ἕκαστον καιρὸν ὀφθέντες, ἰδιάζοντες· ὁμοίως δὲ καὶ αἱ θεώμεναι, διάφοροι· καὶ οἱ τῶν ὀφθέντων αὐτοῖς λόγοι, διαλλάττοντες. Πρῶτος μὲν γὰρ ἦν καιρὸς ὁ παρὰ τῷ Ματθαίῳ ὀψὲ Σαββάτων λεγόμενος· τέταρτος δὲ καὶ τελευταῖος ὁ παρὰ τῷ Μάρκῳ ἡλίου ἀνατείλαντος ἱστορηθείς· μέσοι δὲ ὅ τε παρὰ τῷ Ἰωάννῃ καὶ ὁ παρὰ τῷ Λουκᾷ· διὸ καὶ οἱ ὀφθέντες κατὰ καιρὸν ἰδιάζοντες. Ὀψὲ μὲν γὰρ Σαββάτων ἄγγελος εἷς ἐκ τοῦ μνήματος· μεθ' ὃν καὶ αὐτὸς ὁ Σωτήρ· πρωῒ δὲ ἔτι σκοτίας οὔσης, εἴσω τοῦ μνήματος ἄγγελοι δύο· μεθ' οὓς πάλιν ὁ αὐτὸς Σωτήρ. Ὄρθρου δὲ βαθέος ἕτεροι κατὰ τὸν Λουκᾶν δύο ἄνδρες ὠνομασμένοι οὐκ εἴσω τοῦ μνήματος ὀφθέντες. Εἶθ' ὕστερον ἁπάντων ὁ νεανίσκος, ὁ ταῖς ἡλίου ἀνατείλαντος ἀφικομέναις τεθεαμένος. Εἰ μὲν οὖν ἕνα καιρὸν εἰρηκότες οἱ πάντες καὶ τὸν αὐτὸν ἀναγράψαντες τόπον, οὐ τὰς αὐτὰς ἐπιφανείας ἐδήλουν, κἂν εὐλόγως ἄν τις ἐμέμψατο. Εἰ δ' ἀφώρισαν τοὺς χρόνους, ἔνειμάν τε καθ' ἕκαστον χρόνον καὶ τόπον ἰδιάζοντα, ἀκολούθως δὲ διαφόρους καὶ τὰς ὀπτασίας ἀνέγραψαν. Ὡς εἴπερ ἦσαν μιᾶς μὲν οἱ πάντες ἐπιφανείας μνημονεύσαντες, καὶ ἕνα φάντες ἄγγελον ὦφθαι ἢ δύο συμφώνως ἀγγέλους εἰρηκότες, ἢ αὖ πάλιν δύο ἄνδρας ἢ νεανίσκον ἕνα· εἶτα τοὺς καιροὺς διήλλαττον, ἢ μὴ τοὺς αὐτοὺς ἐδήλουν τόπους, ἦν ἂν καὶ οὕτω μέμψασθαι. Νῦν δ' ὁ λόγος ἀκριβὴς μένει καὶ ἀδιάβλητος ἐπὶ καιροῖς διαφόροις καὶ τόποις ἐναλλαττούσας τὰς ὀπτασίας εισάγων, καὶ τὰς τούτων θεωροὺς πάλιν διαφόρους, ἑτέρας μὲν τὰς δύο πρώτας, παρὰ τὴν δευτέραν· καὶ τὰς τρίτας δὲ ὡσαύτως ἑτέρας τῶν τετάρτων. Αὐτίκα δ' οὖν μετὰ τὴν τοῦ νεανίσκου πρὸς τὰς τελευταίας γυναῖκας ὁμιλίαν, ὧν τὰ ὀνόματα οὐκ ἐμφέρονται, ἐπιλέγει ὁ Μάρκος· « Καὶ ἀκούσασαι ἔφυγον, καὶ οὐδενὶ οὐδὲν εἶπον, ἐφοβοῦντο γάρ· » αὗται μὲν οὖν τοιαῦται καὶ ἔμφοβοι, καὶ λίαν δειλαὶ, ὡς μηδὲ πεισθῆναι τῷ νεανίσκῳ φάντι πρὸς αὐτάς· « Ὑπάγετε καὶ εἴπατε τοῖς μαθηταῖς αὐτοῦ καὶ τῷ Πέτρῳ, Ἰδοὺ προάγει ὑμᾶς εἰς τὴν Γαλιλαίαν· » τούτων γὰρ ἀκούσασαι τῶν λόγων, τοὐναντίον διεπράξαντο· αἱ δὲ παρὰ τῷ Λουκᾷ ἀποστρέψασαι ἀπὸ τοῦ μνήματος ἀπήγγειλαν ταῦτα πάντα τοῖς ἕνδεκα. Ὁμοίως δὲ καὶ ἡ παρὰ τῷ Ἰωάννῃ ἔρχεται πρὸς τοὺς μαθητὰς ἀπαγγέλλουσα ἃ ἑώρακε. Μόναι δὲ αἱ παρὰ τῷ Μάρκῳ πασῶν ὕσταται ἐλθοῦσαι, καὶ ἀληθῶς ὀψισθεῖσαι, ὡς μετὰ ἀνατολὴν ἡλίου ἐπιστῆναι, οὔτε τὸν Σωτῆρα θεάσασθαι καταξιοῦνται, οὔτε τὸν ἄγγελον τὸν ἐξαστράπτοντα, οὔτε τοὺς δύο τοὺς εἴσω τοῦ μνήματος, οὔτε τοὺς δύο τοὺς παρὰ τῷ Λουκᾷ ἄνδρας· ψιλὸν δέ τινα νεανίσκον εἶδον περιβεβλημένον στολὴν λευκὴν, ἀναλόγως τῇ τῆς διανοίας αὐτῶν σμικρότητι τὴν ὀπτασίαν ἰδοῦσαι· καὶ τοῦτον δὲ λευχείμονα τῆς ἑορτῆς χάριν θεασάμεναι, ὅμως ἐθαυμάσθησαν· τοῦτο γὰρ ἐμαρτύρησεν αὐταῖς ὁ Μάρκος· καίτοιγε ἐπὶ τῶν προτέρων μηδαμοῦ τοῦ θάμβους ὠνομασμένου. Τὴν Μαγδαληνὴν δὲ σχολάζουσαν καὶ προσκαρτεροῦσαν, εἰκὸς οὐ μόνον τὰς πρώτας ὄψεις τεθεᾶσθαι τῶν αὐτῇ μόνῃ ὀφθέντων, ἀλλὰ καὶ τὸν παρὰ τῷ Μάρκῳ ταῖς λοιπαῖς γυναιξὶν ἑωραμένον νεανίσκον. Ταὐτὸν δ' ἂν εἴποις
seen at each time were distinct; likewise also the women who beheld them were different, and the words of those who appeared to them differed. For the first time was that spoken of in Matthew as late on the Sabbath; the fourth and last was that related in Mark after the sun had risen; and in between were both the one in John and the one in Luke; hence those who appeared were also distinct according to each time. Late on the Sabbath there was one angel outside the tomb, after whom came the Savior himself; early in the morning, while it was still dark, there were two angels inside the tomb, after whom again came the same Savior. At deep dawn there were others, named two men according to Luke, seen not inside the tomb. Then last of all there was the young man, beheld by the women who arrived after the sun had risen. Now if all of them had spoken of a single time and recorded the same place, yet had not set forth the same appearances, one might reasonably have found fault. But if they distinguished the times and assigned a distinct place as well to each time, they consistently recorded the visions also as different. For if all of them had mentioned a single appearance, and had agreed in saying that one angel was seen or spoken of two angels, or again two men or one young man, and had then varied the times or had not indicated the same places, even so there would have been ground for faultfinding. As it is, however, the account remains exact and irreproachable, introducing the visions as varying across different times and places, and their beholders likewise as different: the first two different from the second, and the third group similarly different from the fourth. Immediately, then, after the young man's address to the last women, whose names are not given, Mark adds: "And when they heard it, they fled, and said nothing to anyone, for they were afraid." Such, then, were these women, fearful and exceedingly timid, so as not even to be persuaded by the young man when he said to them: "Go and tell his disciples and Peter, Behold, he goes before you into Galilee"; for upon hearing these words they did the very opposite, whereas the women in Luke returned from the tomb and reported all these things to the eleven. Likewise also the woman in John comes to the disciples reporting what she has seen. Only the women in Mark, having come last of all and being truly late, since they arrived after sunrise, are deemed worthy to behold neither the Savior, nor the angel flashing like lightning, nor the two inside the tomb, nor the two men in Luke; instead they saw merely a young man clothed in a white robe, seeing a vision proportioned to the smallness of their understanding; and even when they beheld him clad in white in honor of the feast, they were nonetheless amazed—for Mark bore witness to this concerning them, even though amazement was nowhere mentioned in the case of the earlier women. As for Magdalene, however, since she lingered at leisure and persevered there, it is likely that she beheld not only the first sights of those who appeared to her alone, but also the young man seen in Mark by the rest of the women. And you might say the same