λογισμῶν, ὧν διπλοῦν ἐστι τὸ τάγμα· οἱ μὲν γὰρ μοχθηροί εἰσι, φόνοι, μοιχεῖαι, κλοπαί· οἱ δὲ ἀστεῖοι καὶ σωτήριοι, φιλανθρωπία, σωφροσύνη, τὸ κοινωνικόν. Ὧ τοίνυν πάντα τὰ ἐντὸς κατώρθωται εἰς ἑτοιμότητα τοῦ εὐλογεῖν τὸ ὄνομα τοῦ Θεοῦ τὸ ἅγιον, οὗτος καλῶς συμπαραλαμβάνει τὴν ἔνδον διάθεσιν εἰς τὴν τοῦ Θεοῦ εὐχαριστίαν, καὶ πάντα τὰ ἐντὸς καθιερο⟨ῖ⟩ καὶ πάσας τῆς ψυχῆς τὰς δυνάμεις, καὶ πάντα λογισμὸν εἰς τὸν θεῖον ὕμνον ἀνακινεῖ· ἐντὸς γὰρ ἐκάλεσε τοὺς λογισμοὺς καὶ τὰς ἐνθυμήσεις, καὶ πάντα τῆς ψυχῆς τὰ κινήματα καὶ τὰς διαφόρους δυνάμεις αὐτῆς, τὴν νοητικὴν, τὴν διανοητικὴν, τὴν βλεπτικὴν, τὴν ὁρμητικὴν, τὴν φανταστικὴν, τὴν μνημονευτικὴν, τὰς ἑτέρας· πολλαὶ γὰρ δυνάμεις καὶ διάφορα κινήματα ἐν τῇ ψυχῇ· καθ' ἃ ποτὲ μὲν σπουδαῖόν τι διανοούμεθα, ποτὲ δὲ ἐπιθυμοῦμεν, ποτὲ δὲ ἐπιθυμούμεθα (1), ποτὲ δὲ κρίνομεν· καὶ ἄλλοτε μὲν ἐφιέμεθά τινων, ἄλλοτε δὲ ἀποστρεφόμεθα· καὶ πάλιν ἄλλοτε μὲν ὁρμῶμεν, ἄλλοτε δὲ ἐκκλίνομεν, καὶ ποτὲ μὲν διακείμεθα λυπηρῶς, ποτὲ δὲ εὐμενεῖς ἐσμεν καὶ φαιδροὶ καὶ ἀνειμένοι. Πάσας οὖν ὁμοῦ τὰς τοιαύτας τῆς ψυχῆς δυνάμεις προτρέπει τὸ θεῖον Πνεῦμα εὐλογεῖν τὸν Κύριον. Εἰ δὲ καὶ σωματικώτερον βουληθείη τις ἐκλαβεῖν τὸν λόγον, εἴπ⟨οι⟩ ἂν, ἐπειδὴ καὶ τοῦ σώματος τοῦ ἡμετέρου πάντα τὰ ἐντὸς ἔγκατά τε καὶ σπλάγχνα βαθυτάτῃ Θεοῦ σοφίᾳ κατεσκεύασται, ὡς μηδὲν ἄχρηστον εἶναι τῶν ἐν ἡμῖν, συμβάλλεσθαι δὲ τῇ τοῦ Θεοῦ δοξολογίᾳ τε καὶ εὐλογίᾳ τὴν ὁμοῦ πάντων πρὸς ἄλληλα συμφωνίαν τε καὶ ἁρμονίαν, εἰκότως καὶ ταῦτα ἐπὶ τὴν τοῦ Θεοῦ εὐλογίαν κέκληται. Εἰ μέντοι τὴν ψυχὴν αὐτὴν σωματοειδῶς ὁ λόγος πλάττει, καὶ μέρη σωματικὰ τῇ ἀμερεῖ περιπλάττει, ἑτέρως νοήσομεν ἐπ' αὐτῇ τὰ περιτιθέμενα μέρη τῇ ἀμερείᾳ τῇ κατὰ ψυχὴν, οἰκείως κεφαλὴν μὲν τὸν νοῦν, αὐχένα δὲ τὴν δόξαν ὡς ἐν μέσῳ λογικοῦ καὶ ἀλόγου· στῆθος τὸν θυμὸν, γαστέρα τὴν ἐπιθυμίαν, τοῖς τῶν μερῶν ὀνόμασι συμβόλοις τῶν δυνάμεων χρώμενοι.
thoughts, of which the order is twofold; for some are wicked, murders, adulteries, thefts; others are seemly and saving, love of mankind, temperance, the spirit of fellowship. He, then, in whom all the things within have been set right in readiness to bless the holy name of God, does well to take along his inward disposition into the thanksgiving to God, and he consecrates all the things within and all the powers of the soul, and stirs every thought to the divine hymn; for he called "within" the thoughts and the reflections, and all the movements of the soul and its various powers, the intellective, the discursive, the seeing, the impulsive, the imaginative, the remembering, and the others; for there are many powers and various movements in the soul, according to which at one time we think of something earnest, at another we desire, at another we are desired (1), at another we judge; and at one time we long for certain things, at another we turn away from them; and again at one time we press forward, at another we draw back, and at one time we are in a grievous state, at another we are well-disposed and cheerful and at ease. All such powers of the soul together, then, the divine Spirit urges to bless the Lord. But if one should wish to take the saying more bodily, he might say that, since all the inner parts of our body too, the entrails and the bowels, have been constructed by the deepest wisdom of God, so that nothing of what is in us is useless, and since the concord and harmony of all of them together with one another contributes to the glorification and blessing of God, these too are fittingly called to the blessing of God. If, however, the saying fashions the soul itself after the manner of a body, and moulds bodily parts around what is without parts, we shall understand in another way the parts attributed to the partless nature of the soul, fittingly taking the head as the mind, the neck as opinion, as being in the middle between the rational and the irrational, the breast as anger, the belly as desire, using the names of the parts as symbols of the powers.
Εὐλόγει, ἡ ψυχή μου, τὸν Κύριον, καὶ μὴ ἐπιλανθάνου τὰς ἀνταποδόσεις αὐτοῦ. Τὸν εὐιλατεύοντα πάσαις ταῖς ἀνομίαις σου, τὸν ἰώμενον πάσας τὰς νόσους σου, τὸν λυτρούμενον ἐκ φθορᾶς τὴν ζωήν σου, τὸν στεφανοῦντά σε ἐν ἐλέει καὶ οἰκτιρμοῖς. Αὗταί εἰσιν αἱ περὶ ἡμᾶς ἀνταποδόσεις τοῦ Θεοῦ· Πρῶτον ἱλασμὸν ἔδειξε τῶν ἡμετέρων ἁμαρτιῶν, ἃς ἐν πλάνη καὶ εἰδωλολατρείᾳ διεπραξάμεθα· καὶ ἵλεως ἑκάστη τούτων ἐγένετο, προλαβὼν πᾶσαν ἱκετηρίαν καὶ τὴν ἄφεσιν δοὺς διὰ τοῦ ἱλασμοῦ αὐτοῦ, ὅς ἐστι Χριστός· δεύτερον δὲ, ἐπειδὴ καὶ μετὰ τὴν ἄφεσιν συνέβη σε νοσεῖν, ὦ ψυχὴ, ὑπολισθήσασαν τοῖς ἀνθρωπίνοις πάθεσι, καὶ ταύτας τὰς νόσους ὁ Σωτὴρ καὶ λογικοῖς καὶ σωτηρίοις φαρμάκοις, τοῖς ἐν ταῖς θείαις αὐτοῦ Γραφαῖς καταβεβλημένοις, ἐθεράπευσε· τρίτον ἐπὶ τούτοις τὴν ζωήν σου μέλλουσαν χωρεῖν εἰς φθορὰν, καὶ καταπίνεσθαι ὑπὸ τοῦ θανάτου, κατὰ τὸ, Ψυχὴ ἡ ἁμαρτοῦσα, αὐτὴ ἀποθανεῖται, ἀκόλουθα τῷ
"Bless the Lord, O my soul, and forget not His recompenses. Who is gracious to all thine iniquities, who heals all thy diseases, who redeems thy life from corruption, who crowns thee with mercy and compassion." These are God's recompenses towards us: first, He showed propitiation for our sins, which we committed in error and idolatry; and He became merciful to each of them, anticipating every supplication and giving forgiveness through His propitiation, which is Christ; secondly, since even after the forgiveness it happened that thou, O soul, didst fall sick, having slipped into human passions, the Saviour healed these diseases too with rational and saving remedies, those laid down in His divine Scriptures; thirdly, besides these, thy life, which was about to pass into corruption and to be swallowed up by death, according to the saying, "The soul that sins, it shall die," in keeping with the