Migne Reading Room

PG 22 · cols. 937–948 · Read from the page

Questions to Marinus

Questions to Marinus

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:937Read from the page
Τῶν ἐν τοῖς θεοπνεύστοις Εὐαγγελίοις περὶ τὴν ἀρχὴν ἀπορουμένων ζητημάτων καὶ λύσεων δύο πεποιηκὼς ἤδη πρότερον συγγράμματα, πάρειμι νῦν, τὰ μέσα παρελθὼν, ἔπειτα πρὸς τῷ τέλει τῶν αὐτῶν πάντοτε τοῖς πᾶσι ζητούμενα· τάχα που τῆς τοῦ Θεοῦ βουλῆς διὰ τῶν σῶν ἐπιταγμάτων ἐπὶ τοῦτο ἡμᾶς παρορμησάσης, Μαρῖνε υἱὲ τιμιώτατέ μοι καὶ φιλοπονώτατε. Ἠρώτας δὲ τὸ πρῶτον·
Having already previously composed two treatises of questions and solutions concerning the difficulties near the beginning in the divinely inspired Gospels, I come now, passing over the middle parts, next to the matters towards the end of the same that are always inquired into by all; the counsel of God having perhaps urged us on to this through your injunctions, O Marinus, my most honoured and most industrious son. And you asked first:
Αʹ. Πῶς παρὰ μὲν τῷ Ματθαίῳ ὀψὲ Σαββάτων φαίνεται ἐγηγερμένος ὁ Σωτὴρ, παρὰ δὲ τῷ Μάρκῳ πρωῒ τῇ μιᾷ τῶν Σαββάτων.
I. How in Matthew the Saviour appears to have risen late on the Sabbaths, whereas in Mark early on the first of the Sabbaths.
αʹ. Τούτου διττὴ ἂν εἴη ἡ λύσις· ὁ μὲν γὰρ τὸ κεφάλαιον αὐτὸ τὴν τοῦτο φάσκουσαν περικοπὴν ἀθετῶν, εἴποι ἂν μὴ ἐν ἅπασιν αὐτὴν φέρεσθαι τοῖς ἀντιγράφοις τοῦ κατὰ Μάρκον Εὐαγγελίου· τὰ γοῦν ἀκριβῆ τῶν ἀντιγράφων τὸ τέλος περιγράφει τῆς κατὰ τὸν Μάρκον ἱστορίας ἐν τοῖς λόγοις τοῦ ὀφθέντος νεανίσκου ταῖς γυναιξὶ καὶ εἰρηκότος αὐταῖς, «Μὴ φοβεῖσθε, Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνόν·» καὶ τοῖς ἑξῆς, οἷς ἐπιλέγει· «καὶ ἀκούσασαι ἔφυγον, καὶ οὐδενὶ οὐδὲν εἶπον, ἐφοβοῦντο γάρ.» Ἐν τούτῳ γὰρ σχεδὸν ἐν ἅπασι τοῖς ἀντιγράφοις τοῦ κατὰ Μάρκον Εὐαγγελίου περιγέγραπται τὸ τέλος· τὰ δὲ ἑξῆς σπανίως ἔν τισιν ἀλλ' οὐκ ἐν πᾶσι φερόμενα περιττὰ ἂν εἴη, καὶ μάλιστα εἴπερ ἔχοιεν ἀντιλογίαν τῇ τῶν λοιπῶν εὐαγγελιστῶν μαρτυρίᾳ· ταῦτα μὲν οὖν εἴποι ἄν τις παραιτούμενος καὶ πάντη ἀναιρῶν περιττὸν ἐρώτημα. Ἄλλος δέ τις οὐδ' ὁτιοῦν τολμῶν ἀθε-
1. Of this the solution might be twofold; for the one who rejects the chapter itself, the passage that states this, might say that it is not transmitted in all the copies of the Gospel according to Mark; at any rate the accurate copies circumscribe the end of the narrative according to Mark at the words of the young man who appeared to the women and said to them, "Do not be afraid; you seek Jesus the Nazarene;" and the words following, to which it adds: "and having heard, they fled, and said nothing to anyone, for they were afraid." For at this point in nearly all the copies of the Gospel according to Mark the end has been circumscribed; whereas the things that follow, being transmitted rarely in some copies, though not in all, might be superfluous, and especially if they should contain a contradiction to the testimony of the rest of the evangelists; this, then, is what someone might say in declining and altogether doing away with a superfluous question. Another, however, daring to reject nothing whatsoever
PG 22:940Read from the page
τεῖν τῶν ὁπωσοῦν ἐν τῇ τῶν Εὐαγγελίων γραφῇ φερομένων, διπλῆν εἶναί φησι τὴν ἀνάγνωσιν, ὡς και ἐν ἑτέροις πολλοῖς, ἑκατέραν τε παραδεκτέαν ὑπάρχειν, τῷ μὴ μᾶλλον ταύτην ἐκείνης, ἢ ἐκείνην ταύτης, παρὰ τοῖς πιστοῖς καὶ εὐλαβέσιν ἐγκρίνεσθαι.
of the things transmitted in any way at all in the Scripture of the Gospels, says that the reading is twofold, as also in many other cases, and that each of the two is to be received, in that among faithful and devout men this one is approved no more than that, nor that more than this.
βʹ. Καὶ δὴ τοῦδε τοῦ μέρους συγχωρουμένου εἶναι ἀληθοῦς, προσήκει τὸν νοῦν διερμηνεύειν τοῦ ἀναγνώσματος· εἰ γοῦν διέλοιμεν τὴν τοῦ λόγου διάνοιαν, οὐκ ἂν εὕροιμεν αὐτὴν ἐναντίαν τοῖς παρὰ τοῦ Ματθαίου ὀψὲ σαββάτων ἐγηγέρθαι τὸν Σωτῆρα λελεγμένοις· τὸ γὰρ ἀναστὰς δὲ πρωῒ τῇ μιᾷ τοῦ Σαββάτου κατὰ τὸν Μάρκον, μετὰ διαστολῆς ἀναγνωσόμεθα· καὶ μετὰ τὸ ἀναστὰς δὲ, ὑποστίξομεν· καὶ τὴν διάνοιαν ἀφορίσομεν τῶν ἑξῆς ἐπιλεγομένων· εἶτα τὸ μὲν ἀναστὰς ἂν, ἐπὶ τὴν παρὰ τῷ Ματθαίῳ ὀψὲ Σαββάτων· τότε γὰρ ἐγήγερτο· τὸ δὲ ἑξῆς ἑτέρας ὂν διανοίας ὑποστατικὸν, συνάψωμεν τοῖς ἐπιλεγομένοις· πρωῒ γὰρ τῇ μιᾷ τοῦ Σαββάτου ἐφάνη Μαρίᾳ τῇ Μαγδαληνῇ· τοῦτο γοῦν ἐδήλωσε καὶ ὁ Ἰωάννης πρωῒ καὶ αὐτὸς τῇ μιᾷ τοῦ Σαββάτου ὦφθαι αὐτὸν τῇ Μαγδαληνῇ μαρτυρήσας· οὕτως οὖν καὶ παρὰ τῷ Μάρκῳ πρωῒ ἐφάνη αὐτῇ· οὐ πρωῒ ἀναστὰς, ἀλλὰ πολὺ πρότερον κατὰ τὸν Ματθαῖον ὀψὲ τοῦ Σαββάτου· τότε γὰρ ἀναστὰς ἐφάνη τῇ Μαρίᾳ, οὐ τότε, ἀλλὰ πρωΐ· ὡς παρίστασθαι ἐν τούτοις καιροὺς δύο· τὸν μὲν γὰρ τῆς ἀναστάσεως, τὸν ὀψὲ τοῦ Σαββάτου· τὸν δὲ τῆς τοῦ Σωτῆρος ἐπιφανείας, τὸν πρωῒ, ὃν ἔγραψεν ὁ Μάρκος εἰπὼν (ὃ καὶ μετὰ διαστολῆς ἀναγνωστέον) «ἀναστὰς δέ·» εἶτα ὑποστίξαντες, τὸ ἑξῆς ῥητέον, «πρωῒ τῇ μιᾷ τοῦ Σαββάτου ἐφάνη Μαρίᾳ τῇ Μαγδαληνῇ, ἀφ' ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια.»
2. Now if this part too is granted to be true, it is fitting to interpret the sense of the reading; if, then, we should divide the meaning of the statement, we would not find it contrary to what is said by Matthew, that the Saviour had risen late on the sabbaths; for we shall read the words Now having risen early on the first of the Sabbath according to Mark with a pause; and after Now having risen, we shall place a comma; and we shall separate the sense from the words added next; then Now having risen would refer to the late on the Sabbaths in Matthew; for at that time He had risen; while what follows, as constituting another thought, let us join to the words added next: for early on the first of the Sabbath He appeared to Mary Magdalene; this at any rate John also made clear, bearing witness himself as well that early on the first of the Sabbath He was seen by Magdalene; thus, therefore, in Mark also He appeared to her early: not having risen early, but much earlier, according to Matthew, late on the Sabbath; for having risen at that time, He appeared to Mary, not at that time, but early; so that two times are presented in these words: the one, that of the resurrection, late on the Sabbath; the other, that of the Saviour's manifestation, early, which Mark wrote when he said (which also must be read with a pause) "Now having risen;" then, placing a comma, one must utter what follows, "early on the first of the Sabbath He appeared to Mary Magdalene, from whom He had cast out seven demons."
Βʹ. Πῶς κατὰ τὸν Ματθαῖον ὀψὲ Σαββάτων ἡ Μαγδαληνὴ τεθεαμένη τὴν ἀνάστασιν, κατὰ τὸν Ἰωάννην ἡ αὐτὴ ἑστῶσα κλαίει παρὰ τῷ μνημείῳ τῇ μιᾷ τοῦ Σαββάτου.
II. How according to Matthew Magdalene had beheld the resurrection late on the Sabbaths, whereas according to John the very same woman stands weeping beside the tomb on the first of the Sabbath.
αʹ. Οὐδὲν ἂν ζητηθείη κατὰ τοὺς τόπους, εἰ τὸ ὀψὲ Σαββάτων μὴ τὴν ἑσπερινὴν ὥραν τὴν μετὰ τὴν ἡμέραν τοῦ Σαββάτου λέγεσθαι ὑπολάβοιμεν, ὥς τινες ὑπειλήφασιν, ἀλλὰ τὸ βραδὺ καὶ ὀψὲ τῆς νυκτὸς τῆς
1. No question would arise regarding the passages, if we should suppose late on the Sabbaths to be said not of the evening hour after the day of the Sabbath, as some have supposed, but of a late and advanced hour of the night
Notes, col. 940

On the reading

Printed και, for καὶ.

PG 22:941Read from the page
μετὰ τὸ Σάββατον· οὕτω γὰρ καὶ ὀψὲ τῆς ὥρας εἰώθαμεν λέγειν, καὶ ὀψὲ τοῦ καιροῦ, καὶ ὀψὲ τῆς χρείας· οὐ τὴν ἑσπέραν δηλοῦντες, οὐδὲ τὸν μετὰ ἡλίου δυσμὰς χρόνον, τὸ δὲ σφόδρα βράδιον τούτῳ σημαίνοντες τῷ τρόπῳ· ὅθεν ὥσπερ διερμηνεύων αὐτὸς ἑαυτὸν ὁ Ματθαῖος μετὰ τὸ ὀψὲ Σαββάτων, ἐπήγαγε τῇ ἐπιφωσκούση φησί· δηλαδὴ ὥρᾳ τῇ λοιπὸν ἤδη ὑποφαινούσῃ, καὶ ἐπιφωσκούσῃ εἰς τὴν Κυριακὴν ἡμέραν, ἥτις ἦν ὀψὲ καὶ πόῤῥω λοιπὸν ἐλαύνουσα τῶν Σαββάτων· λέλεκται δὲ ὀψὲ τοῦ Σαββάτου παρὰ τοῦ ἑρμηνεύσαντος τὴν Γραφήν· ὁ μὲν γὰρ εὐαγγελιστὴς Ματθαῖος Ἑβραΐδι γλώττῃ παρέδωκε τὸ εὐαγγέλιον· ὁ δὲ ἐπὶ τὴν Ἑλλήνων φωνὴν μεταβαλὼν αὐτὸ, τὴν ἐπιφωσκοῦσαν ὥραν εἰς τὴν Κυριακὴν ἡμέραν, ὀψὲ Σαββάτων προσεῖπεν· ὥστε τὸν αὐτὸν σχεδὸν νοεῖσθαι καιρὸν, ἢ τὸν σφόδρα ἐγγὺς παρὰ τοῖς εὐαγγελισταῖς διαφόροις ὀνόμασι τετηρημένον· μηδέν τε διαφέρειν Ματθαῖον εἰρηκότα· «Ὀψὲ δὲ Σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων ἦλθε Μαρία ἡ Μαγδαληνὴ καὶ ἡ ἄλλη Μαρία θεωρῆσαι τὸν τάφον,» Ἰωάννου φήσαντος· «τῇ δὲ μιᾷ τῶν Σαββάτων ἔρχεται Μαρία ἡ Μαγδαληνὴ πρωῒ εἰς τὸ μνημεῖον, ἔτι οὔσης σκοτίας.» Πλατυκῶς γὰρ ἕνα καὶ τὸν αὐτὸν δηλοῦσι χρόνον διαφόροις ῥήμασι· ὁ μὲν Ματθαῖος ὀψέ, ἀντὶ τοῦ βράδιον· καὶ ὀψὲ τῆς νυκτὸς ὀνομάσας πρωῒ, ὁ διερμηνεύων ἐπήγαγε τὸ σκοτίας οὔσης, ἵνα μή τις τὸν ὄρθρον λέγειν αὐτὸν ὑπολάβοι· ὡς καὶ ὁ Ματθαῖος τῷ ὀψὲ Σαββάτων, ἵνα μὴ τὴν ἑσπερινὴν ὥραν νομίσειέ τις λέγεσθαι, προσέθηκε τὸ τῇ ἐπιφωσκούση εἰς μίαν Σαββάτων. Ἐπεὶ καὶ ἀκριβῶς οὗτος Σαββάτου εἶπεν τὴν ὀψίαν, μή τις τὴν ἑσπέραν ὑπολάβοι λέγεσθαι τὴν μετὰ ἡλίου δυσμὰς, ἀλλὰ Σαββάτων φησὶν ὀψέ.
after the Sabbath; for thus too we are accustomed to say late in the hour, and late in the season, and late for the need: not signifying the evening, nor the time after sunset, but indicating in this manner what is very late; whence, as though interpreting himself, Matthew after late on the Sabbaths added, he says, as it was dawning; namely, at the hour already beginning to show light, and dawning towards the Lord's day, which was late and by now far advanced from the Sabbaths; and late on the Sabbath was said by the translator of the Scripture; for Matthew the evangelist delivered the Gospel in the Hebrew tongue, while the one who turned it into the speech of the Greeks called the hour dawning towards the Lord's day late on the Sabbaths; so that almost the same time, or one very close to it, is understood as having been observed under different names in the evangelists; and Matthew differs in nothing when he has said: "Now late on the Sabbaths, as it was dawning towards the first of the Sabbaths, came Mary Magdalene and the other Mary to behold the sepulchre," from John when he said: "and on the first of the Sabbaths Mary Magdalene comes early to the tomb, while it is still dark." For broadly they signify one and the same time in different words: Matthew saying late instead of tardily; and the translator, having called late at night early, added while it was dark, lest anyone suppose him to mean daybreak; just as Matthew too, to late on the Sabbaths, lest anyone suppose the evening hour to be meant, added as it was dawning towards the first of the Sabbaths. Since he also with precision spoke of the late hour of the Sabbath, lest anyone suppose the evening after sunset to be meant, instead he says late on the Sabbaths.
βʹ. Ἔθος δὲ ὅλην τὴν ἑβδομάδα Σάββατον καλεῖν, καὶ πάσας τὰς ἡμέρας οὕτως ὀνομάζειν. Λέγεται γοῦν παρὰ τοῖς εὐαγγελισταῖς τῇ μιᾷ τῶν Σαββάτων· ἐν δὲ τῇ συνηθείᾳ, δευτέρα Σαββάτων, καὶ τρίτη Σαββάτων, καὶ τετάρτη Σαββάτων· οὕτως οὖν ὁ Ματθαῖος τὸν καιρὸν τὸν ἐπιφαύσκοντα εἰς τὴν ἕω τῆς Κυριακῆς ἡμέρας, Σαββάτων ὀψὲ ὠνόμασεν· οὐκ εἰπὼν ἑσπέραν τοῦ Σαββάτου, οὐδὲ ὀψὲ Σαββάτου· ἐπεὶ ἐχρῆν ἡμᾶς τῇ ἡμέρᾳ τοῦ Σαββάτου μετὰ ἡλίου δυσμὰς ἑσπέρας γινομένης ἀπονηστίζεσθαι· καὶ οὐκέτι τὴν Κυριακὴν ἡμέραν ἀγαλλιᾷν, ἀλλὰ τὴν ἑσπέραν τοῦ Σαββάτου, εἴπερ τοῦτ' ἐδήλου ὁ εὐαγγελιστής. Ἀλλ' οὐχ ἑσπέρας τοῦ Σαββάτου εἰώθαμεν τὰς νηστείας καταλύειν, ἀλλ' ἢ νυκτὸς ἐπιλαβούσης, αὐτῷ μεσονυκτίῳ, καὶ ἢ περὶ ἀλεκτόρων βοὰς, ἢ ἀμφὶ τὸν ὄρθρον· ὥστε καὶ ἐξ αὐτοῦ τοῦ πράγματος, καὶ ἐκ τῆς κεκρατηκυίας ἐν ταῖς Ἐκκλησίαις τοῦ Θεοῦ συνηθείας, τὸν διὰ τοῦ ὀψὲ Σαββάτων δηλούμενον καιρὸν, μὴ τὴν ἑσπερινὴν ὥραν εἶναι, ἀλλὰ ταύτην, ἣν Ματθαῖος αὐτὸς παρέστησεν εἰπὼν τῇ ἐπιφωσκούση εἰς μίαν Σαββάτων. Οὐδὲ γὰρ λόγον εἶχε κατὰ τὴν ἑσπέραν τοῦ Σαββάτου τοιούτων θαυμάτων ἀμφὶ τὸ μνημεῖον τοῦ Σωτῆρος ἀποτελουμένων, μὴ οὐχὶ πάντας τοὺς τὴν πόλιν οἰκοῦντας μαθεῖν τὰ γι-
2. Moreover, it is customary to call the whole week Sabbath, and thus to name all the days. Thus at any rate in the evangelists it is called on the first of the Sabbaths; and in common usage, second of the Sabbaths, and third of the Sabbaths, and fourth of the Sabbaths; in this way, therefore, Matthew named the time shining forth towards the dawn of the Lord's day late on the Sabbaths: not saying evening of the Sabbath, nor late on the Sabbath; since otherwise it would have behoved us to break our fast on the day of the Sabbath when evening came after sunset, and no longer to rejoice on the Lord's day, but on the evening of the Sabbath, if indeed this were what the evangelist signified. Yet it is not on the evening of the Sabbath that we are accustomed to end our fasts, save either when night has come on, at midnight itself, or around cock-crow, or about daybreak; so that both from the fact itself, and from the custom that has prevailed in the Churches of God, the time signified through late on the Sabbaths is not the evening hour, but that which Matthew himself set forth when he said as it was dawning towards the first of the Sabbaths. For neither would it have made sense, when such marvels were being wrought around the Saviour's tomb on the evening of the Sabbath, that all the inhabitants of the city should not learn what was taking
Notes, col. 941

On the reading

Printed ἐπιφωσκούση, for ἐπιφωσκούσῃ.

Printed ἐπιφωσκούση, for ἐπιφωσκούσῃ.

Printed ἐπιφωσκούση, for ἐπιφωσκούσῃ.

PG 22:944Read from the page
νόμενα, καὶ συνδρομὴ γεγόνει ἐπὶ τὸ μνῆμα, πάντων ἐγρηγορότων. Ἀκόλουθον δὲ ἦν ἀνατραπέντος τοῦ λίθου παραδόξως, παραχρῆμα σπεῦσαι τοὺς φρουροὺς τὰ πραχθέντα δηλῶσαι, τῆς ὥρας αὐτοῖς ἐπιτρεπούσης. Οἱ δὲ καὶ διδάσκονται τῇ ὑστεραίᾳ ὑπὸ τῶν ἀρχιερέων διαφημίσαι εἰς πάντας, ὅτι οἱ μαθηταὶ αὐτοῦ νυκτὸς ἐλθόντες ἔκλεψαν αὐτὸν ἡμῶν κοιμωμένων· ὃ δὴ χώραν οὐκ εἶχεν πλάττεσθαι αὐτοὺς εἰ τῇ ἑσπέρᾳ ἐγήγερτο. Ἀλλὰ γὰρ ἡγοῦμαι διὰ τούτων ἀποδείκνυσθαι τὸ παρὰ τῷ Ματθαίῳ λεγόμενον ὀψὲ Σαββάτων, μὴ τὴν ὀψινὴν ὥραν τοῦ Σαββάτου σημαίνειν, μηδὲ τὸν ἑσπερινὸν καιρόν· ἀλλ' αὐτὸς Ματθαῖος ἐπήγαγεν τὴν ἐπιφώσκουσαν ὥραν εἰς μίαν Σαββάτων, ἥτις ἦν πρωῒ, ἔτι σκοτίας οὔσης κατὰ τὸν Ἰωάννην· οὕτω γὰρ ἡ συμφωνία συνδράμοι ἂν τῶν εὐ-
place, and a concourse to the tomb would have occurred, with everyone awake. And it would have followed, once the stone had been marvellously overturned, that the guards would immediately hasten to report what had been done, since the hour permitted them. Yet in fact they are instructed on the next day by the chief priests to spread the report to all that His disciples came by night and stole Him away while we were asleep; which certainly they had no room to fabricate if He had risen in the evening. Indeed I consider it demonstrated through these things that what is said in Matthew, late on the Sabbaths, signifies neither the late hour of the Sabbath nor the evening season; rather, Matthew himself added the hour dawning towards the first of the Sabbaths, which was early, while it was still dark according to John; for thus the harmony would concur of the ev-
γʹ. Οὐκ ἂν γοῦν ἁμάρτοις τὰ μὲν πρῶτα τῆς ἀναστάσεως τοῦ Σωτῆρος ἡμῶν σημαίνεσθαι εἰπὼν παρὰ τῷ Ἰωάννῃ, παρ' ᾧ ἡ Μαγδαληνὴ πρωῒ, ἔτι οὔσης σκοτίας, καὶ πρῶτον καὶ δεύτερον ἐπιστᾶσα τῷ μνήματι, καὶ μὴ εὑροῦσα τὸ σῶμα τοῦ Σωτῆρος, κλαίει διὰ τὸ μηδένα μήπω ἐγνωκέναι περὶ τῆς ἀναστάσεως αὐτοῦ· τῆς αὐτῆς δὲ ὥρας μέρος εἶναι δεύτερον τὸν παρὰ τῷ Ματθαίῳ χρόνον, καθ' ὃν τρίτον ἐπιστᾶσα ἡ αὐτὴ Μαγδαληνὴ ἅμα τῇ ἄλλῃ Μαρίᾳ τῷ μνήματι, οὐκέτι κλαίει, ὡς ἂν παρὰ τῷ Ἰωάννῃ τεθεαμένη τοὺς ἀγγέλους καὶ αὐτὸν τὸν Σωτῆρα· τὰ γὰρ παρὰ τῷ Λουκᾷ καὶ τῷ Μάρκῳ ἑτέρων ἂν εἴη δηλωτικὰ, παρ' οἷς πλείους ἀπαντῶσιν γυναῖκες ἐπὶ τὴν θέαν· τὴν δέ γε Μαγδαληνὴν μὴ μακρὰν ἀλλήλων διεστῶσιν ἀπηντηκέναι καιροῖς νόμιζε, ἀλλ' ἐν τῷ αὐτῷ καὶ κατὰ τὸ αὐτὸ παρατυχεῖν καὶ τὸ πρῶτον καὶ τὸ δεύτερον· τὸ μὲν πρῶτον, καθ' ἑαυτὴν μόνην· τὸ δὲ δεύτερον, μετὰ τῆς ἄλλης Μαρίας· οὕτω δ' οὖν ἡ αὐτὴ Μαρία ἡ Μαγδαληνὴ καὶ τὰ παρὰ τῷ Ματθαίῳ ἐθεᾶτο καὶ τὰ παρὰ τῷ Ἰωάννῃ· οὐκ ἀπελιμπάνετο δὲ τῶν παρὰ τοῖς πολλοῖς ἀναγεγραμμένων· οὐ γὰρ ἀπεστάτει τοῦ τόπου· παρῆν δὲ καὶ παρέμενεν καταπεπληγμένη μὲν τὰ τεθεαμένα, ποθοῦσα δὲ πρὸς τοῖς πρώτοις καὶ δευτέρων καὶ τριῶν θεοφανειῶν καταξιωθῆναι· ὧν ἐτύγχανεν μετὰ ταῦτα διαφόρως μὲν πλειόνων γυναικῶν ἐπὶ τὸ μνημεῖον ἀφικνουμένων, ἄλλοτε δ' ἄλλως αὐταῖς ἀγγελικῆς ὄψεως παραφαινομένης, αὐτῆς δὲ ἐφ' ἑκάστῃ θέᾳ παρατυγχανούσης· οὕτω γοῦν τῶν παρὰ τοῖς τέσσαρσιν εὐαγγελισταῖς ἀναγεγραμμένων θεωρὸς ἐγίγνετο ἡ Μαγδαληνή· διὸ καὶ παρὰ τοῖς πᾶσιν ἐμνημονεύθη· οὕτω δὲ καὶ ὁ μὲν καιρὸς ὁ αὐτὸς ἦν ὁ ὑπὸ τοῦ Ἰωάννου καὶ τοῦ Ματθαίου παριστάμενος· τοῦ δ' αὐτοῦ καιροῦ διάφορα διαστήματα παρ' ἑκάστῳ τετηρημένα.
3. You would not err, at any rate, in saying that the first events of our Saviour's resurrection are signified in John, in whom Magdalene early, while it is still dark, having come both a first and a second time to the tomb, and not having found the Saviour's body, weeps because no one had as yet come to know concerning His resurrection; and that a second part of the same hour is the time in Matthew, at which, having come a third time to the tomb together with the other Mary, the same Magdalene no longer weeps, inasmuch as in John she had beheld the angels and the Saviour Himself; for the accounts in Luke and Mark would be indicative of other things, in whom several women meet together for the sight; yet do not suppose that Magdalene arrived at times far distant from one another, but that at one and the same season and place she was present both the first time and the second: the first time by herself alone; the second time with the other Mary; thus indeed the same Mary Magdalene beheld both the things in Matthew and those in John; nor was she absent from the things recorded among the many; for she did not stay away from the place, but was present and remained, struck with amazement at what had been beheld, and longing in addition to the first to be counted worthy also of second and of three divine manifestations; which she obtained afterwards as several women came at various times to the tomb, and an angelic vision appeared to them at one time in one way and at another in another, while she herself was present at each sight; thus at any rate Magdalene became a beholder of the things recorded in the four evangelists; wherefore also she was mentioned in them all; and thus too the time presented by John and Matthew was the same, while different intervals of the same time were observed in each.
δʹ. Μὴ ταραττέτω δέ σε τὸ λέγεσθαι παρὰ τῷ Ματθαίῳ μετὰ τὸ ἐλθεῖν τὰς δύο Μαρίας θεωρῆσαι τὸν
4. And do not let it trouble you that in Matthew, after the two Marys came to behold the
PG 22:945Read from the page
τάφον, «ὁ ἄγγελος γὰρ Κυρίου καταβὰς ἐξ οὐρανοῦ ἀπεκύλισεν τὸν λίθον ἐκ τῆς θύρας.» Οὐ γὰρ κατ' αὐτὴν τὴν ὥραν προσήκει νοεῖν τὸν ἄγγελον ἀποκεκυλικέναι τὸν λίθον· πῶς γάρ; ὁπότε προϋπῆρχεν παρὰ τῷ Ἰωάννῃ, παρ' ᾧ οὐχ ἡ Μαρία μόνη, ἀλλὰ καὶ δύο μαθηταὶ ἐληλύθασιν εἰς τὸ μνημεῖον· διόπερ εἴποις ἂν τὸν παρὰ τῷ Ματθαίῳ λόγον διηγηματικὸν εἶναι τῶν πρὸ τούτου γεγενημένων· ἦλθον μὲν γὰρ κατὰ τοῦτον αἱ δύο Μαρίαι θεωρῆσαι τὸν τάφον, εὗρον δὲ αὐτὸν ἀνεῳγμένον, ἐπειδήπερ πρὸ τούτου σεισμὸς ἐγεγόνει μέγας, καὶ ὁ ἄγγελος ἀποκεκυλίκει τὸν λίθον, ὃς ἐπιστὰς, αὖθις εὐαγγελίζεται τὰς γυναῖκας. Αὕτη μὲν οὖν μία λύσις ἂν γένοιτο τῶν κατὰ τὸν τόπον ἀπορουμένων.
tomb, "for the angel of the Lord, having come down from heaven, rolled away the stone from the door." For it is not fitting to understand that at that very hour the angel had rolled away the stone; for how could that be, when it had preceded in John, in whom not Mary alone, but also two disciples have come into the tomb? Wherefore you might say that the account in Matthew is narrative of the things that had happened before this; for according to him the two Marys indeed came to behold the tomb, and found it opened, inasmuch as before this a great earthquake had occurred, and the angel had rolled away the stone, who, standing by, again brings good tidings to the women. This, then, would be one solution of the difficulties raised concerning the passage.
εʹ. Λυθείη δ' ἂν καὶ ἄλλως τὰ προκείμενα, εἰ ἑτέρας μὲν τὰς παρὰ τῷ Ματθαίῳ Μαρίας ὑπολάβοις εἶναι, ἑτέραν δὲ τὴν παρὰ τῷ Ἰωάννῃ· τέσσαρας γοῦν τὰς πάσας Μαρίας παρούσας τῷ πάθει τοῦ Σωτῆρος μετὰ τῶν ἄλλων γυναικῶν εὑρίσκομεν· πρῶτον μὲν οὖν τὴν Θεοτόκον τὴν αὐτοῦ τοῦ Σωτῆρος μητέρα· βευτέραν δὲ τὴν ταύτης ἀδελφὴν Μαρίαν, τὴν τοῦ Κλωπᾶ· εἶτα τρίτην Μαρίαν τὴν Μαγδαληνήν· καὶ τετάρτην τὴν Ἰακώβου καὶ Ἰωσὴφ μητέρα· καὶ τῶν μὲν πρώτων τριῶν Μαριῶν ἐμνημόνευσεν Ἰωάννης λέγων οὕτως· «Εἰστήκεισαν δὲ παρὰ τῷ σταυρῷ τοῦ Ἰησοῦ ἡ μήτηρ αὐτοῦ, καὶ ἡ ἀδελφὴ τῆς μητρὸς αὐτοῦ Μαρία ἡ τοῦ Κλωπᾶ, καὶ Μαρία ἡ Μαγδαληνή.» Τῆς δὲ τετάρτης Μαρίας τῆς μητρὸς Ἰακώβου καὶ Ἰωσὴφ, οἱ λοιποὶ τρεῖς ἐμνημόνευσαν εὐαγγελισταὶ, συμπαραλαβόντες τῇ Μαγδαληνῇ καὶ αὐτήν· Ματθαῖος μὲν οὕτως εἰπών· «Ἦσαν δὲ ἐκεῖ γυναῖκες πολλαὶ ἀπὸ μακρόθεν θεωροῦσαι, αἵτινες ἠκολούθησαν αὐτῷ· ἐν αἷς ἦν Μαρία ἡ Μαγδαληνὴ, καὶ Μαρία ἡ τοῦ Ἰακώβου καὶ Ἰωσὴφ, αἳ ἐθεάσαντο τὸν τόπον ποῦ τίθεται.» Καὶ ὁ Λουκᾶς δὲ περὶ τῆς ἄλλης Μαρίας οὕτως ἱστορεῖ· «Ἦσαν δὲ ἡ Μαγδαληνὴ Μαρία καὶ Ἰωαννα ⟨…⟩ αὐταῖς.»
5. And the matters before us might also be solved otherwise, if you should suppose the Marys in Matthew to be others, and the one in John to be another; at all events we find four Marys in all present at the passion of the Saviour with the other women: first, then, the Mother of God, the mother of the Saviour Himself; and second, her sister Mary, the wife of Clopas; then third, Mary Magdalene; and fourth, the mother of James and Joseph; and of the first three Marys John made mention, speaking thus: "Now there stood by the cross of Jesus His mother, and His mother's sister, Mary the wife of Clopas, and Mary Magdalene." And of the fourth Mary, the mother of James and Joseph, the remaining three evangelists made mention, taking her also along with Magdalene; Matthew speaking thus: "And many women were there beholding from afar, who followed Him; among whom was Mary Magdalene, and Mary the mother of James and Joseph, who beheld the place where He is laid." And Luke also relates thus concerning the other Mary: "And they were Mary Magdalene and Joanna ⟨…⟩ them."
ϛʹ. Τούτων οὖν τῶν τεσσάρων Μαριῶν, εἰ τὰς δύο τὰς παρὰ τῷ Ματθαίῳ ὀψὲ Σαββάτων τῇ ἐπιφωσκούσῃ εἰς μίαν Σαββάτων ἐλθούσας ἐπὶ τὸ μνημεῖον, καὶ τὴν ἄγγελον θεασαμένας, ἑτέρας εἶναι ἐκλάβοις παρὰ τὴν πρωῖ τῇ μιᾷ τῶν Σαββάτων, ἔτι σκοτίας οὔσης ἀφικομένην μόνην κατὰ τὸν Ἰωάννην, ἀγνοοῦσαν τὸ ἐπὶ
6. Of these four Marys, then, if you should take the two in Matthew who late on the Sabbath, as it was dawning towards the first day of the week, came to the tomb and beheld the angel, to be others beside her who early in the morning on the first day of the week, while it was yet dark, arrived alone according to John, being ignorant as to
Notes, col. 945

On the reading

Printed βευτέραν, for δευτέραν.

Printed Εἰστήκεισαν, for Εἱστήκεισαν.

Printed Ἰωαννα, for Ἰωάννα.

Printed τὴν, for τὸν.

PG 22:948Read from the page
τὴν ἀνάστασιν, καὶ διὰ τοῦτο κλαίουσαν, οὐδὲν ἂν σκολιὸν ἀπαντήσεται, πάσης ἀπορίας καὶ ζητήσεως ἐκποδὼν ἀρθείσης· καὶ ὀψὲ μὲν Σαββάτων, κατὰ τὰ ἀποδεδομένα, πεπραγμένων τῶν ἐπὶ τῷ Ματθαίῳ συγγεγραμμένων ἐπὶ παρουσίᾳ τῶν δύο Μσριῶν, πρωῖας δὲ τῇ μιᾷ τῶν Σαββάτων ἑτέρας Μαρίας τὰς παρὰ τῷ Ἰωάννῃ τεθεαμένας, ἀληθεύεσθαί τε κἀκεῖνα καὶ ταῦτα, μηδὲ ἀντιλογίαν περιέχειν τοὺς τόπους, μήτε κατὰ τοὺς χρόνους, μήτε κατὰ τὰ πρόσωπα, μήτε κατὰ τοὺς λόγους.
the resurrection, and on this account weeping, nothing crooked will meet you, every difficulty and question having been removed out of the way: both that late on the Sabbath, according to what has been explained, the things recorded in Matthew were done at the presence of the two Marys, and that early in the morning on the first day of the week other Marys had beheld the things in John, and that both those things and these are true, and the passages contain no contradiction, neither as to the times, nor as to the persons, nor as to the words.
ζʹ. Εἰ δὲ τὸ τῆς Μαγδαληνῆς προσκείμενον ἐν ἀμφοτέροις τοῖς εὐαγγελισταῖς ὄνομα τὴν διάνοιαν ταράττει, ἀλλ' οὐ προσήκει τὴν θείαν συγχεῖν Γραφὴν λέξεως μιᾶς ἢ ὀνόματος ἕνεκεν, ὃ πολλάκις συμβαίνει καὶ κατὰ γραφικὸν προσκεῖσθαι σφάλμα· ἢ γὰρ δύο καὶ ταύτας ἀπὸ μιᾶς πόλεως ἢ κώμης τῆς Μαγδαληνῆς ὁρμᾶσθαι ἡγητέον· ἢ ἐπὶ μιᾶς αὐτῶν προσκεῖσθαι τὸ τῆς Μαγδαληνῆς ἐπώνυμον, ἅπαξ τοῦ γραφέως κατὰ τὴν ἀρχὴν σφαλέντος, ὅτι ἐξ ἐκείνου τῶν μετ' αὐτὸν πρώτῳ ἐπηκολουθηκότων σφάλματι· τοῦτο δὲ καὶ ἐφ' ἑτέρῳ συμβὰν, σμικρὸν ὕστερον ἐπιδείξωμεν· ἀλλ' ὥσπερ ἐπὶ τοιούτων ὀρθῶς κατὰ τὴν ἀρχὴν ὑπηγόρευτο, κατὰ σφάλμα δὲ τῶν μετὰ ταῦτα μὴ ἀκριβούντων τὴν μεταβολὴν, συμβέβηκέ τινα ζητεῖσθαι, οὕτω καὶ ἐπὶ τοῦ ἐπωνύμου τῆς Μαγδαληνῆς περιττῶς ἐπὶ μιᾶς Μαρίας κειμένου εἴποις ἂν γεγονέναι· οὗ ὑφαιρεθέντος, περιγέγραπται πᾶσα ζήτησις, μηδενὸς μηκέτι κατὰ τοὺς τόπους ἀπορουμένου· ἀλλὰ καὶ ὀψὲ Σαββάτων, τοῦτ' ἔστι βαθείας νυκτὸς, τῶν παρὰ τῷ Ματθαίῳ πεπραγμένων ἑωραμένων ὑπὸ τῆς Μαγδαληνῆς καὶ τῆς ἄλλης Μαρίας· καὶ πρωῖας, ἔτι σκοτίας οὔσης, ἑτέρας Μαρίας ἀφικομένης ἐπὶ τὸν αὐτὸν τόπον· καὶ πρότερον μὲν ἀπορούσης ἐπὶ τὸ μὴ εὑρεῖν τὸ σῶμα τοῦ Σωτῆρος· ὕστερον δὲ καὶ αὐτῆς αὐτοπτούσης αὐτόν· κάλλιον δὲ τὸ μὴ δὲ σφάλμα αἰτιάσασθαι κατὰ τοὺς τόπους, δύο δὲ ἀληθῶς γεγονέναι τὰς Μαγδαληνὰς φάσκειν, ὡς καὶ τέτταρας ἀπεδείξαμεν τὰς Μαρίας· ὧν οὐδὲν ἄτοπον ἀπὸ τῆς αὐτῆς Μαγδαληνῆς δύο Μαρίας ὁρμᾶσθαι λέγειν, μηδέν τε λοιπὸν ἀπορεῖν, ἀλλ' ἑτέραν μὲν εἶναι τὴν ὀψὲ Σαββάτων παρὰ τῷ Ματθαίῳ Μαγδαληνήν, ἑτέραν δὲ αὖθις καὶ αὐτὴν Μαγδαληνὴν τὴν παρὰ τῷ Ἰωάννῃ πρωῖας ἐπὶ τὸ μνημεῖον ἐλθοῦσαν· ταύτην δὲ εἶναι τὴν καὶ παρὰ τῷ Μάρκῳ δηλουμένην, κατά τινα τῶν ἀντιγράφων, ἀφ' ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια· καὶ ταύτην εἰκὸς εἶναι τὴν ἀκούσασαν Μή μου ἅπτου, ἀλλ' οὐ τὴν παρὰ τῷ Ματθαίῳ· εἰ γὰρ καὶ τὰ μάλιστα κἀκείνη ἀπὸ τῆς Μαγδαληνῆς ὡρμᾶτο, ἀλλ' οὐ τὰ ὅμοια καὶ αὐτῆς ἡ θεία κατηγορεῖ Γραφή
7. But if the name of Magdalene added in both the evangelists troubles the mind, yet it is not fitting to throw sacred Scripture into confusion on account of a single word or name, which often happens to be added even by a scribal error; for either one must consider that these too were two women originating from one city or village, that of Magdala; or that in the case of one of them the surname of Magdalene was added, the scribe having once erred at the beginning, because from that point those after him followed the first error; and that this happened in another case also, let us show shortly hereafter; but just as in such cases it had been rightly dictated at the beginning, yet through an error of those afterwards who did not accurately note the change it has come about that certain questions are raised, so too in the case of the surname of Magdalene lying superfluously upon one Mary you might say it has happened; which being removed, every inquiry is circumscribed, nothing any longer remaining in doubt across the passages; rather, both late on the Sabbath, that is, in deep night, the things done in Matthew having been seen by Magdalene and the other Mary, and early in the morning, while it was yet dark, another Mary having arrived at the same place, and at first indeed being at a loss at not finding the body of the Saviour, and afterwards herself also beholding Him with her own eyes; yet it is better not even to allege an error across the passages, but to affirm that there truly were two Magdalenes, just as we also demonstrated that the Marys were four; of whom there is nothing absurd in saying that two Marys originated from the same Magdala, and in being at a loss no further, but that the Magdalene late on the Sabbath in Matthew is one, and again that she who came early in the morning to the tomb in John is another, herself also a Magdalene; and that this is she who is also indicated in Mark, according to some of the copies, from whom He had cast out seven demons; and it is likely that this is she who heard Touch Me not, and not the one in Matthew; for even if ever so much that woman also originated from Magdala, yet sacred Scripture does not charge the like things against her also
Γʹ. Πῶς κατὰ τὸν Ματθαῖον ὀψὲ Σαββάτων ἡ Μαγδαληνὴ μετὰ τῆς ἄλλης Μαρίας ἁψαμένη τῶν ποδῶν τοῦ Σωτῆρος, ἡ αὐτὴ πρωῗ τῇ μιᾷ τοῦ Σαββάτου ἀκούει «Μή μου ἅπτου» κατὰ τὸν Ἰωάννην.
III. How according to Matthew late on the Sabbath Magdalene with the other Mary having touched the feet of the Saviour, the same woman early in the morning on the first day of the week hears "Touch Me not" according to John.
αʹ. Εἰ μὲν οὖν μία καὶ ἡ αὐτὴ εἴη Μαρία παρ' ἀμ-
1. If, then, Mary were one and the same in
Notes, col. 948

On the reading

Printed Μσριῶν, for Μαριῶν.