Migne Reading Room

PG 22 · cols. 984–993 · Read from the page

Supplements to the Questions to Marinus

Supplements to the Questions to Marinus

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:984Read from the page
Αʹ.
I.
Τοῦ φόβου τῶν Ἰουδαίων ἐπικειμένου τοῖς μαθηταῖς τοῦ Σωτῆρος, λέγει γοῦν ὁ Ἰωάννης ὡς ἦσαν ὁμοῦ συνηγμένοι οἱ μαθηταὶ ἐν οἴκῳ ἑνὶ, τῶν θυρῶν κεκλεισμένων διὰ τὸν φόβον τῶν Ἰουδαίων. Πῶς ὁ Πέτρος καὶ ὁ Ἰωάννης ἀπήντων ἐπὶ τὸ μνῆμα; Καὶ ταῦτα στρατιωτικῆς φρουρᾶς φυλαττούσης τὸν τόπον, ὡς ὁ Ματθαῖος ἐμαρτύρησεν· ἡ γὰρ κουστωδία στρατιωτικόν ἐστι τάγμα.
While fear of the Jews lay upon the disciples of the Saviour, John accordingly says that the disciples were gathered together in one house, the doors having been shut for fear of the Jews. How did Peter and John go to the tomb? And that too while a military watch was guarding the place, as Matthew bore witness; for the guard is a military detachment.
Ἐροῦμεν δὲ πρὸς ταῦτα, θαρσαλέως τοὺς ἀποστόλους ἀπηντηκέναι ἐπὶ τὸ μνῆμα, προμεμαθηκότας παρὰ τῆς Μαγδαληνῆς μηδένα τῶν φυλαττόντων τὸν τόπον αὐτόθι παρεῖναι, ὅπως δῆλον ἦν ἀπὸ τοῦ τὸν λίθον ἦρθαι τοῦ μνημείου· ἦρτο δὲ οὐχ ἄλλως, ἢ τῷ τὸν ἐξ οὐρανοῦ ἄγγελον ἐξαστράψαι τὸν τόπον πολλῷ φωτὶ, καὶ αὐτὸν ἀποκυλίσαι τὸν λίθον, φοβῆσαί τε τοὺς φύλακας, ὡς μικροῦ δεῖν καὶ ἀπολιθωθῆναι αὐτοὺς τῷ φόβῳ· καὶ μετὰ ταῦτα ὡς εἰκὸς φυγῇ χρήσασθαι, ὡς μηδένα μὲν περιλειφθῆναι αὐτῶν, σχολάζειν δὲ τὸν τόπον τοῖς ἐπὶ τὴν θέαν ἀφικνουμένοις τῆς σωτηρίου ἀναστάσεως· αὕτη γὰρ ἦν μάλιστα ἡ αἰτία τῆς ἐπιφανείας τοῦ ἀγγέλου. Οὐ γὰρ δὴ τῆς ἀναστάσεως χάριν ἀπεκίνει τὸν λίθον, οὐδ' ἕνεκεν τοῦ λίθου τοιόσδε ὤφθη, ἀλλ' ἵνα τοὺς μὲν ἀπελάσῃ, τὰς δὲ ἐρχομένας ἐπὶ τὴν θέαν δεξιωσάμενος, τὴν ἀνάστασιν αὐταῖς καταγγείλειε. Τούτων οὖν μάρτυς ὁ Ματθαῖος λέγων, Ἀπὸ τοῦ φόβου αὐτοῦ ἐσείσθησαν οἱ τηροῦντες, καὶ ἐγένοντο ὡσεὶ νεκροί. Φθάνει μὲν γὰρ καὶ τὸν ἄγγελον ἀναστὰς ὁ Σωτὴρ, οὐδὲ ἀναμένει τὴν ἀποκίνησιν τοῦ λίθου, ἀλλὰ καὶ τούτου πρὸ τὴν θύραν κειμένου, καὶ τοῖς τῶν ἀρχιερέων σημαντῆρσι κατεσφραγισμένου, τῶν τε φρουρῶν κυκλούντων τὸν τόπον, ἀφανὴς ἦν τοῦ μνήματος, τὴν ἐκ νεκρῶν ανάστασιν πεποιημένος θεϊκῇ δυνάμει, καθ' ἣν ὥραν οὐδεὶς ἔγνω, καὶ καθ' ὃν οὐδεὶς ἐπεσημήνατο τῶν εὐαγγελιστῶν καιρόν· ὥστ' ἂν εἰπεῖν εὐκαίρως τινὰ καὶ ἐπ' αὐτοῦ τοῦτο δὴ τὸ περὶ τῆς καθόλου συντελείας πρὸς αὐτοῦ λελεγμένον ἐν τῷ, « Περὶ δὲ τῆς ἡμέρας οὐδεὶς οἶδεν, οὐδὲ οἱ ἄγγελοι τοῦ Θεοῦ. » Οὕτω γοῦν πρῶτος αὐτὸς ἀπαρχὴ τῆς ἀναστάσεως γεγονὼς ὁ
And to these things we shall say that the apostles went boldly to the tomb because they had learned beforehand from Magdalene that none of those guarding the place was present there, as was plain from the stone's having been lifted from the sepulchre; and it had been lifted in no other way than by the angel from heaven flashing round the place with a great light, and himself rolling away the stone, and terrifying the guards, so that they were almost turned to stone from fear, and thereafter, as was likely, betook themselves to flight, so that none of them was left behind, while the place stood free for those coming to behold the saving resurrection; for this above all was the cause of the angel's manifestation. For surely he did not move away the stone for the sake of the resurrection, nor did he appear in such wise on account of the stone, but in order that he might drive those men away, while welcoming the women who came to behold it and proclaiming the resurrection to them. Witness of these things, therefore, is Matthew when he says, From fear of him those keeping watch trembled, and became as dead men. For the Saviour anticipates even the angel in rising, nor does He await the moving away of the stone, but while this too was lying before the door and sealed down with the seals of the chief priests, and while the guards were surrounding the place, He was gone unseen from the tomb, having accomplished His resurrection from the dead by divine power, at an hour which no one knew, and at a season which none of the evangelists marked; so that one might seasonably utter with respect to Him also that very saying spoken by Him concerning the universal consummation in the words, "But concerning the day no one knows, not even the angels of God." Thus accordingly, having Himself first become the first-fruits of the resurrection, the
Notes, col. 984

On the reading

Printed ανάστασιν, for ἀνάστασιν.

PG 22:985Read from the page
Σωτὴρ, καθ' ἣν ὥραν οὐδεὶς ἔγνω, ἐγήγερτο, λαθὼν τοὺς ἅπαντας, καὶ ἐγήγερτο τοῦ λίθου μεμενηκότος ἐπὶ σχήματος. Ἀγαθῶν δὲ ἄγγελος, ἀνθρώποις παρῆν ὁ ἄγγελος, οὐδὲν μὲν τῇ ἀναστάσει διὰ τῆς αὐτοῦ παρουσίας συμβαλλόμενος, τὰ μεγάλα δὲ τῇ τῶν ἀνθρώπων διακονούμενος σωτηρίᾳ· διὸ καὶ ἐξήστραπτε τὴν μορφὴν, λευχείμονα δεικνὺς ἑαυτὸν, καὶ πρῶτος τῆς σωτηρίου ἀναστάσεως ἀπαρχόμενος. Καὶ ὥσπερ ἡλίου ἀνατολὰς ἑρπετὰ μὲν ἰοβόλα καὶ θηρίων ὅσα νυκτὸς καὶ σκότους εἰσὶ φίλα φεύγει, ἄνδρες δὲ ταύτας οἷα φωτὸς συγγενεῖς μεταδιώκουσι, κατὰ τὸν αὐτὸν δὴ τρόπον τοὺς μὲν τῆς ἀληθείας καὶ ζωῆς ἐχθροὺς, θανάτου δὲ οἰκείους καὶ φίλους, ταῖς τοῦ φωτὸς αὐτοῦ μαρμαρυγαῖς καταστράπτων, ἤλαυνεν ὁ ἄγγελος· τοῖς δὲ ποθοῦσι τὴν σωτήριον ἀνάστασιν, ταύτην εὐηγγελίζετο, σχολὴν αὐτοῖς εὐτρεπῆ διὰ τῆς τῶν φρουρῶν ἀπελάσεως παρέχων· δύο γοῦν γνωρίσματα τοῖς οἰκείοις παρεῖχεν ὁρᾷν, τὴν ἀποκίνησιν τοῦ λίθου, καὶ τῆς θύρας τοῦ μνήματος τὴν ἄνεσιν, τῶν τε φυλάκων τὴν δίωξιν· ἃ δὴ τεθεαμένη ἡ Μαγδαληνη τοῖς μαθηταῖς ἐπήγγειλεν· οἱ δὲ ταῦτα παρ' αὐτῆς μεμαθηκότες, θαρσαλέως ἀπήντων δρομαῖοι, μηδενὸς αὐτοῖς ἐμποδὼν καθεστῶτος.
Saviour had risen at an hour which no one knew, escaping the notice of all, and had risen while the stone remained in its place. And as a messenger of good things, the angel was present to men, contributing nothing to the resurrection through his presence, yet ministering greatly to the salvation of men; wherefore also he flashed forth in his form, showing himself clad in white, and being the first to celebrate the first-fruits of the saving resurrection. And just as venomous reptiles and as many wild beasts as are lovers of night and darkness flee the risings of the sun, whereas men pursue them as kindred to the light, in the very same manner the angel, flashing down with the gleams of his light upon the enemies of truth and life, who are kindred and friends of death, drove them off; whereas to those longing for the saving resurrection he proclaimed these glad tidings, affording them ready leisure through the driving away of the guards; two tokens, accordingly, he afforded His own to see, the moving away of the stone and the opening of the door of the sepulchre, and the chasing away of the guards; having beheld which very things, Magdalene reported them to the disciples, and they, having learned these things from her, boldly went running to meet there, with no one standing in their way.
Βʹ.
II.
Καὶ πῶς σκοτίας οὔσης, κατὰ τὸν εὐαγγελιστὴν Ἰωάννην, τὰ εἴσω τοῦ μνήματος ἑώρων οἱ δύο μαθηταί; Ὁ γὰρ αὐτὸς καὶ τὴν ὥραν ἐπεσημήνατο εἰπών· « Πρωῗ ἔτι σκοτίας οὔσης, » καὶ τοὺς δύο μαθητὰς τὰ εἴσω ἐν τῷ μνήματι τεθεαμένους· « Εἰσῆλθον γὰρ, φησὶ, καὶ ἐπίστευσαν. »
And how, while it was dark according to the evangelist John, did the two disciples see the things inside the sepulchre? For the same also marked the hour, saying, "Early, while it was still dark," and that the two disciples beheld the things inside in the tomb: "For they entered," he says, "and believed."
Ἀρχομένης μὲν κατ' ἀρχὰς τῆς ἡμέρας, ἐπὶ τὸ μνῆμα ἐμαρτύρησεν ἡ Γραφὴ ἔτι τότε σκοτίαν εἶναι· πλὴν ἀλλ' ἤδη πρωῗα ἦν· τοῦτο δὲ τὸ πρωῗ ἔτι σκοτίας οὔσης αὐτὴ καθ' ἑαυτὴν ἰδοῦσα Μαρία ἐπάνεισι πρὸς τοὺς μαθητάς· εἶτ' ἄγγελος αὐτοῖς παραγίνεται. Ἐν δὴ οὖν τῷ μεταξὺ χρόνῳ μετὰ τὴν πρώτην ἄφιξιν ἀπιούσης αὐτῆς πρὸς τοὺς ἀποστόλους καὶ τὴν ὥραν προκόψαι εἰκὸς ἦν· κἀκείνων πάλιν ἐπὶ τὸν τάφον ἀφικνουμένων, ἔτι μᾶλλον αὐξῆσαι τὸν χρόνον, ὡς μηκέτι σκοτίαν εἶναι, ἀλλ' ἤδη καθαρὰν ἡμέραν, καθ' ἣν ἀπαντήσαντες οἱ εἰρημένοι, καὶ τοῦ μνημείου ἐκτὸς ἑστῶτες, διορᾷν τὰ εἴσω κείμενα ὀθόνια οἷοί τε ἦσαν· καὶ πολὺ μᾶλλον ἔνδον γενόμενοι, ὑπὸ λαμπρᾶς ἡμέρας ἤδη τοῦ τόπου κατηυγασμένου. Δοκεῖ δέ μοι τὰ ὀθόνια ἔνδον κείμενα ὁμοῦ μὲν καὶ δεῖγμα παρέχειν τοῦ μὴ ὑπὸ ἀνθρώπων ἦρθαι τὸ σῶμα, ὅπερ Μαρία ὑπέλαβεν· οὐ γὰρ ἄν τινες τὸ σῶμα ὑφαιρυύμενοι κατελίμπανον τὰ ὀθόνια· οὐδὲ ὁ κλέπτων ποτὲ περιέμεινεν ἕως ὅτε ἀναλύσῃ τὰ ὀθόνια καὶ καταλάβηται· ὁμοῦ δὲ καὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως τοῦ σώματος εἶναι παραστατικά. Ὁ γὰρ μετασχηματίζων τὰ σώματα τῆς ταπεινώσεως ἡμῶν Θεὸς εἰς τὸ εἶναι σύμμορφα τῷ σώματι τῆς δόξης τοῦ Χριστοῦ, τὸ μὲν σῶμα ὡς ὄργανον τῆς ἐν αὐτῷ κατοικησάσης δυνάμεως ἠλλοίου, μεταβάλλων ἐπὶ τὸ θειότερον, τὰ δὲ
As the day was first beginning at its outset, Scripture bore witness that at the tomb there was still darkness at that time; nevertheless it was already early morning; and having seen this early in the morning while it was still dark, Mary by herself returns to the disciples; then an angel comes to them. Now in the intervening time after her first arrival, while she was going off to the apostles, it was natural that the hour also advanced; and while they again were coming to the grave, that the time increased still more, so that there was no longer darkness, but already clear day, during which those mentioned, having arrived and standing outside the sepulchre, were able to see right through to the linen cloths lying inside; and much more so once they had come within, the place being already illumined by bright day. And it seems to me that the linen cloths lying within at once both afford a proof that the body had not been taken away by men, as Mary supposed—for men secretly taking away the body would not have left the linen cloths behind, nor would a thief ever have waited until he should unwrap the linen cloths and be caught—and at the same time are indicative of the resurrection of the body from the dead. For God, Who transforms the bodies of our humiliation to be conformed to the body of the glory of Christ, altered the body indeed as an instrument of the power that dwelt in it, changing it towards what is more divine, whereas the
Notes, col. 985

On the reading

Printed Μαγδαληνη, for Μαγδαληνὴ.

Printed ὑφαιρυύμενοι, for ὑφαιρούμενοι.

PG 22:988Read from the page
ὀθόνια ὡς περιττὰ καὶ ἀλλότρια τῆς τοῦ σωματος οὐσίας ἠφίει. Δοκοῦσι δέ μοι κατὰ καιρὸν ὁ Πέτρος καὶ ὁ Ἰωάννης ἐπὶ τὸ μνημεῖον ἀπαντᾷν ἐν ἤδη καθαρᾷ ἡμέρᾳ καὶ φωτὶ λαμπρῷ, ὡς ἂν μὴ νυκτὸς καὶ σκοτίας ἐλθόντες τοῦτο ὑπονοηθεῖεν, ὃ δὴ καὶ κατεψεύσαντο αὐτῶν οἱ ἀρχιερεῖς, ὅτι νυκτὸς ἐλθόντες ἔκλεψαν. Διόπερ οὐ νυκτὸς ἀπήντων οἱ ἄνδρες, ἀλλ' οὐδὲ σκοτίας ἔτι οὔσης, ἀλλ' ἤδη καταυγαζούσης λαμπρᾶς ἡμέρας. Εἰ δὲ λέγοι τὸ Εὐαγγέλιον ὡς ἄρα ἦσαν ὁμοῦ συνηγμένοι οἱ μαθηταὶ διὰ τὸν φόβον τῶν Ἰουδαίων, εἶτα πρὸς τοῦτο ἀνθυποφέροι τις λέγων, Πῶς οὖν οἱ συγκεκλεισμένοι ἐφοίτων ἐπὶ τὸ μνημεῖον ἐν ἡμέρᾳ διαυγεῖ; ἐροῦμεν ὅτι τοὺς μὲν ἐν τῇ πόλει μέσους οικοῦντας τῶν Ἰουδαίων, εικὸς ἦν ἀποκεκλεῖσθαι ὁμοῦ τοὺς πάντας ἐν οἴκῳ ἑνὶ συνηγμένους· οἱ δὲ ἐπὶ τὸ μνῆμα ἀφικνούμενοι τῆς πόλεως ἐκτὸς ὄντες, μακρὰν ἐτύγχανον καὶ τοῦ τῶν Ἰουδαίων φόβου, ὡς ἐπὶ ἐρημίζοντα τόπον καὶ ἀνδρῶν ἐσχοληκότα παριόντες. Τάχα δὲ καὶ κρείττους φόβου γενόμενοι τῶν μαθητῶν ὅ τε Πέτρος καὶ Ἰωάννης τολμηρότερον ἐθάῤῥουν προϊέναι τοῦ οἴκου, τῶν ἄλλων μὴ τοῦτο πράττειν τολμώντων, ἢ μόνων δὴ τούτων, οἳ καὶ ἐν τοῖς ἄλλοις πλείονος ἠξιωμένοι τιμῆς παρὰ τοὺς λοιποὺς ἀποστόλους μεμαρτύρηνται.
linen cloths He let go as superfluous and foreign to the substance of the body. And Peter and John seem to me to arrive seasonably at the sepulchre in already clear day and bright light, lest by having come at night and in darkness they might fall under suspicion of that very thing which the chief priests falsely alleged against them, that they came by night and stole [Him]. Wherefore the men did not go at night, nor even while it was still dark, but when bright day was already shining forth. And if, when the Gospel says that the disciples were gathered together for fear of the Jews, someone should then object to this, saying, How then did those shut up together resort to the sepulchre in translucent daylight? we shall say that for those dwelling inside the city in the midst of the Jews it was natural that all of them should be shut away together, gathered in one house; whereas those arriving at the tomb, being outside the city, were far removed also from fear of the Jews, passing on towards a solitary place empty of men. And perhaps also, having proved superior to the fear of the disciples, Peter and John more boldly ventured to go forth from the house, none of the others daring to do this save these alone, who in other matters also are attested to have been deemed worthy of greater honour beyond the rest of the apostles.
Γʹ.
III.
Αλλὰ πῶς παρὰ μὲν τῷ Ἰωάννῃ τῆς Μαρίας ἀκούσαντες οἱ μαθηταὶ, κἄπειτα ἐλθόντες εἰς τὸ μνημεῖον ἐπίστευσαν· παρὰ δὲ τῷ Λουκᾷ εἴρηται ὅτι ἐφάνησαν ἐνώπιον αὐτῶν ὡσεὶ λῆρος τὰ ῥήματα ταῦτα, καὶ ἠπίστουν αὐταῖς;
But how is it that in John the disciples, having heard Mary and afterwards having come to the sepulchre, believed; whereas in Luke it is said that these words appeared before them as idle talk, and they disbelieved them?
Ἡ μὲν παρὰ τῷ Ἰωάννῃ Μαρία τοῖς ἐκκρίτοις τῶν ἀποστόλων Πέτρῳ καὶ Ἰωάννῃ μόνοις ὡς ἀπόῤῥητον ἐκφαίνουσα ἐξεῖπε τὸ τεθεαμένον· οἱ δὲ πάλιν λαθόντες τοὺς λοιποὺς μαθητὰς μόνοι ἀπήντων ἐπὶ τὸ μνημεῖον δρομαῖοι, καὶ ἰδόντες ἐπίστευσαν· καὶ οὐδέν γε ἦν θαυμαστὸν τοὺς μὲν ἐκκρίτους τῶν ἀποστόλων ἰδόντας πεπιστευκέναι, τοὺς δὲ λοιποὺς οἷς αἱ γυναῖκες ἀπήγγελλον, ἅτε μὴ ὄψει παραλαβόντας, μὴ πιστεῦσαι αὐταῖς. Αὐτίκα γοῦν καὶ αὐτοῖς ὁμοῦ συνηγμένοις τοῖς μαθηταῖς ὀφθέντος τοῦ Σωτῆρος κατὰ τὸν Ἰωάννην, οἱ μὲν ἰδόντες ἐχάρησαν· θωμᾶς δὲ, ἐπεὶ μὴ παρῆν μηδὲ εἶδεν, οὐκ ἐπείθετο. Εἰ δὲ οὗτος ἠπίστει τοῖς ἀποστόλοις, σχολῇ γ' ἂν μέμψαιτό τις τοῖς λοιποῖς ὅτι μηδέπω τεθεαμένοι, ταῖς γυναιξὶν ἠπίστουν. Πολλὴν δὲ βάσανον καὶ ἀκρίβειαν τῶν μαθητῶν παρίστησιν ἡ Γραφὴ, οὐκ εὐχερῶς τοῖς τούτων λόγοις συγκατιθεμένων, ἀλλ' ἐπεχόντων τὰ πρῶτα, εἰσότε πληρέστατα καὶ ἐναργῶς τἀληθὲς ἐπιγνόντες εἰπεῖν δυνηθεῖεν ὕστερον· « Ὃ ἦν ἀπ' ἀρχῆς, ὃ ἀκηκόαμεν, ὃ ἑωράκαμεν τοῖς ὀφθαλμοῖς ἡμῶν, ὃ ἐθεασάμεθα, καὶ αἱ χεῖρες ἡμῶν ἐψηλάφησαν περὶ τοῦ Λόγου τῆς ζωῆς. » Ἔχοι δ' ἂν καὶ ἑτέραν διάνοιαν ὁ τόπος. Εἴποι γὰρ ἄν τις ὅτι ταῖς ἀπαγγελλούσαις γυναιξὶ τὴν ἀνάστασιν τοῦ Σωτῆρος, ὡς ἐξ ἀκοῆς τῶν ὀφθέντων αὐταῖς δύο ἀνδρῶν κατὰ τὸν Λουκᾶν ουκ
The Mary in John disclosed as a secret to the choicest of the apostles, Peter and John alone, and told out what had been beheld; and they in turn, escaping the notice of the rest of the disciples, went alone running to the sepulchre, and having seen, believed; and it was no wonder at all that the choicest of the apostles, having seen, believed, while the rest, to whom the women were reporting, inasmuch as they had not received it by sight, did not believe them. Directly, at any rate, when the Saviour appeared to those very disciples gathered together according to John, those who saw rejoiced; whereas Thomas, since he was not present nor saw, was not persuaded. Now if this man disbelieved the apostles, hardly indeed would anyone blame the rest because, having not yet beheld, they disbelieved the women. And Scripture presents the great testing and exactness of the disciples, who did not lightly assent to the words of these women, but suspended judgement at first, until, having recognized the truth most fully and manifestly, they might be able afterwards to say: "What was from the beginning, what we have heard, what we have seen with our eyes, what we beheld, and our hands handled concerning the Word of life." Yet the passage might also hold another sense. For one might say that when the women reported the resurrection of the Saviour, as from the hearing of the two men who appeared to them according to Luke, there did not
Notes, col. 988

On the reading

Printed σωματος, for σώματος.

Printed οικοῦντας, for οἰκοῦντας.

Printed εικὸς, for εἰκὸς.

Printed Αλλὰ, for Ἀλλὰ.

Printed θωμᾶς, for Θωμᾶς.

Printed ουκ, for οὐκ.

PG 22:989Read from the page
ἐπίστευσαν οἱ ἕνδεκα, ἐν οἷς ἦσαν καὶ ὁ Πέτρος καὶ ὁ Ἰωάννης, μηδὲ αὐτοὶ πεπιστευκότες. Τῇ δὲ Μαρίᾳ κατὰ τὸν Ἰωάννην ειπούσῃ ὅτι, « Ἦραν τὸν Κύριόν μου ἐκ τοῦ μνήματος, » οὐ πρότερον ἐπίστευσαν οἱ δύο μαθηταὶ τοῦτο αὐτὸ, τὸ ἦρθαι τὸν Σωτῆρα, πρὶν ἐλθεῖν εἰς τὸν τόπον καὶ ἔργῳ τοῦτο παραλαβεῖν. Ὅτε γοῦν εἰσῆλθον οὗτοι εἰς τὸ μνῆμα, καὶ τὰ ὀθόνια εἶδον μόνα, τὸ δὲ σῶμα οὐδαμοῦ, τότε ἐπίστευσαν· τίνι δὲ ἐπίστευσαν, ἀλλ' ἢ τῷ τῆς Μαρίας λόγῳ φήσαντι, « Ἦραν τὸν Κύριόν μου; » Διὸ ἐπιλέγει ἑξῆς· « Οὔπω γὰρ ᾔδεισαν τὴν Γραφὴν, ὅτι δεῖ αὐτὸν ἐκ νεκρῶν ἀναστῆναι. »
believe the eleven, among whom were also Peter and John, neither having themselves believed. And when Mary according to John said, "They have taken away my Lord out of the sepulchre," the two disciples did not believe this very thing—that the Saviour had been taken away—before coming to the place and ascertaining this in deed. When therefore these men entered into the tomb, and saw the linen cloths alone, and the body nowhere, then they believed; and what did they believe, save the word of Mary which said, "They have taken away my Lord"? Wherefore he adds next: "For as yet they knew not the Scripture, that He must rise from the dead."
Δʹ.
IV.
Τὸ δὲ πῶς δύο παρὰ τὸν Ἰωάννην μαθητῶν ἐλθόντων εἰς τὸ μνημεῖον, Πέτρου καὶ Ἰωάννου, ὁ Λουκᾶς ἕνα μόνον φησὶν ἀπηντηκέναι, οὕτως ἂν λυθείη.
And the question how, whereas two disciples came to the sepulchre in John, Peter and John, Luke says that one alone went there, might be solved thus.
Πολὺς ἦν ὁ Πέτρος ἀεὶ τῇ προθυμίᾳ, ὡς μόνον παρὰ τοὺς ἀποστόλους εἰπεῖν τῷ Σωτῆρι· « Κἂν δέῃ με σὺν σοὶ ἀποθανεῖν, οὐ μή σε ἀπαρνήσομαι· » καὶ μόνον πάλιν ἐπιβῆναι τοῖς κύμασιν ἀξιῶσαι· καὶ μόνον ἀποκρίνασθαι καὶ εἰπεῖν αὐτῷ· « Σὺ εἶ ὁ Χριστὸς ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος· » διὸ καὶ μόνος τῶν μαθητῶν ἀκούει· « Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ. » Διὸ καὶ πρῶτος τολμᾷ εἰσιέναι εις τὸ μνημεῖον, σὺν τῷ ἑτέρῳ μαθητῇ ὃν ἐφίλει ὁ Ἰησοῦς ἐλθὼν, κατὰ τὸν Ἰωάννην· ἀλλὰ τότε μὲν παρὰ τῆς Μαγδαληνῆς ἦρθαι τὸ σῶμα τοῦ Κυρίου ἀπὸ τοῦ μνημείου μεμαθηκὼς, ἀπήντα ἅμα τῷ ἑτέρῳ μαθητῇ· εἶτα ἀνεχώρει σὺν αὐτῷ, τὰ ὀθόνια εἴσω τοῦ μνήματος τεθεαμένος καὶ πιστεύσας. Κατὰ δὲ Λουκᾶν, τῶν ἄλλων ἀπιστούντων μαθητῶν, μόνος αὐτὸς πάλιν πιστεύει ταῖς λεγούσαις ταῖς γυναιξὶν ἑωρακέναι τοὺς ἀφθέντας ἀγγέλους· οὐ γὰρ ἀπιστήσας δὲ ταῖς τῶν γυναικῶν μαρτυρίαις, παλινδρομαῖος ἐπὶ τὸ μνημεῖον μόνος παραγίνεται· καὶ αὖθις παρακύψας βλέπει τὰ ὀθόνια μόνα ὡς καὶ τὸ πρότερον· εἶτα ἀπῄει, πρὸς ἑαυτὸν θαυμάζων τὸ γεγονός· καὶ νῦν μὲν ἀπῄει θαυμάζων τὸ γεγονὸς, ἐπεὶ δὲ πολὺς ἦν τῇ προθυμίᾳ καὶ πλείονα σπουδὴν παρὰ πάντας ἐπεδείκνυτο, σπεύδων καὶ περιτρέχων, καὶ πάντη τον Σωτῆρα περιαθρῶν ἀνεῳγόσι τοῖς τῆς ψυχῆς ὄμμασι, πανταχοῦ δὲ ζητῶν καὶ περιβλεπόμενος, οὐκ ἠτύχησε τῆς ἐλπίδος, ἀλλὰ καὶ αὐτὸς ἀξιοῦται τῆς αὐτοῦ θεοφανείας· τούτου μάρτυς ὁ αὐτὸς εὐαγγελιστὴς Λουκᾶς ὧδέ πη προϊὼν ἑξῆς καὶ λέγων ὅτι ὄντως ἠγέρθη ὁ Κύριος καὶ ὤφθη Σίμωνι. Συμμαρτυρεῖ δὲ αὐτῷ καὶ ὁ ἱερὸς Ἀπόστολος ὧδε Κορινθίοις γράφων, ὅτι « Ὤφθη Κεφᾷ, εἶτα τοῖς ἕνδεκα. » Κεφᾶς δὲ αὐτὸς ἦν Σίμων ὁ καὶ Πέτρος, ᾧ καὶ πρὸ τῶν ἕνδεκα μόνος μόνῳ ὤφθη ὁ Σωτὴρ, τῆς παρὰ πάντας ὑπερβαλλούσης αὐτοῦ χάριν σπουδῆς.
Great was Peter always in eagerness, so that he alone beyond the apostles said to the Saviour: "Even if I must die with You, I will by no means deny You"; and alone again asked to step upon the waves; and alone answered and said to Him: "You are the Christ, the Son of the living God"; wherefore also alone among the disciples he hears: "Blessed are you, Simon Bar-Jonah." Wherefore also he first ventures to enter into the sepulchre, having come with the other disciple whom Jesus loved, according to John; yet at that time, having learned from Magdalene that the body of the Lord had been lifted from the sepulchre, he went together with the other disciple; then he withdrew with him, having beheld the linen cloths inside the sepulchre and believed. According to Luke, however, while the other disciples disbelieved, he alone again believes the women saying that they had seen the angels who appeared; for not disbelieving the testimonies of the women, he comes running back again to the sepulchre alone; and stooping down again he sees the linen cloths alone, even as before; then he departed, wondering to himself at what had come to pass; and at this moment he departed wondering at what had come to pass, yet since he was great in eagerness and displayed greater zeal beyond all, hastening and running about, and everywhere gazing round for the Saviour with the opened eyes of his soul, and seeking and looking round on every side, he did not fail of his hope, but he too is deemed worthy of His divine manifestation; witness of this is the same evangelist Luke, proceeding next roughly thus and saying that the Lord has truly risen and appeared to Simon. And the sacred Apostle also bears witness with him, writing thus to the Corinthians, that "He appeared to Cephas, then to the eleven." Now Cephas himself was Simon who is also Peter, to whom even before the eleven the Saviour appeared alone to him alone, for the sake of his surpassing zeal beyond all.
Εʹ.
V.
Ἔτι ζητήσειεν ἄν τις πῶς παρὰ μὲν τῷ Ματ
Furthermore one might inquire how, whereas in Mat-
Notes, col. 989

On the reading

Printed ειπούσῃ, for εἰπούσῃ.

Printed εις, for εἰς.

Printed ἀφθέντας, for ὀφθέντας.

Printed τον, for τὸν.

PG 22:992Read from the page
θαίῳ ἡ Μαγδαληνὴ Μαρία μετὰ τῆς ὁμωνύμου ἑωρακέναι ἐκτὸς τοῦ μνήματος ἐπικαθήμενον τῷ λίθῳ ἕνα μόνον ἄγγελον εἴρηται· κατὰ δὲ τὸν Ἰωάννην εἴσω τοῦ μνήματος ἀγγέλους δύο θεωρεῖ καθημένους· κατὰ δὲ τὸν Λουκᾶν δύο ἄνδρες ἀπήντων ταῖς γυναιξί· κατὰ δὲ τὸν Μάρκον νεανίσκος ἦν αὐτοῖς ὁρώμενος.
thew Mary Magdalene with her namesake is said to have seen outside the sepulchre one angel alone sitting upon the stone; whereas according to John she beholds two angels sitting inside the sepulchre; whereas according to Luke two men met the women; and according to Mark a young man was seen by them.
Τὰ μὲν παρὰ τῷ Ἰωάννῃ καὶ Ματθαίῳ λύσεως ἂν τύχοι τοιαύτης· ἡγοῦμαι γὰρ προηγεῖσθαι μὲν τὴν παρὰ τῷ Ἰωάννῃ ἱστορίαν, τῆς παρὰ τῷ Ματθαίῳ, καὶ τὴν Μαγδαληνὴν τὸ πρῶτον ἐλθοῦσαν τοὺς δύο ἀγγέλους εἴσω τοῦ μνήματος καθεζομένους ἰδεῖν· μετὰ δὲ ταῦτα δεύτερον ἐπιστᾶσαν τῷ αὐτῷ τόπῳ μετὰ τῆς ἄλλης Μαρίας τὸν ἐπικαθήμενον τῷ λίθῳ ἄγγελον ἑωρακέναι. Ἢ τάχα ἕτερος μὲν ὁ παρὰ Ματθαίῳ ἄγγελος, ἕτερος δὲ καὶ ὁ χρόνος καὶ ὁ τόπος τῆς τοῦ ἀγγέλου θέας· ἕτεροι δὲ καὶ ἄγγελοι αὐτοῦ οἱ πρὸς τὰς γυναῖκας· ὡσαύτως δὲ καὶ οἱ παρὰ τῷ Ἰωάννῃ δύο ἄγγελοι οἱ εἴσω τοῦ μνήματος ὀφθέντες ἕτεροί εἰσι παρὰ τὸν ἔξω πρὸ μνήματος ἐπὶ τῷ λίθῳ καθεζόμενον παρὰ τῷ Ματθαίῳ. Εἰ μὲν γὰρ τοῦ Ματθαίου ὀψὲ Σαββάτων εἰρηκότος, καὶ ἕνα πρὸ τῆς θύρας τοῦ μνημείου καθήμενον ἐπὶ τῷ λίθῳ ἱστορηκότος, φυλάξας ὁ Ἰωάννης τὸν αὐτὸν καιρὸν καὶ τὸν αὐτὸν τόπον εἰρήκει ὀψὲ Σαββάτων, πρὸ τῆς θύρας τοῦ μνήματος ἐπὶ τῷ λίθῳ δύο καθεζομένους ὁρᾶσθαι, ἦν ἀληθῶς διαφωνίαν αιτιᾶσθαι. Καὶ ὁ Ματθαῖος ὡσαύτως ει ὁμοίως Ἰωάννῃ τὴν πρωϊνὴν ὥραν τηρήσας, εἴσω τοῦ μνήματος καὶ αὐτὸς οὐ δύο ἀγγέλους ἀλλ' ἕνα ἔφησε τεθεωρῆσθαι, τἀναντία ἔδοξεν ἂν εἰκότως συγγράφειν. Εἰ δ' ἀφώρισαν οἱ εὐαγγελισταὶ καὶ τοὺς χρόνους καὶ τοὺς τρόπους, καὶ τὰ πρόσωπα τῶν θεωμένων, καὶ τοὺς τῶν ἀγγέλων λόγους, οὐκ ἄν τις εὐλόγως μέμψαιτο διαφωνίαν τῆς Γραφῆς, ἀληθευούσης ἑκάστης κατὰ τὸν οἰκείας ἱστορίας λόγον, διαφόρων τε πραγμάτων ὑφήγησιν δηλούσης. Ἀλλ' οἱ μὲν παρὰ τοῖσδε τοῖς εὐαγγελισταῖς ἄγγελοι, καὶ τοῦ Σωτῆρος αἱ μετὰ τὴν ἀνάστασιν θεοφάνειαι, παρὰ μόνοις τούτοις ὡς ἂν παρὰ κρείττοσι καὶ αὐτοῦ τοῦ Σωτῆρος αὐτόπταις τε καὶ αὐτηκόοις φερόμεναι, ταύτην σώζοιεν ἂν τὴν ἀκολουθίαν. Οἱ δὲ παρὰ τῷ Λουκᾷ δύο ἄνδρες ἐν ἐσθῆτι ἀστραπτούσῃ ὀφθέντες, διὰ τὰ τῆς ἑορτῆς σύμβολα· καὶ ὁ παρὰ τῷ Μάρκῳ νεανίσκος λευκὴν περιβεβλημένος καὶ αὐτὸς στολὴν, δεξιός τε ἀλλ' οὐκ ἀριστερὸς ἐωραμένος, τῷ τε φαιδρὰ καὶ δεξιὰ ταῖς γυναιξὶν εὐαγγελίζεσθαι, πάλιν ἕτεροι ἂν εἶεν καὶ αὐτοὶ, ἀλλήλων τε καὶ τῶν παρὰ τοῖς πρώτοις. Διὸ οὐδὲ ἀγγέλους αὐτοὺς οἵδε ὠνόμασαν, ἐπεὶ μηδὲ τῶν τοῦ Σωτῆρος ὀπτασιῶν ἐμνημόνευσαν τοῖς κρείττοσιν ἢ καθ' ἑαυτοὺς Ματθαίῳ καὶ Ἰωάννῃ τὰ κρείττονα γράφειν καὶ ἱστορεῖν παρακεχωρηκότες· αὐτοὶ δὲ τὰ δεύτερα διηγούμενοι, καὶ τῷ χρόνῳ τὰ μετὰ τὴν τῶν πρώτων μνήμην ὕστερον πεπραγμένα, παρήεσαν μὲν τὰ παρὰ τοῖς αὐτόπταις εἰρημένα, ἀντανεπλήρουν δὲ τὰ παρ' ἐκείνοις σεσιγημένα· ἃ δὴ
What is in John and Matthew might receive such a solution as this: for I think that the narrative in John precedes that in Matthew, and that Magdalene, having come first, saw the two angels sitting inside the sepulchre; and after these things, having stood a second time at the same place with the other Mary, saw the angel sitting upon the stone. Or perhaps the angel in Matthew is one, and different also are both the time and the place of the sight of the angel, and different also are the angels with him who [spoke] to the women; and likewise also the two angels in John who appeared inside the sepulchre are different from the one sitting outside before the sepulchre upon the stone in Matthew. For if, when Matthew had said late on the Sabbath, and had recorded one sitting before the door of the sepulchre upon the stone, John, keeping the same season and the same place, had said that late on the Sabbath, before the door of the sepulchre, two were seen sitting upon the stone, one could truly allege dissonance. And Matthew likewise, if, observing the morning hour like John, he too had affirmed that inside the sepulchre not two angels but one had been beheld, would reasonably have seemed to write contrary things. But if the evangelists distinguished both the times and the manners, and the persons of those beholding, and the words of the angels, no one could reasonably blame Scripture for dissonance, each [account] speaking truth according to the reckoning of its own history, and setting forth an exposition of different events. Yet the angels in these evangelists, and the divine manifestations of the Saviour after the resurrection, being reported in these alone as in superior writers and both eyewitnesses and earwitnesses of the Saviour Himself, would preserve this sequence. Whereas the two men in Luke who appeared in flashing apparel on account of the symbols of the feast, and the young man in Mark himself also clothed in a white robe, and seen on the right and not on the left, by proclaiming bright and auspicious glad tidings to the women, would again themselves also be different, both from one another and from those in the first [evangelists]. Wherefore neither did these call them angels, since they did not even make mention of the visions of the Saviour, having yielded to those superior to themselves, Matthew and John, the writing and recording of the superior things; while they themselves, recounting the secondary things, and in time the things done afterwards following the record of the first, passed over the things spoken among the eyewitnesses, and supplied instead the things passed over in silence by them; which very things
Ϛʹ.
VI.
Αἱ γοῦν παρὰ τῷ Λουκᾷ ὄρθρου βαθέος ἐπὶ τὸ μνῆμα
The [women], accordingly, in Luke who at deep dawn to the tomb
Notes, col. 992

On the reading

Printed αιτιᾶσθαι, for αἰτιᾶσθαι.

Printed ει, for εἰ.

Printed ἐωραμένος, for ἑωραμένος.

PG 22:993Read from the page
⟨ἐλ⟩θοῦσαι γυναῖκες καὶ φέρουσαι ἃ ἡτοίμασαν ἀρώματα, ἕτεραι ἂν εἶεν τῶν παρὰ τῷ Ματθαίῳ καὶ Ἰωάννῃ. Οὐ γὰρ ἂν ἔχοι λόγον τὰς τοσαῦτα προτεθεαμένας Μαρίας ἄρτι πρῶτον ἀρώματα φέρειν, ὡς μήπω τὴν ἀνάστασιν προμεμαθηκυίας. Σαφῶς γὰρ δι' ὧν φησι δείκνυσι ὅτι καὶ οἱ ὀφθέντες, ἕτεροι παρὰ τοὺς ἔμπροσθεν δεδηλωμένους· καὶ ὁ τόπος ἔνθα ὤφθησαν ἕτερος· οὔτε γὰρ εἴσω τοῦ μνήματος ἦσαν, ὡς ὁ Ἰωάννης ἐδίδαξεν, οὔτε ἐπὶ τὸν λίθον καθεζόμενοι, ὡς ὁ παρὰ τῷ Ματθαίῳ ἄγγελος· ἀλλ' οὐδὲ ὅλως ὠνόμασεν ἀγγέλους ὁ Λουκᾶς, δύο δὲ ἄνδρας, πλὴν ἀλλὰ καὶ αὐτοὺς ἐν ἐσθῆτι ἀστραπτούσῃ, διὰ τὰ τῆς ἑορτῆς σύμβαλα· καὶ οι λόγοι δὲ αὐτῶν οἱ πρὸς τὰς γυναῖκας ἰδιάζουσι· καὶ αἱ γυναῖκες δὲ πλείους ἦσαν, ἀλλ' οὐχ ἡ παρὰ τῷ Ματθαίῳ δύο Μαρίαι, ἀλλ' ἁπαξαπλῶς αἱ συνελθοῦσαι αὐτῷ ἐκ τῆς Γαλιλαίας· ὀλίγωροι δὲ καὶ αὗται, οὐδὲ τοσαύτην ἐνδειξάμεναι σπουδὴν ὅσην αἱ διὰ νυκτὸς καρτερήσασαι καὶ παραμείνασαι τῷ μνημείῳ. Μαρτυρεῖ γοῦν ὁ Ματθαῖος τῇ Μαγδαληνῇ καὶ τῇ ἄλλῃ Μαρίᾳ εὐτονίαν πολλὴν καὶ παραμονὴν, λέγων μετὰ τὸ πάθος αὐτοῦ ταῦτα· « Ἦν δὲ ἐκεῖ Μαρία ἡ Μαγδαληνὴ καὶ ἄλλη Μαρία, καθήμεναι ἀπέναντι τοῦ τάφου· » ἀλλ' αὗται μὲν τῇ ἡμέρᾳ τῆς Παρασκευῆς παρεκάθηντο ἀντικρὺ τοῦ μνήματος· διὸ καὶ θᾶττον ὁρῶσι πρῶτον μὲν τὸν τῶν ἀγαθῶν ἄγγελον, εἶτα καὶ αὐτὸν τὸν τῆς ζωῆς ἀρχηγόν. Ἡ δὲ παρὰ τῷ Ἰωάννῃ, καὶ αὕτη τὸ μὲν πρῶτον τοὺς ἀγγέλους, μετὰ δὲ τούτους καὶ αὐτὸν τὸν Σωτῆρα θεωρεῖ· οὐ μὴν ἀρώματα ἔφερον αὗται, οὐδὲ περὶ ταύτην κατεγίνοντο τὴν σπουδὴν. Αι δὲ ἀπὸ τῆς Γαλιλαίας ἀκολουθήσασαι αὐτῷ γυναῖκες, πολλαὶ οὖσαι κατὰ τὸν Λουκᾶν, τῇ μὲν Παρασκευῇ ὑποστρέψασαι, ἡτοίμασαν τὰ ἀρώματα, ἅτε δὴ μηδὲν μηδέπω προμαθοῦσαι περὶ της ἀναστάσεως. Διὸ ταύταις μὲν δύο ἄνδρες ἐν ἐσθῆτι ἀστραπτούσῃ φαίνονται καὶ τὴν ἀνάστασιν εὐαγγελίζονται. Οὐκέτι δὲ αὐταῖς ὁ Σωτὴρ ὤφθη, ὥσπερ οὖν τῇ παρὰ τῷ Ἰωάννῃ καὶ ταῖς παρὰ τῷ Ματθαίῳ· ὥστε ἰδιάζουσαν ἡγεῖσθαι προσήκει τὴν ἱστορίαν. Κατὰ δὲ τὸν Μάρκον λίαν πρωῗ τῇ μιᾷ τῶν Σαββάτων ἔρχονται ἐπὶ τὸ μνημεῖον ἀνατείλαντος τοῦ ἡλίου ἄλλαι πάλιν αὗται, καὶ ἐν ἑτέρῳ καιρῷ πάλιν, αἳ καὶ ἔλεγον πρὸς ἑαυτὰς, « Τίς ἀποκυλίσει ἡμῖν τὸν λίθον; » καὶ ἔρχονται, καὶ εὑρίσκουσιν ἀποκεκυλισμένον, καὶ εἰσελθοῦσαι εἶδον νεανίσκον· ἔνθα πάλιν ἐπὶ τοῦ Λουκᾶ ἄνδρες ἀλλ' οὐκ ἄγγελοι, οὕτω ὡς καὶ νῦν οὐκ ἄγγελος ὠνόμασται, ἀλλὰ νεανίσκος· ὥστε καὶ ταύτην ἀφωρισμένην εἶναι τὴν διήγησιν, καὶ τὸν ὀφθέντα ἕτερον, καὶ τὰς ἀφικομένας ἄλλας, καὶ τὸν καιρὸν ὁμοίως τὸν μετὰ ἡλίου ἀνατολάς· ὃς εἰ μὲν καὶ παρὰ τῷ Λουκᾷ τερήτητο, εὐλόγως ἄν τις τοὺς παρ' αὐτῷ δύο ἄνδρας ἀπήτει, καὶ τοὺς αὐτοὺς
came, women bringing the spices which they had prepared, would be different from those in Matthew and John. For it would not be reasonable that the Marys who had beheld so many things beforehand should just now for the first time bring spices, as though they had not yet learned beforehand of the resurrection. For clearly through what he says he shows that those also who appeared are different from those set forth before, and the place where they appeared is different; for neither were they inside the sepulchre, as John taught, nor sitting upon the stone, as the angel in Matthew; nay, Luke did not name them angels at all, but two men, albeit them also in flashing apparel, on account of the symbols of the feast; and their words also to the women are peculiar; and the women too were more numerous, and not the two Marys in Matthew, but simply in general those who had come up with Him out of Galilee; and these too were somewhat negligent, nor had they displayed such zeal as those who persevered through the night and remained beside the sepulchre. Matthew accordingly attests great vigour and perseverance in Magdalene and the other Mary, saying after His passion these words: "And Mary Magdalene and the other Mary were there, sitting opposite the grave"; now these on the day of the Preparation sat right opposite the sepulchre, wherefore also they sooner see first the messenger of good things, and then the Author of life Himself. And she in John, she too sees first the angels, and after them beholds the Saviour Himself; yet these women were not bringing spices, nor were they occupied with this concern. Whereas the women who had followed Him from Galilee, being many according to Luke, having returned on the Preparation, prepared the spices, inasmuch as they had not yet learned anything beforehand concerning the resurrection. Wherefore to these women two men in flashing apparel appear and proclaim the glad tidings of the resurrection. Yet the Saviour no longer appeared to them, even as [He had] to her in John and to those in Matthew; so that it is fitting to deem the narrative peculiar. And according to Mark, very early on the first day of the week there come to the sepulchre when the sun had risen these women, others again, and at another season again, who also were saying to themselves, "Who will roll away the stone for us?" and they come, and find it rolled away, and having entered saw a young man; where again, as in Luke there were men and not angels, so now too he is named not an angel, but a young man; so that this narrative also is distinct, and he who appeared different, and the women who arrived others, and the season likewise that after the rising of the sun; which, if it had been observed in Luke also, one would reasonably have required the two men in him, and the same
Ζʹ.
VII.
Τεττάρων δὲ ὄντων τῶν εὐαγγελιστῶν, ἰσάριθμοι τούτων καὶ αἱ πρὸς αὐτῶν ἀναγραφεῖσαι φαίνονται ὀπτασίαι· οἵ τε καιροὶ τέσσαρες, καὶ οἱ καθ'
Now since the evangelists are four, equal in number to them appear also the visions recorded by them; and the seasons are four, and those at
Notes, col. 993

On the reading

Printed σύμβαλα, for σύμβολα.

Printed οι, for οἱ.

Printed ἡ, for αἱ.

Printed σπουδὴν., for σπουδήν..

Printed Αι, for Αἱ.

Printed της, for τῆς.

Printed τερήτητο, for τετήρητο.