μὴν Ἀκύλας φησὶν, Ἐπὶ Φυλισταίους συνεταιρισθήσομαι· ἡ δὲ πέμπτη ἔκδοσις, Ἐπὶ τοὺς ἀλλοφύλους ἐντιμωθήσομαι· ὁ δὲ νθ' ψαλμὸς, Ἐμοὶ ἀλλόφυλοι ὑπετάγησαν. Γνώσεως δὲ Θεοῦ καὶ φιλίας καὶ ἑταιρείας καὶ ἀγάπης σημεῖον τὸ ὑποταγῆναι αὐτῷ τοὺς πάλαι ἀνυποτάκτους, καὶ ἀλλοτρίους μὲν τοῦ Θεοῦ, ὑποχειρίους δὲ δαίμοσι πονηροῖς.
Aquila says, "With the Philistines I shall be made a companion"; and the fifth edition, "Among the foreigners I shall be honoured"; and the 59th psalm, "The foreigners have been subjected to Me." It is a sign of knowledge of God and of friendship and companionship and love that those who of old were unsubjected, strangers to God and subject to wicked demons, are subjected to Him.
Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη. Ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Συνήθως καὶ ἐν τούτῳ ἀντὶ τοῦ, εἰς τὸ τέλος, ὁ μὲν Ἀκύλας, τῷ νικοποιῷ, ἐκδέδωκεν· ὁ δὲ Σύμμαχος ἐπινίκιον εἴρηκε· μονονουχὶ διδάσκοντος ἡμᾶς τοῦ ἁγίου Πνεύματος, ὅτι δὴ ἐπὶ τοῖς ἐπινικίοις τοῦ Σωτῆρος ἡμῶν, καὶ τοῖς κατὰ τοῦ θανάτου τροπαίοις, καὶ τὰς παρούσας φωνὰς ἐγκαταλέγειν προσήκει, ἐν αἷς ὁ ἀνθρώπινος αὐτοῦ παρίσταται βίος, καὶ ἡ ὑπομονὴ τῶν παθημάτων. Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς· ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη. Ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Ὁ παρὼν ψαλμὸς ἀναφέρεται εἰς πρόσωπον τοῦ Χριστοῦ, τὰ πάθη περιέχων αὐτοῦ. Μαρτυρεῖ δὲ τῷ λόγῳ ἡ Γραφὴ τῶν Πράξεων τῶν ἀποστόλων, ἔνθα ὁ Πέτρος, τῆς τοῦ προδότου Ἰούδα ἐκπτώσεως μνημονεύσας, καὶ παραινέσας ἕτερον δεῖν παραληφθῆναι εἰς τὸν τῶν ιβ' ἀποστόλων ἀριθμὸν, μαρτυρίᾳ κέχρηται προφητικῇ ἐν τῷ προκειμένῳ ψαλμῷ φασκούσῃ· Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λάβοι ἕτερος· ὥστε κατὰ τὴν Πέτρου διδασκαλίαν περὶ τοῦ Ἰούδα αὐτὴν ταύτην εἰρῆσθαι τὴν φωνὴν, καὶ τὰς λοιπὰς ἐν τῷ ψαλμῷ φερομένας. Ὁ τοίνυν Σωτὴρ διὰ τῶν προκειμένων ἀρχόμενος ἀνθρωπίνως, ὡς γενόμενος ἄνθρωπος, μείνας δὲ Θεὸς, ὅπερ ἦν, ἱκετεύει τὸν ἑαυτοῦ Πατέρα μὴ κατορθῶσαι τοὺς ἐπιβουλεύοντας τῇ ἑαυτοῦ σπουδῇ. Σπουδὴ δὲ αὐτοῦ πᾶσα ἦν σβέσαι μὲν ἐξ ἀνθρώπων πᾶσαν εἰδωλολατρείαν, αἴνεσιν δὲ τῷ Πατρὶ καταστήσασθαι ἐπὶ τῆς γῆς· ὃ δὴ ἐν ἑτέροις διδάσκει λέγων· Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε. Οἱ δὲ εἰς θάνατον αὐτῷ ἐπιβουλεύοντες κατασιγάσαι ταύτην αὐτὴν τὴν αἴνεσιν καὶ κατασιωπῆσαι σπουδὴν ἐποιοῦντο. Ἀλλὰ σὺ, φησὶν, ὦ Πάτερ, μὴ συγχωρήσῃς ἀποσιωπηθῆναι τὴν αἴνεσίν μου, τὴν εἰς τὴν σὴν τιμὴν καὶ δόξαν σπουδαζομένην. Ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη. Στόμα δὲ ἁμαρτωλοῦ καὶ στόμα δολίου μάλιστα μὲν καὶ πᾶν τὸ τῶν Φαρισαίων καὶ Γραμματέων ἐτύγχανε, τῶν μεθ' ὑποκρίσεως αὐτὸν Διδάσκαλον καὶ Ῥαββὶ ἀποκαλούντων, ἐξαιρέτως δὲ τοῦ Ἰούδα, ὃς τὸν ἑαυτοῦ Σωτῆρα καὶ Κύριον φιλήματι προεδίδου.
"O God, do not pass over my praise in silence; for the mouth of the sinner and the mouth of the deceitful has been opened against me. They spoke against me with a deceitful tongue, and they encircled me with words of hatred, and fought against me without cause." Here too, as usual, in place of "for the end," Aquila rendered "for the victor," and Symmachus said "a song of victory"; as if the Holy Spirit were teaching us that among the victory songs of our Saviour and His trophies over death it is fitting to number the present sayings as well, in which His human life and His endurance of sufferings are set forth. "O God, do not pass over my praise in silence; for the mouth of the sinner and the mouth of the deceitful has been opened against me. They spoke against me with a deceitful tongue, and they encircled me with words of hatred, and fought against me without cause." The present psalm is referred to the person of Christ, containing His sufferings. The Scripture of the Acts of the Apostles bears witness to the word, where Peter, recalling the fall of the traitor Judas and urging that another must be taken into the number of the twelve apostles, uses the prophetic testimony in the psalm before us, which says: "Let his homestead become desolate, and let there be no one to dwell in it; and let another take his office"; so that, according to Peter's teaching, this very saying, and the others found in the psalm, were spoken about Judas. The Saviour, then, beginning with these words in a human way, as having become man, while remaining God, which He was, beseeches His Father that those plotting against His own zeal should not succeed. And His whole zeal was to quench all idolatry among men, and to establish the praise of the Father on earth; which He teaches elsewhere, saying: "I will declare Your name to my brothers; in the midst of the Church I will hymn You." But those who were plotting His death were eager to silence this very praise and to suppress it. But You, He says, O Father, do not allow my praise, which is zealously pursued for Your honour and glory, to be silenced. "For the mouth of the sinner and the mouth of the deceitful has been opened against me." And the mouth of the sinner and the mouth of the deceitful was above all the whole [body] of the Pharisees and Scribes, who hypocritically called Him Teacher and Rabbi, and especially Judas, who betrayed his own Saviour and Lord with a kiss.