τέχθαι ἐκεῖ φάσκων, παρίστησι τὴν ἐν τῷ ἀνθρώπῳ τοῦ Θεοῦ Λόγου κατοίκησιν. Ὥσπερ γὰρ ἡ Σιὼν, πόλις οὖσα τοῦ Θεοῦ, χώρα τυγχάνει τοῦ τεχθέντος ἐν αὐτῇ ἀνδρὸς, οὕτω καὶ αὐτὸς ὁ ἀνὴρ χώρα γίνεται καὶ δοχεῖον τοῦ ἐν αὐτῷ γεννηθέντος Θεοῦ Λόγου, ὡς ἐν ἱερῷ ἁγίῳ καὶ ναῷ, μᾶλλον δὲ ὡς ἐν ἀγάλματι καὶ δοχείῳ τῆς αὐτοῦ θεότητος ἐν αὐτῷ κατῳκηκότος. Καὶ ταῦτα δὲ ἀναγκαίως ὁ Λόγος ἐδίδαξεν εἰς τὸ γνωσθῆναι πῶς ἀλλόφυλοι καὶ Τύρος καὶ λαὸς Αἰθιόπων ἐγενήθησαν ἐν τῇ τοῦ Θεοῦ πόλει, καὶ γεγόνασιν υἱοὶ Θεοῦ διὰ τῆς παρ' αὐτῷ ἀναγεννήσεως. Ὅπως γὰρ καὶ κατὰ τίνα τρόπον ἡ τοσαύτη εἰς οὐρανοὺς ἐξεχύθη χάρις, παρέστησεν εἰπὼν τὰ κατὰ τὸν ἄνδρα τὸν γεννηθέντα ἐκεῖ, καὶ τὸν ἐν τῷ ἀνδρὶ πάλιν γεννηθέντα Κύριον. Οἷς ἅπασιν ἐπιλέγει τὸ, Ὡς εὐφραινομένων πάντων ἡ κατοικία ἐν σοί· ἀνθ' οὗ ὁ μὲν Ἀκύλας φησὶ, Καὶ ᾄδοντες ὡς χοροὶ πᾶσαι πηγαὶ ἐν σοί· ὁ δὲ Σύμμαχος, Καὶ αἰνέσουσιν ὡς ἐν αὐλοῖς πᾶσαι αἱ πηγαὶ ἐν σοί. Οἶμαι δὲ σημαίνεσθαι καὶ διὰ τούτων τὴν τῶν πιστῶν ἁπάντων, τῶν δὴ τῆς ἁγίας τοῦ Θεοῦ πόλεως καταξιωθησομένων, ἐπισυναγωγὴν, καὶ τὴν εἰς ἕνα χορὸν ἀποκατάστασιν. Τῷ γὰρ λέγεσθαι, ἐν σοὶ, τὸν τόπον πάλιν σημαίνειν ὑπολαμβάνω τῆς τοῦ Θεοῦ πόλεως· ἧς οἱ μὲν θεμέλιοι ἦσαν ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις, αἱ δὲ πύλαι καὶ αἱ εἴσοδοι κάτω που καὶ παρ' ἡμῖν· ἐν μέσῃ δὲ αὐτῇ πάντες ὡς ἐν χορείᾳ καὶ ἁρμονίᾳ θείᾳ μετ' εὐφροσύνης συναγόμενοι κατοικήσειν προφητεύονται. Ὅρα δὲ τίνα τρόπον ὁ παρὼν ψαλμὸς, Θεοῦ γένεσιν θεσπίζων κατὰ τὴν ἀνάγνωσιν τῆς τῶν Ἑβδομήκοντα ἑρμηνείας, ἐπέκρυψε τὸ μυστήριον. Τὸ γὰρ, Κύριος ἀριθμήσει γράφων λαούς· Οὗτος ἐτέχθη ἐκεῖ, κατὰ Σύμμαχον· ἢ κατὰ Ἀκύλαν, Κύριος διηγήσεται ἐν τῷ γράφειν λαούς· Οὗτος ἐτέχθη ἐκεῖ· ἢ κατὰ τὸν Θεοδοτίωνα, Κύριος διηγήσεται ἐν γραφῇ λαῶν· Οὗτος ἐγεννήθη ἐκεῖ, οὐ τοῦτον ἡρμήνευται παρὰ τοῖς Ἑβδομήκοντα τὸν τρόπον· ἀλλ' εἴρηται, Κύριος διηγήσεται ἐν γραφῇ λαῶν καὶ ἀρχόντων τούτων τῶν γεγενημένων ἐν αὐτῇ· ἐπικρυψάντων, ὡς οἶμαι, τὴν διάνοιαν τῶν τὴν ἑρμηνείαν πεποιημένων, διὰ τὸ ἔθνεσιν ἀλλοφύλοις μέλλειν ἐκδίδοσθαι τὴν Γραφὴν κατὰ τοὺς Πτολεμαίου χρόνους, οὔπω τοῦ Σωτῆρος ἡμῶν ἐπιλάμψαντος τῷ βίῳ. Καὶ ὁ πᾶς δὲ ψαλμὸς σφόδρα αἰνιγματώδης καὶ σκοτεινῶς εἰρημένος τυγχάνει, θεμελίους αὐτοῦ λέγων σεσιωπημένως, τίνος δ' αὐτοῦ μὴ διασαφῶν· καὶ πάλιν ὄρη ἅγια ὀνομάζων, καὶ πύλας Σιὼν προτιμωμένας ὑπὸ τοῦ Κυρίου τῶν σκηνωμάτων Ἰακὼβ, καὶ πόλιν Θεοῦ δεδοξασμένως λαλουμένην· καὶ ἐπὶ πᾶν, ἐν τῇ πόλει, οὐ τὸν Ἰσραὴλ, οὐδὲ τὸ Ἰουδαίων ἔθνος, ἀλλὰ Ῥαὰβ τήν ποτε πόρνην καὶ Βαβυλῶνα, Τυρίους τε καὶ Αἰθίοπας καὶ ἀλλοφύλους. Τούτους γὰρ πάντας τεχθήσεσθαι ἐν τῇ πόλει τοῦ Θεοῦ διὰ ποίαν αἰτίαν οὐκ ἂν ἔχοι τις ἄλλην εἰπεῖν ἢ διὰ τὴν γένεσιν τοῦ ἐν αὐτῇ τεχθέντος ἀνδρὸς, καὶ τοῦ Κυρίου τεχθέντος ἐκεῖ, δηλαδὴ ἐν αὐτῷ τῷ προλεχθέντι ἀνδρί· ἐφ' οἷς πᾶσαν εὐφροσύνην κοινὴν καὶ χορείας, ᾠδάς τε καὶ αἴνους καὶ πηγὰς θείων καὶ ἱερῶν λόγων ⟨…⟩ τέλει τοῦ ψαλμοῦ θεσπίζει. Ἐπὰν δὲ λέγῃ ἐν γραφῇ λαῶν ταῦτα παντα ἔσεσθαι, σημαίνειν
forth there, presents the indwelling of the Word of God in the man. For just as Sion, being the city of God, is the place of the man brought forth in her, so too the man himself becomes the place and vessel of the Word of God born in him, Who has dwelt in him as in a holy sanctuary and temple, or rather as in an image and vessel of His deity. And the Word necessarily taught these things so that it might become known how foreigners and Tyre and the people of the Ethiopians came to be in the city of God, and have become sons of God through the regeneration that is with Him. For how and in what manner so great a grace was poured forth unto heaven He presented by speaking the things concerning the man born there, and the Lord born in turn in the man. Unto all of which he adds, The dwelling of all in thee is as of those rejoicing; instead of which Aquila says, And singing as choirs are all springs in thee; while Symmachus says, And all the springs in thee shall praise as upon flutes. And I think that through these words also is signified the gathering together of all the faithful—those who shall indeed be counted worthy of the holy city of God—and their restoration into a single choir. For by its being said, in thee, I suppose that he again signifies the place of the city of God, whose foundations were in the holy mountains, while its gates and entrances are somewhere below and with us; and in the midst of her all are prophesied as going to dwell, gathered together with gladness as in a sacred dance and divine harmony. And observe in what manner the present psalm, while divinely proclaiming the birth of God, concealed the mystery according to the reading of the translation of the Seventy. For the saying, The Lord shall number in writing the peoples: This one was brought forth there, according to Symmachus; or according to Aquila, The Lord shall recount in writing the peoples: This one was brought forth there; or according to Theodotion, The Lord shall recount in the writing of the peoples: This one was born there, has not been translated in this manner among the Seventy; rather, it is said, The Lord shall recount in the writing of the peoples and of these princes who have come to be in her—those who made the translation having, as I suppose, concealed the meaning because the Scripture was going to be given out to foreign nations in the times of Ptolemy, when our Saviour had not yet shone forth upon human life. Indeed, the whole psalm is exceedingly enigmatic and darkly spoken, mentioning His foundations silently without making clear Whose; and again naming holy mountains, and gates of Sion honoured by the Lord above the tabernacles of Jacob, and a city of God gloriously spoken of; and to cap all, in the city, not Israel nor the nation of the Jews, but Rahab once a harlot and Babylon, Tyrians and Ethiopians and foreigners. For for what reason all these shall be brought forth in the city of God one could state no other cause than because of the birth of the man brought forth in her, and of the Lord brought forth there, namely in that very aforesaid man; over which things he divinely proclaims all common gladness and dances, songs and praises and springs of divine and sacred words [at] the end of the psalm. And whenever he says that all these things will come to pass in the writing of the peoples, to signify