Migne Reading Room

PG 23 · cols. 1153–1164 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:1153Read from the page
ταῖς ἡμέραις νύκτας. Μέλλων γὰρ ἐπὶ τὸ Εὐαγγέλιον τῆς τοῦ Θεοῦ βασιλείας παριέναι, πρὶν ἄρξασθαι τοῦ κηρύγματος, καὶ πρὸ τῆς εἰς ἀνθρώπους εὐεργεσίας, ἐπὶ τὰς ἐχθρὰς καὶ πολεμίας τοῦ τῶν ἀνθρώπων γένους δυνάμεις ἀνήγετο· ὅπως, ἐκείνας πρώτας καταγωνισάμενος καὶ καθελὼν, οὕτως ἐπὶ τὴν τῶν πάλαι καταπονουμένων λύτρωσίν τε καὶ ἐλευθερίαν παρέλθοι. Ἐχρῆν γὰρ αὐτοὺς δὴ μάλιστα πρώτους τοὺς παρὰ πᾶσι τοῖς ἔθνεσι θεοὺς εἶναι νομίσαντας, καὶ τὰς τῶν ἀνθρώπων ψυχὰς αἰχμαλώτους, ἀπὸ τῆς τοῦ τῶν ὅλων Θεοῦ γνώσεώς τε καὶ εὐσεβείας ἀφαρπάσαντας, καθυποτάξαι καὶ τῆς τυραννίδος καθελεῖν· εἶθ' οὕτως ἅπασιν ἀνθρώποις τὸ Εὐαγγέλιον τῆς τοῦ Θεοῦ βασιλείας παραδοῦναι. Διὸ δὴ πρὸ πάσης ἱστορουμένης αὐτοῦ πράξεως ἀνήγετο εἰς τὴν ἔρημον πειρασθῆναι ὑπὸ τοῦ διαβόλου· καὶ ἦν μετὰ τῶν θηρίων, ὥς φησιν ὁ εὐαγγελιστὴς, θηρία προσειπὼν τὰς ἀπηγριωμένας καὶ θηριώδεις πονηρὰς δυνάμεις. Αὐτὰ δὴ οὖν ταῦτα καὶ ὁ παρὼν ψαλμὸς προαναφωνεῖ προφητικῷ Πνεύματι ἀναγκαίως. Χρὴ γὰρ, διὰ τῶν ἔμπροσθεν διδαχθέντας τὰ περὶ τῆς εἰς ἀνθρώπους παρουσίας τοῦ προφητευομένου, καὶ τὰ περὶ τῆς ἐνσάρκου γεννήσεως αὐτοῦ, τά τε περὶ τοῦ θανάτου, ὅπως τε ἐκ σπέρματος Δαυῒδ προελεύσεσθαι προκεκήρυκτο, ἀκολούθως καὶ τὸν ἀγῶνα μαθεῖν ἡμᾶς ὃν ἤρατο κατὰ τῶν ἀντικειμένων δυνάμεων. Ταῦτα οὖν ἡ παροῦσα παρίστησι προφητεία προλέγουσα, ὅσα κατὰ τὴν ἔρημον ὑπέμεινεν ἐφ' ὅλαις ἡμέραις μʹ καὶ νυξὶ ταῖς ἴσαις πειραζόμενος ὑπὸ τοῦ διαβόλου. Θηρευταὶ γὰρ ἦσαν περὶ αὐτὸν ἀόρατοι δυνάμεις, παγίδας αὐτῷ κατασκευάζουσαι. Καὶ αἱ μὲν λόγοις ταραχώδεσιν αὐτὸν θορυβεῖν πειρώμεναι, αἱ δὲ φοβεῖν κατὰ τὰς νύκτας, καὶ πάλιν ἄλλα δι' ἡμέρας βέλη νοητὰ πέμπουσαι κατ' αὐτοῦ· καὶ αὖθις ἕτεραι οὐχ ὠνομάσθαι ἡμῖν, οὐδὲ λεχθῆναι δυνάμεναι θνηταῖς ἀκοαῖς, τὸν κατ' αὐτοῦ πειρασμὸν πραγματευόμεναι· ὃ δὴ σημαίνει φάσκων ὁ λόγος, Ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου· Ἀνθ' οὗ ὁ μὲν Ἀκύλας ἡρμήνευσεν, Ἀπὸ ῥήματος ἐν σκοτομήνῃ περιπατοῦντος· ὁ δὲ Σύμμαχος, Οὐδὲ λοιμὸν ζόφῳ ὁδεύοντα.
days and nights. For being about to enter upon the Gospel of the kingdom of God, before He began the preaching and before His benefaction towards men, He was led up against the powers hostile and at war with the race of men; so that, having first contended with and overthrown them, He might thus go on to the redemption and freedom of those long oppressed. For He had to subdue first of all especially those very ones who were held to be gods among all the nations and who had snatched the souls of men captive from the knowledge and worship of the God of all things, and to cast them down from their tyranny; and then thus to hand on the Gospel of the kingdom of God to all men. Therefore, before every recorded act of His, He was led up into the wilderness to be tempted by the devil; and He was with the wild beasts, as the evangelist says, calling wild beasts the savage and beastlike evil powers. These very things, then, the present psalm also necessarily foretells by the prophetic Spirit. For it was needful that we, having been taught by what went before the things about the coming among men of Him who was prophesied, and those about His birth in the flesh, and those about His death, and how He had been proclaimed beforehand as to come forth from the seed of David, should next learn also the contest which He took up against the opposing powers. These things, then, the present prophecy sets forth, foretelling all that He endured in the wilderness, tempted by the devil for forty whole days and as many nights. For invisible powers were hunters around Him, preparing snares for Him. And some tried to disturb Him with troubling words, others to frighten Him by night, and again others sending spiritual darts against Him by day; and yet others, which cannot be named by us nor spoken to mortal ears, busied themselves with tempting Him; which the saying signifies when it says: "From the thing that walks in darkness"; for which Aquila rendered: "From the word that walks about in the dark of the moon"; and Symmachus: "Nor the pestilence that travels in gloom."
Ἤδη δὲ καὶ τὰ ἀναιδέστατα καὶ ἀρχοντικὰ τῶν δαιμονίων, τὰ ἐν αὐτῇ τῇ μεσημβρίᾳ καὶ τῇ τοῦ ἡλιακοῦ φωτὸς ἀκμῇ τολμῶντα παραφαίνεσθαι, προσῆεσαν αὐτῷ. Τῶν γὰρ ἄλλων τὸ οἰκεῖον σκότος μεταδιωκόντων, καὶ ἐν μόνῃ νυκτὶ φαντασιοῦν εἰωθότων, τὰ ἀναιδέστατα καὶ δι' ἡμέρας τολμᾷ φαίνεσθαι, καὶ ἐν μέσαις αὐγαῖς ἡλίου. Τοιαῦτα δὲ ἦν τὰ καὶ τῷ Σωτῆρι ἐπιόντα· μεθ' ἡμέραν μὲν οὖν τοιαῦτά τινα αὐτῷ προσῄει, κατὰ δὲ τὰς νύκτας ἕτερα. Διὸ εἴρηται ἑξῆς· Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, καὶ ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου. Ὁρῶντα δὲ αὐτοῦ τὴν ἄμαχον καὶ ἀήττητον δύναμιν, ὁμοῦ πάλιν ἀθροιζόμενα κατὰ στίφη προσίεσαν αὐτῷ πλήθη δυνάμεων ἀντικειμένων. Καί μοι δοκοῦσιν οἱ πάλαι παρ' ἀνθρώποις νομιζόμενοι θεοὶ, καὶ τὰ ἀντικείμενα πνεύματα, ξένην τινὰ φύσιν καὶ δύναμιν πάντων αὐτῶν καθαιρετικὴν θεώμενα ἐν τῷ ἀνθρώπῳ τοῦ Σωτῆρος ἡμῶν, ὁμοῦ συνῆχθαι ἀπανταχόθεν, ἀθρόα τε προσιέναι καὶ προσρήσσειν ἐθέλειν αὐτῷ. Καὶ τὰ
And now the most shameless and ruling ones of the demons too, those that dare to show themselves at midday itself and at the height of the sun's light, came against Him. For while the others pursue their own darkness and are accustomed to make their apparitions only at night, the most shameless dare to appear by day too, and in the midst of the sun's rays. Such were the things that came upon the Saviour too: by day some such things came to Him, and others by night. Wherefore it is said next: "Thou shalt not be afraid of the terror by night, and of the thing that walks in darkness." And seeing His invincible and unconquerable power, multitudes of opposing powers, gathering together again in bands, came against Him. And it seems to me that those who of old were held to be gods among men, and the opposing spirits, beholding in the manhood of our Saviour a strange nature and a power destructive of them all, gathered together from every side, and wished to come at Him all at once and to break in upon Him. And the
PG 23:1156Read from the page
μὲν πρῶτα δι' ἑτέρων μερικῶν πνευμάτων πειράζειν αὐτὸν ἐπιχειρεῖν τὸν διάβολον· διὸ λέλεκται· Καὶ ἦν μετὰ τῶν θηρίων. Ποίων δὲ θηρίων; ὁ μετὰ χεῖρας παρίστησι λόγος προϊὼν ἑξῆς καὶ λέγων· Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Τοιούτοις γάρ τισιν, ὡς εἰκὸς, εἴδεσί τε καὶ μορφαῖς σχηματιζόμεναι, τὸν ἀέριον τόπον διιπτάμεναί τινες δυνάμεις πονηραὶ, ἀρχαί τε καὶ ἐξουσίαι, καὶ κοσμοκράτορες τοῦ σκότους τούτου, καὶ πνευματικὰ πονηρίας, τρόπ⟨οις⟩ ἀλληγορίας ἀσπίδες καὶ βασιλίσκοι καὶ δράκοντες καὶ λέοντες ὀνομαζόμεναι, ἢ καὶ διὰ τὸ ἐμφερὲς τῆς κακίας τούτοις παραβαλλόμεναι, πάντα πειρασμὸν ἐκίνουν κατ' αὐτοῦ. Ἐπὶ τέλει δὲ πάντων, ὡς εἶδεν ὁ διάβολος ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβεβηκότα αὐτὸν καὶ καταπεπατηκότα πάσας τὰς ὑπ' αὐτὸν ἐνεργείας, αὐτὸς ἤδη λοιπὸν δι' ἑαυτοῦ προσῄει ταπεινὸς καὶ ὑποδεδοικὼς, προσέφερέ τε αὐτῷ τὰς ἐρωτήσεις τὰς ἐν τοῖς Εὐαγγελίοις ἀναγεγραμμένας, πειράζων αὐτὸν καὶ λέγων, Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, εἰπὲ τάδε, καὶ ποίησον τάδε. Τὴν οὖν ἀθρόαν ὁρμὴν τῶν πονηρῶν πνευμάτων καὶ τὴν ἧτταν αὐτῶν ἡ παροῦσα παρίστησι προφητεία· ὁμοῦ μὲν συνῆχθαι διδάσκουσα, μὴ μὴν δεδυνῆσθαί τι μηδ' ἰσχυκέναι· ἀλλ' ἐν τῷ πλησιάζειν αὐτῷ καταπίπτειν χαμαί. Διὸ λέλεκται· Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς, καὶ μυριὰς ἐκ δεξιῶν σου. Ἀντὶ δὲ τοῦ· Ἐκ τοῦ κλίτους σου, Ἀκύλας καὶ Σύμμαχος, Ἐκ τοῦ πλαγίου σου, ἐκδεδώκασιν· οὕτω τῆς θεϊκῆς Γραφῆς τὰ ἀριστερὰ τοῦ Σωτῆρος ὀνομαζούσης, τάχα τὸ μηδὲν εἶναι ἐν αὐτῷ σκαιὸν μηδὲ ἀριστερόν. Πλὴν ἀλλὰ περὶ πασῶν ἀθρόως τῶν ἀντικειμένων δυνάμεων εἴρηται τὸ, Πρὸς σὲ δὲ οὐκ ἐγγιοῦσι, καὶ τὸ, Πλὴν τοῖς ὀφθαλμοῖς σου κατανοήσεις, καὶ ἀνταπόδοσιν ἁμαρτωλῶν ὄψει. Καὶ ταῦτα, φησὶ, πάντα ἔσται περὶ σὲ, ἐπειδήπερ σὺ, ὦ Κύριε, ἡ ἐμὴ ἐλπὶς, τὸν Ὕψιστον ἔθου καταφυγήν σου.
first tried to tempt Him through other particular spirits; wherefore it is said: "And He was with the wild beasts." And what wild beasts? The saying before us shows, going on next and saying: "Thou shalt tread upon the asp and the basilisk, and thou shalt trample on the lion and the dragon." For it is likely that certain evil powers that fly through the region of the air, taking shape in some such forms and figures, principalities and powers, and world-rulers of this darkness, and spiritual hosts of wickedness, named by way of allegory asps and basilisks and dragons and lions, or else likened to these because of the likeness of their wickedness, stirred up every temptation against Him. And at the end of all, when the devil saw that He had trodden upon the asp and the basilisk and had trampled on all the workings under him, he himself at last came to Him in his own person, humbled and afraid, and put to Him the questions recorded in the Gospels, tempting Him and saying: "If Thou art the Son of God, say this, and do this." The present prophecy, then, sets forth the onset all together of the evil spirits and their defeat; teaching that they gathered together, yet were not able to do anything nor had any strength, but in drawing near Him fell to the ground. Wherefore it is said: "A thousand shall fall at thy side, and ten thousand at thy right hand." And for "at thy side" Aquila and Symmachus have given "at thy flank"; the divine Scripture thus naming the left-hand parts of the Saviour, perhaps because there is nothing in Him sinister or left-handed. But it is said of all the opposing powers together: "But to thee they shall not come near", and: "Only with thine eyes shalt thou observe, and thou shalt see the reward of sinners." And all these things, he says, shall be about Thee, since Thou, O Lord, my hope, hast made the Most High Thy refuge.
Ἡγοῦμαι δὲ τὰς ἀοράτους ταύτας καὶ ἀντικειμένας δυνάμεις, τὰς ὑπὸ παντὶ τῷ οὐρανῷ συνῆχθαι πάσας ἀθρόως κατ' αὐτοῦ θορυβηθείσας ἀπὸ τῆς ἐνεχθείσης πρὸς αὐτὸν φωνῆς, ὅτε ἐν εἴδει περιστερᾶς τὸ Πνεῦμα τὸ ἅγιον κατέβαινεν ἐπ' αὐτὸν, ἥ τε ἄνωθεν φωνὴ ἠκούσθη λέγουσα· Οὗτός ἐστιν ὁ Υἱός μου ὁ ἀγαπητὸς, ἐν ᾧ εὐδόκησα. Ἀκούσασαι γοῦν τῆς φωνῆς ταύτης, καὶ θεασάμεναι τὸν ὑπὸ τοῦ ἁγίου Πνεύματος διὰ τῆς περιστερᾶς ἀναδειχθέντα ἄνθρωπον Υἱὸν Θεοῦ ὠνομασμένον, οὔτε τῇ φωνῇ ἀπιστεῖν εἶχον, οὔτε τὸν ἄνθρωπον ὁρῶσαι σάρκα ἠμφιεσμένον πιστεύειν τοῦτον εἶναι τὸν ἀγαπητὸν τοῦ Θεοῦ. Διὸ ξένον τι χρῆμα καὶ καινὴν ἀνθρώπου φύσιν θεώμεναι, τὰς οἰκείας ἐνεργείας δυνάμει κρείττον⟨ι⟩ καθαιρεθήσεσθαι προσεδόκησαν. Διὸ δὴ ἐπῄεσαν αὐτῷ ἐπιδόντι εὖ μάλα προθύμως ἑαυτὸν εἰς πάντας τοὺς πειρασμοὺς, οὓς ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας ἀναδέδεκτο. Μέλλων γοῦν, ὥσπερ ἔφην, κηρύττειν αἰχμαλώτοις ἄφεσιν, καὶ τυφλοῖς ἀνάβλεψιν, κατὰ τὴν περὶ αὐτοῦ προφητείαν, ἀφέλκειν τε τὰς τῶν ἀνθρώ-
And I think that these invisible and opposing powers, those under the whole heaven, gathered together all at once against Him, troubled by the voice that was borne to Him, when the Holy Spirit came down upon Him in the form of a dove, and the voice from above was heard saying: "This is My beloved Son, in whom I am well pleased." Having heard this voice, then, and having seen the man shown forth by the Holy Spirit through the dove and named Son of God, they could neither disbelieve the voice, nor, seeing the man clothed in flesh, believe that He was the beloved of God. Therefore, beholding a strange thing and a new nature of man, they expected that their own workings would be overthrown by a stronger power. Therefore they came against Him, who very readily gave Himself up to all the temptations which He had taken upon Himself for the salvation of men. For being about, as I said, to preach release to the captives and recovery of sight to the blind, according to the prophecy about Him, and to draw away the [souls] of men
PG 23:1157Read from the page
πων ψυχὰς ἀπὸ τῶν πάλαι ᾐχμαλωτικότων αὐτὰς, ἐλευθεροῦν τε αὐτὰς ἀπὸ τῆς εἰδωλολάτρου πλάνης, ἀναγκαίως πρῶτον ἁπάντων κατ' αὐτῶν ἐστρατεύετο τῶν τὸν μακρὸν αἰῶνα τετυραννηκότων. Ἐπεὶ δὲ τούτοις κατηγωνίσατο δι' ὑπομονῆς παντὸς πειρασμοῦ, διό φησιν ὁ Λουκᾶς· Καὶ συντελέσας πάντα πειρασμὸν ὁ διάβολος ἀπέστη ἀπ' αὐτοῦ. Μετὰ ταῦτα ἐπὶ τὴν τῶν ἀνθρώπων θεραπείαν ἐχώρει· ἔνθεν καὶ ἔφριττον αὐτὸν οἱ δαίμονες, ὡμολόγουν τε αὐτὸν εἰδέναι ὅστις εἴη, βοῶντες καὶ λέγοντες· Ἔα, τί ἡμῖν καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ; οἴδαμέν σε τίς εἶ, ὁ ἅγιος τοῦ Θεοῦ. Ἀπὸ γὰρ τῆς πρὸς αὐτὸν ἐνεχθείσης φωνῆς μεμαθήκεισαν ὅστις ἦν· ἀλλὰ καὶ ἀφ' ὧν εἰργάσατο κατὰ τὸν τοῦ πειρασμοῦ καιρὸν ᾔδεσαν αὐτοῦ τὴν δύναμιν.
souls of men from those who had long held them captive, and to free them from the error of idolatry, He necessarily made war first of all against those who had played the tyrant through the long age. And when He had overcome these by enduring every temptation, wherefore Luke says, "And when the devil had ended every temptation, he departed from Him", after this He went on to the healing of men; whence also the demons trembled at Him and confessed that they knew who He was, crying out and saying: "Ah, what have we to do with Thee, Son of God? We know Thee who Thou art, the Holy One of God." For they had learnt from the voice borne to Him who He was; and from what He did at the time of the temptation they also knew His power.
Οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου. Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου. Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Καὶ ταῦτα τῷ κατὰ Χριστὸν τετελειωμένῳ ἀνδρὶ καὶ τῷ χορῷ τῶν τοῦ Χριστοῦ μαρτύρων, τῇ τε ἁγίᾳ αὐτοῦ Ἐκκλησίᾳ, καὶ δὴ καὶ αὐτῷ τῷ Χριστοῦ σώματι ἁρμόσειεν ἂν λέγεσθαι· Εἰ γὰρ παρεμβάλλει ἄγγελος Κυρίου κύκλῳ τῶν φοβουμένων αὐτὸν, καὶ ῥύσεται αὐτοὺς, τῶν ὑπερβεβηκότων τὸν φόβον καὶ ἐν ἕξει τελείᾳ τῆς κατὰ ψυχὴν ἀρετῆς τυγχανόντων, ὁποῖός ἐστιν ὁ καθήμενος ἐν βοηθείᾳ τοῦ Ὑψίστου, καὶ ὑπὸ τὴν σκιὰν τοῦ ἱκανοῦ αὐλιζόμενος· τῶν οὖν τοιούτων οὐχ εἷς ἄγγελος, ἀλλὰ παρεμβολαὶ πλείους καθίστανται φύλακες, ὅσαι καὶ πλείους οἱ τῷ κατὰ Θεὸν τελείῳ ἐπιβουλεύοντες. Οὕτω γοῦν καὶ τὸν προφήτην Ἐλισσαῖον ἐκύκλουν πλῆθος δορυφόρων ἀγγέλων. Διὸ οὐδὲν τῶν βλαπτικῶν ἐπελεύσεσθαι λέγεται τῷ διὰ τοῦ ψαλμοῦ προφητευομένῳ· ἀλλ' οὐδὲ μάστιξ ἐπὶ τὸ σῶμα ἐφάψασθαι τοῦ σκηνώματος αὐτοῦ· μάστιγα νοούντων ἡμῶν οὐ τὴν κοινότερον λεγομένην· ταύτῃ γὰρ ἐμαστίχθησαν μυρίοι τῶν ἁγίων τοῦ Θεοῦ μαρτύρων καὶ αὐτοῦ δὲ τοῦ Σωτῆρος ἡμῶν τὸ σωματικὸν σκήνωμα καὶ ἡ σὰρξ μάστιξιν ᾐκίσθη κατὰ τὸν καιρὸν τοῦ πάθους, ἀκολούθως τῇ φασκούσῃ περὶ αὐτοῦ προφητείᾳ, Τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα· διὸ μάστιγα νῦν δηλοῦσθαι τὴν ἀπὸ δαιμονικῆς ἐνεργείας πληγὴν νομιστέον, ὁποίας εἴρηται αὐτὸς ὁ Σωτὴρ ἰάσασθαι καὶ θεραπεύειν ἐν ἀνθρώποις δαιμόνων ἀκαθάρτων μάστιγας. Τοιαύτην οὖν μάστιγά φησιν ὁ παρὼν λόγος μὴ ἐγγίσειν τῷ σκηνώματι τοῦ προφητευομένου, διὰ τὸ φυλάττεσθαι ὑπὸ τῶν καθεσταμένων ἐπὶ τὸ φρουρεῖν αὐτὸν ἀγγέλων, οἳ δὴ καὶ ἐπὶ χειρῶν αὐτὸν μετέωρον ἀναλήψεσθαι λέγονται, πρὸς τὸ μὴ προσκόπτειν αὐτοῦ λίθῳ τὸν πόδα. Σκήνωμα δὲ αὐτοῦ καθ' ἕνα μὲν τρόπον ἐρεῖς εἶναι τὴν Ἐκκλησίαν αὐτοῦ, κατὰ τὸ, Ἕως ἂν εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ· οὕτω καὶ πλείονα σκηνώματα τὰς ἁπαντα-
"There shall no evils come unto thee, and no scourge shall come near thy dwelling. For He shall give His angels charge concerning thee, to keep thee in all thy ways. On their hands they shall bear thee up, lest thou dash thy foot against a stone." These things too might fitly be said of the man made perfect in Christ, and of the choir of the martyrs of Christ, and of His holy Church, and indeed of the body of Christ itself. For if "the angel of the Lord will encamp round about them that fear Him, and will deliver them", then for those who have passed beyond fear and are in a perfect habit of the soul's virtue, such as is he who sits in the help of the Most High and lodges under the shadow of the Mighty One, for such, then, not one angel but many encampments are set as guards, as many as are those who plot against him who is perfect according to God. Thus at any rate a multitude of angel guards encircled the prophet Elisha too. Therefore it is said that nothing harmful will come upon Him who is prophesied through the psalm; and that not even a scourge will touch the body of His dwelling; we understanding by scourge not the one so called in the more common sense; for with that countless holy martyrs of God were scourged, and the bodily tabernacle and the flesh of our Saviour Himself were maltreated with scourges at the time of the passion, in accordance with the prophecy that says of Him: "I gave My back to the scourges, and My cheeks to blows"; therefore we must take the scourge now meant to be the stroke that comes from the working of demons, such scourges of unclean demons as the Saviour Himself is said to have healed and cured among men. Such a scourge, then, the present saying declares, shall not come near the dwelling of Him who is prophesied, because He is guarded by the angels appointed to watch over Him, who are also said to take Him up aloft on their hands, so that He dash not His foot against a stone. His dwelling, in one sense, you will say is His Church, according to the words: "Until I find a place for the Lord, a dwelling for the God of Jacob"; so also the many dwellings [are] the [churches] every-
PG 23:1160Read from the page
χοῦ γῆς εἰρημένας ἐκκλησίας οἶδεν ὁ φήσας λόγος· Ὡς ἀγαπητὰ τὰ σκηνώματά σου, Κύριε τῶν δυνάμεων! Καθ' ἕτερον δὲ τρόπον τὸ σωματικὸν ὄργανον, ἐν ᾧ κατεσκήνωσεν ὁ τοῦ Θεοῦ Λόγος, λεχθείη ἂν αὐτοῦ σκήνωμα.
-where on earth, spoken of, the saying knows which says: "How beloved are Thy dwellings, O Lord of hosts!" And in another sense the bodily instrument in which the Word of God dwelt might be called His dwelling.
Τὰ μὲν κεφαλαιωδέστερα καὶ μείζονα τῶν κατορθωμάτων τοῦ διὰ τῆς προφητείας δηλουμένου διὰ συνεργείας τοῦ μείζονος κατωρθοῦτο. Καθήμενος γὰρ ἐν βοηθείᾳ τοῦ Ὑψίστου ὁ κατὰ σάρκα νοούμενος ἡμῖν ὁ ἐκ σπέρματος Δαυῒδ γεγονὼς, ὁ αὐτὸς δὲ τὸν Ὕψιστον θέμενος αὐτοῦ καταφυγὴν, εἰκότως ὑπὸ τοῦ Ὑψίστου ἐφυλάττετο· διὸ καὶ αὐτῷ ἔλεγεν· Ἀντιλήπτωρ μου εἶ καὶ καταφυγή μου, ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν. Αὐτὸς γὰρ αὐτὸν ἐρρύετο ἐκ παγίδος θηρευτῶν, καὶ ἐν τοῖς μεταφρένοις αὐτοῦ ἐπεσκίαζεν αὐτόν· ἀλλὰ καὶ ἐκύκλου αὐτὸν περιβάλλων ἀληθείας ὅπλῳ. Καὶ ταῦτα πάντα παρεῖχεν αὐτῷ Ὕψιστος, ὅπως μὴ ταράττηται ἀπὸ φόβου νυκτερινοῦ, μήτε ἀπὸ βέλους πετομένου ἡμέρας, μηδὲ ἀπὸ πράγματος ἐν σκότει διαπορευομένου, μηδὲ ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. Ἔτι δὲ πρὸς τούτοις αὐτὸς ὁ Ὕψιστος συνεργῶν τῷ περὶ οὗ ὁ λόγος, πάσας τὰς τῶν ἐχθρῶν αὐτοῦ καὶ πολεμίων δυνάμεις καθῄρει καὶ ὑπὸ πόδας αὐτοῦ κατέβαλλε. Διὸ ἐλέγετο· Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ δεξιῶν σου, πρὸς σὲ δὲ οὐκ ἐγγιεῖ. Τὰ μὲν οὖν, ὡς ἔφην, μεγάλα καὶ ἐντελῆ κατορθώματα ὁ Ὕψιστος αὐτὸς συνεργῶν τῷ δηλουμένῳ ἐξετέλει· τὰ δὲ, ὡς ἂν εἴποι τις, λεπτὰ καὶ σωματικώτερα ἀγγέλοις διακονεῖσθαι προσέταττε. Ταῦτα δὲ ἦν τὰ περὶ τὸ σκήνωμα αὐτοῦ, δηλαδὴ τὸ σωματικὸν ὄργανον, καὶ τὰ περὶ αὐτὴν τὴν σάρκα, ἃ δὴ ὡς σμικρὰ καὶ παραθέσει τῶν ἔμπροσθεν κατωνομασμένων εὐτελῆ, ὑπηρέταις ἀγγέλοις παρεδίδοτο εἰς τὸ φυλάττειν, μή τι κακοποιὸν ἐπέλθοι τῷ σώματι αὐτοῦ, μηδέ τις μάστιξ ἐγχρίμψειεν, οὐχ αὐτῷ, ἀλλὰ τῷ σκηνώματι αὐτοῦ· αὐτῷ γὰρ οὔτε χιλιάδες, οὔτε μυριάδες δυνάμεων πονηρῶν πλησιάζειν ἐτόλμων. Διηκονοῦντο δὲ ἄγγελοι τῇ σαρκὶ τοῦ προφητευομένου καὶ τῷ σώματι, καὶ μέχρι τοῦ σμικροτάτου καὶ εὐτελεστάτου· ὃ δὴ καὶ παρίστησιν ὁ λόγος φάσκων· Ὅπως μὴ προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Σημαίνειν γὰρ οἶμαι διὰ τούτου τὸ καὶ μέχρι τοῦ τυχόντος καὶ βραχυτάτου συμβαίνειν εἰωθὸς περὶ τοῦ σώματος ἀγγέλους διακονεῖσθαι αὐτῷ. Ἔχεις δὲ καὶ ἐν Εὐαγγελίοις ἐπὶ τοῦ Σωτῆρος αὐτοῦ ταύτην τὴν μαρτυρίαν. Ὁ μὲν γὰρ Μάρκος ἀνέγραψε κατὰ τὸν καιρὸν τοῦ πειρασμοῦ τοῦ Σωτῆρος, ὡς ἄρα ἦν μετὰ τῶν θηρίων, καὶ οἱ ἄγγελοι διηκόνουν αὐτῷ· ὁ Ματθαῖος πάλιν τὸν αὐτὸν καιρὸν ἐπισημηνάμενός φησι· Τότε ἀφίησιν αὐτὸν ὁ διάβολος, καὶ ἰδοὺ ἄγγελοι προσῆλθον καὶ διηκόνουν αὐτῷ. Ἀλλ' ὅτι μὲν οἱ ἄγγελοι διηκόνουν αὐτῷ, ἔδειξαν οἱ εὐαγγελισταί· ποίας δὲ διακονίας αὐτῷ παρεῖχον, οὗτοι μὲν οὐκ ἐμνημόνευσαν· ἡ δὲ προκειμένη προφητεία ἐδίδαξεν, ὅτι τὴν περὶ τὰ σωματικὰ καὶ σμικρὰ διακονίαν. Ἐφύλαττον γὰρ αὐτοῦ τὸ σκήνωμα, ὅπως μὴ μάστιξ αὐτῷ πλησιάσῃ· ἐφρούρουν δὲ αὐτοῦ καὶ τοὺς πόδας, ὡς ἂν μὴ προσκόψειαν μέχρι τοῦ σμικροτάτου καὶ εὐτελεστάτου.
The more principal and greater of the achievements of Him who is signified through the prophecy were accomplished with the co-operation of the Greater. For He who sits in the help of the Most High, He who is understood by us according to the flesh, who was made of the seed of David, the same who made the Most High His refuge, was fittingly guarded by the Most High; wherefore He also said to Him: "Thou art my helper and my refuge, my God, and I will hope in Him." For He delivered Him from the snare of the hunters, and overshadowed Him with His shoulders; and He also encircled Him, surrounding Him with the shield of truth. And all these things the Most High supplied to Him, so that He should not be troubled by the terror by night, nor by the arrow that flies by day, nor by the thing that walks in darkness, nor by mishap and the noonday demon. And besides these things, the Most High Himself, working together with Him of whom the saying speaks, overthrew all the powers of His enemies and foes and cast them down under His feet. Wherefore it was said: "A thousand shall fall at thy side, and ten thousand at thy right hand, but it shall not come near thee." The great and complete achievements, then, as I said, the Most High Himself accomplished, working together with Him who is signified; but the slight and more bodily things, as one might say, He commanded the angels to minister. And these were the things concerning His dwelling, that is, the bodily instrument, and those concerning the flesh itself, which, as small and mean in comparison with those named before, were handed over to ministering angels to guard, lest anything harmful should come upon His body, or any scourge should come close, not to Him, but to His dwelling; for to Him neither thousands nor ten thousands of evil powers dared draw near. And angels ministered to the flesh of Him who was prophesied and to His body, even to the smallest and meanest thing; which the saying also shows when it says: "Lest thou dash thy foot against a stone." For by this I think it signifies that angels ministered to Him even in what is wont to happen to the body by chance and in the smallest matter. And you have this testimony about the Saviour Himself in the Gospels also. For Mark recorded at the time of the Saviour's temptation that He was with the wild beasts, and the angels ministered to Him; and Matthew again, marking the same time, says: "Then the devil leaves Him, and behold, angels came and ministered to Him." But that the angels ministered to Him, the evangelists showed; what ministry they rendered Him, these did not record; but the prophecy before us taught that it was the ministry concerning bodily and small things. For they guarded His dwelling, so that no scourge should come near Him; and they watched over His feet too, so that they should not stumble, even in the smallest and meanest matter.
PG 23:1161Read from the page
Καὶ ταῦτα μὲν κατ' αὐτὴν τὴν λέξιν· πρὸς δὲ διάνοιαν ἐπισκήνωμα τοῦ Σωτῆρος ἡμῶν ἡ Ἐκκλησία αὐτοῦ ἀποδέδεικται· ἀλλὰ καὶ σῶμα αὐτοῦ ὁ λαὸς αὐτοῦ κατὰ τὸν φήσαντα Ἀπόστολον· Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους. Εἶεν ἂν τῶν μελῶν οἱ μὲν ὀφθαλμοὶ τοῦ Χριστοῦ σώματος, οἱ δὲ καὶ ὦτα, οἱ δὲ καὶ χεῖρες· κατὰ ταῦτα τοίνυν ἔσονται αὐτοῦ καὶ πόδες ἕτεροι, περὶ ὧν εἴρηται· Ὡς ὡραῖοι οἱ πόδες τῶν εὐαγγελιζομένων ἀγαθά! Τούτων δὴ οὖν τῶν ποδῶν, ὅπως μή τις προσκόψῃ πρὸς λίθον τὸν πόδα, μηδὲ σκανδαλίζηται ἐν τῷ δρόμῳ, ὁμαλῶς τε καὶ ἀκωλύτως διατρέχῃ τὴν τοῦ Εὐαγγελίου πορείαν, ἄγγελοι καθέστανται φρουροῦντες τοῦ δηλωθέντος σκηνώματος φύλακες. Πάλιν ἕτεροι ἄγγελοι οἱ τὰς ἐκκλησίας τοῦ Χριστοῦ τὰς ἁπανταχοῦ γῆς ἱδρυθείσας πεπιστευμένοι. Ταῦτα δὲ μὴ συνιεὶς ὁ διάβολος· πῶς γὰρ ἢ πόθεν αὐτῷ τοῦ θείου Πνεύματος συνιέναι φωνάς; ἐν τῷ πειράζειν τὸν Σωτῆρα, εἰς τὸ πτερύγιον αὐτὸν τοῦ ἱεροῦ ἀναγαγὼν, εἶπε πρὸς αὐτόν· Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω. Γέγραπται γὰρ, ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, καὶ ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου. Συνιδὼν γὰρ ἔργοις αὐτοῖς εἰς τὸν Σωτῆρα πεπληρωμένην τὴν ἐν τοῖς προκειμένοις προφητείαν, ὁρῶν τε ξένον θέαμα ἐν ἀνθρώπου φύσει, ὡς πᾶσαν αὐτοῦ τὴν στρατείαν καθῃρῆσθαι, καὶ πάσας αὐτοῦ νενικῆσθαι τὰς δυνάμεις, ὑπὸ τοῦ φαινομένου, χιλιάδας τε ἀθρόας, καὶ μυριάδας ἀπέμπροσθεν αὐτοῦ πιπτούσας, αὐτόν τε ἀτρεμεὶ καὶ ἀπαραποδίστως ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβαίνοντα, λέοντά τε καὶ δράκοντα, τὰς ἀρχοντικὰς αὐτοῦ δυνάμεις, καταπατοῦντα, καὶ τοῦτ' ἐπείραζε γνῶναι, εἰ, ἑαυτὸν ἀπὸ τοῦ πτερυγίου ῥίψαντος, ἄγγελοι προσελθόντες αὐτὸν βαστάσουσι. Πρὸς ταύτην αὐτοῦ τὴν ὑπόνοιαν διεψευσμένην οὖσαν ὁ Σωτὴρ ἀπεκρίνατο· Γέγραπται, λέγων, Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου. Τὸ γὰρ ἑαυτὸν κρημνίζειν καὶ καταβάλλειν ἀπὸ τῶν ὑψηλοτάτων, καὶ τοῦτο ποιεῖν ἵνα γνῷ, πότερόν ποτε βοηθείας τεύξεται τῆς διὰ τῶν ἀγγέλων, ἢ μὴ, ⟨π⟩ειράζοντος ἦν τὸν Θεόν· ὃ δὴ πειράζειν ἐβούλετο ὁ πειράζων. Οἰκεῖον γὰρ αὐτῷ ἦν πειράζοντι τὸν Σωτῆρα, καὶ τὸν Θεὸν πειράζειν τολμᾷν. Ἀλλ' οὐχ ὁ Σωτήρ γε ἐπείραζεν· εὖ γὰρ ᾔδει καὶ πέπειστο περὶ τῆς τοῦ Πατρὸς δυνάμεως τῆς συνεργούσης αὐτῷ. Διὸ καὶ τῷ διαβόλῳ προστακτικῶς παρεκελεύετο λέγων· Οὐκ ἐκπειράσεις Κύριον τὸν Θεόν σου, θείας Γραφῆς λέξιν τὴν ἀπὸ τοῦ νόμου ἀντιπαρατιθεὶς τῇ φωνῇ τῆς παρούσης Γραφῆς, ἣν μὴ νοήσας ὁ διάβολος προήγαγεν αὐτῷ, μὴ συνιεὶς, ὅτι οὐκ ἐδεῖτο βοηθείας ἀγγέλων ὁ Σωτὴρ, εἰ καὶ καθ' ὑπόθεσιν οἰκείᾳ προαιρέσει καθεῖναι ἑαυτὸν ἐβουλήθη· ἐπεὶ καὶ κατὰ τὴν εἰς οὐρανοὺς ἀνάληψιν (ὅπερ ἦν μεῖζον τῆς ἀπὸ τοῦ πτερυγίου τοῦ ἱεροῦ ἐπὶ τὴν γῆν δι' ἀέρος καθόδου), οὐκ ἀγγελικῆς ἐδεήθη χειρός. Ὅρα δὲ, πῶς, μνημονεύσας ὁ διάβολος τοῦ, Ἐπὶ χειρῶν ἀροῦσί σε, μήποτε προσκόψῃς πρὸς λίθον τὸν πόδα σου, τὸ ἑξῆς συνημμέ-
And these things [are said] according to the letter itself; but according to the sense the Church of our Saviour has been shown to be His tabernacle; and His people too is His body, according to the Apostle who said: "Now ye are the body of Christ, and members in particular." Of the members of the body of Christ some would be eyes, others ears, others hands; so then there will be others also, His feet, of whom it is said: "How beautiful are the feet of them that preach good things!" For these feet, then, so that none dash his foot against a stone, nor stumble in the course, but run the way of the Gospel smoothly and unhindered, angels are appointed as watchful guards of the dwelling described. Again, other angels are those entrusted with the churches of Christ founded everywhere on earth. But the devil, not understanding these things (for how or whence could he understand the words of the divine Spirit?), when tempting the Saviour, having brought Him up to the pinnacle of the temple, said to Him: "If Thou art the Son of God, cast Thyself down. For it is written that He shall give His angels charge concerning Thee, and on their hands they shall bear Thee up, lest Thou dash Thy foot against a stone." For having seen the prophecy in the words before us fulfilled in very deeds in the Saviour, and seeing a strange sight in human nature, how all his host had been overthrown and all his powers conquered by Him who appeared, and thousands together and ten thousands falling before Him, and Him treading unmoved and unhindered upon the asp and the basilisk, and trampling on the lion and the dragon, his ruling powers, he tried to learn this too: whether, if He threw Himself from the pinnacle, angels would come and bear Him up. To this suspicion of his, which was false, the Saviour answered, saying: "It is written, Thou shalt not tempt the Lord thy God." For to hurl oneself down and cast oneself from the highest places, and to do this in order to learn whether one will receive help through the angels or not, was the act of one tempting God; which is what the tempter wished to tempt. For it was proper to him, tempting the Saviour, to dare to tempt God too. But the Saviour did not tempt; for He knew well and was persuaded of the power of the Father that worked with Him. Wherefore He also bade the devil with a command, saying: "Thou shalt not tempt the Lord thy God", setting the word of divine Scripture from the law against the words of the present Scripture, which the devil had put forward to Him without understanding it, not understanding that the Saviour needed no help of angels, even if, by supposition, He had wished of His own choice to let Himself down; since at His ascension into heaven too (which was a greater thing than the descent through the air from the pinnacle of the temple to the ground) He had no need of an angel's hand. And see how the devil, having mentioned "On their hands they shall bear Thee up, lest Thou dash Thy foot against a stone", [passed over] what is joined next
PG 23:1164Read from the page
νον οὐ προσέθηκε· τοῦτο δὴ τὸ, Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα, σαφῶς τὴν κατ' αὐτοῦ τοῦ διαβόλου καὶ τῶν ἀγγέλων αὐτοῦ νίκην τοῦ Σωτῆρος παριστῶντα. Οὐ γὰρ ἐβούλετο τὸν καθ' ἑαυτοῦ ἔλεγχον παρατίθεσθαι. Εἰ δὲ μὴ τὴν (sic) ἑαυτῷ συνέσεως χρῆν ἐπιλογίσασθαι, ὡς οὐχ ἦν τοῦ αὐτοῦ τὸ δύνασθαι ἐπιβαίνειν καὶ καταπατεῖν τὰς τοιαύτας ἀρχοντικὰς δυνάμεις, καὶ μὴ προσκόπτειν πρὸς λίθον τὸν πόδα, ὡς δεῖσθαι φυλακῆς ἀγγέλων καὶ βοηθείας. Ἀλλ' ἐκεῖνος μὲν οὐ συνιεὶς κέχρηται τῇ ἀπὸ προκειμένης προφητείας φωνῇ, διὰ τὸ τὰ λοιπὰ συνεωρακέναι πεπληρωμένα εἰς αὐτόν· ὁ δὲ Σωτὴρ οὐκ ἀπαρνεῖται μὲν τὸ περὶ αὐτοῦ εἰρῆσθαι τὸ λόγιον· μὴ συνιέντα δὲ αὐτὸ τὸν διάβολον, ἀφίησι καταλλήλῳ χρησάμενος τῇ πρὸς αὐτὸν ἀποκρίσει. Ἡμεῖς δὲ, τῇ αὐτοῦ χάριτι τοῦ Σωτῆρος ἡμῶν, ὅπως τὰ κατὰ τοὺς τόπους τεθεωρήκαμεν, πρόκειται τοῖς ἐντυγχάνουσιν ἐκ τῶν εἰρημένων διαγινώσκειν.
[the words] joined next he did not add, namely this: "Thou shalt tread upon the asp and the basilisk, and thou shalt trample on the lion and the dragon", which plainly sets forth the Saviour's victory over the devil himself and his angels. For he did not wish to put forward the proof against himself. But [he lacked] the understanding to reckon that it was not for Him who could tread upon and trample on such ruling powers, and not dash His foot against a stone, to need the guard and help of angels. But he, not understanding, used the words of the prophecy before us, because he had seen the rest fulfilled in Him; and the Saviour does not deny that the oracle was spoken about Him, but, since the devil did not understand it, He lets him go, using a fitting answer to him. And how we, by the grace of our Saviour Himself, have considered the places, those who read may judge from what has been said.
Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ, καὶ καταπατήσεις λέοντα καὶ δράκοντα. Ὅτι ἐπ' ἐμὲ ἤλπισε, καὶ ῥύσομαι αὐτόν· σκεπάσω αὐτὸν, ὅτι ἔγνω τὸ ὄνομά μου. Κεκράξεται πρός με, καὶ ἐπακούσομαι αὐτοῦ, μετ' αὐτοῦ εἰμι ἐν θλίψει· ἐξελοῦμαι αὐτὸν, καὶ δοξάσω αὐτόν. Μακρότητα ἡμερῶν ἐμπλήσω αὐτὸν, καὶ δείξω αὐτῷ τὸ σωτήριόν μου. Τὰ μὲν περὶ τοῦ σκηνώματος ἀγγέλοις ἐνετέλλετο, κατὰ τὰ προαποδοθέντα, ὅπως ἄγγελοι ἐπιμελῶσι καὶ φυλάττωσι τοῦ ἐν Χριστῷ τετελειωμένου ἀνδρὸς, ἢ καὶ τῆς Ἐκκλησίας αὐτοῦ, ἢ καὶ τῆς σαρκὸς, ᾗ κέχρητο δίκην ὀργάνου ὑπὲρ τῆς ἀνθρώπων σωτηρίας. Ταῦτα γὰρ ὡς βραχύτερα καὶ εὐτελέστερα ἀγγέλοις ἐπετέτραπτο· καὶ οἶμαι ὅτι, ὡς ἄν τις οἰκέταις ἐπιτρέψειεν ὑποδημάτων διακονίαν, ἢ ἄλλων τινῶν εὐτελεστέρων ὑπηρεσίαν, οὕτως ὅσα μικρὰ καὶ σωματικὰ διὰ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνηργεῖτο σαρκὸς, τούτων ὑπηρέται καθίσταντο ἄγγελοι, καὶ διηκόνουν αὐτῷ· περὶ ὧν καὶ ἡ τοῦ Εὐαγγελίου γραφὴ μαρτυρεῖ λέγουσα, ὅτι Προσῆλθον ἄγγελοι, καὶ διηκόνουν αὐτῷ. Τὰ δὲ προὐργιαίτερα καὶ μείζονα καὶ ὑψηλότερα οὐκέτι ἀγγέλοις, ἀλλ' αὐτῷ τῷ Σωτῆρι ἀνατίθησι. Τίνα δὲ ἦν ταῦτα, δεδήλωται διὰ τῶν ἔμπροσθεν· ἐν οἷς ἦν καὶ τὸ, Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιὰς καὶ μυριὰς ἐκ τῶν δεξιῶν σου. Τέλος δὲ πάντων καὶ ὑστάτη κατὰ πάντων τοῦ Σωτῆρος ἡμῶν νίκη παρίσταται διὰ τοῦ, Ἐπ' ἀσπίδα καὶ βασιλίσκον ἐπιβήσῃ καὶ καταπατήσεις δράκοντα καὶ λέοντα. Δηλοῦσθαι δὲ διὰ τούτων ἡγοῦμαι ἀρχὰς καὶ ἐξουσίας καὶ κοσμοκράτορας, καὶ τὰ πνευματικὰ τῆς πονηρίας. Ταύταις μὲν οὖν ἐπιβαίνειν, καὶ τὰ τοσαῦτα θηρία καταπατεῖν τοῖς θειοτέροις τῆς ἐνθέου δυνάμεως αὐτοῦ βαδίσμασιν αὐτὸς ὁ Σωτὴρ λέγεται· τὸ δὲ ἐν μηδενὶ προσκόπτειν, μηδ' ἐμποδὼν γίνεσθαί τινα ταῖς σωματικωτέραις ἐνεργείαις αὐτοῦ, ἄγγελοι τὴν διακονίαν εἰλήφεσαν. Ἀλλ' ὥσπερ ἐπὶ τοῦ σωματικοῦ σκηνώματος αὐτοῦ ἐλέγετο, Μάστιξ οὐκ ἐγγιεῖ ἐν τῷ σκηνώματί σου, καὶ τὸ αἴτιον ἐπήγετο διὰ τοῦ, Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ· οὕτω καὶ νῦν μετὰ τὸ,
"Thou shalt tread upon the asp and the basilisk, and thou shalt trample on the lion and the dragon. Because he hoped in Me, I will also deliver him; I will shelter him, because he has known My name. He shall cry to Me, and I will hear him; I am with him in affliction; I will deliver him and glorify him. With length of days will I satisfy him, and show him My salvation." The things concerning the dwelling He charged to angels, according to what was explained before, that angels should take care of and guard the man made perfect in Christ, or His Church, or the flesh which He had used as an instrument for the salvation of men. For these things, as slighter and meaner, had been entrusted to angels; and I think that, as one might entrust to servants the care of shoes, or the service of some other meaner things, so of all the small and bodily things that were wrought through the flesh of our Saviour, angels were appointed ministers, and ministered to Him; of whom the writing of the Gospel also bears witness, saying: "Angels came and ministered to Him." But the more important and greater and loftier things He assigns no longer to angels, but to the Saviour Himself. What these were has been made plain by what went before; among which was also: "A thousand shall fall at thy side, and ten thousand at thy right hand." And the end of all, and the final victory of our Saviour over all, is set forth by the words: "Thou shalt tread upon the asp and the basilisk, and thou shalt trample on the dragon and the lion." By these I think are signified principalities and powers and world-rulers and the spiritual hosts of wickedness. Upon these, then, the Saviour Himself is said to tread, and to trample on so many wild beasts with the diviner steps of His divine power; but that He should stumble in nothing, and that nothing should stand in the way of His more bodily workings, this ministry the angels had received. But as it was said of His bodily dwelling, "No scourge shall come near thy dwelling", and the cause was added in the words "For He shall give His angels charge concerning thee"; so now too, after the words