PG 23:161Read from the pageκαιοσύνης, εἰσάκουσον, ἐλέγετο, ἐπὶ δὲ τῆς δεήσεως, πρόσχες· ἐπὶ δὲ τῆς διὰ χειλέων προφερομένης φωνῆς, ἐνώτισαι. Τρία γοῦν ᾐτήσατο διὰ τῶν προκειμένων, προτάξας τῶν δύο τὸ κρεῖττον.
eousness, hearken was said; over supplication, attend; and over the voice uttered through the lips, give ear. Three things, at all events, he asked through the words before us, having placed before the other two that which is better.
Ἐδοκίμασας τὴν καρδίαν μου, ἐπεσκέψω νυκτός· ἐπύρωσάς με, καὶ οὐχ εὑρέθη ἐν ἐμοὶ ἀδικια. Ὡς τὴν ἀνθρωπίνην ἀσθένειαν ὑπερβαίνει ἡ τῶν προκειμένων διάνοια! Τίς γὰρ καυχήσεται ἁγνὴν ἔχειν καρδίαν; καὶ τίς παῤῥησιάζεται λέγων καθαρὸς εἶναι ἀπὸ ἁμαρτιῶν; Μόνῳ τοιγαροῦν ἁρμόζοι αὐτῷ Χριστῷ λέγειν τὰ προκείμενα. Μήποτε δὲ τὴν εἰς τὸν ᾅδην κάθοδον, καὶ τὸν ἐν τῷ θανάτῳ χῶρον, νύκτα κέκληκεν ἐπὶ τοῦ πάροντος; Εἰ γὰρ καὶ ἐν νυκτὶ γέγονεν ἐν τῷ καιρῷ τῶν πειρατηρίων καὶ ἐν τῷ σκοτεινῷ καὶ ἀφεγγεῖ τόπῳ τοῦ θανάτου· ἀλλὰ δοκιμασθεὶς, ἐπισκοπῆς τῆς παρὰ τοῦ Πατρὸς ἠξίωται διὰ τῆς ἀναστάσεως, καὶ ταύτης τετύχηκεν. Ἐπειδήπερ, οἷα χρυσὸς ἐν πυρὶ βληθεὶς, λαμπρὸς καὶ καθαρὸς διαμεμένηκεν. Ἐπειδὴ μόνος τῶν ἐξ αἰῶνος ἁμαρτίαν οὐκ ἐποίησεν, οὐδὲ εὑρέθη δόλος, κατὰ τὸν Ἠσαΐαν, ἐν τῷ στόματι αὐτοῦ.
Thou hast proved my heart, Thou hast visited by night; Thou hast tried me by fire, and no unrighteousness was found in me. How far the meaning of the words before us surpasses human weakness! For who will boast that he has a pure heart? and who speaks boldly, saying that he is clean from sins? To Christ Himself alone, therefore, would it be fitting to speak the words before us. And did He perchance call the descent into Hades, and the region in death, night in the present passage? For even if He came to be in night at the season of trials and in the dark and lightless place of death, yet having been proved, He has been deemed worthy of visitation from the Father through the resurrection, and has obtained this; seeing that, like gold cast into fire, He has remained bright and pure, since alone of those from of old He did no sin, nor was deceit found, according to Isaiah, in His mouth.
Ὅπως ἂν μὴ λαλήσῃ τὸ στόμα μου τὰ ἔργα τῶν ἀνθρώπων, διὰ τοὺς λόγους τῶν χειλέων σου ἐγὼ ἐφύλαξα ὁδοὺς σκληράς. Ὁ δὲ Σύμμαχος εἰπών· Ἐγὼ ἐφυλαξάμην ὁδοὺς παραβάτου, ἑτέραν παρέστησε διάνοιαν· ὡς τοῦ τὴν εὐχὴν διαπέμποντος πάντα ἄνθρωπον παραβάτην φεύγοντος, καὶ πάσας τὰς τῶν τοιούτων ὁδοὺς, διὰ τὸ χαλεπὰς εἶναι καὶ ἀποσκλήρους πάσας τὰς κατὰ κακίαν πράξεις.
So that my mouth might not speak the works of men, because of the words of Thy lips I kept hard ways. Symmachus, however, saying: I guarded myself against the ways of a transgressor, set forth another meaning: as though he who sends up the prayer shuns every transgressing man, and all the ways of such men, because all actions according to wickedness are grievous and harsh.
Κατάρτισαι τὰ διαβήματά μου ἐν ταῖς τρίβοις σου, ἵνα μὴ σαλευθῶσι τὰ διαβήματά μου. Ὑπογραμμὸν ἡμῖν καὶ διὰ τούτων παρέσχεν ὁ Σωτὴρ, παιδεύων μήποτε ἐπιτρίβεσθαι, μηδὲ μέγα ἐφ' ἑαυτοῖς φρονεῖν. Εὖ δὲ καὶ ἀκριβῶς πεπεῖσθαι, ὡς πάντοτε τῆς παρὰ τοῦ Θεοῦ δεόμεθα βοηθείας, ἵνα μὴ σαλευθῇ ἡμῶν τὰ διαβήματα, καὶ εἰς τὸ ἐφαρμόσαι ταῖς ἑαυτοῦ τρίβοις τοὺς ἡμετέρους πόδας.
Perfect my footsteps in Thy paths, so that my footsteps may not be shaken. Through these words also the Saviour provided an example for us, instructing us never to be worn down, nor to think highly of ourselves, and to be well and strictly persuaded that we always stand in need of help from God, so that our footsteps may not be shaken, and unto fitting our feet to His own paths.
Θαυμάστωσον τὰ ἐλέη σου ὁ σώζων τοὺς ἐλπίζοντας ἐπὶ σέ. Σώζων δὲ εἴρηται τοὺς ἐλπίζοντας εἰς αὐτὸν, οὐ τοὺς ἐκ σπέρματος Ἰσραὴλ, οὐδὲ τοὺς κατὰ τὸν νόμον Μωϋσέως βιοῦντας· ἀλλ' ὥσπερ καινὴν ὁδὸν εὑράμενος, σώζων ἀνεφάνη τοὺς εἰς αὐτὸν ἠλπικότας. Μένει γὰρ, φησὶν ὁ Ἀπόστολος, πίστις, ἐλπὶς, ἀγάπη· τὰ τρία ταῦτα συμπέπλεκται, ὥσπερ ὑφ' ἑνὶ δεσμῷ κατεσφιγμένα. Διὸ τὴν πίστιν τῇ ἐλπίδι συνάπτει λέγων· Ἔστι δὲ πίστις ἐλπιζομένων ὑπόστασις πραγμάτων, ἔλεγχος οὐ βλεπομένων· ταῦτα δ' ἐξ ἀγάπης τῆς πρὸς τὸν Θεὸν φύεται· καὶ δι' αὐτῶν πάλιν ἡ εἰς Θεὸν ἀγάπη κρατύνεται.
Make wondrous Thy mercies, Thou Who savest those who hope in Thee. Now He is said to save those who hope in Him, not those of the seed of Israel, nor those living according to the law of Moses; rather, as having found a new way, He was manifested as saving those who have hoped in Him. For there abide, says the Apostle, faith, hope, love; these three are intertwined, as though bound fast under a single bond. Wherefore he joins faith to hope, saying: Now faith is the assurance of things hoped for, the proof of things not seen; and these spring from love towards God, and through them in turn love unto God is strengthened.
Ἐκ τῶν ἀνθεστηκότων τῇ δεξιᾷ σου φύλαξόν με, Κύριε, ὡς κόρην ὀφθαλμοῦ. Ἐν σκέπῃ τῶν πτερύγων σου σκεπάσεις με ἀπὸ προσώπου ἀσεβῶν τῶν ταλαιπωρησάντων με. Καὶ πᾶς μὲν δίκαιος προσευχόμενος δείσθω τοῦ Θεοῦ, τῆς παρ' αὐτοῦ καταξιοῦσθαι φυλακῆς· ὁμολογῶν μὴ ἱκανὸς εἶναι φύλαξ αὐτὸς ἑαυτοῦ γίνεσθαι διὰ τὸ πλῆθος τῶν
From those who withstand Thy right hand guard me, O Lord, as the pupil of an eye. In the shelter of Thy wings Thou wilt shelter me from the face of the ungodly who have afflicted me. Indeed let every righteous man when praying entreat God to be deemed worthy of the guarding that comes from Him; confessing that he is not sufficient himself to become his own guardian because of the multitude of those
Notes, col. 161
On the reading
Printed ἀδικια, for ἀδικία.
Printed πάροντος, for παρόντος.
PG 23:164Read from the pageἀνθεστηκότων αὐτῷ· φυλαχθῆναί τε ἑαυτὸν, ὥσπερ τινὰ κόρην ὀφθαλμοῦ παρακαλείτω· ὁρῶν τοὺς ἀνθεστηκότας τῇ δεξιᾷ τοῦ Θεοῦ ἐχθρούς τινας, καὶ πολεμίους τῷ τῆς ψυχῆς αὐτοῦ ὀφθαλμῷ ἐπιβουλεύοντας, καὶ τυφλῶσαι αὐτὸν θέλοντας. Ἀλλὰ καὶ πολλῶν ὄντων ἀσεβῶν τῶν ταλαιπωριζόντων αὐτὸν, τουτέστι ταλαίπωρον αὐτὸν ἀποφαινόντων, βέλη τε κατ' αὐτοῦ πεμπόντων, ὑπὸ τὰς πτέρυγας καταφεύγων τοῦ Θεοῦ, σκέπης τῆς ὑπ' αὐτῷ τυχεῖν ἀξιούτω. Ἀλλὰ καὶ ὁ Σωτὴρ ὑπὲρ τῆς αὐτοῦ Ἐκκλησίας, ἥτις ἐστὶν αὐτοῦ σῶμα, ταύτας ἀνέπεμπε πρὸς τὸν Πατέρα τὰς φωνάς. Πτέρυγας δὲ νοήσεις τὰς τῆς προνοίας αὐτοῦ δυνάμεις.
who withstand him; and let him entreat that he himself be guarded like the pupil of an eye, seeing certain enemies and foes who withstand the right hand of God plotting against the eye of his soul, and wishing to blind him. Moreover, since there are many ungodly men afflicting him, that is, rendering him wretched, and shooting arrows against him, fleeing for refuge beneath the wings of God, let him ask to obtain the shelter that is under Him. Yet the Saviour also on behalf of His Church, which is His body, used to send up these cries unto the Father. And by wings you will understand the powers of His providence.
Οἱ ἐχθροί μου τὴν ψυχήν μου περιέσχον, τὸ στέαρ αὐτῶν συνέκλεισαν, τὸ στόμα αὐτῶν ἐλάλησεν ὑπερηφανίαν. Ἐκβάλλοντές με νυνὶ περιεκύκλωσάν με· τοὺς ὀφθαλμοὺς αὐτῶν ἔθεντο ἐκκλῖναι ἐν τῇ γῇ. Ὑπέλαβόν με ὡσεὶ λέων ἕτοιμος εἰς θήραν, καὶ ὡσεὶ σκύμνος οἰκῶν ἐν ἀποκρύφοις. Ἀντὶ δὲ τοῦ, Ἐκβάλλοντές με περιεκύκλωσάν με, ὁ Σύμμαχος οὕτως ἡρμήνευσε· Μακαρίζοντές με παραχρῆμα περιεκύκλουν με, καὶ τοὺς ὀφθαλμοὺς δὲ αὐτῶν, φησὶν, ἔθεντο κατ' ἐμοῦ τοῦ παρακλῖναί με. Παρασαλεῦσαι γάρ με καὶ ἀποκινῆσαι τῆς στάσεως καὶ τῆς κατὰ Θεὸν προκοπῆς ἐσπούδαζον· μιμούμενοι τὸν ἀντίδικον ἡμῶν διάβολον, ὃς ὡς λέων ὠρυόμενος περιπατεῖ ζητῶν τίνα καταπίῃ. Ὑπέλαβόν με καὶ αὐτὸν ὡς λέων ἕτοιμος εἰς θήραν, καὶ ὡς σκύμνος οἰκῶν ἐν ἀποκρύφοις. Οὐδὲ γὰρ ἐκ τοῦ προφανοῦς ἐποιοῦντο τὴν κατ' ἐμοῦ συσκευὴν, ἀλλὰ λαθραίως ἐνεδρεύοντες.
Mine enemies encompassed my soul, they shut up their fat, their mouth spoke arrogance. Casting me out, they have now surrounded me; they set their eyes to turn aside upon the earth. They took me up like a lion ready for prey, and like a lion's whelp dwelling in secret places. Now instead of the clause, Casting me out, they surrounded me, Symmachus translated thus: Calling me blessed, forthwith they surrounded me, and they set their eyes, says he, against me to make me turn aside. For they were eager to shake me from my footing and to dislodge me from my standing and from progress according to God; imitating our adversary the devil, who walks about like a roaring lion seeking whom he may devour. They took me myself up also like a lion ready for prey, and like a whelp dwelling in secret places. For not openly did they contrive their plot against me, but lying in wait secretly.
Ἀνάστηθι, Κύριε, πρόφθασον αὐτοὺς καὶ ὑποσκέλισον αὐτούς· ῥῦσαι τὴν ψυχήν μου ἀπὸ ἀσεβοῦς, ῥομφαίαν σου ἀπὸ ἐχθρῶν τῆς χειρός σου. Κύριε, ἀπὸ ὀλίγων ἀπὸ γῆς διαμέρισον αὐτοὺς ἐν τῇ ζωῇ αὐτῶν, καὶ τῶν κεκρυμμένων σου ἐπλήσθη ἡ γαστὴρ αὐτῶν. Ἐχορτάσθησαν υἱῶν, καὶ ἀφῆκαν τὰ κατάλοιπα τοῖς νηπίοις αὐτῶν. Καὶ κατὰ τοῦτο ὠφεληθείην· ἀλλὰ καὶ τὴν ῥομφαίαν σου, φησὶ, ῥῦσαι ἀπὸ τῆς χειρὸς τῶν ἐχθρῶν· δέος γὰρ μήποτε τὴν σὴν ῥομφαίαν, ᾗ πεποιθὼς ἐγὼ κέχρημαι κατ' αὐτῶν, τῆς ἐμῆς χειρὸς ἁρπάσαντες οἱ πολέμιοι, καὶ ἀφελόμενοί μου αὐτὴν, χρήσωνται αὐτῇ κατ' ἐμοῦ. Εἴη δ' ἂν ὁ τοῦ Θεοῦ λόγος ὁ ἐνεργὴς καὶ τομώτερος ὑπὲρ πᾶσαν μάχαιραν δίστομον, ὁ τῇ ψυχῇ δεδομένος ἀντὶ ῥομφαίας πρὸς ἄμυναν τῶν ἐχθρῶν· ὅπερ συμβαίνει πολλάκις, ἐπειδὰν οἱ ἐχθροὶ τοῦ Θεοῦ, τὰς ἀπὸ τῶν θείων Γραφῶν λέξεις καὶ τὰ ἀναγνώσματα ἀποβαλόντες καὶ ἀνατρέψαντες, ἐξ σὐτῶν καὶ δι' αὐτῶν τὰς ἀκεραίους καταπαλαίωσι ψυχάς. Διὸ εὔχεται ἀπὸ τῶν ἐχθρῶν τοῦ Θεοῦ ῥυσθῆναι τὴν ῥομφαίαν αὐτοῦ, καὶ ἀπὸ ὀλίγων ἀπὸ γῆς· ἀνθ' οὗ ὁ μὲν Ἀκύλας ἐξέδωκεν· ἀπὸ τεθνηκότων
Arise, O Lord, forestall them and trip them up; deliver my soul from the ungodly man, Thy sword from the enemies of Thy hand. O Lord, from a few from the earth divide them in their life, and with Thy hidden things their belly was filled. They were satisfied with sons, and left the remnants to their babes. In this respect too may I be benefited; yet deliver Thy sword also, says he, from the hand of the enemies; for there is fear lest ever the foes, snatching from my hand Thy sword, trusting wherein I have used it against them, and taking it away from me, should use it against me. Now this would be the word of God, active and sharper than every two-edged dagger, given to the soul in place of a sword for defence against enemies; which happens oftentimes whenever the enemies of God, throwing off and overturning the expressions and readings from the divine Scriptures, out of them and through them wrestle down guileless souls. Wherefore he prays that God's sword be delivered from the enemies of God, and from a few from the earth; instead of which Aquila rendered: from the dead
Notes, col. 164
On the reading
Printed σὐτῶν, for αὐτῶν.
PG 23:165Read from the pageἐκ καταδύσεως· ὁ δὲ Σύμμαχος· Ἀπὸ νεκρῶν ἀπὸ ἐνδεδυκότων. Ῥυσθῆναι γὰρ εὔχεται καὶ ἀπὸ τῶν ἐν νεκροῖς ἤδη λελογισμένων διὰ τὸ πάμπαν ἐστερῆσθαι τῆς κατὰ Θεὸν ζωῆς. Ἀντὶ δὲ τοῦ, διαμέρισον αὐτοὺς, ὁ μὲν Ἀκύλας ἡρμήνευσεν, μέρος αὐτῶν ἐν ζωῇ· ὁ δὲ Σύμμαχος, ἡ μερὶς αὐτῶν ἐν ζῶσιν. Διδάσκει δὲ διὰ τούτων, ὡς τῶν μὲν ἀσεβῶν καὶ τῶν πολλάκις ὠνομασμένων ἐχθρῶν τοῦ Θεοῦ ἡ μερὶς, καὶ ὁ κλῆρος, καὶ πᾶσα ἡ περιουσία ἐν τῇ παρούσῃ ζωῇ τυγχάνει καὶ ἐν τῷ θνητῷ βίῳ· ἐν ᾧ καὶ ἐπλήσθη ἡ γαστὴρ αὐτῶν πάσης τροφῆς, καὶ πάσης ἀπολαύσεως, καὶ τρυφῆς. Ἀλλὰ καὶ τῶν κεκρυμμένων σου φησίν· ἀνθ' οὗ ὁ Σύμμαχος ἡρμήνευσεν, καὶ τῶν ἀποθέτων. Ὅσα γάρ ἐστιν ἐν τῷ θνητῷ βίῳ καὶ τῇ θνητῇ ζωῇ τίμια, τῶν νομιζομένων ἀποθέτων καὶ ἀποκρύφων, ἐσχήκασιν.
out of sinking down; and Symmachus: From the dead, from those who have sunk down. For he prays to be delivered also from those already reckoned among the dead through being altogether deprived of life according to God. And instead of the clause, divide them, Aquila translated, their portion is in life; and Symmachus, their portion is among the living. And through these words he teaches that the portion, and the lot, and all the wealth of the ungodly and of the oft-named enemies of God lies in the present life and in mortal existence; wherein also their belly was filled with every food, and every enjoyment, and luxury. Moreover, with Thy hidden things also, he says; instead of which Symmachus translated, and with the things stored away. For whatever precious things there are in mortal existence and mortal life, among the things accounted stored away and secret, they have possessed.
Αὐτοὶ γοῦν καὶ χρυσὸν καὶ ἄργυρον καὶ πάντα γῆς μέταλλα περιειργάσαντο, λίθους τε παντοίους τιμίους καὶ πολυτελεῖς ἐξηρεύνησαν, καὶ τούτων ἁπάντων ἐπλήσθησαν· τέκνων δὲ καὶ υἱῶν, καὶ θυγατέρων ἐνεφορήθησαν. Διὸ ἐπιλέγει· Ἐχορτάσθησαν υἱῶν. Καὶ οὐ μόνον γε αὐτοὶ τούτων ἐχορτάσθησαν, ἀλλ' ἐμπλησθέντες αὐτοί τε πρότεροι, κλήρους καὶ διαδοχὰς τοῖς μετ' αὐτοὺς ἐγγόνοις καταλελοίπασιν. Ἄλλος φησίν· Εἰ καὶ τῷ θανάτῳ τούτους παραπέμψαι σοι ῥᾴδιον, ὦ Δέσποτα· ἀλλ' οὖν ἱκετεύω ζῶντας αὐτοὺς σκεδασθῆναι, καὶ τὴν κακὴν αὐτῶν συμφωνίαν διαλυθῆναι, καὶ τῶν ἀποκειμένων σοι τιμωριῶν μετασχεῖν. Οὕτω γὰρ ἐν τῇ μεγάλῃ ᾠδῇ τοῦ Μωϋσέως αὐτὸς ὁ Θεός φησιν· Οὐκ ἰδοὺ ταῦτα πάντα συνῆκται παρ' ἐμοὶ, καὶ ἐσφράγισται ἐν τοῖς θησαυροῖς μου· ἐν ἡμέρᾳ ἐκδικήσεως ἀνταποδώσω, ἐν καιρῷ ὅταν σφαλῇ ὁ ποῦς αὐτῶν. Καὶ τοῦτο δὲ ὁ Σύμμαχος οὕτως ἡρμήνευσε· Χορτασθήσονται υἱοὶ, καὶ ἀφήσουσι τὰ λείψανα αὐτῶν τοῖς νηπίοις αὐτῶν. Οἶδα, φησὶν, ὅτι τὴν δικαίαν σου τιμωρίαν οὐ μόνον αὐτοῖς ἐπάξεις, ἀλλὰ καὶ τοῖς υἱέσι καὶ τοῖς ἐγγόνοις τῶν προγόνων πονηρίαν μιμησαμένοις. Τὸ δὲ, χορτασθήσονται, ἀντὶ τοῦ, εἰς κόρον μεθέξουσι τῶν κακῶν.
They at all events busily wrought gold and silver and all metals of the earth, and searched out precious and costly stones of all kinds, and were filled with all these; and of children, both sons and daughters, they had their fill. Wherefore he adds: They were satisfied with sons. And not only were they themselves satisfied with these, but having been filled first themselves, they have left inheritances and successions to their descendants after them. Another says: Even if it is easy for Thee to send these men away to death, O Master, yet I supplicate that while living they be scattered, and that their evil concord be dissolved, and that they partake of the punishments laid up with Thee. For thus in the great ode of Moses God Himself says: Behold, are not all these things gathered together with Me, and sealed up in My treasuries? in the day of vengeance I will repay, in the season when their foot slips. And this too Symmachus translated thus: Sons shall be satisfied, and shall leave their remnants to their babes. I know, says he, that Thy righteous punishment Thou wilt bring not only upon them, but also upon their sons and descendants who have imitated the wickedness of their forefathers. And the word, they shall be satisfied, stands instead of, to satiety they shall partake of evils.
Ἐγὼ δὲ ἐν δικαιοσύνῃ ὀφθήσομαι τῷ προσώπῳ σου· χορτασθήσομαι ἐν τῷ ὀφθῆναί μοι την δόξαν σου. Ἐκεῖνοι μὲν τοιαύτας δώσουσι δίκας· ἐγὼ δὲ τοῖς παρὰ τῆς δικαίας προνοίας ἀγαθοῖς ἐντρυφήσω, πεῖραν μεγίστην τῆς σῆς εὐεργεσίας δεξάμενος. Ἐγὼ δὲ τῇ πορισθείσῃ μοι δικαιοσύνῃ τε καὶ ἀρετῇ θαῤῥῶν πεπαῤῥησιασμένως ὀφθήσομαι τῷ προσώπῳ σου. Καὶ αὕτη μοί ἐστιν ἐλπὶς, καὶ οὗτος μέγας κλῆρος· οὗ ποτε πληρωθήσομαι, καὶ χορτασθήσομαι πάσης τρυφῆς, ἐν τῷ ὀφθῆναι τὴν δόξαν σου ἐν τῇ τῶν οὐρανῶν βασιλείᾳ.
But as for me, in righteousness I shall appear before Thy face; I shall be satisfied when Thy glory appears to me. Those men indeed shall pay such penalties; whereas I shall delight in the good things that come from righteous providence, having received the greatest experience of Thy beneficence. And taking courage in the righteousness and virtue provided for me, with boldness I shall appear before Thy face. And this is my hope, and this a great lot; wherewith I shall one day be filled, and shall be satisfied with every delight, when Thy glory appears in the kingdom of heaven.
Εἰς τὸ τέλος τῷ παιδὶ Κυρίου τῷ Δαυῗδ, ἃ ἐλάλησε τῷ Κυρίῳ τοὺς λόγους τῆς ᾠδῆς ταύτης,
Unto the end, for the servant of the Lord, for David, the things which he spoke unto the Lord, the words of this ode,
Notes, col. 165
PG 23:168Read from the pageἐν ἡμέρᾳ ᾗ ἐῤῥύσατο αὐτὸν Κύριος ἐκ χειρὸς πάντων τῶν ἐχθρῶν αὐτοῦ, καὶ ἐκ χειρὸς Σαοὺλ, καὶ εἶπε. Σύμμαχος· Ἐπινίκιον τοῦ δούλου Κυρίου τοῦ Δαυῗδ.
in the day wherein the Lord delivered him out of the hand of all his enemies, and out of the hand of Saul; and he said. Symmachus: A song of victory of the servant of the Lord, of David.
Ἔδει γὰρ ἡμᾶς ἀναγκαίως ἀπὸ τοῦ ψαλμοῦ γνῶναι, ὅτι ἐπὶ ταῖς νίκαις ταῖς κατὰ τῶν ἐχθρῶν καὶ πολεμίων τὸν προκείμενον ὕμνον ἐπινίκιον τῷ πάσης νίκης αἰτίῳ, τῷ καὶ νικητὰς ἀπεργαζομένῳ, καὶ διὰ τοῦτο νικοποιῷ κεκλημένῳ, ἀνέθηκεν ὁ Δαυῗδ· καὶ ὅτι ἐπινίκιος οὗτος ὁ ὕμνος ἢ ἡ ᾠδὴ εἴρηται τοῦ Δαυῗδ. Εἰς τὸ τέλος δὲ, ἤτοι διὰ τὸ ἀμφὶ τοὺς τελευταίους τῆς ζωῆς αὐτοῦ χρόνους, καὶ μετὰ πάσας αὐτοῦ τὰς πράξεις τὰς φερομένας ἐν τῇ ἱστορίᾳ λελέχθαι· ἢ διὰ τὸ προφητείας περιέχειν τῶν μελλόντων ἔσεσθαι ἐπὶ συντελείᾳ τοῦ αἰῶνος· ἢ τρίτον, διὰ τὸ ἐπὶ τὰ τέλη τῶν ἐμφερομένων λόγων τοῦ προκειμένου ὕμνου τὸν ἐντυγχάνοντα παραπέμπειν· ἐν οἷς τέλεσιν ἡ κλῆσις τῶν ἐθνῶν καὶ ἡ περὶ τοῦ Χριστοῦ προφητεία. Τοῦτον θεσπίζει τὸν τρόπον, συμπαραλαμβανομένου τοῖς πᾶσι καὶ τοῦ Σαούλ. Καὶ ἄλλως δὲ αὐτὸν ἐκ χειρὸς Σαοὺλ ἐῤῥύσατο, τῆς χειρὸς πολλάκις ἀντὶ πράξεως παραλαμβανομένης. Εἰκότως οὖν ὁ ῥυσάμενος Δαυῗδ ἐκ πάντων τῶν ἐχθρῶν αὐτοῦ, μειζόνως αὐτὸν εὐεργετῶν, καὶ ταύτης τῆς χειρὸς τοῦ Σαοὺλ, τουτέστι τῆς πράξεως αὐτοῦ, ἐῤῥύσατο, ὡς μὴ τὰ ὅμοια παθεῖν ἐκείνῳ.
For it was needful of necessity for us to learn from the psalm that over his victories against enemies and foes David dedicated the hymn before us as a song of victory to the Author of every victory, Who also makes men victors, and on this account is called Victor-maker; and that this hymn or ode of victory is said to be David's. And unto the end stands either because it was spoken around the last times of his life, and after all his deeds recorded in history; or because it contains prophecies of the things about to come to pass at the consummation of the age; or thirdly, because it refers the reader to the ends of the words contained in the hymn before us, in which ends stands the calling of the nations and the prophecy concerning the Christ. After this manner he prophesies, Saul too being included together with them all. And in another sense as well He delivered him out of the hand of Saul, the hand oftentimes being taken instead of deed. Reasonably, therefore, He Who delivered David out of all his enemies, conferring a greater benefit upon him, delivered him out of this hand of Saul also, that is, out of his deed, so as not to suffer things like unto him.
Ἀγαπήσω σε, Κύριε, ἰσχύς μου· Κύριος στερέωμά μου καὶ καταφυγή μου, καὶ ῥύστης μου. Ὁ Θεός μου, βοηθός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν· ὑπερασπιστής μου, καὶ κέρας τῆς σωτηρίας μου, καὶ ἀντιλήπτωρ μου . . . . . Καὶ ἄλλως δὲ ἰσχὺν καλεῖ τὸν Θεὸν, ὁμολογῶν τὴν ἀνθρωπίνην ἀσθένειαν, καὶ ὡς οὐδὲν ἂν ἴσχυσεν ἄνευ Θεοῦ· καὶ Παῦλος γὰρ ἔφη· Πάντα ἰσχύω ἐν τῷ ἐνδυναμοῦντί με Χριστῷ. Ἀκύλας δὲ καὶ Σύμμαχος ἀντὶ τοῦ, στερέωμα, πέτραν ἡρμήνευσαν· ἔφη δὲ καὶ ὁ μέγας Ἀπόστολος· Ἡ πέτρα δὲ ἦν ὁ Χριστός. Ἐπὶ ταύτην τὴν πέτραν τὴν ἑαυτοῦ οἰκίαν οἰκοδομῶν ὁ Δαυῗδ, ἀφωμοίωτο τῷ φρονίμῳ τῷ οἰκοδομήσαντι τὴν ἑαυτοῦ οἰκίαν ἐπὶ τὴν πέτραν. Διὸ καὶ πάντων κρείττων ἐγένετο, τῶν ὑετοῦ δίκην, πνευμάτων τε καὶ ποταμῶν προσβαλλόντων αὐτῷ πολεμίων. Ἀλλ' οὐδὲ ἐπὶ δορυφόρους ἤλπιζεν ἢ στρατὸν, ἀλλ' ἐπὶ Θεὸν, βοηθὸν αὐτὸν ἔχων, πανοπλίαν καὶ κέρας· ὥστ' ἂν εἰπεῖν καὶ αὐτόν· Ἐν σοὶ τοὺς ἐχθροὺς ἡμῶν κερατιοῦμεν.
I will love Thee, O Lord, my strength; the Lord is my firmament and my refuge, and my deliverer. My God is my helper, and I will hope in Him; my defender, and the horn of my salvation, and my upholder . . . . . And in another sense too he calls God strength, confessing human weakness, and that he would have had strength for nothing apart from God; for Paul also said: I have strength for all things in Christ Who strengthens me. Now Aquila and Symmachus instead of the word firmament translated rock; and the great Apostle also said: And the rock was the Christ. Building his own house upon this rock, David was made like unto the prudent man who built his own house upon the rock. Wherefore also he proved superior to all the foes assailing him after the manner of rain, winds, and rivers. Moreover, neither did he hope in bodyguards or an army, but in God, having Him as helper, full armour, and horn; so that he himself too might say: In Thee we shall push down our enemies as with horns.
Περιέσχον με ὠδῖνες θανάτου καὶ χείμαῤῥοι ἀνομίας ἐξετάραξάν με. Ὠδῖνες ᾅδου περιεκύκλωσάν με, προέφθασάν με παγίδες θανάτου. Καὶ ἐν τῷ θλίβεσθαί με ἐπεκαλεσάμην τὸν Κύριον, καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα. Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ τὴν φωνήν μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ. Διδάσκει διὰ τούτων τίνα τρόπον, καὶ ὑπὸ τῶν χειμάῤῥων τῆς ἀνομίας ταρασσόμενος, καὶ τὰ λοιπὰ τὰ προειρημένα πάσχων, ᾔσθετο αὐτοῦ κινδυνεύοντος, ἐπὶ τὸν λιμένα τῆς ἑαυτοῦ σωτηρίας κατέφευγε. Διό
Pangs of death encompassed me, and torrents of iniquity troubled me exceedingly. Pangs of Hades surrounded me, snares of death forestalled me. And in my being afflicted I called upon the Lord, and unto my God I cried aloud. He heard from His holy temple my voice, and my cry before Him shall enter into His ears. Through these words he teaches in what manner, both when troubled by the torrents of iniquity and when suffering the remaining things spoken of before, he perceived himself to be in danger, and fled for refuge unto the haven of his own salvation. Wherefore
PG 23:169Read from the pageφησιν· Ἐν τῷ θλίβεσθαι ἐπεκαλεσάμην τὸν Κύριον, καὶ πρὸς τὸν Θεόν μου ἐκέκραξα. Εἶτα διδάσκει, ὡς οὐκ ἠστόχησε τοῦ σκοποῦ τοιαῦτα πιστεύσας· ἡ γὰρ ἐλπὶς οὐ καταισχύνει. Διὸ ἐπιφέρει· Ἤκουσεν ἐκ ναοῦ ἁγίου αὐτοῦ φωνῆς μου, καὶ ἡ κραυγή μου ἐνώπιον αὐτοῦ εἰσελεύσεται εἰς τὰ ὦτα αὐτοῦ. Ναὸν δὲ Θεοῦ ἐν τούτοις ποῖον χρὴ νοεῖν λέγεσθαι ὑπὸ τοῦ Δαυῗδ, μήπω τοῦ ἐν Ἱεροσολύμοις οἴκου κατεσκευασμένου, ἢ πάντως που τὴν ἐπουράνιον πόλιν τοῦ Θεοῦ, καὶ τὴν ἄνω Ἱερουσαλὴμ, ἧς εἰκὼν ἐτύγχανεν ὁ ἐπὶ τῆς γῆς κατεσκευασμένος νεώς;
he says: In being afflicted I called upon the Lord, and unto my God I cried aloud. Then he teaches that he did not miss the mark in believing such things; for hope does not put to shame. Wherefore he adds: He heard from His holy temple my voice, and my cry before Him shall enter into His ears. Now what temple of God in these words ought one to understand as being spoken of by David, since the house in Jerusalem had not yet been built, other than surely the heavenly city of God, and the Jerusalem above, whereof the temple built upon earth was an image?
Καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ, καὶ τὰ θεμέλια τῶν ὀρέων ἐταράχθησαν καὶ ἐσαλεύθησαν, ὅτι ὠργίσθη αὐτοῖς ὁ Θεός. Λευκότατα προφητεύων τὴν κατάβασιν τοῦ Κυρίου διὰ τὸν θάνατον καὶ τοὺς χειμάῤῥους τῆς ἀνομίας, διά τε τὰς ὠδῖνας τοῦ ᾅδου καὶ τὰς παγίδας τοῦ θανάτου, τὴν ἐξ οὐρανῶν κατάβασιν πεποιημένου. Ἐπὶ τῇ καταβάσει αὐτοῦ τίνα πέπρακται προδιηγεῖται λέγων· Καὶ ἐσαλεύθη καὶ ἔντρομος ἐγενήθη ἡ γῆ· ἀνθ' οὗ Ἀκύλας φησί· Καὶ ἐκινήθη καὶ ἐσείσθη ἡ γῆ. Μαρτυρεῖ δὲ τῷ λόγῳ τὸ ἔργον. Ὡς γὰρ ἐπεδήμει ὁ Υἱὸς τοῦ Θεοῦ τῇ γῇ κατὰ τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν, πάντες οἱ τὸ τῆς γῆς στοιχεῖον οἰκοῦντες ἐκινήθησαν καὶ ἐσείσθησαν· πᾶσά τε ἀκοὴ Ἑλληνική τε καὶ βάρβαρος ἐπληροῦτο τῆς περὶ αὐτοῦ φήμης. Τὰ δὲ λεγόμενα τῶν ὀρέων θεμέλια ἐταράχθησαν καὶ ἐσαλεύθησαν· ἢ κατὰ τὸν Σύμμαχον, περιετράπησαν, ὅτι ὠργίσθη αὐτοῖς. Ὄρη δὲ ἦν τὰ ὑψώματα τὰ ἐπαιρόμενα κατὰ τῆς γνώσεως τοῦ Θεοῦ, δυνάμεις τινὲς ἀντικείμεναι, αἱ τὸν μακρὸν αἰῶνα τοὺς ἐπὶ γῆς ἅπαντας ἀποπλανήσασαι διὰ τῆς πολυθέου δεισιδαιμονίας. Τούτων οὖν ὀρέων τὰ θεμέλια τουτέστι τὰ βάθη καὶ οἱ λογισμοὶ, τῆς τοῦ Κυρίου δυνάμεως αἰσθόμενα, ἐταράχθησαν, ὅτι ὠργίσθη αὐτοῖς.
And the earth was shaken and became trembling, and the foundations of the mountains were troubled and were shaken, because God was wroth with them. Most clearly prophesying the descent of the Lord, Who made His descent from heaven because of death and the torrents of iniquity, and because of the pangs of Hades and the snares of death, he narrates beforehand what things were wrought at His descent, saying: And the earth was shaken and became trembling; instead of which Aquila says: And the earth was moved and quaked. And the deed bears witness to the word. For when the Son of God sojourned upon the earth according to His incarnate coming, all who inhabit the element of earth were moved and quaked; and every hearing, both Greek and barbarian, was filled with the report concerning Him. And what are called the foundations of the mountains were troubled and were shaken; or according to Symmachus, were overturned, because He was wroth with them. Now the mountains were the heights lifted up against the knowledge of God, certain opposing powers which throughout the long age had led astray all those upon earth through polytheistic superstition. Of these mountains, therefore, the foundations—that is, their depths and reasonings—perceiving the power of the Lord, were troubled, because He was wroth with them.
Τί οὖν ἐνεργεῖ ἡ ὀργὴ κατὰ τῶν ἀποδοθέντων ὀρέιων, ἑξῆς διδάσκει λέγων· Ἀνέβη καπνὸς ἐν ὀργῇ αὐτοῦ. Ὥσπερ γὰρ δαλοῦ καιομένου ὑπὸ πυρὸς, κἄπειτα σβεννυμένου, καπνὸς ἀποδίδοται, τὸν αὐτὸν τρόπον αἱ ἀντικείμεναι δυνάμεις, πάλαι μὲν πρότερον πυρὶ παραβαλλόμεναι, τὰς τῶν ἀνθρώπων ψυχὰς κατέφλεγον καὶ ἐξέκαιον· ἐπεὶ δ' ἐσβέννυτο αὐτῶν τὸ πῦρ ὑπὸ τῆς ὀργῆς τοῦ Κυρίου, τὰ σημεῖα τῆς σβέσεως αὐτῶν ἐδήλου ὁ ἐξ αὐτῶν ἀναπεμπόμενος καπνός, Εἶθ' ἑξῆς εἴρηται· Καὶ πῦρ ἀπὸ προσώπου αὐτοῦ καταφλεγήσεται· ἄνθρακες ἀνήφθησαν ἀπ' αὐτοῦ. Ταῦτα γὰρ ὁ τοῦ Θεοῦ Υἱὸς ἐνήργει ἀφανῶς κατὰ τῶν ἀντικειμένων δυνάμεων, τὸ πῦρ αὐτὸν σβεννὺς ἑτέρῳ πυρὶ κρείττονι καὶ δυνατωτέρῳ. Διὸ λέλεκται παρὰ Μωϋσεῖ· Ὁ Θεὸς ἡμῶν πῦρ καταναλίσκον ἐστί· καὶ ἐν Ψαλμοῖς· Πῦρ ἐναντίον αὐτοῦ προπορευσεται, καὶ φλογιεῖ κύκλῳ τοὺς ἐχθροὺς αὐτοῦ· καὶ πάλιν· Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπηθήσεται· πῦρ ἐνώπιον αὐτοῦ
What then the wrath works against the mountains rendered above, he next teaches, saying: Smoke went up in His wrath. For just as when a firebrand burns with fire and afterwards is quenched, smoke is given off, in the same manner the opposing powers, formerly of old likened to fire, consumed and inflamed the souls of men; whereas when their fire was quenched by the wrath of the Lord, the smoke sent up from them manifested the signs of their quenching. Then next it has been said: And fire from His face shall blaze up; coals were kindled from Him. For these things the Son of God wrought invisibly against the opposing powers, quenching their fire with another fire better and more mighty. Wherefore it has been said in Moses: Our God is a consuming fire; and in the Psalms: Fire shall go before Him, and shall set aflame His enemies round about; and again: God shall come manifestly, our God, and shall not keep silence; fire before Him
Notes, col. 169
On the reading
Printed ὀρέιων, for ὀρέων.
Printed αὐτὸν, for αὐτῶν.
Printed προπορευσεται, for προπορεύσεται.
PG 23:172Read from the pageκαυθήσεται, καὶ κύκλῳ αὐτοῦ καταιγὶς σφόδρα. Τοῦτο δὲ καὶ αὐτὸς ὁ Σωτὴρ ἐδηλοῦτο πῦρ, λέγων· Πῦρ ἦλθον βαλεῖν ἐπὶ τὴν γῆν, καὶ τί θέλω, ει ἤδη ἀνήφθη; Ταῦτα πάντα ἐγίνετο, ἐπειδήπερ ἔκλινεν οὐρανοὺς καὶ κατέβη. Οὐχ ἕνα δὲ οὐρανὸν ἔκλινεν, ἀλλὰ τοὺς πάντας ὅσοι ποτέ εἰσιν. Ἡ γὰρ ταπείνωσις τοῦ ὕψους αὐτοῦ καὶ ἡ κένωσις τῆς θεότητος ἐδηλοῦτο διὰ τῶν εἰρημένων. Ἐμφατικώτατα γὰρ τὴν κατάβασιν αὐτοῦ, Ἔκλινεν οὐρανούς· σωματικώτερον τὴν κάθοδον αὐτοῦ σημαίνων.
shall burn, and round about Him shall be a mighty tempest. And this fire the Saviour Himself also signified, saying: I came to cast fire upon the earth, and what do I will, if already it has been kindled? All these things came to pass, seeing that He bowed the heavens and came down. And not one heaven did He bow, but all of them, how many soever there are. For the humiliation of His height and the emptying of His divinity were signified through the words spoken. For most vividly expressing His descent by the clause, He bowed the heavens, he signifies His coming down in a more bodily fashion.
Καὶ γνόφος ὑπὸ τοὺς πόδας αὐτοῦ καὶ ἐπέβη ἐπὶ χεροὺβ, καὶ ἐπετάσθη, ἐπετάσθη ἐπὶ πτερύγων ἀνέμων. Τῇ μὲν οὖν ὁμίχλῃ καὶ τῷ γνόφῳ τὸ λεληθὸς καὶ ἀπόκρυφον παρίστησι τῆς κατὰ ἄνθρωπον αὐτοῦ οἰκονομίας· ἐπάνεισι δὲ λοιπὸν ὅθεν καὶ παρῆν· εἰς οὐρανούς τε ἀνῄει καὶ μετὰ τοῦ χερουβὶμ, καὶ ἐπετάσθη· καίτοι μὴ σὺν αὐτῷ καταβάς· δίχα γὰρ τοῦ χερουβὶμ ἔκλινεν οὐρανοὺς αὐτὸς καὶ κατέβη. Ἐν δὲ τῇ ἐπανόδῳ λέλεκται· Καὶ ἐπέβη ἐπὶ χερουβὶμ καὶ ἐπετάσθη, μεθ' οὗ ἀνείληφεν σώματος. Καὶ ἐπειδὴ ἀναβαίνοντα οὕτως ἐθεώρουν αὐτὸν αἱ δυνάμεις αἱ θεῖαι, περὶ αὐτὸν γενόμεναι ἐδορυφόρουν αὐτοῦ τὴν ἄνοδον ἐπιβοῶσαι καὶ λέγουσαι· Ἄρατε τὰς πύλας, οἱ ἄρχοντες, ὑμῶν, καὶ ἐπάρθητε, πύλαι αἰώνιοι, καὶ εἰσελεύσεται ὁ βασιλεὺς τῆς δόξης. Ἐπληροῦτο δὲ ταῦτα κατὰ τὸν καιρὸν, καθ' ὃν φησιν ἡ Γραφὴ τῶν Πράξεων τῶν ἀποστόλων· Καὶ ταῦτα εἰπὼν, βλεπόντων αὐτῶν ἐπήρθη, καὶ νεφέλη ἀνέλαβεν αὐτὸν ἀπὸ τῶν ὀφθαλμῶν αὐτῶν. Καὶ ὡς ἀτενίζοντες ἦσαν εἰς τὸν οὐρανὸν πορευομένου αὐτοῦ.
And thick darkness was under His feet, and He mounted upon a cherub, and flew, He flew upon the wings of the winds. By the mist and the thick darkness, therefore, he sets forth what was hidden and secret in His dispensation according to man; and henceforth He returns whence also He had come; and He ascended into the heavens together with the cherubim also, and flew—albeit He had not come down with it; for apart from the cherubim He Himself bowed the heavens and came down. Yet in His return it has been said: And He mounted upon cherubim and flew, together with the body which He had assumed. And since the divine powers beheld Him ascending thus, gathering around Him they escorted His ascent as bodyguards, crying aloud and saying: Lift up your gates, O rulers, and be lifted up, O eternal gates, and the King of glory shall enter in. And these things were fulfilled at the season whereof the Scripture of the Acts of the Apostles says: And having said these things, while they were looking on He was lifted up, and a cloud received Him out of their sight. And while they were gazing intently into heaven as He went.
Τὴν ἀφανῆ καὶ λανθάνουσαν τοῦ Σωτῆρος διατριβὴν, ἣν σὺν ἀνθρώποις εἰσέτι καὶ νῦν ποιεῖται μετὰ τὴν ἀνάληψιν, διδάσκει λέγων· Καὶ ἔθετο σκότος ἀποκρυφὴν αὐτοῦ, κύκλῳ αὐτοῦ ἡ σκηνὴ αὐτοῦ, σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. Οὐ λανθάνει γὰρ τοὺς πάντας ὅπως σύνεστιν ἡμῖν κατὰ τὸ εἰρημένον ὑπ' αὐτοῦ· Ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας ἕως τῆς συντελείας τοῦ αἰῶνος. Σκηνὴν δὲ αὐτοῦ σημαίνει οὐχ ἑτέραν ἢ τὴν ἁγίαν Ἐκκλησίαν αὐτοῦ· ἐν ᾗ κατασκηνῶσαι ἐπηγγείλατο, εἰπών· Ὅπου δύο ἢ τρεῖς συνηγμένοι εἰσὶν εἰς τὸ ἐμὸν ὄνομα, ἐκεῖ εἰμι ἐν μέσῳ αὐτῶν. Ἐπειδὴ δὲ καὶ αἱ περὶ αὐτοῦ προφητεῖαι σκοτεινῶς εἴρηνται καὶ ἐπικεκρυμμένως, εἰκότως ἑξῆς λέγεται· Σκοτεινὸν ὕδωρ ἐν νεφέλαις ἀέρων. Ἀπὸ τῆς τηλαυγήσεως ἐνώπιον αὐτοῦ αἱ νεφέλαι διῆλθον, χάλαζα καὶ ἄνθρακες πυρός. Ὅτι γὰρ νεφέλας τοὺς προφήτας, καὶ τὸν ἐξ αὐτῶν φερόμενον ὑετὸν, δηλαδὴ τοὺς προφητικοὺς λόγους, τὸ Πνεῦμα τὸ θεῖον εἴωθεν ὀνομάζειν, διδάξει Ἠσαΐας, ἀλληγορικῶς τὸν λαὸν ἀμπελῶνα προσειπὼν, καθὰ εἴρηται, καὶ νεφέλας μηκέτι εἰς αὐτὸν ὑετὸν φερούσας.
The invisible and hidden stay of the Saviour, which He makes with men still even now after the ascension, he teaches, saying: And He made darkness His hiding-place; round about Him is His tent, dark water in clouds of the airs. For it does not escape anyone how He is present with us according to what was spoken by Him: Behold, I am with you all the days unto the consummation of the age. And by His tent he signifies none other than His holy Church; wherein He promised to pitch His tent, saying: Where two or three are gathered together unto My name, there am I in the midst of them. And since the prophecies concerning Him also have been spoken darkly and in a veiled manner, reasonably is it said next: Dark water in clouds of the airs. From the brightness before Him the clouds passed through, hail and coals of fire. For that the divine Spirit is accustomed to name the prophets clouds, and the rain borne down from them—namely, the prophetic words—Isaiah will teach, having allegorically addressed the people as a vineyard, even as has been said, and clouds no longer bringing rain unto it.
Καὶ ἐβρόντησεν ἐξ οὐρανοῦ Κύριος, καὶ ὁ Ὕψιστος ἔδωκε φωνὴν αὐτοῦ. Διδάσκει ἐν τῷ πα-
And the Lord thundered out of heaven, and the Most High gave His voice. In the pres-
Notes, col. 172