ὕδατος, οὗ ἐγὼ δώσω αὐτῷ, ποταμοὶ ἐκ τῆς κοιλίας αὐτοῦ ῥεύσουσιν ὕδατος ζῶντος, ἁλλομένου εἰς ζωὴν αἰώνιον. Κἀνταῦθα τοίνυν τὴν μνημονικὴν δύναμιν, ἢ καὶ αὐτὸ τὸ ἡγεμονικὸν τῆς ψυχῆς, κοιλίαν ὠνόμασεν ὁ Σωτήρ. Θολωθεὶς τοίνυν τὸν ὀφθαλμὸν τῆς ψυχῆς, καὶ τὴν γαστέρα τὴν παραδεδομένην, ἰατρείᾳ καὶ θεραπείᾳ ἐμαυτὸν παρεῖχον, ὀδύνῃ καὶ στεναγμοῖς, καὶ πτωχείᾳ παραδιδοὺς τὸν ἐμαυτοῦ βίον, ὥσπερ διά τινων κύκλων ἰατρευόμενος. Ἀντὶ δὲ τοῦ, Ἐν πτωχείᾳ ἡ ἰσχύς μου, καὶ τὰ ὀστᾶ μου ἐταράχθησαν· σαφέστερον ὁ Σύμμαχος ἡρμήνευσεν εἰπών· Διὰ τὴν κάκωσίν μου ἡ ἰσχύς μου καὶ τὰ ὀστᾶ μου ηὐρωτίασαν. Οὕτω γὰρ, φησὶν, ἐμαυτὸν ἐκάκουν, ὡς διὰ τὴν ὑπερβολὴν τῆς κακώσεως ἐξατονῆσαί μου καὶ ἐξασθενῆσαι τὴν ἰσχὺν, καὶ αὐτὰ τὰ τῆς ψυχῆς μου ὀστέα, καὶ τὰς δυνάμεις ἐν αἷς πάλαι ἠνδριζόμην ηὐρωτίασαν· ἢ κατὰ τὸν Ἀκύλαν· Καὶ τὰ ὀστᾶ μου ηὐχμώθη. Ταῦτα δὲ ἀναγκαῖα πρὸς διδασκαλίαν καὶ ὑπογραμμὸν τῶν ἀφέσεως τυχεῖν βουλομένων τῶν οἰκείων πλημμελημάτων.
water that I shall give him, rivers of living water shall flow out of his belly, leaping up unto eternal life. Here too, accordingly, the Saviour named the faculty of memory, or even the governing part of the soul itself, a belly. Having grown turbid, therefore, in the eye of my soul and in the belly handed down to us, I gave myself over to medical treatment and healing, handing my life over to pain and groanings and poverty, being treated as though through certain cycles of cure. And instead of, In poverty my strength failed, and my bones were troubled, Symmachus interpreted more clearly, saying: Through my affliction my strength and my bones grew mouldy. For thus, he says, I afflicted myself, so that through the excess of affliction my strength grew exhausted and weakened, and the very bones of my soul, and the faculties in which of old I played the man, grew mouldy; or according to Aquila: And my bones grew parched. And these things are necessary for instruction and a pattern for those wishing to obtain forgiveness of their own transgressions.
Παρὰ πάντας τοὺς ἐχθρούς μου ἐγενήθην ὄνειδος, καὶ τοῖς γείτοσί μου σφόδρα, καὶ φόβος τοῖς γνωστοῖς μου. Οἱ θεωροῦντές με ἔξω ἔφυγον ἀπ' ἐμοῦ· ἐπελήσθην ὡσεὶ νεκρὸς ἀπὸ καρδίας· ἐγενήθην ὡσεὶ σκεῦος ἀπολωλός. Ταῦτα ἀναφέρομεν ἐπὶ τὸν καιρὸν τοῦ πάθους τοῦ Σωτῆρος ἡμῶν, ἁρμόζοι ἂν ὑπ' αὐτοῦ λέγεσθαι, ὅτε οἱ ἐχθροὶ ἀνηρτημένον ὁρῶντες αὐτὸν ἐπετώθαζον ὀνειδίζοντες, κατὰ τὰ γεγραμμένα ἐν τοῖς Εὐαγγελίοις· οἵ τε γνωστοὶ, καὶ οἱ μαθηταὶ, καὶ φίλοι, φόβῳ ὑποπεσόντες, ἀνεχώρουν καταλείποντες αὐτόν· ὅτε καὶ ὁ πρωτοστάτης τοῦ χοροῦ τῶν αὐτοῦ μαθητῶν ἤρνηται αὐτὸν τρίτον. Τότε δὲ καὶ ἀπελήσθη ὡσεὶ νεκρὸς ἀπὸ καρδίας· ἀλλὰ καὶ ἐνομίσθη γεγονέναι ὡς σκεῦος ἀπολωλός. Πλὴν ἀλλὰ καὶ ταῦτα ἐπὶ τὸν ἐν τῷ ψαλμῷ ἐξομολογούμενον ἀναφερόμενα ὑπερβάλλουσαν αὐτοῦ παρίστησι κάκωσιν. Οὕτω γὰρ ἑαυτὸν ἐξέτηκεν, ὡς ἐκλείπειν μὲν αὐτοῦ ἐν ὀδύνῃ τὴν ζωὴν, καὶ ἔτη ἐν στεναγμοῖς, ἀσθενῆσαι δὲ ἐν πτωχείᾳ τὴν ἰσχὺν, καὶ τὸ ὀστέα τῆς ψυχῆς αὐτοῦ ταραχθῆναι· ἐφ' οἷς καὶ ἐγελᾶτο ὑπὸ τῶν ἐχθρῶν, ὡς εἰκῇ καὶ μάτην ἑαυτὸν κατακόπτων. Οὐ μόνον δὲ παρὰ τοῖς ἐχθροῖς ἐγίνετο ἤνειδος, ἀλλὰ καὶ παρὰ τοῖς γείτοσιν αὐτοῦ τοῖς μάλιστα αὐτὸν εἰδόσι, διὰ τὸ ἔγγιστα οἰκεῖν. Οὗτοι γὰρ, ὁρῶντες αὐτὸν κατατρύχοντα ἐν τῇ πρὸς τὸν Θεὸν ἐξομολογήσει, κατεγέλων αὐτοῦ καὶ ὠνείδιζον. Οἱ δὲ προσήκοντες αὐτῷ συγγενεῖς καὶ φίλοι καὶ ἐφοβοῦντο, ὡς μεμηνότα καὶ τὰς φρένας ἐξεστηκότα· ὥστε ἀναχωρεῖν καὶ φεύγειν ἐξ αὐτοῦ, ἀπογινώσκοντας αὐτοῦ τὴν σωτηρίαν, λήθην τε αὐτοῦ ποιεῖσθαι ὡσεὶ καὶ νεκροῦ ἤδη γενομένου, καὶ ὡς περὶ σκεύους ἀπολωλότος διακεῖσθαι. Ταῦτα πάντα πεπονθέναι ἔφασκεν, ἑαυτὸν κακῶν ἐξομολογήσει καὶ μετανοίᾳ. Ἀλλ' οἵδε μὲν, φησὶ, τοιοῦτοι γεγόνασι περὶ ἐμέ. Ἐγὼ δὲ οὐκ ἄνευ λόγου οὕτως ἐμαυτὸν ἦγον, ἀλλ' ἐπειδήπερ ἤκουον ψόγον πολλῶν παροικούντων κυκλόθεν, οἱ τότε συναιρόμενοι ἐπὶ τὸ αὐτὸ λαβεῖν τὴν ψυχήν μου ἐνεθυμοῦντο· οἱ γὰρ
Beyond all my enemies I became a reproach, and to my neighbours exceedingly, and a fear to my acquaintances. Those who saw me outside fled from me; I was forgotten like a dead man out of heart; I became like a lost vessel. If we refer these words to the season of the passion of our Saviour, they would be fitting to be spoken by Him when His enemies, seeing Him suspended, jeered at Him reproachfully, according to the things written in the Gospels; and His acquaintances and disciples and friends, succumbing to fear, withdrew, forsaking Him; when also the foremost leader of the chorus of His disciples denied Him thrice. At that time too He was forgotten like a dead man out of heart; moreover He was also supposed to have become like a lost vessel. Nevertheless these words too, when referred to him who confesses in the psalm, present his surpassing affliction. For he wasted himself away to such a degree that his life failed in pain, and his years in groanings, while his strength grew weak in poverty, and the bones of his soul were troubled; over which things he was even laughed at by his enemies, as beating himself down idly and in vain. And not only among his enemies did he become a reproach, but also among his neighbours who knew him best on account of dwelling nearest. For these, seeing him wearing himself out in confession unto God, laughed him to scorn and reproached him. And the kinsfolk and friends belonging to him were even afraid, as though he were raving mad and out of his wits, so as to withdraw and flee from him, despairing of his safety, and to forget him as though he had already even become a dead man, and to feel towards him as towards a lost vessel. All these things he declared that he had suffered, afflicting himself in confession and repentance. Yet these people, he says, have proved such towards me; whereas I did not conduct myself thus without reason, but inasmuch as I heard the censure of many dwelling round about, who at that time, banding together in one place, plotted to take my soul; for the