδος, for ὄνειδος.

PG 23:272Read from the page
ἀφανεῖς καὶ ἀόρατοι ἐχθροὶ, περιπεσόντος μου τῇ ἁμαρτίᾳ, συνετάσσοντο πρὸς ἀλλήλους, ὅπως διαρπάσωσι τὴν ἐμὴν ψυχήν. Διόπερ ἐγὼ, τῆς τούτων ἐπιβουλῆς συναισθόμενος, τῇ τοσαύτῃ ἐμαυτὸν ἐπεδίδουν τιμωρίᾳ, εἴ πως ἄρα ὁ Θεὸς διὰ τὴν τοσαύτην μου ταπείνωσιν ἐλεήσειέ με καὶ ῥύσαιτο τῆς τῶν ἐχθρῶν ἐπιβουλῆς.
unseen and invisible enemies, when I had fallen into sin, arrayed themselves together with one another so that they might plunder my soul. Wherefore I, perceiving their plot, gave myself over to so great a punishment, if somehow perchance God on account of my so great humiliation might have mercy on me and rescue me from the plot of my enemies.
Ἐγὼ δὲ ἐπὶ σοὶ ἤλπισα, Κύριε· εἶπα· Σὺ εἶ ὁ Θεός μου, ἐν ταῖς χερσί σου οἱ κλῆροί μου. Ταῦτα τῶν ἐχθρῶν μου, φησὶ, βουλευομένων κατ' ἐμοῦ, ἐπὶ σὲ ἤλπισα, Κύριε· ἔλεγόν τέ σε μόνον βοηθόν μοι ἀπαρκεῖν· Θεὸς γάρ μου εἶ σὺ, ἐν ταῖς χερσί σου οἱ κλῆροί μου· ἀνθ' οὗ, οἱ καιροί μου, ἡ Ἑβραϊκὴ ἀνάγνωσις καὶ οἱ λοιποὶ ἑρμηνευταὶ ἐκδεδώκασιν. Εἰ γὰρ καὶ τὰ μάλιστα νῦν οἱ ἐχθροὶ κατισχύουσιν, ὥσπερ καιρὸν ἔχοντες κατ' ἐμοῦ, ἀλλ' οἱ ἐμοὶ καιροὶ πεφυλαγμένοι εἰσὶν ἐν ταῖς σαῖς χερσίν· ἐν οἷς καιροῖς καὶ τοὺς ἐμαυτοῦ κλήρους οἶδα παρὰ σοὶ φυλάττεσθαι. Διὸ εἰκότως ἱκετεύω καὶ δέομαι ἐπὶ τοῦ παρόντος ῥυσθῆναι ἐκ τῶν ἐχθρῶν μου καὶ ἐκ τῶν καταδιωκόντων με.
Whereas I hoped in Thee, O Lord; I said: Thou art my God; in Thy hands are my lots. While my enemies, he says, were plotting these things against me, I hoped in Thee, O Lord; and I used to say that Thou alone sufficest for me as helper; for Thou art my God, in Thy hands are my lots: instead of which the Hebrew reading and the rest of the translators have rendered my seasons. For even if very much at present my enemies prevail, as though having an opportune season against me, yet my seasons are kept safe in Thy hands; in which seasons I know that my own lots also are kept safe beside Thee. Wherefore reasonably I entreat and beg at present to be rescued out of my enemies and out of those pursuing me.
Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου σῶσόν με ἐν ἐλέει σου· Κύριε, μὴ καταισχυνθείην, ὅτι ἐπεκαλεσάμην σε. Ὥσπερ ἡλίου ἀνατείλαντος λύεται τὸ σκότος· ὑπὸ γῆν δὲ γενομένου, νὺξ διαλαμβάνει τὸ πᾶν· προΐασί τε ἐκ τῶν οἰκείων καταδύσεων θῆρες ἄγριοι καὶ ἄνδρες κακουργίας ἐργάται· οὕτως, ἀποστρεφομένου μὲν τοῦ Θεοῦ, οἱ τῆς ψυχῆς ἐχθροὶ ἐπανίστανται καὶ κατατρέχουσιν αὐτῆς· ἐπιλάμψαντος δὲ αὐτοῦ τὸ φῶς τῆς αὐτοῦ θεότητος, ὅπερ πρόσωπον Θεοῦ ὀνομάζειν εἴωθεν ἡ Γραφὴ, ἀποτρέπονται μὲν καὶ ἀποφεύγουσι πάντες οἱ τὰ φίλα τοῦ σκότους ἔργα διαπραττόμενοι, διαλύεται δὲ πᾶν τὸ ἐναντίον τῷ Θεῷ. Διὸ παρακαλεῖ ὁ τὰ πρῶτα ἐξομολογησάμενος φάσκων· Ἐπίφανον τὸ πρόσωπόν σου εἰς τὸν δοῦλόν σου· καὶ πάλιν· Οὐ διὰ τὰς ἐμὰς πράξεις, φησὶ, διὰ δὲ τὸ σὸν ἔλεος σωθῆναι ἀξιῶ· καὶ αὖθις· Ἐπεὶ δέ σε ἐπεκαλεσάμην, φησὶ, μὴ καταισχυνθείην, ὅτι ἐπὶ σοὶ ἤλπισα. Τοῖς μὲν γὰρ ἀσεβέσι, τοῖς σὲ τὸν Θεὸν οὐκ ἐπισταμένοις, αισχύνη πρέπει· διό φησιν· Αισχυνθείησαν ἀσεβεῖς καὶ καταχθείησαν εἰς ᾅδου· ἢ κατὰ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον· Σιωπάτωσαν εἰς ᾅδην. Νῦν μὲν γὰρ λαλοῦσι πολλὰ τολμῶντες· ἐπειδὰν δὲ καταχθῶσιν εἰς τὸ κατάλληλον αὐτοῖς χωρίον, τὸ τηνικαῦτα παύσονται τῆς μεγαλαυχίας· τότε δὲ καὶ ἄλαλα γενήσεται τὰ ἐπὶ τοῦ παρόντος πολλὰ κατὰ τοῦ δικαίου φθεγγόμενα χείλη μεθ' ὑπερηφανίας· τότε δὲ καὶ ἐκδικηθήσεται πᾶσα ἡ κατὰ τῶν δικαίων ἐξουδένωσις.
Make Thy face shine upon Thy servant, save me in Thy mercy; O Lord, let me not be put to shame, because I called upon Thee. Just as when the sun has risen darkness is dissolved, while when it has gone beneath the earth night overtakes the universe, and wild beasts and men who are workers of villainy come forth out of their own dens; so, when God turns away, the enemies of the soul rise up against her and overrun her; whereas when He causes the light of His divinity to shine forth, which Scripture is accustomed to name the face of God, all who perpetrate deeds dear to darkness are turned back and flee away, and everything opposed to God is dissolved. Wherefore he who at first made confession exhorts, declaring: Make Thy face shine unto Thy servant; and again: Not on account of my deeds, he says, but on account of Thy mercy I ask to be saved; and once more: Since I called upon Thee, he says, let me not be put to shame, because I hoped in Thee. For shame befits the ungodly, who do not know Thee Who art God; wherefore he says: Let the ungodly be put to shame and be brought down to Hades; or according to Aquila and Symmachus: Let them be silent unto Hades. For at present they speak daring many things; whereas whenever they are brought down into the region suitable for them, at that time they will cease from boastfulness; and then too the lips at present uttering many things against the righteous man with arrogance will become speechless; and then too all contempt directed against the righteous will be avenged.
Ὡς πολὺ τὸ πλῆθος τῆς χρηστότητός σου, Κύριε, ἧς ἔκρυψας τοῖς φοβουμένοις σε! Ἐξειργάσω τοῖς ἐλπίζουσιν ἐπὶ σὲ ἐναντίον τῶν υἱῶν τῶν ἀνθρώπων. Κατακρύψεις αὐτοὺς ἐν ἀποκρύφῳ τοῦ προσώπου σου ἀπὸ ταραχῆς ἀνθρώπων. Σκεπάσεις αὐτοὺς ἐν σκηνῇ ἀπὸ ἀντιλογίας γλωσσῶν. Ταῦτα, φησὶν, ἱκέτευσα, ἐπιφάναι τὸ πρόσωπόν σου ἐπὶ τὸν δοῦλόν σου, καὶ σωθῆναι τῷ ἐλέει σου μὴ καταισχῦναι, ὅτι ἐπεκαλεσάμην σε, πεπεισμέ-
How great is the multitude of Thy kindness, O Lord, which Thou didst hide for those who fear Thee! Thou didst work it out for those who hope in Thee before the sons of men. Thou wilt hide them in a secret place of Thy face from the troubling of men. Thou wilt shelter them in a tent from contradiction of tongues. These things, he says, I entreated—that Thy face shine upon Thy servant, and that I be saved by Thy mercy and not put to shame, because I called upon Thee—being persuad-
Notes, col. 272

On the reading

Printed αισχύνη, for αἰσχύνη.

Printed Αισχυνθείησαν, for Αἰσχυνθείησαν.

Printed καταισχῦναι, for καταισχυνθῆναι.

PG 23:273Read from the page
νος, ὡς ἡ σὴ χρηστότης πολλή τις καὶ ἄφατος τυγχάνει, πλούτου δὲ γέμει πολλοῦ. Διὸ καὶ παρὰ τῷ Ἀποστόλῳ εἴρηται· Ἢ τοῦ πλούτου τῆς χρηστότητος αὐτοῦ καὶ τῆς ἀνοχῆς καὶ τῆς μακροθυμίας καταφρονεῖς; Ἀλλὰ νῦν μὲν οὐ τοῖς πᾶσι φανερὰν ποιεῖς τὴν χρηστότητά σου· κρύπτεις δὲ αὐτὴν καὶ ταμιεύῃ φυλάττων τοῖς φοβουμένοις σε. Ἐπεὶ καὶ ἐξειργάσω αὐτὴν εἰς αὐτὸ τοῦτο· λέγω δὲ εἰς τὸ τοῖς ἐλπίζουσιν ἐπὶ σὲ παρασχεῖν αὐτήν, καὶ παρέξεις γε αὐτὴν κατὰ καιρὸν πρὸ τῶν ὀφθαλμῶν τῶν υἱῶν τῶν ἀνθρώπων, ὥστε πάντας ἰδεῖν τὴν σὴν χρηστότητα, καιρῷ τῆς τῶν ἀγαθῶν ἀμοιβῆς διδομένην τοῖς ἀξίοις· διόπερ καὶ ἐν τῷ βίῳ τάς σοι ἀνακειμένας ψυχὰς κατὰ τοὺς τῶν πειρατηρίων καιροὺς τῆς παρὰ σαυτοῦ σκέπης καταξιῶν ἀποκρύπτεις, ῥυόμενος αὐτοὺς ἀπὸ ταραχῆς ἀνθρώπων, καὶ ὥσπερ ἐν σκέπῃ ὑπὸ τὴν σαυτοῦ χεῖρα σκεπάζων αὐτοὺς ἀπὸ ἀντιλογίας γλωσσῶν, πρὸς τὸ μηδὲν καταβλάπτεσθαι μήτε ὑπὸ τῶν λόγοις αὐτοὺς καταπολεμούντων, μήτε ὑπὸ τῶν δι' ἔργων τὰς κατ' αὐτῶν μηχανὰς συσκευαζομένων.
ing that Thy goodness is manifold and ineffable, and is full of great wealth. Wherefore also in the Apostle it has been said: Or do you despise the wealth of His goodness and forbearance and long-suffering? Yet for the present Thou dost not make Thy goodness manifest to all, but Thou hidest it and storest it up, keeping it for those who fear Thee. Since Thou hast also wrought it for this very end—I mean, to grant it to those who hope in Thee—Thou wilt indeed also grant it in due season before the eyes of the sons of men, so that all may see Thy goodness given to the worthy at the season of the recompense of good things; wherefore in this life also, deeming the souls dedicated to Thee worthy of the shelter from Thyself during the seasons of trials, Thou hidest them away, delivering them from the tumult of men, and, as if in a shelter beneath Thine own hand, sheltering them from the gainsaying of tongues, toward their being harmed in nothing either by those who war down upon them with words, or by those who through deeds contrive engines against them.
Εὐλογητὸς Κύριος, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς. Διὰ τοσούτων τὴν πρὸς τὸν Θεὸν ἔντευξιν πεποιημένος ὁ ἐξομολογούμενος, ἐπὶ χρηστὸν περιγράφει τέλος τὸν λόγον, εὐλογῶν τὸν Θεὸν, ὅτι ἐθαυμάστωσε τὸ ἔλεος αὐτοῦ ἐν πόλει περιοχῆς· ὅπερ ὁ Σύμμαχος ἡρμήνευσεν οὕτως· Εὐλογητὸς Κύριος ὁ παραδείξας τὸ ἔλεος αὐτοῦ ἐμοὶ, ὡς ἐν πόλει περιπεφραγμένῃ. Δι' ἐμοῦ γὰρ, φησὶν, ὁ Θεὸς ἐδοξάσθη, ὅτι, μυρίων ἐπ' ἐμὲ πολεμίων συστάντων, καὶ δίκην μεγάλης πόλεως τὴν ἐμὴν ψυχὴν πολιορκεῖν πεπειραμένων, ὁ ἐμὸς φύλαξ, φραγμόν μοι περιβαλὼν, τὸ ἔλεος αὐτοῦ θαυμαστὸν ἔδειξεν, οὕτω με σώσας ὡσεὶ καὶ πόλιν τείχει περιβεβλημένην ὀχυρῷ. Τοιοῦτος δέ μοι γέγονας σὺ ὁ ἐμὸς Κύριος, ὁπηνίκα αὐτὸς ἐμαυτὸν ταπεινῶν ἐν τῇ γενομένῃ μοι ἐκστάσει, ἐν ᾗ ἐταράχθη ἐν θυμῷ ὁ ὀφθαλμός μου καὶ ἡ ψυχή μου, καὶ ἡ γαστήρ μου. Οὐκ ἐπετρίβην, ἀλλ' ἐταπείνουν ἐμαυτὸν, ὡς ἀποῤῥιφεὶς ἀπὸ τῶν σῶν ὀφθαλμῶν διὰ τὴν ἐμὴν ἁμαρτίαν. Ἀλλὰ ταῦτα ἐγὼ μὲν ἔλεγον ἐξομολογούμενος· σὺ δὲ φιλάνθρωπος καὶ ἀγαθὸς Θεὸς, οὐκ ἀπέῤῥιψας τὸν σὸν οἰκέτην, ἀλλὰ κατὰ τὴν ἐπαγγελίαν τὴν φάσκουσαν· Ὅταν ἀποστραφεὶς στενάξῃς, τότε σωθήσῃ· ταῦτα ἐμοῦ λέγοντος εἰσήκουσας, καὶ διὰ τοῦτο ἐθαυμάστωσας τὸ ἔλεός σου ἐμοὶ ἐν πόλει περιοχῆς.
Blessed is the Lord, because He has made marvellous His mercy in a fortified city. Having made his entreaty towards God in so many words, he who makes confession brings his discourse round to a goodly close, blessing God because He has made marvellous His mercy in a fortified city; which Symmachus rendered thus: Blessed is the Lord Who showed His mercy to me, as in a fenced city. For through me, he says, God was glorified, because, when countless enemies had banded together against me and had attempted to besiege my soul after the manner of a great city, my Guardian, casting a fence around me, showed His mercy marvellous, having thus saved me even as a city encompassed with a strong wall. And such hast Thou become to me, Thou my Lord, when I was humbling myself in the distraction that befell me, wherein mine eye was troubled in wrath, and my soul, and my belly. I did not delay, but humbled myself, as one cast away from Thine eyes on account of my sin. Yet these things I for my part said in making confession; whereas Thou, a humane and good God, didst not cast away Thy household servant, but according to the promise that declares: When you turn back and groan, then you shall be saved—when I said these things Thou didst hearken, and on account of this Thou hast made marvellous Thy mercy to me in a fortified city.
ΤΩ ΔΑΥΙΔ ΣΥΝΕΣΕΩΣ ΛΑʹ.
To David, of understanding, 31.
Μακάριοι ὧν ἀφέθησαν αἱ ἀνομίαι, καὶ ὧν ἐπεκαλύφθησαν αἱ ἁμαρτίαι. Πολλὰ κακώσας ἑαυτὸν ἐπὶ τῷ συμβεβηκότι πλημμελήματι ὁ Δαυῗδ, καὶ τὰς διὰ τοῦ τριακοστοῦ φωνὰς προέμενος, φροντίζων καὶ ἀγωνιῶν τὴν τοῦ Θεοῦ κρίσιν, ἐφ' οἷς αὐτὸς ἑαυτῷ συνεγνώκει· εἶτα τῷ Πνεύματι τῷ ἁγίῳ καὶ τῇ δυνάμει τῇ προφητικῇ τὴν διὰ τῆς σωτηρίου χάριτος μέλλουσαν ἔσεσθαι πᾶσιν ἀνθρώποις συγχώρησιν τῶν ἁμαρτημάτων ἐπιγνοὺς, καὶ ὡς οἱ ἐξ ἐθνῶν εἰδωλολάτραι
Blessed are they whose lawlessnesses have been forgiven, and whose sins have been covered over. David, having afflicted himself much over the transgression that had occurred, and having uttered the cries set forth through the thirtieth [Psalm], being anxious and in agony over the judgement of God concerning the things of which he was conscious within himself; then, by the Holy Spirit and by the prophetic power, having recognized the pardon of sins that was going to come to pass for all men through the saving grace, and how the idolaters from among the nations
PG 23:276Read from the page
καὶ ἄθεοι, μυρίοις κακοῖς ἐμπεπαρμένοι, ἀθρόας ποτὲ τεύξονται ἀφέσεως ἁμαρτιῶν διὰ λουτροῦ παλιγγενεσίας, τρισμακαρίους τούτους ἀποφαίνει διὰ τῶν προκειμένων. Ὀδυρμοῖς, φησὶν, ἐγὼ καὶ δάκρυσι θαμινοῖς διὰ τὴν ἁμαρτίαν προστετηκὼς, καὶ παντοδαπαῖς συμφοραῖς ταύτης χάριν περιπεσὼν, ζηλωτοὺς ἐκείνους καὶ μακαρίους ἀποκαλῶ, τοὺς ἀταλαιπώρως τῇ τοῦ Θεοῦ φιλανθρωπίᾳ τῶν ἁμαρτημάτων δεξαμένους τὴν ἄφεσιν. Τοσαύτῃ γὰρ περὶ αὐτοὺς χρῆται φιλοτιμίᾳ, ὡς μὴ μόνον ἀφεῖναι, ἀλλὰ καὶ καλύψαι τὰς ἁμαρτίας, καὶ μηδὲ ἴχνη τούτων καταλείπειν.
and the godless, pierced through with countless evils, shall one day obtain an all-at-once forgiveness of sins through the laver of regeneration, pronounces these thrice-blessed through the words set before us. Wasted away in lamentations, he says, and in frequent tears on account of sin, and having fallen into calamities of every kind for its sake, I call enviable and blessed those who without hardship have received through the loving-kindness of God the forgiveness of their sins. For He uses such munificence towards them as not only to forgive, but also to cover their sins, and to leave behind not even traces of them.
Μακάριος ἀνὴρ ᾧ οὐ μὴ λογίσηται Κύριος ἁμαρτίαν, οὐδέ ἐστιν ἐν τῷ στόματι αὐτοῦ δόλος. Τὰ μὲν προλελεγμένα γενικῶς εἴρηται, καὶ καθόλου περὶ πάντων τῶν μελλόντων ἀφέσεως ἁμαρτιῶν διὰ τῆς χάριτος τυγχάνειν· τὰ δὲ προσκείμενα ὅπως ἡ ἄφεσις δίδοται παρίστησι διὰ τοῦ· Οὔ μὴ λογίσηται Κύριος ἁμαρτίαν. Ἅπαξ μὲν γὰρ γενομένην τὴν παραχθεῖσαν ἁμαρτίαν ἀγένητον μὴ δύνασθαι εἶναι δηλοῖ· τόν γε μὲν Κύριον τὸν ἐξουσίαν ἔχοντα ἐν τῷ λογοθεσίῳ λογίζεσθαι τῷ ἡμαρτηκότι, ἢ μὴ λογίζεσθαι τὸ πεπραγμένον, ἀλλὰ συγχωρεῖν ποιεῖσθαι τὴν ἄφεσιν. Καὶ ἐπειδήπερ ἕκαστος τῶν προσιόντων τῇ διὰ τοῦ βαπτίσματος δωρουμένῃ συγχωρήσει δι' ὁμολογίας τῆς εἰς τὸν Σωτῆρα, τῆς γε εἰς τὸν τῶν ὅλων Θεὸν πίστεως, καὶ δι' ἐξομολογήσεως εἰλικρινοῦς, τῆς ἀφέσεως τεύξεται· σφόδρα ἀκριβῶς ὁ λόγος προστίθησι τὴν φάσκουσαν προσθήκην· Οὐδ' ἔστιν ἐν τῷ στόματι αὐτοῦ δόλος, ἢ, ἐν τῷ πνεύματι αὐτοῦ δόλος· ἑκατέρως γὰρ φέρεται ἐν τῷ ἀναγνώσματι. Οὗτος γὰρ μακάριος, ὁ καθαρῷ πνεύματι τὴν ἐξομολόγησιν ποιούμενος, καὶ τὰς ἐν τῷ λουτρῷ τῆς παλιγγενεσίας φωνὰς προσφερόμενος. Εἰ δ' εὑρεθείη ἐν τῷ στόματι αὐτοῦ δόλος, ἢ ἐν τῷ πνεύματι καὶ τῇ ψυχῇ, ὡς ἀπατήσας ἑαυτὸν πρὸς τὸ μὴ τυχεῖν τῆς ἀφέσεως, ἔτι καὶ αὐξήσει τὰ ἑαυτοῦ κακὰ ἐπισωρεύσας καθ' ἑαυτοῦ πλείονα ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς.
Blessed is the man to whom the Lord shall by no means reckon sin, nor is there guile in his mouth. The things said previously have been spoken generally, and universally concerning all who are going to obtain forgiveness of sins through grace; whereas what is adjoined sets forth how the forgiveness is given, through the words: The Lord shall by no means reckon sin. For it shows that the sin once committed and brought to pass cannot become undone, yet that the Lord, Who holds authority in the reckoning of accounts either to reckon or not to reckon what has been done against him who has sinned, grants that forgiveness be made. And inasmuch as each of those who approach the pardon bestowed through baptism—through confession unto the Saviour, through faith in the God of the universe, and through sincere acknowledgement—will obtain forgiveness, very exactingly the discourse adds the clause that declares: Nor is there guile in his mouth, or, guile in his spirit; for it is transmitted both ways in the reading. For blessed is this man, he who makes his confession with a pure spirit and offers up the utterances belonging to the laver of regeneration. But if guile should be found in his mouth, or in his spirit and soul, having deceived himself so as not to obtain forgiveness, he will furthermore even increase his own evils, having heaped up against himself greater wrath in the day of wrath.
Ὅτι ἐσίγησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ κράζειν με ὅλην τὴν ἡμέραν, κ. τ. λ. Ἐκεῖνοι μέν εἰσι μακάριοι, οὓς τῷ πνεύματι γνοὺς ἐμακάρισα· ἐγὼ δὲ πολλὰ κοπιάσας ἐν ταῖς πρὸς τὸν Θεὸν βοαῖς καὶ ἐξομολογήσεσιν, ἀπέκαμον καὶ ἐσίγησα· ἀνθ' οὗ ὁ μὲν Σύμμαχος, Ὅτι ἀπεσίγησα· ὁ δὲ Θεοδοτίων, Ὅτι ἐκοπίασα, ἡρμήνευσαν. Ἀντὶ δὲ τοῦ ἀπὸ τοῦ κράζειν με, Ἀπὸ τοῦ ὀδύρεσθαί με πᾶσαν ἡμέραν, ἐκδέδωκεν ὁ Σύμμαχος. Ἐπαλαιώθη δὲ αὐτοῦ τὰ ὀστᾶ συντριβόμενα ἐκ τῆς πολλῆς κακώσεως τῆς κατὰ τὴν ἐξομολόγησιν αὐτῷ γεγενημένης· ἐν ᾗ καὶ τὰς δῦνάμεις τῆς ψυχῆς ὀστέα ὀνομαζομένας κατεπόνει. Διὸ κατὰ τὸν Ἀκύλαν εἴρηται· Ὅτι ἐκώφευσα, κατετρίβη τὰ ὀστᾶ μου ἐν βρυχήματί μου· κατὰ δὲ τὸν Σύμμαχον, Ὅτι ἀπεσιώπησα, ἐπαλαιώθη τὰ ὀστᾶ μου, ἀπὸ τοῦ ὀδύρεσθαι πᾶσαν ἡμέραν. Οὐδὲ μέχρι μηνὸς, ἀλλὰ πάσας τὰς ἡμέρας κατέτρυχεν ἑαυτὸν καὶ κατεπόνει.
Because I kept silent, my bones grew old, from my crying out all the day, etc. Those indeed are blessed whom, knowing in the spirit, I pronounced blessed; whereas I, having toiled much in cries and confessions towards God, grew weary and kept silent; instead of which Symmachus rendered, Because I fell silent, and Theodotion, Because I toiled. And instead of from my crying out, Symmachus has published, From my lamenting every day. And his bones grew old, being crushed from the great affliction that came upon him in his confession, wherein he also wore down the powers of the soul, which are named bones. Wherefore according to Aquila it has been said: Because I became mute, my bones were worn away in my roaring; and according to Symmachus: Because I held my peace, my bones grew old, from lamenting every day. Not merely up to a month, but all his days he wore himself out and exhausted himself.
Τὴν ἁμαρτίαν μου ἐγνώρισα, καὶ τὴν ἀνομίαν μου οὐκ ἐκάλυψα. Εἶπα· Ἐξαγορεύσω κατ' ἐμοῦ
My sin I made known, and my lawlessness I did not cover. I said: I will declare against myself
Notes, col. 276

On the reading

Printed Οὔ, for Οὐ.

Printed δῦνάμεις, for δυνάμεις.