Migne Reading Room

PG 23 · cols. 1129–1140 · Read from the page

Commentaries on the Psalms. Col

Commentaries on the Psalms. Col

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 23:1129Read from the page
Μωϋσῆ. Ζητῶ δὲ κατὰ ποῖον ἄρα καιρὸν ταύτῃ κέχρηται τῇ προσευχῇ Μωϋσῆς, καὶ εἴπερ αὐτῷ, ἢ μᾶλλον τῷ λαῷ κατάλληλος τυγχάνει, πότερον τῇ γενεᾷ τῇ κατ' αὐτὸν, καὶ τῷ συνόντι αὐτῷ λαῷ, ἢ τῇ μετ' ἐκείνους διαδοχῇ ἐφαρμοστέον αὐτήν. Ὅτι μὲν οὖν οὐκ εἰς αὐτὸν προσήκει τὰ προκείμενα ἀναφέρειν, οἶμαι πάνθ' ὁντινοῦν ὁμολογήσειν. Πῶς γὰρ δύναται Μωϋσῆς ὁ ἄνθρωπος τοῦ Θεοῦ, περὶ αὐτοῦ λέγειν, Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου· ἢ κατὰ τὸν Σύμμαχον, Ὅτι ἀνηλώθημεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου· καὶ πάλιν· Αἱ ἡμέραι ἡμῶν ἐξέλιπον ἐν τῇ ὀργῇ σου· καὶ πάλιν· Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου; Ἀλλ' ὅτι μὲν ταῦτα οὐκ ἂν εἰς τὸν Μωϋσέα ἀναφέροιτο, οὐ μόνον ἀπὸ τοῦ πάντα περὶ ὀργῆς Θεοῦ εἰρῆσθαι, ἀλλὰ καὶ ἀπὸ τοῦ πληθυντικῶς προενηνέχθαι τὰ εἰρημένα, δῆλόν ἐστιν. Εἰκὸς οὖν τινα ἐπὶ τὸν συνόντα αὐτῷ κατὰ τὴν ἔρημον λαὸν ταῦτα ἀναφέρειν. Ἀλλ' οὐδὲ τοῦτο συγχωρεῖ νοεῖν ὁ λόγος. Τί γὰρ καί φησι· Τὸ πρωῒ ὡς ἡ χλόη παρέλθοι, τὸ πρωῒ ἀνθήσαι καὶ παρέλθοι· τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη· ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου; Οὐκοῦν οὐ τῷ πρωῒ φησιν ἐκλελοιπέναι, ἀλλὰ Τὸ μὲν πρωῒ ὡς ἡ χλόη παρέλθοι· καὶ πάλιν, οὐ, Κατὰ τὸ πρωῒ ἀποπέσοι, οὐδὲ, Κατὰ τὸ πρωῒ σκληρυνθείη καὶ ξηρανθείη, ἀλλ' Ἀνθήσαι, φησὶν ὁ λόγος, κατὰ τὸ πρωῒ καὶ παρέλθοι· τὸ δὲ ἀποπεσεῖν καὶ σκληρυνθῆναι καὶ ξηρανθῆναι ἑσπέρας ἔσεσθαί φησι, λέγων τὸ, Ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη· καὶ τό· Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, κατὰ τὸ ἑσπέρας ἔσεσθαι εἴρηται· ἐν τούτῳ γὰρ, φησὶν, ἐξελίπομεν· ἐπειδήπερ τὸ πρωῒ ἄνθης γενομένης, καὶ χλόης καὶ προσκαίρου τινὸς ὡραϊσμοῦ, κατὰ τὴν ἑσπέραν σκληρυνθεῖσα ἡ χλόη καὶ ἀποξηρανθεῖσα ἡ ἄνθη ἐξέλιπε. Καὶ τὰ μὲν τῆς λέξεως τῆς παρούσης προσευχῆς τοῦτον ἔχει τὸν τρόπον· τὰ δὲ τῆς διανοίας οὐκ ἐπιτρέπει ἐπὶ τοὺς Μωϋσέως χρόνους καὶ τὴν κατ' αὐτὸν γενεὰν συνάγειν τὰ εἰρημένα. Οὐ γὰρ ἑσπέρα ἦν τότε, οὐδὲ τὰ ὕστατα τοῦ ἐκ περιτομῆς λαοῦ· ἀρχαὶ δὲ ἦσαν αὐτῶν, καὶ τότε πρῶτον αὐτοῖς ἀνατετάλκει τὸ ἐκ Θεοῦ φέγγος. Διὸ καὶ τὸ πρωῒ ὠνομάσθη ἡ τούτου τε καιροῦ κατάστασις, καὶ ἡ τοῦ Θεοῦ εἰς αὐτοὺς ἐπισκοπή. Ἑσπέρα δὲ τότε αὐτοῖς γέγονεν, ἡ ἐπὶ συντελείᾳ τοῦ αἰῶνος, καθ' ἣν ἔδυ αὐτοῖς ὁ τότε ἀνατείλας Λόγος. Ἀλλὰ τότε μὲν ἀνατέταλκε καὶ πρωΐαν αὐτοῖς εἰργάζετο, ὅτε καὶ ἤνθει τὰ κατ' αὐτοὺς πράγματα. Οὐ παρέμεινε δὲ ἐν τῇ ἀληθείᾳ· ἀλλὰ γὰρ ἀνθήσαντα παρῆλθε, καὶ σκιᾶς δίκην παρέδραμε· διὸ λέλεκται· Τὸ πρωῒ ὡς ἡ χλόη παρέλθοι. Μετὰ δὲ τὴν Μωϋσέως τελευτὴν πάλιν ἐν τοῖς μετὰ ταῦτα χρόνοις ἐπιδόντες εἰς αὔξησιν καὶ μείζονα φυὴν, οὐδὲ οὕτω διέμειναν, ἀλλὰ παρῆλθον· διὸ καὶ δεύτερον λέλεκται· Τὸ πρωῒ ἀνθήσαι καὶ παρέλθοι. Τὰ δέ γε τελευταῖα αὐτῶν μετὰ ταῦτα σημαίνεται διὰ τοῦτο· Ἑσπέρας ἀποπέσοι, καὶ σκληρυνθείη καὶ ξηρανθείη· τὸ γὰρ
...Moses. And I ask at what time Moses used this prayer, and whether it suits him, or rather the people; whether it is to be fitted to the generation of his time and the people who were with him, or to the succession after them. That it is not fitting to refer the present words to him, I think anyone at all will agree. For how can Moses, the man of God, say of himself, "For we have failed in Thy wrath", or according to Symmachus, "For we have been consumed in Thy wrath, and in Thy anger we have been troubled. Thou hast set our iniquities before Thee"; and again, "Our days have failed in Thy wrath"; and again, "Who knows the power of Thy wrath, and Thy anger from the fear of Thee?" But that these things could not be referred to Moses is clear, not only from everything being said about the wrath of God, but also from the words being put forward in the plural. It is likely, then, that someone would refer them to the people who were with him in the desert. But the discourse does not allow us to understand even this. For what does it also say? "In the morning may it pass away like the grass; in the morning may it flower and pass away; in the evening may it fall, be hardened and withered; for we have failed in Thy wrath." So it does not say that they failed in the morning, but "In the morning may it pass away like the grass"; and again, not "In the morning may it fall", nor "In the morning may it be hardened and withered", but "May it flower", says the discourse, in the morning, "and pass away"; while the falling and being hardened and withered it says will be in the evening, saying, "In the evening may it fall, be hardened and withered"; and "For we have failed in Thy wrath" is said to be in the evening; for in this, he says, we have failed; since in the morning there was flower, and grass and a passing bloom, but in the evening the grass was hardened and the flower withered, and failed. And the wording of the present prayer is of this kind; but its sense does not permit us to gather what is said to the times of Moses and the generation of his day. For it was not evening then, nor the last days of the people of the circumcision; it was their beginning, and then for the first time the light from God had risen upon them. Wherefore the state of that time, and God's visitation of them, was named "the morning". But evening came upon them at the consummation of the age, at which the Word who had then risen set for them. But then He rose and made a morning for them, when their affairs also flourished. Yet it did not remain in the truth; but having flowered it passed away, and ran by like a shadow; wherefore it is said, "In the morning may it pass away like the grass." And after the death of Moses, again in the times after this, though they advanced to increase and greater growth, not even so did they endure, but passed away; wherefore it is said a second time, "In the morning may it flower and pass away." And their last state after this is signified by this: "In the evening may it fall, and be hardened and withered"; for the...
PG 23:1132Read from the page
παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. Ὃ δὴ καὶ περὶ αὐτοῖς γέγονεν ἐπιδύντος αὐτοῖς τοῦ τῆς δικαιοσύνης Ἡλίου, κατὰ τὴν φήσασαν προφητείαν· Καὶ δύσεται ὁ ἥλιος ἐπὶ τοὺς προφήτας τοὺς πλανῶντας τὸν λαόν μου. Ὥσπερ γὰρ περὶ τῶν δικαίων ἐλέχθη τὸ, Ἀνατελεῖ τοῖς φοβουμένοις αὐτὸν Ἥλιος δικαιοσύνης, οὕτω καὶ περὶ τῶν ἀσεβῶν εἴρηται τὸ, Δύσεται ὁ ἥλιος ἐπὶ τοῖσδε· καὶ πάλιν ἀλλαχοῦ· Καὶ δύσεται ὁ ἥλιος μεσημβρίας, καὶ ἡ σελήνη οὐ δώσει τὸ φέγγος αὐτῆς. Ἐπὶ συντελείᾳ τοίνυν τοῦ αἰῶνος μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν, ὅτε αὐτοῖς ἡ ἑσπέρα ἐπῆλθε, δύντος αὐτοῖς ὡς ἀληθῶς τοῦ τῆς ἀληθείας φωτὸς, ἡ ἔκπτωσις αὐτῶν καὶ ἡ ἀποβολὴ τέλους ἔτυχε, καὶ τὸ παρὸν ἐπληρώθη λόγιον φῆσαν· Τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη. Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. Καί μοι δοκεῖ διὰ τούτων ὁ Μωϋσῆς προσευχὴν συντάξαι ἁρμόζουσαν τῇ καταστάσει τοῦ λαοῦ, τῇ μετὰ τὴν παρουσίαν τοῦ Σωτῆρος ἡμῶν. Προφήτης οὖν ὢν, προγνώσει τε θείᾳ τὸ τέλος αὐτῶν τῆς ἀποβολῆς καὶ τὴν ἐσχάτην ἀπόπτωσιν συνορῶν, φάρμακον αὐτοῖς σωτήριον καὶ θεραπευτικὸν ὑπετίθετο, τὴν παροῦσαν προσευχὴν ἐν ἀπορρήτοις, ὡς εἰκὸς, παραδοὺς αὐτὴν ἔξωθεν τῆς ἄλλης αὐτοῦ γραφῆς τοῖς δυναμένοις τὰ ἀπόρρητα παρ' ἑαυτοῖς κατέχειν· παρ' οἷς καὶ εἰκὸς φυλάττεσθαι αὐτὴν ἰδιαζόντως καὶ λεληθότως μέχρι πολλοῦ· ὕστερόν γε μὴν ἐγκαταλεχθῆναι ἀναγκαίως τῇ βίβλῳ τῶν Ψαλμῶν, ὡς ἂν μὴ τῷ μακρῷ χρόνῳ διαπέσοι λαθοῦσα τοὺς πολλοὺς καὶ ἀμεληθεῖσα. Ἵν' οὖν σώζοιτο, καὶ παραμένοι γινωσκομένη ὑπὸ πάντων, τῇ βίβλῳ τῶν Ψαλμῶν παρενεβλήθη, μὴ οὖσα ψαλμός. Οὐδὲ γὰρ ψαλμοῦ τι περιέχει· θυμηδίας γὰρ ὁ ψαλμός· ἡ δὲ παροῦσα προσευχὴ ὀργῆς μνημονεύει καὶ θυμοῦ Θεοῦ καὶ ἑτέρων σκυθρωπῶν, ἱλάσκεταί τε τὸ Θεῖον ὑπὲρ τῶν ἀποπεπτωκότων· τὸν ἱλασμὸν τοῦτον Μωϋσέως διὰ τῆς προσευχῆς διδάσκοντος λέγειν τὸν ἀποπεσόντα τοῦ Θεοῦ λαὸν μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν.
...that which is growing old and aging is near to vanishing. And this indeed has happened to them, since the Sun of righteousness has set for them, according to the prophecy that says: "And the sun shall set upon the prophets who lead my people astray." For as it was said of the righteous, "The Sun of righteousness shall rise upon those who fear Him", so too it is said of the ungodly, "The sun shall set upon these"; and again elsewhere: "And the sun shall set at midday, and the moon shall not give her light." At the consummation of the age, then, after the coming of our Saviour, when evening came upon them, the light of truth having truly set for them, their falling away and rejection reached its end, and the present oracle was fulfilled, which said: "In the evening may it fall, be hardened and withered. For we have failed in Thy wrath, and in Thy anger we have been troubled." And it seems to me that by these words Moses composed a prayer suited to the condition of the people after the coming of our Saviour. Being a prophet, then, and foreseeing by divine foreknowledge the end of their rejection and their final falling away, he provided for them a saving and healing remedy, handing down the present prayer among the secret things, as is likely, apart from the rest of his writing, to those able to keep secret things among themselves; among whom it is likely that it was kept privately and hidden for a long time; but later it was of necessity enrolled in the book of Psalms, so that it should not perish in the long course of time, unnoticed by the many and neglected. So that it might be preserved, then, and remain known by all, it was inserted into the book of Psalms, though it is not a psalm. For it contains nothing of a psalm; for a psalm is of gladness; but the present prayer makes mention of wrath and the anger of God and other gloomy things, and propitiates the Divine on behalf of those who have fallen away; Moses teaching, through the prayer, the people of God who fell away after the coming of our Saviour to speak this propitiation.
Καί μοι δοκεῖ οὐκ ἀσκόπως μετὰ τὸν πηʹ ψαλμὸν καὶ τὰ δι' αὐτοῦ περὶ τοῦ σπέρματος Δαυῒδ καὶ τοῦ ἐπηγγελμένου αὐτῷ θρόνου θεσπισθέντος ἡ παροῦσα προσευχὴ Μωϋσέως συνῆφθαι· μετά τινος δὲ βαθυτέρας θεωρίας αἰνιττομένου τοῦ λόγου ἀπόπτωσιν ἔσεσθαι καὶ ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους μετὰ τὴν παρουσίαν τοῦ ἐκ σπέρματος Δαυῒδ προελευσομένου· ὃ δὴ καὶ ἐπισφραγίζεται ἡ τῶν πραγμάτων ἔκβασις. Ἀλλὰ γὰρ προσευχὴν αὐτοῖς παραδίδωσιν ὁ Μωϋσῆς, προφητικῇ δυνάμει ἐφαρμόσας τοὺς ἐν τῇ προσευχῇ λόγους τῷ προσώπῳ τοῦ ἐκπεσόντος καὶ ἀποβληθέντος λαοῦ. Ἐπὰν οὖν λέγῃ· Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν· Καὶ εἶπας· Ἐπιστρέψατε, οἱ υἱοὶ τῶν ἀνθρώπων, τοῦτόν μοι δοκεῖ διδάσκειν αὐτοὺς τὸν νοῦν, προσευχομένους λέγειν· Ὦ Κύριε, σὺ κατὰ χρόνους ἡμῖν γέγονας καταφυγὴ καὶ καθ' ἑκάστην γενεάν· πρῶτον μὲν γὰρ ἐν Αἰγύπτῳ τυγχάνουσιν ἡμῖν, καὶ ὑπὸ τοῦ Φαραὼ καὶ τῶν Αἰγυπτίων καταπονουμένοις καταφυγὴ γέγονας· πάλιν δὲ ἐπὶ τῆς ἐρήμου πολεμούμενοι τοτὲ μὲν ὑπὸ τοῦ Ἀμαλὴκ, τοτὲ δὲ ὑπὸ τοῦ Χαναναίου, σὲ καταφυγὴν ἐσχήκαμεν· οὐ μὴν ἀλλὰ καὶ εἰσελθόντες εἰς τὴν γῆν τῆς ἐπαγγελίας, ὑπὸ ἀλλοφύλοις τε γενόμενοι, πολλάκις τε καὶ μετὰ ταῦτα ἐπὶ τῶν βασιλέων ἡμῶν, καὶ τέλος ἐπὶ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας, σὲ
And it seems to me not without purpose that the present prayer of Moses has been joined after Psalm 88 and what was foretold in it about the seed of David and the throne promised to him; the discourse hinting, with a certain deeper contemplation, that there would be a falling away and rejection of the nation of the Jews after the coming of Him who was to come forth from the seed of David; which indeed the outcome of events also seals. But Moses hands down a prayer to them, by prophetic power fitting the words in the prayer to the person of the people that fell away and was rejected. When, then, he says, "Turn not man away to humiliation; and Thou saidst, Return, ye sons of men", he seems to me to teach them this sense, to say in prayer: O Lord, Thou hast become our refuge through the times and in every generation; for first, when we were in Egypt and oppressed by Pharaoh and the Egyptians, Thou didst become our refuge; again, when warred upon in the desert, now by Amalek, now by the Canaanite, we had Thee as refuge; and indeed when we had entered the land of promise, and came under foreigners, and many times also after this under our kings, and finally in the captivity to Babylon, Thee...
PG 23:1133Read from the page
καταφυγὴν ἔσχομεν. Καὶ νυνὶ τοιγαροῦν ἱκετεύομεν τῶν ὁμοίων παρὰ σοῦ τυχεῖν, καί σε κτήσασθαι καταφυγήν· διὸ δεόμεθα, Μὴ ἀποστρέψῃς ἄνθρωπον εἰς ταπείνωσιν· τουτέστι, Μὴ ἀποστρέψῃς ἡμᾶς εἰς τελείαν ἀπόπτωσιν καὶ ταπείνωσιν. Σὺ γὰρ τῇ σῇ φιλανθρωπίᾳ εἶπας, καὶ κηρύγματα πᾶσιν ἀνθρώποις ἐξενήνοχας λέγων· Ἐπιστρέψατε, οἱ υἱοὶ τῶν ἀνθρώπων. Εἰ δὴ οὖν πάντα τὰ ἔθνη καὶ πάντας τοὺς υἱοὺς τῶν ἀνθρώπων προσκέκληταί σου ἡ φιλανθρωπία, καὶ τοὺς πάλαι ἀποστραφέντας ἀπὸ σοῦ, καὶ δαίμοσι καὶ πνεύμασι πονηροῖς καταδουλωθέντας ἐπιστραφῆναι ἐπὶ σὲ κελεύσεις, μηδὲ ἡμᾶς ἀποστραφῇς, μηδὲ εἰς παντελῆ ἐρήμωσιν καταλείπῃς ἐλθεῖν τοὺς πάλαι σου γενομένους οἰκείους, οἵτινες πρὸς ὀλίγον ἀνθήσαντες χειμάρρου δίκην παρεδράμομεν. Τὰ γοῦν χίλια ἡμῶν ἔτη, ἐν οἷς ἠκμάσαμεν, ταῦτα παρῆλθεν ὡς ἡ ἐχθὲς, ἥτις διῆλθε. Γενόμενος δὲ ἐν τούτοις ἐφίστημι πῶς εἴρηται τὰ χίλια ταῦτα ἔτη. Εἰ μὲν γὰρ ἕνεκεν δοξολογίας τοῦ Θεοῦ καὶ εἰς παράστασιν τῆς ἀϊδίου ζωῆς τοῦ Θεοῦ, οὐδὲν οἶμαι τὸν λόγον μεγαλοπρεπὲς περιέχειν. Οὐδὲ γὰρ τὸν σύμπαντα αἰῶνα, οὐδὲ τὸν ἀπὸ πρώτης κτίσεως τοῦ κόσμου καὶ μέχρι τῆς συντελείας παρατείνοντα χρόνον, τὸ ἀκαρὲς ἡγοῦμαι εἶναι, οὐχ ὅτι τῆς ἡμέρας, ἀλλ' οὐδὲ τῆς βραχυτάτης ὥρας παραθέσει τῆς ἀνάρχου καὶ ἀγεννήτου ζωῆς τοῦ Θεοῦ, πρὸ πάντων ὑπάρχοντος αἰώνων, καὶ πρὸ παντὸς ἐπινοουμένου καὶ εἰς ἄπειρον ἐκτεινομένου λογισμοῦ, ὑπέρ τε τοὺς μετὰ ταῦτα ἀπεράντους καὶ ἀτελευτήτους αἰῶνας διαρκοῦντος. Διόπερ ἕτερόν μοι δοκεῖ νοῦν ὑποβάλλειν ἡ παροῦσα προσευχὴ, διδάσκουσα τὸν λαὸν λέγειν· Ὅτι χίλια ἔτη ἐν ὀφθαλμοῖς σου ὡς ἡ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε, καὶ φυλακὴ ἐν νυκτί. Τὰ γοῦν σεμνὰ τῆς Ἱερουσαλὴμ, ἐν οἷς τὸ πᾶν ἔθνος αὐτῶν ἤκμασέ τε καὶ ἤνθησεν ἐν ἡμέραις, ὥσπερ καὶ φωτὶ γέγονε, ταῦτ' ἦν τὰ χίλια ἔτη. Ἐπὶ μόνοις γὰρ χιλίοις ἔτεσι συνέστηκε καὶ διήρκεσε τὰ τῆς ἐν τόπῳ λατρείας· ἃ δὴ καὶ ἀριθμεῖται τοῦτον τὸν τρόπον. Ἀπὸ μὲν τῆς πρώτης τοῦ ἱεροῦ κατασκευῆς καὶ τῶν Σολομῶνος χρόνων μέχρι τῆς ὑπὸ Βαβυλωνίων πολιορκίας ἔτη συνάγεται υλβʹ· μετὰ δὲ ταῦτα εἰς ἔρημον περιστάντος τοῦ τόπου, αὖθις Ἰησοῦς καὶ Ζοροβάβελ, ὁ τοῦ Σαλαθιὴλ, κατὰ τὸ δεύτερον ἔτος Δαρείου τοῦ Πέρσου ἀνανεοῦσι τὸν οἶκον· ἐξ ἐκείνου τε καὶ ἐπὶ τὸ πεντεκαιδέκατον ἔτος Τιβερίου Καίσαρος ἔτη συνάγεται φμηʹ· ὥστε εἶναι τὰ πάντα ϡπʹ. Διέμεινέ τε χειμαζομένη καὶ ἀστατοῦσα ἡ πόλις μετὰ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν ἑτέροις ἔτεσι μʹ· μεθ' ἃ ὁ παντελὴς αὐτοὺς μετῆλθεν ὄλεθρος, καὶ ἡ ὑστάτη πολιορκία, ἡ ὑπὸ Ῥωμαίων γενομένη κατὰ Τίτον καὶ Οὐεσπασιανὸν αὐτοκράτορας.
...we had as refuge. And now, therefore, we beseech Thee that we may obtain the like from Thee, and gain Thee as refuge; wherefore we pray, "Turn not man away to humiliation"; that is, Turn us not away to complete falling away and humiliation. For Thou in Thy love for men didst speak, and didst send forth proclamations to all men, saying: "Return, ye sons of men." If, then, Thy love for men has called all the nations and all the sons of men, and Thou dost bid those who long ago turned away from Thee, and were enslaved to demons and evil spirits, to return to Thee, do not turn away from us either, nor leave to come into utter desolation those who were of old Thine own, who, having flowered for a little while, have run by like a torrent. Our thousand years, then, in which we flourished, these have passed by like yesterday, which is past. Coming to these words, I consider how these thousand years are spoken of. For if it is for the glorifying of God and to set forth the everlasting life of God, I think the saying contains nothing magnificent. For I hold that not the whole age, nor the time stretching from the first creation of the world to the consummation, is even a moment, I do not say of a day, but not even of the briefest hour, compared with the life of God without beginning and unbegotten, who exists before all ages, and before every reckoning that can be conceived and stretched to infinity, and who endures beyond the boundless and endless ages after these. Wherefore the present prayer seems to me to suggest another sense, teaching the people to say: "For a thousand years in Thy eyes are as yesterday, which is past, and as a watch in the night." The venerable things of Jerusalem, then, in which their whole nation flourished and blossomed in days, as it were in light, these were the thousand years. For the worship in the place stood and lasted for only a thousand years; which are reckoned in this way. From the first building of the temple and the times of Solomon to the siege by the Babylonians, 432 years are reckoned; and after this, when the place had become a desert, Jesus and Zerubbabel the son of Salathiel renew the house in the second year of Darius the Persian; and from that time to the fifteenth year of Tiberius Caesar, 548 years are reckoned; so that the whole is 980. And the city continued storm-tossed and unsettled, after their plot against our Saviour, for another 40 years; after which utter destruction overtook them, and the last siege, that made by the Romans under the emperors Titus and Vespasian.
Ταῦτ' οὖν ἦν τὰ χίλια ἔτη περὶ ὧν εἴρηται, Ὡς ἡ ἡμέρα ἡ ἐχθὲς, ἥτις διῆλθε. Διελθόντα γὰρ ταῦτα καὶ μηκέτι ὄντα ἀποκλαίονται οἱ διὰ τῆς προσευχῆς τὸν Θεὸν ἱλεούμενοι· ἀλλὰ καὶ ὡς φυλακὴν νυκτερινὴν ταῦτά φασι τὰ χίλια ἔτη παρεληλυθέναι. Λύχνος γὰρ ἦν ὁ Μωϋσέως νόμος ἐν νυκτὶ φαίνων αὐτοῖς· ἀλλὰ καὶ οἱ προφῆται, οἱ μετὰ Μωϋσέα, λύχνοι ἦσαν ἢ καὶ ἀστέρες ἐν νυκτὶ φαίνοντες, οὔπω τοῦ φωτὸς
These, then, were the thousand years of which it is said, "As yesterday, which is past." For those who propitiate God through the prayer bewail these as past and no longer existing; and they also say that these thousand years have passed like a watch in the night. For the law of Moses was a lamp shining for them in the night; and the prophets too, those after Moses, were lamps or stars shining in the night, the light not yet...
PG 23:1136Read from the page
τοῦ ἡλιακοῦ, τουτέστι τοῦ σωτηρίου Λόγου, τὴν οἰκείαν ἡμέραν τε καὶ μεσημβρίαν πᾶσι τοῖς ἔθνεσιν ἐπιλάμψαντος. Φυλακὴ δὲ νυκτερινὴ καιρὸς ὠνόμασται τῆς νυκτός· τοῦτο δὲ νοήσεις ἀπὸ τοῦ Εὐαγγελίου, ἐν ᾧ εἴρηται· Τετάρτῃ δὲ φυλακῇ τῆς νυκτὸς ἦλθεν ὁ Ἰησοῦς περιπατῶν ἐπὶ τῆς θαλάσσης· καὶ πάλιν· Εἰ ᾔδει ὁ οἰκοδεσπότης ποίᾳ φυλακῇ ὁ κλέπτης ἔρχεται. Δηλοῦται τοίνυν τὰ χίλια ἔτη οὐχ ὡς ἡμέρα ἡ παρελθοῦσα, καὶ μηκέτ' οὖσα μόνον, ἀλλὰ καὶ ὡς βραχύ τι μόριον νυκτὸς, ὡς μηδὲ ὅλην νύκτα νοῆσαι, ἀλλὰ μέρος τι ταύτης, ἐν ᾧ τὴν φυλακὴν τῆς σωματικῆς τοῦ νόμου λατρείας περιεῖπον. Τούτοις ἑξῆς εἴρηται· Τὰ ἐξουδενώματα αὐτῶν ἔτη ἔσονται. Δοκεῖ μοι καὶ ἡ τούτων διάνοια τοιαύτη τις εἶναι· Τὰ ἔτη αὐτῶν ἐξουδενώματα ἔσονται. Οὐκ ἔτι γὰρ ἔντιμα ἔτη, οὐδὲ σπουδαῖα καὶ ἀναγκαῖα, ἀλλ' ἐξουθενημένα καὶ εἰς τὸ μηδὲν λελογισμένα γενήσεται. Πῶς δὲ εἰς οὐδὲν λελογισμένα γενήσεται αὐτῶν τὰ ἔτη, διασαφεῖ λέγων ἑξῆς· Τὸ πρωῒ ὡς ἡ χλόη παρέλθοι, τὸ πρωῒ ἀνθήσαι καὶ παρέλθοι· τὸ ἑσπέρας ἀποπέσοι, σκληρυνθείη καὶ ξηρανθείη, ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου. Πάλαι μὲν οὖν, φησὶν, ὅτε ἀρχὰς εἶχε τὰ καθ' ἡμᾶς καὶ ἐν πρωΐᾳ ἦμεν, γεγόναμεν ὡς ἡ χλόη· ἀλλὰ παρελθούσης ἐκείνης τῆς γενεᾶς, παρῆλθεν ἡ χλόη. Μετὰ ταῦτα δὲ ἠνθήσαμεν, μεῖζόν τε καὶ πλέον τῆς χλόης ἐσχήκαμεν, ὥστε καὶ ἄνθος ἐν ἡμῖν εὑρεθῆναι· καὶ τοῦτο δὲ παρῆλθε τὸ ἄνθος. Ἐπ' ἐσχάτων δὲ τῶν καιρῶν, δύντος ἡμῖν παντελῶς τοῦ φωτὸς, καὶ ἑσπέρας ἡμᾶς καταλαβούσης, ἀποπεπτώκαμεν σκληρυνθέντες καὶ ξηρανθέντες· καὶ ταῦτα πεπόνθαμεν, Ὅτι ἐξελίπομεν ἐν τῇ ὀργῇ σου, καὶ ἐν τῷ θυμῷ σου ἐταράχθημεν. Δύναται δὲ καὶ καθ' ἑτέραν διάνοιαν φυσικὸν λόγον ἀποδιδόναι διὰ τούτων ἡ λέξις, ὡς τῆς ἀνθρωπίνης φύσεως ἐν μὲν τῇ νεότητι δίκην ἁπαλῆς χλόης βλαστούσης, μετὰ δὲ ταῦτα ἐν τῇ ἀκμῇ τῆς ἡλικίας ἀνθούσης· εἶθ' ὕστερον ἐπὶ γήραος οὐδῷ ἀποπιπτούσης, οὐκ ἄλλως ἢ πρῶτον σκληρυνομένης κατὰ τὸ γῆρας, ἔπειτα παντελῶς ξηραινομένης. Ἑσπέραν δὲ σημαίνεσθαι τὰ τελευταῖα τῆς τῶν ἀνθρώπων ζωῆς.
...the solar [light], that is, of the saving Word, having shone forth its own day and noon upon all the nations. A night watch is the name of a time of the night; and this you will understand from the Gospel, in which it is said: "And in the fourth watch of the night Jesus came walking on the sea"; and again: "If the master of the house had known in what watch the thief was coming." The thousand years, then, are shown not only as a day that is past and no longer is, but also as a short part of a night, so as to be understood not even as a whole night, but a part of it, in which they kept the watch of the bodily worship of the law. Next to these it is said: "Their contemptible things shall be years." The sense of these words too seems to me to be something like this: Their years shall be contemptible things. For no longer will they be honoured years, nor earnest and needful, but will become despised and reckoned as nothing. And how their years will become reckoned as nothing he makes clear, saying next: "In the morning may it pass away like the grass; in the morning may it flower and pass away; in the evening may it fall, be hardened and withered; for we have failed in Thy wrath." Of old, then, he says, when our affairs had their beginning and we were in the morning, we became like the grass; but when that generation passed, the grass passed. And after this we flowered, and had something greater and more than the grass, so that flower too was found in us; and this flower also passed. But in the last times, when the light had wholly set for us, and evening had overtaken us, we have fallen, hardened and withered; and we have suffered these things, "For we have failed in Thy wrath, and in Thy anger we have been troubled." But the wording can also give a natural account in another sense, as of human nature sprouting in youth like tender grass, and afterwards flowering in the prime of life; then later, on the threshold of old age, falling away, in no other way than first being hardened in old age and then wholly withered. And evening signifies the last part of the life of men.
Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου· ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου. Ὅτι πᾶσαι αἱ ἡμέραι ἡμῶν ἐξέλιπον, καὶ ἐν τῇ ὀργῇ σου ἐξελίπομεν. Ὁ Σύμμαχος· Προσέθηκας τὰς ἀνομίας ἡμῶν ἄντικρύς σου, τὰς ἀμελείας ἡμῶν φαίνεσθαι τῷ προσώπῳ σου. Πᾶσαι γὰρ αἱ ἡμέραι ἡμῶν διέδρασαν, ἐν τῷ χόλῳ σου ἀνηλώθημεν. Καὶ ταῦτα λέγειν ἁρμόζει τῇ παρούσῃ καταστάσει τοῦ λαοῦ τοῦ ἐκ περιτομῆς. Νῦν γὰρ ὡς ἀληθῶς πᾶσαι αἱ πρότεραι ἡμέραι αὐτῶν ἐξέλιπον, ὅτε ἡ ἑσπέρα αὐτοὺς κατέλαβε, καὶ ὅτε ἐξέλιπον ἐν τῇ ὀργῇ τοῦ Θεοῦ. Ἐπειδὴ πάλαι μὲν παρῄει καὶ ὑπερέβαινε τὰς ἀνομίας αὐτῶν, μετὰ δὲ τὴν κατὰ τοῦ Σωτῆρος ἐπιβουλὴν ἐπληροῦτο εἰς αὐτοὺς τό· Οὐκ ἔτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν· διό φησιν· Ἔθου τὰς ἀνομίας ἡμῶν ἐναντίον σου, καὶ, Ὁ αἰὼν ἡμῶν εἰς φωτισμὸν τοῦ προσώπου σου. Ἀνθ' οὗ σαφέστε-
"Thou hast set our iniquities before Thee; our age in the light of Thy countenance. For all our days have failed, and in Thy wrath we have failed." Symmachus: "Thou hast set our iniquities in front of Thee, our negligences to appear before Thy face. For all our days have run away; in Thy anger we have been consumed." And it fits the present state of the people of the circumcision to say this. For now truly all their former days have failed, when the evening overtook them, and when they failed in the wrath of God. Since of old He passed by and overlooked their iniquities, but after the plot against the Saviour there was fulfilled upon them the word, "I will no longer forgive your sins"; wherefore he says, "Thou hast set our iniquities before Thee", and, "Our age in the light of Thy countenance." Instead of which more clearly...
PG 23:1137Read from the page
ρον ὁ Σύμμαχος ἀπέδωκεν εἰπών· Τὰς ἀμελείας ἡμῶν φαίνεσθαι τῷ προσώπῳ σου Τὰ ἔτη ἡμῶν ὡσεὶ ἀράχνη ἐμελέτων. Αἱ ἡμέραι τῶν ἐτῶν ἡμῶν ἐν αὐτοῖς οʹ ἔτη. Ἐὰν δὲ ἐν δυναστείαις ὀγδοήκοντα ἔτη, καὶ τὸ πλεῖον αὐτῶν κόπος καὶ πόνος. Ἐνταῦθα κατὰ καιρὸν παραθετέον τὴν Ἡσαΐου προφητείαν, δι' ἧς φησιν· Ὠὰ ἀσπίδων ἔρρηξαν καὶ ἱστὸν ἀράχνης ὑφαίνουσι. Ταῦτα δὲ ἐθέσπιζεν ὁ Προφήτης, ἀναπέμπων τὸν λόγον ἐπὶ τὴν κατάστασιν τοῦ λαοῦ τὴν μετὰ τὴν παρουσίαν τοῦ Σωτῆρος ἡμῶν, καθ' ἣν οἱ ἄρχοντες αὐτῶν δίκην ὄρνιθος τικτούσης τὰ ἑαυτῶν ἀπογεννώμενα τοσαῦτα προβάλλονται, ὡς ἀσπίδος ὁμοιοῦσθαι γεννήμασι διὰ τὸν ἐνιέμενον ὑπ' αὐτῶν τῆς κατὰ τοῦ Σωτῆρος ἡμῶν βλασφημίας ἰὸν καὶ τῆς ἄλλης εἰς αὐτὸν ἀπιστίας. Πάλαι μὲν οὖν ὕφαινον χιτῶνας τῷ ἀρχιερεῖ καὶ στολὰς ἁγίας· νῦν δὲ πᾶσαν τὴν ὑφὴν αὐτῶν καὶ τὴν διὰ τοῦ λόγου κατασκευαζομένην διδασκαλίαν, ἣν διὰ τῆς τῶν θείων Γραφῶν συμπλοκῆς τε καὶ ὑφάνσεως προβάλλονται, ἀράχνης ὑφάσματι παρείκασεν ὁ προφητικὸς λόγος. Διό φησιν· Ἱστὸν ἀράχνης ὑφαίνουσι. Καὶ ὁ παρὼν δὲ ψαλμὸς, τὴν ἐκ προσώπου αὐτῶν περιέχων ἐξομολόγησιν, φησί· Τὰ ἔτη ἡμῶν ὡς ἀράχνη ἐμελέτων. Ἄντικρυς γὰρ τὰς μελέτας τῶν Γραφῶν ἐν αἷς κατατρίβονται, καὶ τὰς δευτερώσεις, δι' ὧν ὑφάσματά τινα διδασκαλίας δοκοῦσιν ἀπεργάζεσθαι, ἀράχνης ἀπείκασεν ἔργοις. Ἀλλὰ καὶ τὴν ζωὴν αὐτῶν μόνην φασὶν εἶναι τὴν πρόσκαιρον ἐν οʹ καὶ πʹ ἔτεσι συμπεραιουμένην. Τοῦτο δέ φασι τὴν ἐπαγγελλομένην ἀπογινώσκοντες.
...more clearly Symmachus rendered it, saying: "Our negligences to appear before Thy face." "Our years have meditated like a spider. The days of our years, in them seventy years. And if in strength, eighty years, and the most of them labour and toil." Here it is timely to set beside this the prophecy of Isaiah, in which he says: "They have broken asps' eggs, and they weave a spider's web." The Prophet foretold these things, referring the saying to the state of the people after the coming of our Saviour, in which their rulers, like a bird laying eggs, put forth such things as are born of them that they are likened to the offspring of an asp, because of the venom of blasphemy against our Saviour, and of their other unbelief towards Him, which they inject. Of old, then, they wove tunics for the high priest and holy robes; but now the prophetic word has likened all their weaving, and the teaching built up by argument, which they put forward through the intertwining and weaving together of the divine Scriptures, to a spider's web. Wherefore it says, "They weave a spider's web." And the present psalm too, containing the confession made in their person, says, "Our years have meditated like a spider." For it plainly likens to the works of a spider the meditations on the Scriptures in which they spend their time, and the deuteroses, through which they think to produce certain webs of teaching. And they also say that their life is only the temporal one, completed in seventy and eighty years. And they say this despairing of the promised [life].
Ὅτι ἐπῆλθε πραΰτης καὶ παιδευθησόμεθα. Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου ἐξαριθμήσασθαι; τὴν δεξιάν σου οὕτω γνώρισον, καὶ τοὺς πεπαιδευμένους τῇ καρδίᾳ ἐν σοφίᾳ. Ἀντὶ τοῦ, Ὅτι ἐπῆλθε πραΰτης καὶ παιδευθησόμεθα, ὁ Σύμμαχός φησι· Τμηθέντες γὰρ ἄφνω ἐκπεταννύμεθα. Ἔχεται δὲ τῆς προδηλωθείσης διανοίας καὶ ὁ παρὼν λόγος. Τὰ γὰρ ἔτη ἡμῶν, φησὶ, τὰ τῆς προσκαίρου ζωῆς εἰς οʹ καὶ πʹ ἀριθμὸν ἐτῶν συντείνει· καὶ αὕτη ἐστὶν ἡ ἡμῶν ἐλπὶς, μεθ' ἣν οὐδεμία ἄλλη ἡμᾶς διαδέξεται· τμηθέντες γὰρ ἄφνω κατὰ τὴν τελευτὴν, ἐκπεταννύμεθα· μετὰ δὲ ταῦτα τί ποτε ἡμᾶς διαδέξεται, τίς οἶδε; Τίς γὰρ ἑρμηνεῦσαι δύναται, ἢ καὶ ἀκριβῶς γνῶναι καὶ ἐξειπεῖν, ὁποία τίς ἐστιν ἡ μετὰ ταῦτα τοὺς ἁμαρτωλοὺς καταληψομένη ὀργή; Διό φησι· Τίς γινώσκει τὸ κράτος τῆς ὀργῆς σου, καὶ ἀπὸ τοῦ φόβου σου τὸν θυμόν σου; Τίς δὲ οἷός τέ ἐστιν ἐξαριθμήσασθαι τὴν δεξιάν σου; Ἀλλὰ σύ γε ἡμῖν ὁ Θεὸς ἐντεῦθεν ἤδη γνώρισον τὴν δεξιάν σου, εἰς τὸ δύνασθαι ἡμᾶς νοεῖν τε αὐτὴν καὶ τὰς δυνάμεις αὐτῆς ἀπαριθμεῖσθαι. Δεξιὰν δὲ Θεοῦ τὸν Χριστὸν αὐτοῦ πολλάκις ἐδίδαξαν οἱ ἱεροὶ λόγοι. Παιδεύονται τοίνυν οἱ δηλούμενοι μετὰ τὴν ἐξομολόγησιν εὔχεσθαι καταξιωθῆναι πρῶτον μὲν τῆς τοῦ Θεοῦ πραΰτητος, ὡς ἂν παιδευθεῖεν δι' αὐτῆς· ἔπειτα τῆς δεξιᾶς αὐτοῦ, δηλαδὴ τῆς γνώσεως τοῦ Χριστοῦ αὐτοῦ,
"For meekness has come upon us, and we shall be chastened. Who knows the power of Thy wrath, and to number Thy anger out of Thy fear? So make known Thy right hand, and those instructed in heart in wisdom." Instead of "For meekness has come upon us, and we shall be chastened", Symmachus says: "For, cut off suddenly, we are spread out." And the present saying too holds to the sense shown before. For our years, he says, those of the temporal life, extend to the number of seventy and eighty years; and this is our hope, after which no other will succeed us; for, cut off suddenly at death, we are spread out; and what will succeed us after this, who knows? For who can interpret, or even know exactly and declare, of what kind is the wrath that will overtake sinners after this? Wherefore he says, "Who knows the power of Thy wrath, and Thy anger out of Thy fear?" And who is able to number Thy right hand? But do Thou, O God, make known to us from now on Thy right hand, so that we may be able both to understand it and to count up its powers. And the sacred words have often taught that the right hand of God is His Christ. Those who are meant, then, are taught after the confession to pray to be deemed worthy, first, of the meekness of God, so that they may be chastened through it; and then of His right hand, that is, of the knowledge of His Christ,
PG 23:1140Read from the page
τῶν τε παραδόξων αὐτοῦ δυνάμεων, ὡς ἂν βελτίους αὐτῶν γένοιντο ἀπὸ τῆς τούτων γνώσεως, καὶ ὡς ἂν, παιδευθέντες τὴν διάνοιαν, μετάσχοιεν τῆς τοῦ Θεοῦ σοφίας· Χριστὸς δὲ Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία.
...and of His wonderful powers, so that they might become better than themselves through the knowledge of these, and so that, being instructed in mind, they might partake of the wisdom of God; and Christ is the power of God and the wisdom of God.
Ἐπίστρεψον, Κύριε, ἕως πότε, καὶ παρακλήθητι ἐπὶ τοὺς δούλους σου. Ἐνεπλήσθημεν τῷ πρωῒ τοῦ ἐλέους σου, καὶ ἠγαλλιασάμεθα καὶ εὐφράνθημεν ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὐφράνθημεν ἀνθ' ὧν ἡμερῶν ἐταπείνωσας ἡμᾶς, ἐτῶν ὧν εἴδομεν κακά. Καὶ ἴδε ἐπὶ τοὺς δούλους σου καὶ ἐπὶ τὰ ἔργα σου, καὶ ὁδήγησον τοὺς υἱοὺς αὐτῶν· καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν κατεύθυνον ἐφ' ἡμᾶς, καὶ τὸ ἔργον τῶν χειρῶν ἡμῶν κατεύθυνον. Ἀκολούθως μετὰ τὴν ἐξομολόγησιν τὴν διὰ τῶν προτεινομένων παραδοθεῖσαν, ἔτι τὴν προσευχὴν ὁ Μωϋσῆς διδάσκει τοὺς μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν ἀποπεπτωκότας τοῦ Ἰσραὴλ, εἰς τὸ λέγειν αὐτοὺς προσευχομένους, μετὰ τῶν ἀποδοθέντων καὶ τὰ προκείμενα· ὧν τὴν διάνοιαν σαφέστερον ἡρμήνευσεν ὁ Σύμμαχος, τοῦτον ἀποδοὺς τὸν τρόπον· Ἐπιστράφηθι, Κύριε, ἕως πότε· παρακλήθητι ὑπὲρ τῶν δούλων σου. Χόρτασον ἡμᾶς ὀρθρινοῦ ἐλέους σου, ἵνα ὑπνώσωμεν καὶ εὐφραινώμεθα ἐν πάσαις ταῖς ἡμέραις ἡμῶν. Εὔφρανον ἡμᾶς πάσας ἡμέρας ἃς ἐκάκωσας ἡμᾶς, ἔτη ἐν οἷς εἴδομεν κακά. Φανήτω παρὰ τοῖς δούλοις σου τὰ ἔργα σου, καὶ τὸ ἀξιοπρεπὲς ἐπὶ τὰ τέκνα ἡμῶν· καὶ ἔστω τὸ κάλλος τοῦ Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐπάνω ἡμῶν, καὶ τὰ ἔργα τῶν χειρῶν ἡμῶν ἑδραῖα ποίησον ὑπὲρ ἡμῶν, καὶ τὴν πρᾶξιν τῶν χειρῶν ἡμῶν ἐπιτέλεσον. Διδάσκει δὲ διὰ τούτων αἰτεῖσθαι τυχεῖν τοῦ ὀρθρινοῦ ἐλέους, ὡς ἂν καταξιωθεῖεν τῆς ἀνατολῆς τοῦ Σωτῆρος. Τὸ ὀρθρινὸν γὰρ ἔλεος Χριστοῦ τὸ ἐπὶ πάντας ἀνατεῖλαν ἀνθρώπους. Ὡς γὰρ πάλαι γέγονε πρωΐα τῷ προτέρῳ λαῷ κατὰ τὴν ἐπισκοπὴν ἧς κατηξιώθησαν ἐν Αἰγύπτῳ διατρίβοντες, οὕτως ἐπ' ἐσχάτου τῶν ἡμερῶν τὸ ὀρθρινὸν ἔλεος τοῖς πᾶσιν ἐξέλαμψε τοῖς ἔθνεσι διὰ τῆς σωτηρίου ἀνατολῆς, ἧς καταξιωθῆναι διδάσκονται οἱ δηλωθέντες διὰ τῆς προσευχῆς αἰτεῖν· ἀλλὰ καὶ λέγειν μετὰ τῶν ἄλλων· Καὶ ἔστω ἡ λαμπρότης Κυρίου τοῦ Θεοῦ ἡμῶν ἐφ' ἡμᾶς, καὶ φανήτω παρὰ τοῖς δούλοις σου τὰ ἔργα σου καὶ τὸ κάλλος Κυρίου τοῦ Θεοῦ ἡμῶν· ὡς ἂν καὶ αὐτοὶ καταξιωθεῖεν τῆς σωτηρίου θεοφανείας, καὶ τῆς ἐνθέου δόξης αὐτοῦ, τοῦ τε κάλλους, περὶ οὗ εἴρηται, Ὡραῖος κάλλει παρὰ τοὺς υἱοὺς τῶν ἀ⟨νθ⟩ρώπων, καὶ τῶν λοιπῶν ἁπάντων τῶ⟨ν⟩ κατὰ τὸν Χριστὸν τοῦ Θεοῦ ἐπινοουμένων ἀγαθῶν.
"Return, O Lord, how long? And be entreated concerning Thy servants. We were filled in the morning with Thy mercy, and we exulted and were glad in all our days. We were glad for the days wherein Thou didst humble us, the years wherein we saw evil. And look upon Thy servants and upon Thy works, and guide their sons; and let the brightness of the Lord our God be upon us, and direct the works of our hands upon us, and direct the work of our hands." Following on the confession handed down through the words set forth, Moses still teaches the prayer to those of Israel who fell away after the coming of our Saviour, so that they say in prayer, together with what has been given, the present words too; whose sense Symmachus rendered more clearly, giving it in this way: "Turn, O Lord, how long? Be entreated for Thy servants. Fill us with Thy morning mercy, that we may sleep and be glad in all our days. Gladden us all the days in which Thou didst afflict us, the years in which we saw evil. Let Thy works appear to Thy servants, and Thy majesty upon our children; and let the beauty of the Lord our God be above us, and make the works of our hands firm for us, and accomplish the doing of our hands." Through these words he teaches them to ask to obtain the morning mercy, so that they may be deemed worthy of the rising of the Saviour. For the morning mercy is that of Christ, which has risen upon all men. For as of old there was a morning for the former people at the visitation of which they were deemed worthy while dwelling in Egypt, so at the last of the days the morning mercy shone forth upon all the nations through the saving rising, which those signified are taught to ask through the prayer to be deemed worthy of; and also to say with the rest: "And let the brightness of the Lord our God be upon us", and "let Thy works appear to Thy servants, and the beauty of the Lord our God"; so that they too may be deemed worthy of the saving theophany, and of His divine glory, and of the beauty of which it is said, "Fair in beauty beyond the sons of men", and of all the other good things conceived in the Christ of God.
Ϟʹ.
Psalm 90.
Ὁ κατοικῶν ἐν βοηθείᾳ τοῦ Ὑψίστου, ἐν σκέπῃ τοῦ Θεοῦ τοῦ οὐρανοῦ αὐλισθήσεται. Ἀνεπίγραφος ὁ ψαλμός. Μήποτε δὲ οὔτε ψαλμὸς τυγχάνει, ἀλλά τις προφητεία βαθυτέρους περιέχουσα λόγους περὶ Χριστοῦ καὶ τῶν ἐν αὐτῷ τελειουμένων; Πολλὴν δὲ ἀσυμφωνίαν ἔχει τὰ προκείμενα πρὸς τὸν ἀνωτέρω ψαλμὸν τὴν ἀκολουθίαν. Ὁ μὲν γὰρ τὴν ἐσχάτην ἀποβολὴν τοῦ Ἰουδαίων ἔθνους διὰ τῆς Μωϋσέως
"He that dwells in the help of the Most High shall lodge in the shelter of the God of heaven." The psalm has no title. But perhaps it is not a psalm either, but a prophecy containing deeper words about Christ and those perfected in Him? And the present words have a sequence greatly at variance with the psalm above. For the one, [foretelling] the final rejection of the nation of the Jews through the [prayer] of Moses...