Migne Reading Room

PG 23 · cols. 1273–1284 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:1273Read from the page
φεύξονται, ἀπὸ φωνῆς βροντῆς σου δειλιάσουσιν. Ἀναβαίνουσιν ὄρη, καὶ καταβαίνουσι πεδία εἰς τόπον ὃν ἐθεμελίωσας αὐτοῖς. Ὅριον ἔθου, ὃ οὐ παρελεύσονται, οὐδὲ ἐπιστρέψουσι καλύψαι τὴν γῆν. Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνὰ μέσον τῶν ὀρέων διελεύσονται ὕδατα. Ποτιοῦσι πάντα τὰ θηρία τοῦ ἀγροῦ, προσδέξονται ὄναγροι εἰς δίψαν αὐτῶν. Ἐπ' αὐτὰ τὰ πετεινὰ τοῦ οὐρανοῦ κατασκηνώσει, ἐκ μέσου τῶν πετρῶν δώσουσι φωνήν. Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων αὐτοῦ. Ἐπεὶ καὶ ἀρχόμενος ἔλεγεν· Ὁ στεγάζων ἐν ὕδατι τὰ ὑπερῷα αὐτοῦ· νῦν φησι· Ποτίζων ὄρη ἐκ τῶν ὑπερῴων σου· εἰ μή τῳ φίλον ὑπερῷα τοῦ Θεοῦ ὡς παρ' αὐτοῦ πεποιημένα τὸν ἀέρα νοεῖν, τοῖς νέφεσι περιβαλλόμενον. Ποτίζει τοιγαροῦν ὁ Θεὸς τὰ ὄρη καὶ τὰ ἐν τούτοις πεδία τήν τε λοιπὴν σύμπασαν γῆν οὐχ ἀπὸ τῶν ταῖς φάραγξι πηγῶν, οὐδ' ἀπὸ τῶν φερομένων κατὰ γῆς ποταμῶν, ἀλλ' ἀπὸ τῶν ὑπερῴων αὐτοῦ ἄνωθεν ἀφ' ὕψους τοὺς αὐτάρκεις καὶ μεμετρημένους ἐπιχορηγῶν ὑετούς. Ὑπερῷα δὲ Θεοῦ τὸν ἀέρα καλεῖ, καθάπερ ἐπὶ μιᾶς οἰκίας τοῦ παντὸς κόσμου. Ὄρη μέν εἰσιν οἱ πνευματοφόροι ἄνδρες· ποτίζονται δὲ ἐκ τῶν ὑπερῴων αὐτοῦ τοῦ Θεοῦ, πληρούμενοι τῶν τοῦ Πνεύματος χαρισμάτων, λόγου σοφίας καὶ τῶν ἑξῆς ἀπηριθμημένων. Ὑπερῷα δὲ Θεοῦ, ἀφ' ὧν τὰ ὄρη ποτίζει, ἀκραιφνεῖς καὶ ὑπερβάλλουσαι θεωρίαι τῆς ἀληθείας τυγχάνουσι, ὑπερῷα καλούμεναι, τῷ μηδὲν αὐτὰς ὑπεραναβεβηκέναι. Ἀπὸ καρποῦ τῶν ἔργων σου χορτασθήσεται ἡ γῆ. Αὐτὸς γὰρ εἶπε· Βλαστησάτω ἡ γῆ βοτάνην χόρτου, καὶ ξύλον κάρπιμον ποιοῦν καρπὸν, καὶ τὰ ἑξῆς. Ἐκ τῶν Ἰησοῦ κατὰ τὴν οἰκονομίαν ἔργων, πολὺν καρπὸν ἐχόντων, ἅπασα ἡ γῆ χορτάζεται, μεταλαμβάνουσα τῶν οὕτω παραδόξως ὑπὸ Ἰησοῦ γεγενημένων· οὗτος γὰρ καρπὸς τῶν ἔργων αὐτοῦ τυγχάνει. Καὶ ὁ λόγος δὲ ὁ περὶ τῶν ἔργων τῆς δημιουργίας καὶ προνοίας αὐτοῦ νοηθεὶς, οἷα καρπὸς ἔργων Θεοῦ τυγχάνων, χορτάσει τὴν γῆν· φημὶ δὴ τοὺς ἐπὶ τῆς γῆς διατρίβοντας ἀνθρώπους.
shall flee, at the voice of Thy thunder they shall be afraid. Mountains go up, and plains go down to the place which Thou hast founded for them. Thou hast set a bound which they shall not pass, nor shall they turn back to cover the earth. He who sends forth springs in the ravines; between the mountains waters shall pass through. They shall give drink to all the beasts of the field; wild asses shall wait for them in their thirst. By them the birds of the heaven shall dwell; from the midst of the rocks they shall utter a voice. Watering the mountains from His upper chambers." Since at the beginning too he said: "Who roofs His upper chambers with water," now he says: "Watering the mountains from Thy upper chambers"; unless someone prefers to understand by the upper chambers of God the air, as made by Him, surrounded by the clouds. God, then, waters the mountains and the plains among them and all the rest of the earth, not from the springs in the ravines, nor from the rivers flowing over the earth, but from His upper chambers, from on high above, supplying sufficient and measured rains. He calls the air the upper chambers of God, as of the one house of the whole world. The mountains are the Spirit-bearing men; and they are watered from the upper chambers of God Himself, being filled with the gifts of the Spirit, the word of wisdom and those enumerated next. And the upper chambers of God, from which He waters the mountains, are the pure and surpassing contemplations of the truth, called upper chambers because nothing has gone up above them. "The earth shall be satisfied with the fruit of Thy works." For He Himself said: "Let the earth bring forth the herb of grass, and the fruit-bearing tree yielding fruit," and what follows. From the works of Jesus in the dispensation, which have much fruit, the whole earth is satisfied, partaking of the things so wonderfully done by Jesus; for this is the fruit of His works. And the word too concerning the works of His creation and providence, when understood, being as it were the fruit of God's works, shall satisfy the earth: I mean the men who dwell on the earth.
Ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων, τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς· καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου, καὶ τὰ ἑξῆς. Εἶπεν, ὅτι ἀπὸ τοῦ ὑετοῦ κτᾶται πλησμονὴν ἡ γῆ, τοῦ Θεοῦ ἐργαζομένου τὴν ἐκ θαλάσσης τῶν ὑδάτων ἀναγωγήν. Εἶτα τὴν ἐντεῦθεν ὑποδείκνυσιν ὠφέλειαν, ὅτι πιανθεῖσα ἐκ τῆς τῶν ὑδάτων χορηγίας ἡ γῆ, ἐξανατέλλει τοῖς ἀπ' αὐτῆς ἅπασι τὰς προσφόρους τροφάς· ἀνθρώπῳ μὲν εὐγενεῖ ζώῳ, καὶ ὑπὸ τοῦ Θεοῦ τετιμημένῳ, ἐξαίρετον καὶ ἀφωρισμένην τροφὴν, ἄρτον, καὶ οἶνον καὶ ἔλαιον· ἄρτον μὲν ἐπὶ τῷ στηρίζεσθαι καὶ δυναμοῦσθαι τὴν καρδίαν, οἶνον δὲ ἐπὶ τῷ κατευφραίνεσθαι τὴν ψυχὴν, ἔλαιον δὲ ἐπὶ τῷ φαιδρύνεσθαι τὸ σῶμα, καὶ ἀπαλύνεσθαι θεραπευόμενον ἐκ τῆς ἐπιπόνου σκληραγωγίας. Οὕτως αὐτῷ πλουσίαν καὶ ἐκ πλειόνων τράπεζαν εἰς ἀπόλαυσιν οἷα πατὴρ ὁ Θεὸς ἐδωρήσατο. Οὐ μὴν καὶ τῆς τῶν λοιπῶν ζώων κατωλιγώρησεν ἐπιμελείας· φροντίζων δὲ καὶ τῆς τούτων διαμονῆς τὴν ἁρμόζουσαν
"Who makes grass spring up for the cattle, and green herb for the service of men, to bring forth bread out of the earth; and wine gladdens the heart of man," and what follows. He said that the earth acquires its fullness from the rain, God working the drawing up of the waters from the sea. Then he shows the benefit that comes from this, that the earth, enriched by the supply of the waters, makes the suitable foods spring up for all that come from it: for man, a noble living being and honoured by God, a select and set-apart food, bread, and wine and oil: bread to strengthen and give power to the heart, wine to gladden the soul, oil to make the body shine, and to soften it, tending it after laborious hardship. So God, as a father, has given him a rich table made from many things for his enjoyment. Yet He did not neglect the care of the other living beings either; but, taking thought also for their survival, the fitting
PG 23:1276Read from the page
καὶ τούτοις ἀπένειμε τροφήν· χόρτον μὲν τοῖς κτήνεσι, τῇ δὲ δουλείᾳ τῶν ἀνθρώπων χλόην ἐξανατείλας. Σφόδρα δὲ ἀκριβῶς ὁ προφήτης τὴν τῶν ζώων πεποίηται διαίρεσιν· κτήνη μὲν γενικῶς πᾶν τὸ ποηφάγον ζῶον, δουλείαν δὲ ἀνθρώπων τὰ ἥμερα καὶ ὥσπερ πολιτικὰ ζῶα τὰ εἰς ὑπηρεσίαν ἀνθρώπων ἀφωρισμένα, ὧν τὰ μὲν ἀροῖ τὴν γῆν συνεργοῦντα ἀνθρώπῳ, ὡς βοῦς· τὰ δὲ ἀχθοφορεῖ, ὡς ὄνος· τὰ δὲ ἄλλην τινὰ χρῆσιν τῷ θνητῷ γένει παρέχεται· ἃ οἰκείως καὶ προσφυῶς δουλείαν ἀνθρώπων ὠνόμασεν, οἷς τὴν χλόην δεδόσθαι φησὶ, τουτέστι τὴν ὑπ' ἀνθρώπων σπαρεῖσαν καὶ γεωργηθεῖσαν· τοῖς δὲ ἄλλοις κτήνεσι, τὸν αὐτομάτως βλαστῶντα χόρτον. Δύναται δὲ καὶ ἀμφότερα ἥ τε χλόη καὶ ὁ χόρτος, ὁμοῦ καὶ τοῖς κτήνεσι καὶ τῇ δουλείᾳ τῶν ἀνθρώπων δεδόσθαι. Οὔτε δὲ θηρίων ἐν τούτοις, οὔτε ἑρπετῶν ἐμνημόνευσε, διὰ τὸ ἑτέρᾳ κεχρῆσθαι ταῦτα τροφῇ· τὰ μὲν γάρ ἐστι σαρκοβόρα· τὰ δὲ ἑρπετὰ, αὐτῇ τῇ γῇ κέχρηται τροφῇ.
and to these He allotted food, making grass spring up for the cattle, and green herb for the service of men. And the prophet has made the division of the living beings very precisely: by cattle he means in general every grass-eating animal, and by the service of men the tame and, as it were, domesticated animals set apart for the service of men, of which some plough the earth, working together with man, like the ox; others carry burdens, like the ass; and others provide some other use to the mortal race; these he fittingly and aptly named the service of men, to whom he says the green herb is given, that is, the herb sown and cultivated by men; and to the other cattle the grass that springs up of itself. But both, the green herb and the grass, can also be given together both to the cattle and to the service of men. But he made no mention here either of wild beasts or of reptiles, because these use another food; for the former are carnivorous, and the reptiles use the earth itself as food.
Ὅρα δὲ κύκλῳ περιϊόντα τὸν λόγον καὶ τὰ σαφέστερα παρατρέχοντα, ἐμφιλοχωροῦντα δὲ τοῖς παρὰ τῶν πολλῶν ἀντιλεγομένοις, καὶ τῶν ἀλόγων οὐκ ἀφιστάμενον, καὶ τῆς χρείας αὐτῶν καὶ τῆς ὑπηρεσίας. Ποιεῖ δὲ τοῦτο διὰ δύο ταῦτα· δι' ἓν μὲν, ἵνα ἐκ περιουσίας ἐπιστομίσῃ τὴν ἀναισχυντίαν τῶν λεγόντων εἶναί τι περιττὸν ἐν τῷ κόσμῳ καὶ ἄχρηστον· δι' ἕτερον δὲ, ἵνα δείξῃ ὅση τῷ Θεῷ τῶν ἀνθρώπων ἡ κηδεμονία, ὅπου γε τῶν δι' ἐκείνους γενομένων τοσοῦτον ποιεῖται λόγον. Τί ταύτης ἴσον γένοιτ' ἂν τῆς κηδεμονίας, ὅταν καὶ τὰ δουλεύοντα ἡμῖν οὕτω τρέφῃ, καὶ μὴ συγχωρῇ πονεῖσθαι περὶ πάντα; Οὔτε γὰρ εἴασε τὸν ἄνθρωπον, οὔτε βαρύνει τοῖς πόνοις αὐτὸν, ποικίλλων αὐτοῦ τὴν σωτηρίαν. Ἐνταῦθα καλὸν εἰπεῖν πρὸς τὸν τοὺς ὁμογενεῖς καταδουλούμενον· μία δουλεία τῶν ἀνθρώπων τὰ ἄλογα· σὺ δὲ ταῦτα ὀλιγωρεῖς διὰ τὴν φύσιν δουλείας καὶ κυριότητος σχίσας αὐτὴν ἑαυτῇ δουλεύειν καὶ ἑαυτῇ κυριεύειν ἐποίησας. Τὸν καθ' ὁμοιότητα Θεοῦ ὄντα καὶ πάσης γῆς ἄρχοντα τίς ὁ ἀπεμπολῶν; τίς ὁ ὠνούμενος; μόνου Θεοῦ τὸ δυνηθῆναι τοῦτο, μᾶλλον δὲ οὐδὲ αὐτοῦ τοῦ Θεοῦ· ἀμεταμέλητα γὰρ αὐτοῦ τὰ χαρίσματα. Εἰ δὲ ὁ Θεὸς οὐ δουλοῖ τὸ ἐλεύθερον, τίς ὁ ὑπερτιθεὶς τοῦ Θεοῦ τὴν ἑαυτοῦ δυναστείαν; Πλὴν ἀρκεῖ δουλεύειν τοῖς ἐλευθέροις, καὶ τοσοῦτον εἶναι τὸ διάφορον, ὥστε τοῦ αὐτοῦ χοὸς τὸ μὲν κρατεῖν, τὸ δὲ ἄρχεσθαι. Μὴ βαρυνέσθω δὲ ὁ ζυγὸς, μηδὲ τῆς πρώτης ἡμῶν ἁμαρτίας τὸ ἐπιτίμιον. Ἐξανατέλλει δὲ ἐν τούτοις ὑπερφυέσι καὶ ὑψηλοτάτοις λόγοις αὐτοῦ ὄρεσιν οὖσι χόρτον· ὃν φέρεσθαι τροφὴν οἷοί τέ εἰσιν οἱ ἀλογώτεροι. Ἔστι δὲ ὁ ἐν τούτοις τοῖς ὄρεσι χόρτος ὁ περὶ τῶν αἰσθητῶν λόγος καὶ τὸ γράμμα τῆς Γραφῆς· ἀλλὰ καὶ ὁ ἠθικώτερος, οὗ μεταλαβεῖν καὶ οἱ πολλοὶ δυνήσονται, ἑκάστου τῶν τοιούτων λέγοντος· Κύριος ποιμαίνει με, καὶ οὐδέν με ὑστερήσει· εἰς τόπον χλόης ἐκεῖ με κατεσκήνωσεν· ἐπὶ ὕδατος ἀναπαύσεως ἐξέθρεψέ με. Ὑπερβάντες δέ ποτε τὴν τοιαύτην κατάστασιν, οὐκέτι ἐν δουλείᾳ τῶν ἀνθρώπων ὄντες, ἀλλ' ἄνθρωποι γεγενημένοι, ἐροῦσι πάλιν ἕκαστος· Ἡτοίμασας ἐνώπιόν μου τράπεζαν ἐξεναντίας τῶν θλι-
See how the discourse goes round in a circle and passes over the clearer things, but lingers on the things disputed by the many, and does not keep away from the irrational animals, from their use and their service. And it does this for these two reasons: for one, that it may abundantly stop the shamelessness of those who say that there is something superfluous and useless in the world; and for the other, that it may show how great is God's care for men, seeing that He takes so much account of the things made for their sake. What could be equal to this care, when He feeds even the things that serve us in this way, and does not allow us to toil over everything? For He neither left man alone, nor does He weigh him down with toils, varying the means of his preservation. Here it is good to say to the man who enslaves those of his own race: the irrational animals are the one service of men; but thou neglectest them and, splitting nature into slavery and lordship, hast made it serve itself and lord it over itself. Who is he that sells the one who is in the likeness of God and ruler of the whole earth? Who is he that buys him? To God alone would this be possible, or rather not even to God Himself; for His gifts are without repentance. But if God does not enslave what is free, who is he that sets his own power above God's? Yet it is enough to serve the free, and for the difference to be so great that of the same dust one part rules and the other is ruled. But let not the yoke be made heavy, nor the penalty of our first sin. And He makes grass spring up on these mountains, which are His surpassing and most lofty words; grass which the more irrational are able to take as food. The grass on these mountains is the word concerning perceptible things and the letter of Scripture; and also the more moral sense, of which the many too will be able to partake, each of such men saying: "The Lord shepherds me, and I shall lack nothing; in a place of green pasture, there He has made me dwell; beside the water of rest He has nourished me." But when at some time they have passed beyond such a state, being no longer in the service of men, but having become men, each will say again: "Thou hast prepared a table before me in the presence of those who af-
PG 23:1277Read from the page
βόντων με· ἐλίπανας ἐν ἐλαίῳ τὴν κεφαλήν μου, καὶ τὸ ποτήριόν μου μεθύσκον ὡς κράτιστον. Καὶ τὸ ἔλεός σου καταδιώξεταί με πάσας τὰς ἡμέρας τῆς ζωῆς μου, καὶ τὸ κατοικεῖν με ἐν οἴκῳ Κυρίου εἰς μακρότητα ἡμερῶν.
-flict me; Thou hast anointed my head with oil, and my cup that inebriates, how excellent it is. And Thy mercy shall follow me all the days of my life, and my dwelling in the house of the Lord for length of days."
Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου· τοῦ ἱλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Ἄξιον ἐνταῦθα ζητῆσαι τίνος χάριν εἰπὼν ὁ Δαυῒδ, ὁ ἐξανατέλλων χόρτον τοῖς κτήνεσιν, ἐπήγαγε· Τοῦ ἐξαγαγεῖν ἄρτον ἐκ τῆς γῆς, ἀπὸ τοῦ σίτου δηλαδὴ κατασκευαζόμενον. Τί ποτέ ἐστιν ὅπερ αἰνίξασθαι βούλεται; Ὅτι τὸ αὐτὸ σπέρμα κοινὴ γίνεται ἐδωδὴ καὶ ἀλόγοις καὶ ἀνθρώποις, οὐ κατὰ τὸ αὐτό. Καὶ τοῦτο δὲ τῆς τοῦ Θεοῦ σοφίας. Σκόπει δέ· Καταβάλλεται σῖτος, τέως μὲν ἀνθρώπων ἐστὶ τροφὴ μόνον· ἐπειδὰν δὲ βλαστάνῃ, ἄνεισι καὶ τὴν τῶν ἀλόγων ἔχων τροφήν. Ὥσπερ γὰρ αὐτὸ τὸ εἶναι δι' ἡμᾶς ἔλαβε τὰ ζῶα, οὕτω καὶ ἡ τροφὴ αὐτῶν ἐκ τῆς ἡμετέρας τροφῆς ἔχει τὴν ἀρχήν. Ἡ γὰρ χλόη διὰ τοῦτο προηγουμένως γέγονεν, ἵνα τὸν σῖτον διατηρῇ. Εἶδες οὖν τὰ ἄλογα οὐ μόνον ἡμῖν δουλεύοντα, ἀλλὰ καὶ τὴν τροφὴν τῶν ἀλόγων τῇ ἡμετέρᾳ τροφῇ ὑπηρετουμένην, καὶ τῇ τάξει πάλιν τὸ αὐτὸ τοῦτο μιμουμένην. Ὥσπερ γὰρ πρότερον ἄλογα, καὶ τότε ἄνθρωπος, ἐπειδὴ διὰ τὸν ἄνθρωπον τὰ ἄλογα· οὕτω καὶ πρῶτον χλόη, καὶ τότε σῖτος ἐν τῇ βλάστῃ, ἐπειδὴ διὰ τὸν σῖτον ἡ χλόη. Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Οὐ πᾶς, ἢ μόνος ὁ τὴν γένεσιν ἔχων ἐκ τοῦ εἰπόντος· Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινή. Ἀλλ' ἐπεὶ τὰ αἰσθητὰ πάντα γῆ διὰ τὸ ὑλικὸν ὀνομάζεται, εἰς τοῦτον δὲ λαβεῖν ἔστι λόγον ἀναβιβάζοντα διά τινος ἀναλογίας ἐπὶ τὰ νοητά· καὶ οὗτος ὁ λόγος ἄρτος ἐστὶν ἐκ τῆς γῆς ἐξαγόμενος, ἐπὶ τὸ τρέφειν τὸν ἔνδον καὶ ἐν κρυπτῷ ἄνθρωπον, καὶ ἀπὸ τῶν σωματικῶν δὲ τῆς γραφῆς διηγημάτων διὰ τὸ ἱστορικὸν γῆ εἰρημένον. Ἄρτος ἐξαγόμενος ὁ μυστικός ἐστι λόγος. Τοῦ ἐξιλαρῦναι πρόσωπον ἐν ἐλαίῳ, καὶ ἄρτος καρδίαν ἀνθρώπου στηρίζει. Ἱλαρύνεται δὲ καὶ φαιδρύνεται τὸ πρόσωπον τοῦ ἔσω ἀνθρώπου ἐλαίῳ τῷ θρεπτικῷ τοῦ θείου φωτὸς, καὶ λύοντι τὰς νόσους καὶ τοὺς πόνους τῆς ψυχῆς, ἐπινοίᾳ μόνῃ διαφέρον τοῦ ἀποδοθέντος οἴνου. Ὁ γὰρ τοῦ Θεοῦ λόγος ὥσπερ ἄμπελος, οὕτω καὶ ἐλαία ἐστίν· Ἐγὼ, φησὶν, ὡσεὶ ἐλαία κατάκαρπος ἐν τῷ οἴκῳ τοῦ Θεοῦ. Ἡ γὰρ αὐτοῦ διδασκαλία κατὰ διάφορον σχέσιν οἶνός τε καὶ ἔλαιόν ἐστι καὶ ἄρτος.
"To bring forth bread out of the earth, and wine gladdens the heart of man; to make the face cheerful with oil, and bread strengthens the heart of man." It is worth asking here why David, having said, "who makes grass spring up for the cattle," added: "to bring forth bread out of the earth," bread, that is, prepared from the wheat. What is it that he wishes to hint at? That the same seed becomes common food both for irrational animals and for men, but not in the same way. And this too belongs to the wisdom of God. Consider: wheat is sown; for a while it is the food of men alone; but when it sprouts, it comes up bearing the food of the irrational animals as well. For just as the living beings received their very being for our sake, so their food too has its beginning from our food. For the green blade came into being first for this purpose, to preserve the wheat. Thou seest, then, that not only do the irrational animals serve us, but the food of the irrational animals also serves our food, and in its order again imitates this same thing. For just as first the irrational animals, and then man, since the irrational animals are for the sake of man; so too first the green blade, and then the wheat in the shoot, since the green blade is for the sake of the wheat. "And wine gladdens the heart of man." Not every [wine], but only that which has its origin from Him who said: "I am the true vine." But since all perceptible things are called earth because of their material nature, one may take this to mean the word that leads up through a certain analogy to intelligible things; and this word is bread brought forth out of the earth, to nourish the inner and hidden man, and from the bodily narratives of scripture, called earth because of the historical sense. The bread brought forth is the mystical word. "To make the face cheerful with oil, and bread strengthens the heart of man." The face of the inner man is made cheerful and bright with the oil that nourishes the divine light, and that loosens the diseases and the toils of the soul, differing only in concept from the wine already explained. For the word of God, just as it is a vine, so also is an olive tree: "I," he says, "am like a fruitful olive tree in the house of God." For His teaching, in different respects, is wine and oil and bread.
Χορτασθήσεται τὰ ξύλα τοῦ πεδίου, αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας· ἐκεῖ στρουθία ἐννοσσεύσουσι. Τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν· ὄρη τὰ ὑψηλὰ ταῖς ἐλάφοις, πέτρα καταφυγὴ τοῖς χοιρογρυλλίοις. Ὁ Ἑβραῖος καὶ οἱ λοιποὶ, ξύλα τοῦ Κυρίου, τεθείκασι. Διεξελθὼν τὰ κάρπιμα, ἀναγκαίως μνημονεύει καὶ τῶν ἀκάρπων, ὡς ἀναγκαίαν ἀνθρώποις καὶ αὐτῶν παρεχόντων χρείαν. Διὰ τοῦτο καὶ Κυρίου αὐτὰ προσηγόρευσεν, ὡς αὐτο-
"The trees of the plain shall be satisfied, the cedars of Lebanon which Thou hast planted; there the sparrows shall make their nests. The house of the heron leads them; the high mountains are for the deer, the rock a refuge for the hares." The Hebrew and the others have put "the trees of the Lord." Having gone through the fruit-bearing trees, of necessity he mentions the unfruitful ones too, as these also provide a use necessary to men. For this reason he also called them the Lord's, as
PG 23:1280Read from the page
φυᾶ καὶ οὐ χειρόκμητα, ἀλλὰ τῷ θείῳ λόγῳ βλαστήσαντα. Αἱ κέδροι τοῦ Λιβάνου ἃς ἐφύτευσας. Καλῶς τῷ Θεῷ προσέγραψε τῶν κέδρων τὴν φυτείαν· ὅτι ἐκτὸς ἀνθρωπίνης ἐπιμελείας ἐπὶ τοσοῦτον ηὐξήθησαν. Οὐ γὰρ ἀλσοκόμος τις τούτων γέγονε φυτουργός· ἀλλ' ὁ θεῖος Λόγος, ἀμφιλαφεῖς τὰς τῶν ὀρῶν εἰργάσατο κορυφάς. Εἰ δὲ αὐτὸς ἐφύτευσε, πάντως ὅτι χρήσιμα· πάντα γὰρ ὅσα ἐποίησεν ὁ Θεὸς, καλὰ λίαν. Τοῦ μὲν Λιβάνου ὡς ἐπισήμου μνημονεύσας, καὶ τῶν ἐν αὐτῷ κέδρων, καὶ τὰ ἄλλα ὄρη καὶ δένδρα διὰ τούτων ἐδήλωσεν. Ἐκεῖ στρουθία ἐννοσσεύσουσι. Τοῦ ἐρωδιοῦ ἡ οἰκία ἡγεῖται αὐτῶν. Ὁ Ἀκύλας οὕτως ἔχει· Ἐκεῖ ὄρνεα νοσσεύσουσιν. Ἐρωδιῷ ἐλάται οἶκος αὐτῷ. Τὰ γὰρ αὐτὰ δένδρα ἄλλην μὲν ἀνθρώποις χρείαν, ἄλλην δὲ τοῖς ὀρνέοις παρέχει.
-grown and not made by hand, but sprung up by the divine word. "The cedars of Lebanon which Thou hast planted." Well has he ascribed the planting of the cedars to God, because they have grown so great without human care. For no grove-keeper became their planter, but the divine Word made the summits of the mountains thick with trees. And if He Himself planted them, they are certainly useful; for all things that God made are very good. Having made mention of Lebanon as being notable, and of the cedars on it, he indicated by these the other mountains and trees as well. "There the sparrows shall make their nests. The house of the heron leads them." Aquila has it thus: "There birds shall nest. For the heron the firs are its house." For the same trees provide one use to men, and another to the birds.
Ἐποίησε σελήνην εἰς καιρούς· ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Τὰ κατὰ γῆν ἅπαντα διεξελθὼν, καὶ τῶν ἀοράτων φύσεων τὴν δημιουργίαν δείξας, καὶ τῶν οὐρανῶν ὑποδείξας τὴν ποίησιν, νῦν καὶ τῶν φωστήρων ποιεῖται τὴν μνήμην, οἳ κατὰ τὴν τετάρτην ἡμέραν ἐγένοντο. Οὐκ ἀσκόπως δὲ, οἶμαι τὰ δόξαντα ἐν τοῖς ἄνω παραλελεῖφθαι, ὅτε τὰ κατ' οὐρανὸν καὶ τὰ περὶ νεφῶν καὶ ἀνέμων ἐλέγετο, νῦν ὁ λόγος ἐπαναλαμβάνει, μετὰ τοσαῦτα μνημονεύσας αὐτῶν, ἀλλ' ὑπὲρ τοῦ διδάξαι, ὅτι καὶ ταῦτα χρείας ἕνεκεν ὑπέστη. Τάχα γὰρ, εἰ πρῶτον αὐτῶν ἐμνημόνευσεν, ἀφορμή τις κατελείπετο τοῖς ὡς θεῖα δεῖν αὐτὰ σέβειν ἡγουμένοις, καὶ ὡς αἴτια τῆς τῶν ἐπὶ γῆς ζώων τε καὶ καρπῶν συστάσεως. Τοῦτο γοῦν οἱ τῆς εὐσεβείας ἀλλότριοι νομίσαντες ὡρμήθησαν σέβειν ὡς θεοὺς ἥλιον καὶ σελήνην, ὡς ἂν τῆς ἡμετέρας γενέσεώς τε καὶ τροφῆς καὶ αὐξήσεως αἰτίους. Ἀλλ' οὐκέτι ὁ θεῖος λόγος τοῦτο παρίστησιν, ἀλλ' ὅτι καὶ τούτων ἐκτὸς ἡ καθόλου πρόνοια τοῦ Θεοῦ οὐ μόνον τὰ κατ' οὐρανὸν, ἀλλὰ καὶ τὰ ἐπὶ γῆς συνεστήσατο ζῶά τε καὶ φυτά. Τοῦτο καὶ Μωσῆς διδάξαι βουληθεὶς, πρῶτον εἰσήγαγε τὴν τῶν ἀπὸ γῆς φυτῶν γένεσιν, εἶθ' οὕτως τὴν τῶν φωστήρων σύστασιν. Καὶ νῦν δὲ ὁ Δαυῒδ ἀνατρέχει πάλιν ἐπὶ τὴν ἐν οὐρανοῖς πρόνοιαν, δι' οὐδὲν ἕτερον τὴν σελήνην γεγενῆσθαι λέγων, ἢ πρὸς ἀριθμὸν καὶ διάγνωσιν μηνῶν τε καὶ ἡμερῶν· τὸ γὰρ, εἰς καιροὺς, τοῦτο δηλοῖ· τουτέστιν, εἰς τὸ διαγινώσκειν διὰ τῶν ἐν αὐτῇ τροπῶν τὰς τῶν καιρῶν μεταβολὰς, εἰς τὸ μῆνας ἀριθμεῖν καὶ ἐνιαυτούς. Αἱ γὰρ τῆς σελήνης ἀλλοιώσεις μετρεῖσθαι τὸν χρόνον παρασκευάζουσι· τοῦ γὰρ μηνὸς τὸ μέτρον αὕτη ποιεῖ ἐν τοσαύταις ἡμέραις αὐξάνουσά τε καὶ φθίνουσα· ὥστε ἡ τῆς σελήνης δημιουργία διὰ τὴν τῶν καιρῶν διδασκαλίαν γέγονεν· Οὐχ ἡ τυχοῦσα δὲ χρεία ἐντεῦθεν ἀνύεται ἐκ τοῦ καιροὺς εἰδέναι καὶ παρασκευάζεσθαι πρὸς ἅπαντα· ὡς, εἰ μὴ τοῦτο ἦν, πάντα ἂν ἀπολώλει, οὔτε γεωργοῦ, οὔτε ναύτου, τοῦ μὲν τὴν γῆν ἀνατέμνειν, τοῦ δὲ τὴν θάλασσαν εἰδότος ἐν καιρῷ τῷ προσήκοντι. Αὕτη ἡ ἐκ τῶν καιρῶν τούτων γνῶσις οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ ἀλόγοις ἐπιτηδεία καὶ χρησιμωτάτη. Περὶ τῶν φωστήρων καὶ ἐν τῇ Γενέσει εἴρηται· Ἔστωσαν εἰς σημεῖα καὶ εἰς καιροὺς, καὶ εἰς ἡμέρας καὶ εἰς ἐνιαυτούς· εἰς ση-
"He made the moon for seasons; the sun knew its setting." Having gone through all the things on earth, and having shown the creation of the invisible natures, and having pointed out the making of the heavens, he now makes mention of the luminaries too, which came into being on the fourth day. And not without purpose, I think, the discourse now takes up again the things that seemed to have been passed over above, when the things in heaven and those concerning clouds and winds were spoken of, having made mention of them after so many things, but in order to teach that these too came to exist for the sake of a use. For perhaps, if he had mentioned them first, some occasion would have been left to those who think that they ought to worship them as divine, and as causes of the constitution of the living beings and fruits on earth. This at least is what those estranged from piety supposed, and so set out to worship the sun and moon as gods, as being the causes of our birth and nourishment and growth. But the divine word no longer presents this, but that, apart from these too, the universal providence of God constituted not only the things in heaven, but also the living beings and plants on earth. Moses too, wishing to teach this, first introduced the coming into being of the plants from the earth, and only then the constitution of the luminaries. And now David also runs back again to providence in the heavens, saying that the moon came into being for nothing else than for the counting and recognizing of months and days; for "for seasons" means this, that is, for recognizing through its phases the changes of the seasons, for counting months and years. For the changes of the moon enable time to be measured; for it makes the measure of the month in so many days, waxing and waning; so that the creation of the moon came about for the teaching of the seasons. And no ordinary use is achieved from this, from knowing the seasons and preparing for everything; so that, if this were not so, all things would have perished, since neither the farmer would know how to cut the earth, nor the sailor the sea, at the fitting season. This knowledge from these seasons is suitable and most useful not to men alone, but also to the irrational animals. Concerning the luminaries it is also said in Genesis: "Let them be for signs and for seasons, and for days and for years"; for si-
PG 23:1281Read from the page
μεῖα μὲν ἐπομβρίας, αὐχμῶν, πνευμάτων κινήσεως· εἰς καιροὺς δὲ, τὰς τῶν ἀέρων ἐναλλαγὰς, χειμῶνος, ἔαρος, θέρους, μετοπώρου· ἃς εὐτάκτως ἡμᾶς περιοδεύειν τὸ τεταγμένον τῆς κινήσεως τῶν φωστήρων παρέχει· εἰς ἡμέρας δὲ, οὐχ ὥστε ἡμέρας ποιεῖν· ἡμέρα γὰρ καὶ νὺξ πρεσβύτερα τῆς τῶν φωστήρων γενέσεως· ἀλλ' ὥστε κατάρχειν τῶν ἡμερῶν· εἰς ἐνιαυτοὺς δὲ, ὅτι σελήνη μὲν, ἐπειδὰν δωδεκάκις τὸν ἑαυτῆς ἐκτελέσῃ δρόμον, ἐνιαυτοῦ ἐστι ποιητική· ἡλιακὸς δέ ἐστιν ἐνιαυτὸς ἡ ἀπὸ τοῦ αὐτοῦ σημείου ἐπὶ τὸ αὐτὸ σημεῖον τοῦ ἡλίου ἀποκατάστασις.
-gns of rains, droughts, movements of winds; for seasons, the changes of the air, of winter, spring, summer, autumn, through which the ordered course of the movement of the luminaries enables us to pass in good order; for days, not so as to make days, for day and night are older than the coming into being of the luminaries, but so as to rule over the days; and for years, because the moon, when it has completed its course twelve times, makes a year; and the solar year is the return of the sun from the same point to the same point.
Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ. Ἔθου σκότος, καὶ ἐγένετο νύξ· ἐν αὐτῇ διελεύσονται πάντα τὰ θηρία τοῦ δρυμοῦ. Σκύμνοι ὠρυόμενοι ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς. Ἀνέτειλεν ὁ ἥλιος, καὶ συναχθήσονται, καὶ ἐν ταῖς μάνδραις αὐτῶν κοιτασθήσονται. Ἐξελεύσεται ἄνθρωπος ἐπὶ τὸ ἔργον αὐτοῦ, καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας. Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας· ἐπληρώθη ἡ γῆ τῆς κτίσεώς σου. Ὁ ἥλιος ἔγνω τὴν δύσιν αὐτοῦ, τουτέστι τὴν ὑπὸ τοῦ κρείττονος αὐτῷ διατεταγμένην. Μόνον γὰρ φωτίζειν ἔμαθεν ἥλιος· Οὐδ' ἀεὶ καὶ διαπαντὸς, τῆς δὲ ἡμέρας ἀρχὴν, ἀλλὰ καὶ ἐν νυκτὶ τοῖς ἐν ταύτῃ φαινουσιν ἄστροις παραχωρεῖν τὸν οἰκεῖον ἀποτελεῖν δρόμον· ὅπως νυκτὸς γενομένης, καὶ ἐπιπολάσαντος τοῦ σκότους τῇ γῇ, ὑποσταλῆναι μὲν καὶ ἀναχωρῆσαι τὰ ἥμερα τῶν ζώων, ὅσα δέ ἐστιν ἄγρια θηρία, ταῦτα προσέλθοι ἐπὶ τὴν οἰκείαν τροφήν· ἐν οἰκείῳ γὰρ ἁρμόζοντι αὐτοῖς χρόνῳ, τῷ τῆς νυκτὸς διαστήματι. Σκύμνοι ὠρυόμενοι ἁρπάσαι, καὶ ζητῆσαι παρὰ τοῦ Θεοῦ βρῶσιν αὐτοῖς· ὅτι μὴ καὶ αὐτοῖς ἐξανέτειλεν ἡ γῆ χόρτον ὥσπερ τοῖς κτήνεσι, καὶ χλόην τῇ δουλείᾳ τῶν ἀνθρώπων. Ὁ Θεὸς ὡς τῶν ἁπάντων κηδεμὼν, καὶ τῆς τῶν πάντων διαμονῆς τε καὶ ζωῆς πρόνοιαν εἰσφέρων, τὰ μὲν ἐλαύνεσθαι ὑπὸ τῶν τοῦ ἡλίου μαρμαρυγῶν, καὶ ὥσπερ ἐχθρὸν φεύγειν τὸ φῶς ᾠκονομήσατο· τὰ δὲ ὡς τοῦ φωτὸς συγγενῆ ἐν ἡμέρᾳ προϊέναι, καὶ τὸν βίον αὐτῶν ἐν τῷ φωτὶ διάγειν συνεχώρησε· τῶν μὲν θηρίων εἰς τὰς μάνδρας αὐτῶν κοιταζομένων, τοῦ δὲ λογικοῦ ζώου ἐν ἡμέρᾳ καὶ φωτὶ προϊόντος ἐπὶ τὸ ἔργον αὐτοῦ καὶ ἐπὶ τὴν ἐργασίαν αὐτοῦ ἕως ἑσπέρας.
"The sun knew its setting. Thou didst set darkness, and it became night; in it all the beasts of the forest shall go about. Young lions roaring to seize their prey, and to seek their food from God. The sun rose, and they shall be gathered together, and they shall lie down in their dens. Man shall go forth to his work, and to his labour until the evening. How great have Thy works been made, O Lord! In wisdom hast Thou made them all; the earth was filled with Thy creation." "The sun knew its setting," that is, the setting appointed for it by the Higher One. For the sun learned only to give light; not always and continually, and the beginning of the day, but also at night to yield to the stars that shine in it, so as to complete its own course; so that, when night has come, and darkness has spread over the earth, the tame among the living beings may withdraw and retire, while those that are wild beasts may come out to their own food; for it is in their own time that suits them, in the interval of the night. "Young lions roaring to seize their prey, and to seek their food from God," because the earth did not make grass spring up for them too, as for the cattle, and green herb for the service of men. God, as the guardian of all things, and bringing forethought for the survival and life of all, arranged that some should be driven away by the flashing rays of the sun, and flee the light as an enemy, and allowed others, as akin to the light, to go forth by day and spend their life in the light: the beasts lying down in their dens, and the rational living being going forth by day and in the light to his work and to his labour until the evening.
Αὕτη ἡ θάλασσα ἡ μεγάλη καὶ εὐρύχωρος, ἐκεῖ ἑρπετὰ ὧν οὐκ ἔστιν ἀριθμός· ζῶα μικρὰ μετὰ μεγάλων. Ἐν τούτοις παρίστησιν, ὅτι, ὥσπερ τὸ τῆς γῆς στοιχεῖον πολλῶν ἐστι ζώων γεννητικὸν καὶ θρεπτικὸν, τὸν αὐτὸν τρόπον καὶ ἡ ὑγρὰ οὐσία παμπληθῆ γένη ζώων τρέφει. Οὐ γὰρ κενοὺς τοὺς χώρους ὁ Θεὸς ἐποίησεν, ἀλλὰ ζώων πάντα ἐνέπλησε τὸν ἀέρα, τὴν γῆν, τὴν θάλασσαν· τὸν μὲν ὀρνίθων μόνον, τὴν δὲ τετραπόδων καὶ πτερωτῶν, τὴν δὲ ἀπείρων ἰχθύων· ὧν οἱ μὲν μείζους, οἱ δὲ ἐλάττους, καὶ τροφὴ τοῖς μείζοσιν οἱ ἐλάττονες, καὶ τὸ γένος οὐ δαπανᾶται. Καὶ τοῦτο δὲ τῆς θείας κηδεμονίας τεκμήριον, τὸ τὰ σμικρὰ γένη τοῖς μεγάλοις συνδιαιτᾶ-
"This is the sea, great and wide; there are creeping things without number, small living beings with great." In these words he shows that, just as the element of earth is generative and nourishing of many living beings, in the same way the watery substance too nourishes races of living beings in great multitude. For God did not make the places empty, but filled them all with living beings, the air, the earth, the sea: the one with birds only, the other with four-footed and winged creatures, the other with countless fishes; of which some are greater, others smaller, and the smaller are food for the greater, and the race is not used up. And this too is a proof of the divine care, that the small races live together
PG 23:1284Read from the page
σθαι, καὶ μὴ παντελῶς ὑπ' ἐκείνων καταναλίσκεσθαι· βόσκονται γὰρ οἱ δυνατώτεροι τοὺς καταδεεστέρους, καὶ οὐκ ἀνηλώκασιν, ἀλλὰ νικᾷ τὴν δαπάνην ἡ πρόσοδος. Τούτοις ἐοίκασιν ὅσοι τῶν ἀνθρώπων τοὺς καταδεεστέρους καταπίνουσιν. Ἀλλ' ἐκεῖ μὲν οὐκ ἔγκλημα τὸ γινόμενον· φύσεως γάρ ἐστι τὸ συμβαῖνον· σὺ δὲ οὐδὲ μίαν ἕξεις ἀπολογίαν, ὁ λόγῳ καὶ νόμῳ τετιμημένος καὶ πρὸς τὴν τῶν ἀλόγων σύγχυσιν ἑαυτὸν ἐξάγων. Ἑρπετά γε μὴν τοὺς ἰχθύας ὀνομάζει, διὰ τὸ ἄποδας αὐτοὺς οἱονεὶ ἐπισύρεσθαι τῷ ὕδατι, ὡς τὰ ἑρπυστικὰ τῇ γῇ.
-her, and are not wholly consumed by them; for the stronger feed on the weaker, and they have not used them up, but the increase overcomes the consumption. Like these are those men who swallow up the weaker. But there what happens is no crime, for what occurs belongs to nature; but thou wilt have no defence at all, thou who art honoured with reason and law and yet bringest thyself down to the confusion of the irrational animals. He calls the fishes creeping things, because, being footless, they drag themselves along, as it were, in the water, as the creeping animals do on the earth.
Ἐκεῖ πλοῖα διαπορεύονται· Ἐν τῇ θαλάσσῃ δηλαδή. Εἰπὼν ὅσην ἡ θάλασσα ἐκτρέφει γονὴν, καὶ ὅτι οὔτε τὰ ζῶα ἀριθμεῖται, οὔτε αὐτὴ μετρεῖται, λέγει καὶ ὅσον αὐτῆς χρήσιμον εἰς ἀνθρώπους. Διὰ ναυπηγικῆς γὰρ τέχνης καὶ κυβερνητικῆς ἐπιστήμης παρ' ἀλλήλων κομιζόμεθα τὰ ἐνδέοντα, καὶ τὸν παρ' ἡμῖν φυόμενον καρπὸν χορηγοῦμεν ἑτέροις, καὶ δεχόμεθα τὸ παρ' ἐκείνοις γινόμενον· ὥστε μὴ τὸ περιττεῦον εἶναι ἀνόνητον, μήτε τὸ ἐνδέον ἀνεπινόητον. Ὑψηλότερον δὲ πλοίῳ παρεικάζει τὴν Ἐκκλησίαν, θαλάττῃ δὲ τὸν ἀνθρώπινον βίον, διὰ τὸ ἀστάθμητον καὶ ἀεικίνητον τῶν ἐν αὐτῷ πραγμάτων. Ἑρπετῶν δὲ τὸ γένος τὸ ἀναρίθμητον τὴν πολυειδῆ καὶ οἱονεὶ πολυπρόσωπον τῶν ἀνθρώπων λέγει πληθὺν, εἰς τὴν τῆς ἕξεως ποικιλίαν νοουμένης τῆς ἐξαλλαγῆς. Φύσις μὲν γὰρ πᾶσιν ἡ αὐτὴ, καὶ ὁ τῆς γενέσεως τρόπος οὐχ ἑτεροῖος, πολυσχιδὴς δὲ νοῦς, καὶ πολυγνώμων ἐν ἡμῖν καρδία. Καὶ τοῦτο εἰδώς τις ἔφασκεν· Ὥσπερ οὐχ ὅμοια πρόσωπα προσώποις, οὕτως οὐδὲ αἱ διάνοιαι τῶν ἀνθρώπων. Πλοῖα δὲ εἶναί φαμεν, ἃ καὶ ἐν τῇδε τῇ νοητῇ θαλάσσῃ διαπορεύεται, κατὰ τὸ γεγραμμένον, τὰς ἁγίας τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίας οὔσας μὲν ἐν κόσμῳ, πλὴν ἀνωτέρω τοῦ κόσμου, καθάπερ ἀμέλει καὶ τὰς ὁλκάδας ἐστὶν ὁρᾷν, οὔσας μὲν ἐν ὕδατι, πλὴν ὑδάτων ἀνωτέρας. Αἱ τοίνυν ὑδάτων (3) πλοίων ἐκκλησίαι, τὴν νοητὴν διανηχόμεναι θάλασσαν, δέχονται μὲν τοὺς πιστεύοντας, ἀποκομίζουσι δὲ καθάπερ εἰς ἑτέραν τινὰ γῆν ἢ χώραν τὴν τῶν οὐρανῶν βασιλείαν, καὶ ἐλπίδα τὴν ἐν Χριστῷ καὶ εἰς ἁγιασμὸν τὸν διὰ τοῦ Πνεύματος, καὶ εἰς τὴν τῶν ἁγίων πατρίδα τὴν ἀρετήν. Πάροικοι γὰρ ὄντες καὶ παρεπίδημοι, κατὰ τὸ γεγραμμένον, ἐπὶ τῆς γῆς, οὐκ ἔχουσιν ὧδε μένουσαν πόλιν· ἐπείγονται δὲ πρὸς ἐκείνην, ἧς τεχνίτης καὶ δημιουργὸς ὁ Θεός. Ἐν σχήματι οὖν θαλάσσης τοῦδε τοῦ καθ' ἡμᾶς νοουμένου κόσμου, σκάφος ἢ πλοῖον ἡ Ἐκκλησία νοηθήσεται, πλωτῆρας ἔχουσα τοὺς ἡγιασμένους, οἳ καὶ διὰ τοῦ καταδέξασθαι τὴν πίστιν συνόντα διὰ παντὸς ἔχουσι τὸν Χριστὸν εὐδίαν ἀπλοῦντα τὴν ἁπαλήν. Ἑτέρως δὲ πλοῖα ὀνομάζει τοὺς διὰ τῶν σωμάτων ἐν τῷ ἁλμυρῷ κλύδωνι τοῦ βίου τούτου σαλευομένους. Καὶ ἔστιν ἐπαινούμενα πλοῖα τὰ διαβαίνοντα τὴν θάλασσαν, ἀλλὰ μὴ ἐναπομένοντα αὐτῇ, μηδὲ καταβαπτιζόμενα τοῖς κύμασιν. Οἱ γὰρ ἐν σαρκὶ ὄντες, καὶ μὴ κατὰ σάρκα στρατευόμενοι, καταπατοῦντες τὸν κλύδωνα τοῦ βίου,
"There the ships pass through," in the sea, that is. Having said how great a brood the sea rears, and that neither are its living beings numbered nor is it itself measured, he tells also how much of it is useful to men. For by the art of shipbuilding and the science of steering we convey to one another what is lacking, and we supply to others the fruit that grows among us, and receive what is produced among them; so that neither is the surplus unprofitable, nor what is lacking beyond contriving. In a higher sense he likens the Church to a ship, and human life to the sea, because of the instability and perpetual motion of the affairs in it. And by the countless race of creeping things he means the manifold and, as it were, many-faced multitude of men, the variation being understood of the variety of disposition. For nature is the same in all, and the manner of birth is not different, but the mind in us is divided many ways, and the heart of many opinions. And knowing this someone said: "As faces are not like faces, so neither are the thoughts of men." And we say that the ships, which also pass through this intelligible sea, as it is written, are the holy Churches of our Saviour, being in the world, yet above the world, just as indeed one can see the merchant ships, being in the water, yet above the waters. The churches, then, of the ships of the waters (3), swimming through the intelligible sea, receive those who believe, and carry them away, as to some other land or country, to the kingdom of heaven, and to the hope in Christ and to the sanctification through the Spirit, and to the fatherland of the saints, which is virtue. For being sojourners and strangers upon the earth, as it is written, they have here no abiding city; but they press on towards that one whose builder and maker is God. In the figure of the sea, then, of this world of ours as understood, the Church will be understood as a vessel or a ship, having as its sailors those who have been sanctified, who also, through having received the faith, have Christ always with them, sailing a gentle calm. In another sense he calls ships those who are tossed in their bodies in the salt surge of this life. And the ships that are praised are those that cross the sea, but do not remain in it, nor are sunk by the waves. For those who are in the flesh, and do not war according to the flesh, trampling on the surge of life,
Notes, col. 1284

On the reading

Printed 1234, for 1284.