πάντα δὲ τὰ ἑνικῶς εἰπὼν ὡς πρὸς ἕνα τινὰ, ἐπισυνάπτει λέγων, Ὅτι σὺ, Κύριε, ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου· σαφέστατα παρίσταται, ὅτι Κύριος ἦν πρὸς ὃν ταῦτα πάντα ἐλέγετο. Μηδεμιᾶς γὰρ διαμέσου ἐναλλαγῆς προσώπου γενομένης, συνῆψεν ὁ λόγος ὑπὸ μίαν διάνοιαν ὡς πρὸς ἕνα τὰ πάντα· παρέστησέ τε τίς ποτε ἦν οὗτος, διασαφῶν ἑξῆς καὶ λέγων· Ὅτι σὺ, Κύριε, ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Ἐπειδὴ γὰρ σὺ, φησὶν, ὦ Κύριε, ἐφ' ὃν ἐγὼ ἤλπισα, τὸν Ὕψιστον, δηλαδὴ τὸν ἀνωτάτω Θεὸν, καὶ σαυτοῦ Πατέρα, καταφυγὴν ἔθου σεαυτοῦ, διὰ τοῦτο οὐ προσελεύσεταί σοι οὔτε χιλιὰς, οὔτε μυριὰς, οὔτε παγίδες θηρευτῶν, οὔτε τι ἕτερον τῶν κατηριθμημένων· καὶ ἐπειδήπερ σὺ, ὦ Κύριε, εἶ μου τοῦ ταῦτα λέγοντος ἐλπὶς, Τὸν Ὕψιστον ἔθου καταφυγήν σου· διὰ τοῦτο καὶ ἀρχόμενος ἔλεγον περὶ σοῦ, Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἢ, Ὁ καθήμενος ἐν ἀποκρύφῳ Ὑψίστου· ἐπειδήπερ ἐν ἀπορρήτοις καὶ ἀποκρύφοις σύνεδρόν σε καὶ σύνθρονον ὁ Ὕψιστος ἐποιήσατο, φήσας πρὸς σέ· Κάθου ἐκ τῶν δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου.
having said all things in the singular as to some one person, he adds, saying: "For Thou, Lord, art my hope; Thou hast made the Most High Thy refuge"; it is shown most clearly that it was the Lord to whom all these things were said. For with no change of person coming in between, the saying joined all things under one sense as to one person; and it showed who this was, making it plain next and saying: "For Thou, Lord, art my hope; Thou hast made the Most High Thy refuge." For since Thou, he says, O Lord, on whom I have hoped, hast made the Most High, that is the supreme God and Thine own Father, a refuge for Thyself, therefore there shall not come near Thee either a thousand, or ten thousand, or the snares of the hunters, or any other of the things enumerated; and since Thou, O Lord, art the hope of me who say these things, "Thou hast made the Most High Thy refuge"; therefore also at the beginning I said of Thee: "He that dwells in the help of the Most High", or, "He that sits in the secret place of the Most High"; since in secret and hidden places the Most High made Thee His assessor and sharer of His throne, saying to Thee: "Sit Thou at My right hand, until I make Thine enemies the footstool of Thy feet."
Ὑψίστου δὲ νοουμένου ἐν τούτοις τοῦ ἀνωτάτου Θεοῦ τῶν ὅλων· Κυρίου δὲ Υἱοῦ τοῦ Θεοῦ, ὃς τὸν Ὕψιστον ἔθετο καταφυγὴν αὐτοῦ, εἰκότως καὶ Μωσῆς τῷ αὐτῷ θείῳ Πνεύματι θεοφορούμενος ἐδίδασκεν ἐν μεγάλῃ ᾠδῇ λέγων· Ὅτε διεμέριζεν ὁ Ὕψιστος ἔθνη, ὡς διέσπειρεν υἱοὺς Ἀδὰμ, ἔστησεν ὅρια ἐθνῶν κατὰ ἀριθμὸν ἀγγέλων Θεοῦ. Καὶ ἐγενήθη μέρος Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ. Διὰ τούτων γοῦν καὶ ὁ Μωϋσῆς Ὕψιστον σαφῶς προσεῖπε τὸν ἀγέννητον Θεὸν, διανέμοντα τὰ ἐπὶ γῆς ἔθνη τοῖς ἑαυτοῦ ἀγγέλοις· Κύριον δὲ τὸν Υἱὸν τοῦ Θεοῦ, τὸν παρὰ τοῦ Πατρὸς τὸν Ἰσραὴλ ὑποδεδεγμένον. Αὐτὸς δ' οὖν οὗτος ὁ Κύριος καὶ διὰ τῶν προκειμένων ἐν βοηθείᾳ τοῦ Ὑψίστου κατοικεῖν ἐλέγετο, καταφυγήν τε ἑαυτοῦ τὸν Ὕψιστον τεθεῖσθαι, δηλαδὴ τὸν ἑαυτοῦ Πατέρα. Διὸ λέλεκται πρὸς αὐτόν· Ὅτι σὺ, Κύριε, ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Ἐπεὶ δὲ Ἰουδαϊκώτερον ὁ Ἀκύλας καὶ ὁ Σύμμαχος τὴν ἑρμηνείαν ἐκτεθείκασι, ὑφορώμενοι τὸ περὶ τοῦ Ὑψίστου καὶ περὶ τοῦ Κυρίου ἀποδεδομένον ἡμῖν δόγμα· καὶ ὁ μὲν Ἀκύλας ἡρμήνευσεν εἰπών· Ὅτι σὺ, Κύριε, ἐλπίς μου, ὕψιστον ἔθηκα κατοικητήριόν σου· ὁ δὲ Σύμμαχος· Σὺ γὰρ, θεὲ, ἀφοβία μου, ὑψίστην ἔθου τὴν κατοίκησίν σου· τηρητέον πρῶτον μὲν, ὡς ἡ πέμπτη ἔκδοσις συνᾴδει τοῖς Ἑβδομήκοντα, φήσασα καὶ αὐτή· Ὅτι σὺ, Κύριε, ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου· δεύτερον, ὡς ἡ Ἑβραϊκὴ φωνὴ, Ἐλίων περιέχουσα τὸν Ὕψιστον δηλοῖ. Εὕρομεν γοῦν ἐν νϛʹ ψαλμῷ κείμενον τὸ, Κεκράξομαι πρὸς τὸν Θεὸν τὸν ὕψιστον· ἔνθα ἀντὶ τοῦ, τὸν ὕψιστον, τὸ Ἑβραϊκὸν Ἐλίων περιέχει, ὡς καὶ ἐπὶ τοῦ παρόντος. Οὐχ ἄρα χρὴ βιαζομένους τὴν ἀλήθειαν διαστρέφειν. Καὶ ἄλλως δὲ, εἴπερ κατὰ τὸν Ἀκύλαν πρὸς αὐτὸν τὸν Κύριον λέλεκται, Ὅτι σὺ, Κύριε, ἐλπίς μου, ὕψιστον ἔθηκα οἰκητήριόν σου· ἢ κατὰ
The Most High being understood in these words as the supreme God of all things, and the Lord as the Son of God, who made the Most High His refuge, fittingly Moses too, inspired by the same divine Spirit, taught in the great song, saying: "When the Most High divided the nations, when He dispersed the sons of Adam, He set the bounds of the nations according to the number of the angels of God. And His people Jacob became the portion of the Lord, Israel the lot of His inheritance." By these words, then, Moses also plainly called the unbegotten God Most High, as distributing the nations on earth to His own angels; and the Son of God Lord, as having received Israel from the Father. This same Lord, then, was said through the words before us also to dwell in the help of the Most High, and to have made the Most High, that is His own Father, His refuge. Wherefore it is said to Him: "For Thou, Lord, art my hope; Thou hast made the Most High Thy refuge." But since Aquila and Symmachus have set out the rendering in a more Jewish way, looking askance at the doctrine handed down to us about the Most High and about the Lord, and Aquila rendered it saying: "For Thou, Lord, art my hope; I have made Thy dwelling most high"; and Symmachus: "For Thou, God, art my fearlessness; Thou hast made Thy dwelling most high"; it must be observed, first, that the fifth edition agrees with the Seventy, saying itself also: "For Thou, Lord, art my hope; Thou hast made the Most High Thy refuge"; secondly, that the Hebrew word, containing Elion, signifies the Most High. We find, at any rate, in the 56th psalm the words: "I will cry to God the Most High"; where for "the Most High" the Hebrew contains Elion, as also in the present place. One must not, then, do violence to the truth and pervert it. And besides, if according to Aquila it is said to the Lord Himself, "For Thou, Lord, art my hope; I have made Thy habitation most high"; or according to