εἰς μέγα δόξης ἀρθέντα τὸν λαὸν, ὡς Θεοῦ λαὸν χρηματίσαι, τόνδε τὸν οἶκον Θεοῦ ὀνομασθῆναι διὰ τὸ ἐν αὐτῷ ἁγίασμα. Ἐπάρας καὶ τιμήσας ὁ Θεὸς ἐφαμίλλως τῇ εἰς ὕψος ἀρθείσῃ αὐτῶν δόξῃ, εἰς τὸ ἐναντίον παραγαγὼν, κατέῤῥαξε· τὸν μὲν τόπον πολιορκίᾳ παραδοὺς καὶ παντελεῖ ἐρημίᾳ, τὸν δὲ λαὸν αἰχμαλωσίᾳ.
to so great glory raised the people, that it was called the people of God, and this house was named the house of God because of the sanctuary in it. Having lifted them up and honoured them, God, bringing them to the opposite in a measure matching the glory to which they had been raised on high, dashed them down: handing over the place to siege and utter desolation, and the people to captivity.
Αἱ ἡμέραι μου ὡσεὶ σκιὰ ἐκλίθησαν, κἀγὼ ὡσεὶ χόρτος ἐξηράνθην. Πᾶσα γὰρ σὰρξ χόρτος, καὶ πᾶσα δόξα αὐτῆς ὡς ἄνθος χόρτου. Πάλιν κοινοποιούμενος τὸν περὶ τοῦ λαοῦ λόγον, ἐπιλέγει· Καὶ ἐγὼ ὡσεὶ χόρτος ἐξηράνθην. Σὺ δὲ, Κύριε, εἰς τὸν αἰῶνα μένεις, καὶ τὸ μνημόσυνόν σου εἰς γενεὰν καὶ γενεάν. Τὰ μὲν θνητὰ, φησὶ, καὶ ἀνθρώπινα τοιαῦτα, οἷα καὶ δεδήλωται, τυγχάνει, εὐμετάβολα καὶ ἀνώμαλα, οὐδέποτε ἐπὶ τοῖς αὐτοῖς μένοντα· ἀλλ' ἐπαιρόμενα, καὶ καταῤῥηγνύμενα, ὑψούμενά τε καὶ ταπεινούμενα, καὶ παντοίας τροπὰς καὶ μεταβολὰς ὑπομένοντα διὰ τὴν ἐν ἀνθρώποις πολιτευομένην κακίαν· σὺ δὲ, Κύριε, οὐδὲν ἔχων θνητὸν οὐδὲ ἐπίκηρον, εἰς τὸν αἰῶνα μένεις, ἀεὶ κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχων, ὡς ἀΐδιος καὶ ἀναλλοίωτος, καὶ τὰ ἅπαξ ὑπὸ σοῦ σαλευθέντα, καὶ ἐν ἐπαγγελίᾳ θεσπισθέντα μένει εἰς μνημόσυνον ἀΐδιον, ἢ κἂν μὴ τῇ παρούσῃ γενεᾷ, ἀλλὰ τῇ ἐρχομένῃ κατὰ τὴν ψαλμῳδίαν. Καὶ τοῦτο οὖν σε μάλιστα ἐπικάμψαι ὀφείλει, Δέσποτα, ὅτι ἐγὼ μὲν καὶ τὴν φύσιν τοιαύτην ἔχω ἐπίκηρον καὶ ὀλιγοχρόνιον, καὶ συμφοραῖς συνεζύγην τοσαύταις· σὺ δὲ αἰώνιος καὶ ἀθάνατος, ὥστε μεταβολήν τινα τῶν παρόντων κακῶν ῥᾳδίως ἄν μοι χαρίσαιο. Τοῦτο γὰρ ἐπιφέρει· Σὺ ἀναστὰς οἰκτειρήσεις τὴν Σιὼν, ὅτι καιρὸς τοῦ οἰκτειρῆσαι αὐτὴν, ὅτι ἥκει καιρός. Δὸς, φησὶν, ἀμείνω μεταβολὴν τῆς συμφορᾶς· ὁ γὰρ καιρὸς τὸν ἔλεον ἀπαιτεῖ· συντετέλεσται γὰρ ὁ τῆς ταλαιπωρίας ἡμῶν χρόνος. Αἰνίττεται δὲ διὰ τούτων τῆς τοῖς ο' ἔτεσι περιωρισμένης τιμωρίας καὶ αἰχμαλωσίας τὸ τέλος. Οὕτω καὶ ὁ θαυμάσιος Δανιὴλ ἀριθμήσας τῆς αἰχμαλωσίας τὸν χρόνον προσφέρει τὴν ἱκετηρίαν, καὶ συνᾴδει τούτοις τῆς πνευματικῆς μελῳδίας τὰ ῥήματα. Καὶ ὁ Ζαχαρίας δὲ προσευχόμενος ἔλεγε· Κύριε παντόκρατορ, μέχρι πότε οὐ μὴ ἐλεήσῃς τὴν Ἱερουσαλὴμ, καὶ τὰς πόλεις Ἰούδα, ἃς ὑπερεῖδες; τοῦτο ἑβδομηκοστὸν ἔτος. Προφητεύεσθαι δὲ ἐνταῦθα οἶμαι καὶ τὴν ἐν ἀνθρώποις Χριστοῦ ἐπιφάνειαν, αἰτίαν ἐσομένην τοῦ ἀνοικοδομηθῆναι τὴν Σιὼν, τουτέστι τοῦ ἀνεῳχθῆναι τὸ τῆς εὐσεβείας πολίτευμα. Τίς δὲ ὁ πολύευκτος καὶ τριπόθητος καιρὸς, ἐν ᾧ πληρωθῆναι λέγεται τὰ παρὰ τῆς Σιὼν ἐπηγγελμένα; Ὁ τῆς ἀναστάσεώς σου, Κύριε. Ἐπεὶ γὰρ τὴν τοῦ κόσμου ἁμαρτίαν ἆραι ἐλήλυθας· οὐκ ἔδει δὲ τὸν τηλικοῦτον ὑπὲρ ὀλίγων ἁμαρτωλῶν ἐλθεῖν καὶ παθεῖν· ὅτε ἐνέστη ὁ χρόνος, καθ' ὃν εἴρηται ὅτι, «Πάντες ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ Θεοῦ, τότε ὑπὲρ παντὸς ἐγεύσω θανάτου.»
"My days have declined like a shadow, and I have withered like grass." For "all flesh is grass, and all its glory as the flower of grass." Again making the account of the people common to himself, he adds: "And I have withered like grass. But you, Lord, abide for ever, and your remembrance to generation and generation." Mortal and human things, he says, are such as has been shown: changeable and uneven, never remaining in the same state, but raised up and dashed down, exalted and humbled, and undergoing all kinds of turns and changes because of the wickedness that holds sway among men; but you, Lord, having nothing mortal or perishable, abide for ever, always the same and in the same way, as everlasting and unchangeable, and what has once been [shaken (misprint)] by you and decreed in promise remains for an everlasting remembrance, if not for the present generation, then for the one to come, according to the psalm. And this, then, ought most of all to bend you, Master: that I have a nature so perishable and short-lived, and have been yoked to so many misfortunes; but you are eternal and immortal, so that you could easily grant me some change of the present evils. For he adds this: "You will arise and have pity on Zion, for it is time to have pity on her, for the time has come." Grant, he says, a better change of our misfortune; for the time demands mercy; for the time of our wretchedness has been completed. And by these words he hints at the end of the punishment and captivity limited to seventy years. So too the wonderful Daniel, having counted the time of the captivity, offers his supplication, and the words of the spiritual song agree with these things. And Zechariah too, praying, said: "Lord Almighty, how long will you not have mercy on Jerusalem and the cities of Judah, which you have disregarded? This is the seventieth year." And I think that here is also prophesied the appearing of Christ among men, which would be the cause of the rebuilding of Zion, that is, of the opening up of the commonwealth of piety. And what is the much-prayed-for and thrice-longed-for time in which the things promised by Zion are said to be fulfilled? That of your resurrection, Lord. For you came to take away the sin of the world; and it was not fitting that one so great should come and suffer for a few sinners; when the time had come, of which it is said that "All have sinned and fall short of the glory of God, then you tasted death for every man."