Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν· οὗ ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου. Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· γένοιτο, γένοιτο. Ἀπὸ τοῦ προτεταγμένου διαψάλματος δοκεῖ μοι μεταβολὴ γεγονέναι τῆς διανοίας. Τὸ γοῦν θεῖον Πνεῦμα, εὐξάμενον ὑπὲρ τοῦ λαοῦ διὰ τῶν ἔμπροσθεν, τὰς ἐπαγγελίας τοῦ Θεοῦ προκαλεῖται ἀπὸ τοῦ, Ποῦ ἐστι τὰ ἐλέη σου τὰ ἀρχαῖα, Κύριε; ἀξιοῖ δὲ ἤδη ποτὲ ἐπιστῆναι τῶν χρηστοτέρων τὰ ἀποτελέσματα, ἃ ὤμοσεν ὁ Θεὸς τῷ Δαυῒδ ἐν τῇ ἀληθείᾳ αὐτοῦ. Εἶτα παρακαλεῖ μνησθῆναι τοῦ ὀνειδισμοῦ τῶν δούλων αὐτοῦ. Ὡς γὰρ ἤδη λοιπὸν, κατὰ τὸ σεσιωπημένον, χωρησάντων εἰς ἔργα τῶν προηγορευμένων σκυθρωπῶν, πολλῶν τε ἐχθρῶν καὶ ἐθνῶν ἐπικειμένων καὶ ὀνειδιζόντων τοὺς δούλους τοῦ Θεοῦ διὰ τὰ συμβεβηκότα, τὴν ὑπὲρ τούτων εὐχὴν ἀναπέμπει λέγον· Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου. Ἀντὶ τοῦ, Οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν, σαφέστερον ὁ Ἀκύλας ἐξέδωκεν εἰπὼν, Αἴροντός μου ἐν κόλπῳ πάσας ἀδικίας λαῶν· ὁ δὲ Σύμμαχος, Ἐβάστασα ἐν τῷ κόλπῳ μου πάντων τῶν ἐθνῶν. Οἱ μὲν οὖν ὀνειδιζόμενοι οἱ δοῦλοί εἰσι τοῦ Θεοῦ· διὸ ἔφασκε· Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου· οἱ δὲ ὀνειδίζοντες οἱ ἐχθροὶ τοῦ Θεοῦ· διὸ ἐπιλέγει ἑξῆς, Οὗ ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε, οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου. Ὁ δὲ ταῦτα πρὸς τὸν Θεὸν λέγων εἴη ἂν ὁ σωτήριος Λόγος, ὁ αἴρων ἐν τῷ ἑαυτοῦ κόλπῳ τὰς ἀδικίας τῶν λαῶν. Ἀντάλλαγμα δὲ τοῦ Χριστοῦ ὅπως εἴρηται, νοήσεις ἀπὸ τῆς τοῦ Συμμάχου ἑρμηνείας, δι' ἧς εἴρηται, Οὗ ὠνείδισαν τὰ ἴχνη τοῦ Χριστοῦ σου. Τὴν γὰρ πορείαν τοῦ Χριστοῦ τοῦ Θεοῦ καὶ τὴν ὁδὸν αὐτοῦ τὴν κατὰ τὸ πάθος, τά τε ἴχνη τῆς κατὰ τὸν ἀνθρώπινον βίον οἰκονομίας, τοῦτον ᾐνίξατο τὸν τρόπον. Ταῦτα γὰρ εἰώθασιν ὀνειδίζειν ἡμῖν οἱ ἐχθροὶ τοῦ Θεοῦ. Ἀλλὰ γὰρ ὡς ἐπακουσθεὶς καὶ πιστεύσας τεύξεσθαι τῶν εὐχῶν, ἐλπίσας τε ᾗ τάχος ἐπιστήσεσθαι τὰς πρὸς τὸν Δαυῒδ ἐπαγγελίας τοῦ Θεοῦ, τὸ τέλος τοῦ παντὸς λόγου διὰ τῆς εὐχαριστίας καὶ εὐλογίας ἐπισφραγίζεται λέγων· Εὐλογητὸς Κύριος εἰς τὸν αἰῶνα· ἡμᾶς τε διδάσκει προσυπακούειν τὸ, Γένοιτο, γένοιτο, ὅπερ ἐστὶν Ἑβραϊκὴ φωνὴ (1), Ἀμὴν, ἀμήν. Περὶ δὲ τοῦ διαψάλματος, πολλάκις μεταξὺ παρεμβεβλημένου, ταῦτα λεκτέον. Ἡ πρώτη ἐπαγγελία τοῦ Θεοῦ ἐν ἀρχῇ λεχθεῖσα περιεῖχε, Διεθέμην διαθήκην, καὶ, Ὤμοσα Δαυῒδ, καὶ τὰ ἑξῆς· εἶτα τοῦ διαψάλματος παρατεθέντος, μεταβαλὼν ὁ λόγος τὸ πρόσωπον, ἐπιλέγει· Ἐξομολογήσονται οἱ οὐρανοὶ τὰ θαυμάσιά σου· καὶ πάλιν, ἐπαγγελίας λεχθείσης ἐκ προσώπου τοῦ Θεοῦ τῆς ἀπὸ τοῦ, Ἐθέμην βοήθειαν ἐπὶ δυνατὸν, μέχρι τοῦ, καὶ μάρτυς ἐν οὐρανῷ πιστὸς, πάλιν τοῦ διαψάλματος παρεμβληθέντος, μεταβάλλει τὴν διάνοιαν ὁ λόγος, καί φησι· Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου. Εἶτα, διεξελθὼν τὰ σκυθρωπότερα,
"Remember, O Lord, the reproach of Thy servants, which I bore in my bosom from many nations; with which Thine enemies reproached, O Lord, with which they reproached the exchange of Thine anointed. Blessed be the Lord for ever; so be it, so be it." From the pause set before, there seems to me to have been a change in the sense. The divine Spirit, then, having prayed for the people in the words above, calls forth the promises of God from the words, "Where are Thy mercies of old, O Lord?", and asks that the outcomes of the better things, which God swore to David in His truth, may at last come to stand. Then it asks Him to remember the reproach of His servants. For since at last, in accordance with what has been passed over in silence, the grim things foretold had passed into deeds, and many enemies and nations were pressing upon the servants of God and reproaching them because of what had happened, it sends up the prayer on their behalf, saying: "Remember, O Lord, the reproach of Thy servants." Instead of "which I bore in my bosom from many nations", Aquila rendered it more clearly, saying, "while I carry in my bosom all the iniquities of peoples"; and Symmachus, "I bore in my bosom (the reproach) of all the nations." Those reproached, then, are the servants of God; therefore he said: "Remember, O Lord, the reproach of Thy servants"; and those who reproach are the enemies of God; therefore he adds next, "with which Thine enemies reproached, O Lord, with which they reproached the exchange of Thine anointed." And the one who says these things to God would be the saving Word, who carries in His own bosom the iniquities of the peoples. How "the exchange of Christ" is meant, you will understand from Symmachus' translation, in which it is said, "with which they reproached the footsteps of Thine anointed." For by this expression he hinted at the journey of the Christ of God and His way in the passion, and the footsteps of the dispensation in His human life. For these are the things the enemies of God are accustomed to reproach us with. But as one who has been heard and believes that he will obtain his prayers, and hopes that the promises of God to David will come to stand with all speed, he seals the end of the whole discourse with thanksgiving and blessing, saying: "Blessed be the Lord for ever"; and he teaches us to respond, "So be it, so be it", which is the Hebrew expression (1) "Amen, amen." And concerning the pause, which is often inserted in between, this must be said. The first promise of God, spoken at the beginning, contained "I have made a covenant", and "I have sworn to David", and what follows; then, the pause having been set down, the word changes the person and adds: "The heavens shall confess Thy wonders"; and again, after the promise spoken in the person of God, from "I have laid help upon one that is mighty" as far as "and the witness in heaven is faithful", the pause having again been inserted, the word changes its sense and says: "But Thou hast cast off and set at nought, Thou hast rejected Thine anointed." Then, having gone through the grimmer things,