ὁρωμένων· αὐτομάτῳ δὲ καὶ ἀλόγῳ συντυχίᾳ, εἰκῆ καὶ μάτην ἐξ οὐδεμιᾶς αἰτίας ὑποστῆναι τὸν πάντα κόσμον· ἀναγκαίως ὁ παρὼν λόγος διὰ τῆς ψαλμῳδίας ἀποδεικτικῶς καὶ μετὰ δημιουργικῆς τῶν ὅλων δυνάμεως τὴν θεολογίαν παρίστησι, τοιοῦτόν τινα λογισμὸν διεξιών. Θνητῶν μὲν φύσις μικρὰ τυγχάνει καὶ ἀσθενής· λογισμοί τε ἀνθρώπων δειλοὶ, καὶ ἐπισφαλεῖς αἱ ἐπίνοιαι ἡμῶν· διὸ πλεῖστον ὅσον ἀποδέομεν τῆς κατ' ἀξίαν τοῦ Θεοῦ δοξολογίας. Οὐδὲ γὰρ ἀνθρώπων φωναῖς, οὐδὲ γλώττῃ σαρκὸς καὶ χείλεσιν δύνασθαί ποτε νομίζειν ἐπάξιον περὶ Θεοῦ λόγον ἀποδίδοσθαι. Εἰ δὲ χρὴ διδασκαλίας ἐνεργοῦς καὶ μεγίστης αὐτῷ τε πρεπούσης τῷ Θεῷ ἐπακούειν, εἴ τις ἔῤῥωται τῆς ψυχῆς τὰ αἰσθητήρια, συντεινάτω ἑαυτὸν καὶ διεγειράτω πρὸς ἀκρόασιν ἐπαξίως ἀναφωνουμένην τῆς ἀπειρομεγέθους δυνάμεως τοῦ Θεοῦ· ἣν αὐτοὶ προφέρονται οἱ τὸν σύμπαντα περιέχοντες οὐρανοὶ, τὸν ἑαυτῶν κτίστην καὶ ποιητὴν τῶν ὅλων Θεὸν ᾠδαῖς καὶ δοξολογίαις ἀνυμνοῦντες. Αὐτοὶ γὰρ οἱ ἀνωτάτω πάντων, καὶ τοῦ ὑποβεβηκότος στερεώματος ὑπερκείμενοι οὐρανοὶ, οἱ σύμπασαν περιειληφότες τὴν αισθητὴν καὶ πνευματικὴν κτίσιν, τὴν δόξαν Θεοῦ οὐχ Ἑλληνικῇ φωνῇ φθεγγόμενοι, οὐδ' ἑτέρᾳ τινὶ διαλέκτῳ χρώμενοι, αὐτῷ δὲ ἔργῳ διὰ τοῦ ἑαυτῶν κόσμου καὶ τῆς εὐρύθμου καὶ ἐναρμονίου καὶ πανσόφου στάσεως, τοῦ αἰτίου αὐτοῖς τῆς τοιᾶσδε κινήσεως τὴν ἀπειρομεγέθη δύναμιν ἐκδιδάσκουσιν. Ἐκ γὰρ μεγέθους καὶ καλλονῆς κτισμάτων ἀναλόγως ὁ γενεσιουργὸς αὐτῶν θεωρεῖται· καὶ, Τὰ ἀόρατα αὐτοῦ ἀπὸ κτίσεως κόσμου τοῖς ποιήμασι νοούμενα καθορᾶται· ἥ τε ἀΐδιος αὐτοῦ δύναμις καὶ θεότης. Ὁ οὖν τοὺς οὐρανοὺς νομίζων δίχα τινὸς δημιουργικοῦ λόγου καὶ θείας ἄνευ δυνάμεως ἑαυτοὺς ὑποστήσασθαι, καὶ τοῦ τοσοῦδε μεγέθους καὶ τοῦ τοιοῦδε σχήματος, τῆς τε εὐσταθοῦς καὶ εὐτάκτου κινήσεως τὴν αἰτίαν τοῖς σώμασιν αὐτῶν προσγράφων, ἄφρων καὶ ἀσεβής. Διὸ τοὺς ἔμφρονα νοῦν κεκτημένους προσήκει συναμολογεῖν μονονουχὶ φωνῆς ἀκούειν ἔργῳ βοώσης αὐτῶν τῶν οὐρανῶν, τὴν πρέπουσαν δόξαν ἀναπεμπόντων τῷ ἑαυτῶν ποιητῇ καὶ δημιουργῷ Θεῷ.
that are seen, and that by a spontaneous and irrational coincidence, at random and in vain from no cause, the whole cosmos came into subsistence, of necessity the present discourse through psalmody demonstratively and along with the creative power of all things sets forth theology, going through some such reasoning as this. The nature of mortals is small and weak, and the reasonings of men are timid, and our conceptions precarious; wherefore we fall very far short of glorifying God according to His worth. For neither by voices of men, nor by tongue of flesh and lips, can one think that a discourse worthy concerning God is ever rendered. Yet if one ought to hearken to an effectual and greatest teaching and one befitting God Himself, if anyone is strong in the faculties of his soul, let him brace himself and rouse himself to a hearing worthily proclaimed aloud of the infinitely great power of God, which the very heavens that encompass the universe utter forth, celebrating in odes and doxologies God, their own Creator and the Maker of all things. For the very heavens highest of all, and lying above the subordinate firmament, which have embraced the whole sensible and spiritual creation, uttering the glory of God not in Greek speech, nor using any other dialect, by the deed itself through their own adornment and their rhythmic and harmonious and all-wise station thoroughly teach the infinitely great power of Him Who is for them the Cause of such motion. For from the greatness and beauty of created things their Author is by analogy contemplated; and, His invisible things from the creation of the world, being understood by the things that are made, are clearly seen, both His everlasting power and divinity. He, therefore, who supposes that the heavens brought themselves into subsistence apart from any creative reason and without divine power, and who ascribes to their bodies the cause of so great a magnitude and of such a shape, and of their steady and orderly motion, is foolish and impious. Wherefore it befits those who possess a sensible mind to confess together that they all but hear a voice crying aloud in deed from the heavens themselves, sending up the fitting glory to God, their own Maker and Creator.
Οὕτω δὲ καὶ τὸ στερέωμα, ὃ δὴ Μωϋσῆς κατὰ τὴν δευτέραν ἡμέραν τῆς κοσμοποιίας γεγονέναι παρίστη· καὶ τοῦτο τοιγαροῦν τὸ στερέωμα, ἕτερον ὂν παρὰ τοὺς προωνομασμένους οὐρανοὺς, κηρύττει τοῖς πᾶσι καὶ κέκραγε διδάσκων, ὅτι μὴ ἐξ αὐτομάτου τοιόνδε ὑπέστη· ἔργον δέ ἐστι καὶ αὐτὸ τοῦ τῶν ὅλων ποιητοῦ Θεοῦ· διὸ εἴρηται· Ποίησιν δὲ χειρῶν αὐτοῦ ἀναγγέλλει τὸ στερέωμα. Οἶδε δὲ Μωϋσῆς πρὸ τῆς τοῦ στερεώματος συστάσεως οὐρανὸν πρότερον τῆς ἡμέρας γεγενημένον, λέγων· Ἐν ἀρχῇ ἐποίησεν ὁ Θεὸς τὸν οὐρανὸν καὶ τὴν γῆν. Ἐξῆς δ' οὖν μετὰ τὴν ποίησιν τοῦ πρώτου οὐρανοῦ φωτὸς εἰσάγει δύναμιν καὶ γένεσιν, ἡμέραν τε διδάσκει τὸ φῶς κεκλῆσθαι, γεγονέναι τε πρωΐαν φησὶ καὶ ἑσπέραν, ἡμέραν μίαν. Εἶτα δευτέρας ἡμέρας ἀρχόμενος, τὴν τοῦ στερεώματος
And thus too the firmament, which Moses presented as having come into being on the second day of the creation of the world—this firmament too, therefore, being distinct from the previously named heavens, proclaims to all and cries aloud teaching that it did not come into subsistence as such spontaneously, but is itself also a work of God the Maker of all things; wherefore it has been said: And the firmament proclaims the making of His hands. Now Moses knows that before the constitution of the firmament heaven had come into being prior to the day, saying: In the beginning God made the heaven and the earth. Next, therefore, after the making of the first heaven he introduces the power and generation of light, and teaches that the light was called day, and says that there came to be morning and evening, one day. Then beginning the second day, the [making] of the firmament