Migne Reading Room

PG 22 · cols. 949–956 · Read from the page

Questions to Marinus

Questions to Marinus

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:949Read from the page
φοτέροις τοῖς εὐαγγελισταῖς, λέξομεν ὅτι ἡ αὐτὴ πολλάκις ἐπὶ τὸν αὐτὸν ἀπήντα τόπον, ἐπειδὴ εἷλκεν αὐτὴν ἡ ἔκπληξις τοῦ πράγματος καὶ ἡ ἐπὶ τῷ γεγονότι χαρά· πρώτη τοίνυν ἀπαντήσασα καὶ πρώτη τεθεαμένη τὰ παρὰ τῷ Ἰωάννῃ, ἐσπευσμένως ἀπῄει πρὸς τοὺς ἀποστόλους τὸ πρῶτον, τὴν τοῦ μνήματος ἄνοιξιν ἀπαγγέλλουσα· εἶθ' ἅμα τὴν ἀνάστασιν τεθεαμένη, ἐδυσφόρει ὑπονοοῦσα ἦρθαι τὸ σῶμα τοῦ Ἰησοῦ ἀπὸ τοῦ μνήματος, μὴ εἰδέναι τε ὅπου τέθειτο· εἶτ' ἐπανῄει δεύτερον σὺν αὐτοῖς ἐπὶ τὸ μνῆμα· ὡς δ' ἐπέστρεφον οἴκαδε ἐκεῖνοι, μόνη πάλιν ἀπολειφθεῖσα ἐν τῷ τόπῳ, ἔκλαιεν ἑστῶσα· εἶτα τοῦ μνήματος εἴσω διακύψασα, τοὺς δύο ἀγγέλους ἐθεώρει· ἔπειτα καὶ αὐτὸν ὁρᾷ τὸν Σωτῆρα· ὃς, ἐπειδὴ κλαίουσα εἰστήκει, ἀνθρωπίνως δὲ καὶ ταπεινῶς, ὡς ἂν κλαπέντος σώματος αὐτοῦ, διακειμένη, ἀνάξιά τε περὶ αὐτοῦ φρονοῦσα, πρῶτον μὲν αὐτὴν γυναῖκα ὀνομάζει, ἐπιπλήττων αὐτῇ καὶ ὀνειδίζων τὸ γυναικεῖον πάθος· διό φησιν, γύναι, τί κλαίεις; εἶτά φησιν πρὸς αὐτήν· Μαρία· διὰ τοῦ ὀνόματος αὐτὴν ἑαυτῆς ὑπομιμνήσκων, καὶ τῶν πάλαι πρὸς αὐτήν τε καὶ τοὺς λοιποὺς μαθητὰς περὶ τῆς ἀναστάσεως αὐτοῦ λόγων· ἡ δ' εἰς συναίσθησιν ἐλθοῦσα, καὶ τί ποτε ἦν ἀπὸ τῆς φωνῆς καὶ τῆς τοῦ λόγου δυνάμεως ἐπιγνοῦσα, Ῥαββουνί φησιν, ὃ μεθερμηνεύεται διδάσκαλε.
both the evangelists, we shall say that the same woman met many times at the same place, since amazement at the event and joy over what had happened drew her on; having therefore arrived first and first beheld the things in John, she hastily went away to the apostles at first, reporting the opening of the tomb; then, although at the same time having beheld the resurrection, she was distressed, suspecting that the body of Jesus had been taken away from the tomb, and that she did not know where it had been laid; then she returned a second time with them to the tomb; and when those returned home, having again been left alone in the place, she stood weeping; then, having stooped to look inside the tomb, she beheld the two angels; next she sees the Saviour Himself also; Who, since she stood weeping, and was humanly and lowly disposed, as though His body had been stolen, and thinking things unworthy concerning Him, first calls her woman, rebuking her and reproaching the womanly emotion; wherefore He says, woman, why do you weep? Then He says to her: Mary; through the name reminding her of herself, and of the words spoken of old both to her and to the remaining disciples concerning His resurrection; and she, having come to awareness, and having recognized from the voice and the power of the word what ever it was, says Rabboni, which is translated teacher.
βʹ. Εἶτ' ἐπειδὴ ὡς διδασκάλῳ αὐτῷ ἔτι καὶ οὐχ ὡς Θεῷ προσιέναι ὡρμᾶτο, ἀναίνεται καὶ παραιτεῖται αὐτὴν, Μή μου ἅπτου· θνητὰ γὰρ ἔτι φρονοῦσα, οὐχ οἵα τε ἦν τῆς αὐτοῦ θεότητος θίγειν· οὐδὲ γὰρ ἄξιον ἦν τὴν ἔτι κλαίουσαν, καὶ κάτω περὶ τὰ μνήματα καὶ τάφους οἷα νεκρὸν ζητοῦσαν αὐτὸν, ταπεινά τε καὶ ἀνθρώπινα περὶ αὐτοῦ δοξάζουσαν, τῆς ἐπαφῆς αὐτοῦ κοινωνεῖν· διὸ τὴν αἰτίαν ἀπήλεγχεν, μὴ γὰρ ἀνεληλυθέναι οὔπω φησὶν, ὅσον τὸ ἐπ' αὐτὴν, πρὸς τὸν Πατέρα, ἐπεὶ μὴ τοῦτ' ἐπίστευσεν γεγονέναι, νεκρὸν δέ που κεῖσθαι αὐτὸν ᾤετο· διό φησιν πρὸς αὐτήν· Μή μου ἅπτου, τοιαύτη τις οὖσα καὶ τοιαῦτα περὶ ἐμοῦ λογιζομένη· σοὶ γὰρ Θεὸς οὔπω πεπίστευμαι· σοὶ ἔτι κάτω εἶναι λελόγισμαι· οὕτω τὴν κλαίουσαν καὶ δόξασαν αὐτὸν εἶναι τὸν κηπουρὸν, διὰ μὲν τοῦ Μή μου ἅπτου ἀπέστρεφεν ἐπιπλήττων αὐτῇ· ὡς καὶ διὰ τοῦ γυναῖκα καλεῖν, καὶ διὰ τοῦ λέγειν, Τί κλαίεις; τὸ γὰρ κλαίειν τὸν ζῶντα, μᾶλλον δὲ τὴν ζωὴν αὐτὴν, ἐσχάτης ἦν ἀμαθίας· καὶ διὰ μὲν τούτων ἐπέπληττεν αὐτῇ· διὰ δὲ τῶν ἑξῆς τὴν καθ' ἑαυτὸν ἐπαίδευεν θεολογίαν· ἡ δ' ἐπὶ τούτοις τὰ μεγάλα ὠφελημένη, πάλιν ἀναχωρεῖ τοῦ μνήματος· τοῦτο δεύτερον· εἶτ' ἐξειποῦσα τῇ ἄλλῃ Μαρίᾳ τὰ τεθεαμένα παρὰ τῷ Ἰωάννῃ, ἐπανῄει σὺν αὐτῇ· τοῦτο τρίτον· καὶ τῶν παρὰ τῷ Ματθαίῳ μνημονευομένων θεωρὸς ἐγίγνετο οὐκέτι μόνη, σὺν δὲ τῇ ἑτέρᾳ Μαρίᾳ· καὶ οὐκέτι εἴσω τοῦ τάφου παρακύπτουσα ὡς παρὰ τῷ Ἰωάννῃ, οὐδὲ δύο ἀγγέλους, ἀλλ' ἕνα πρὸς τῷ λίθῳ καθήμενον ὁρῶσα.
2. Then, since she was rushing to approach Him still as a teacher and not as God, He refuses and declines her, Touch Me not; for since she was still thinking mortal thoughts, she was not able to touch His divinity; for neither was it worthy that she who was still weeping, and seeking Him below among the tombs and graves as a dead man, and holding lowly and human opinions concerning Him, should share in touching Him; wherefore He exposed the cause, for He says that He has not yet ascended, so far as regards her, to the Father, since she did not believe that this had happened, but supposed Him to lie dead somewhere; wherefore He says to her: Touch Me not, while being such a one and reckoning such things concerning Me; for by you I have not yet been believed to be God; by you I am reckoned to be still below; thus her who was weeping and who thought Him to be the gardener He turned back by Touch Me not, rebuking her; just as also by calling her woman, and by saying, Why do you weep? For to weep for the Living One, or rather Life Itself, belonged to extreme ignorance; and through these words indeed He rebuked her; while through the words that follow He taught the theology concerning Himself; and she, having been greatly benefited at these things, again withdraws from the tomb—this a second time; then, having recounted to the other Mary the things beheld in John, she returned with her—this a third time; and she became a beholder of the things mentioned in Matthew no longer alone, but with the other Mary; and no longer stooping to look inside the grave as in John, nor seeing two angels, but one sitting by the stone.
γʹ. Εἶτ' ἐπὶ τούτοις αὐτὸν πάλιν τὸν Σωτῆρα μετὰ τῆς ἄλλης Μαρίας θεωρεῖ· τοῦτο δεύτερον· καὶ οὐκέτι μὲν
3. Then upon these things she again beholds the Saviour Himself with the other Mary—this a second time; and no longer indeed
Notes, col. 949

On the reading

Printed εἰστήκει, for εἱστήκει.

PG 22:952Read from the page
ἀκούει, Μή μου ἅπτου, τοὐναντίον δὲ χαίρειν ἀντὶ τοῦ κλαίειν ὑπ' αὐτοῦ κελεύεται· ἀλλὰ καὶ ἅπτεσθαι αὐτοῦ συγχωρεῖται, ἐπεὶ καὶ προσκυνεῖ αὐτὸν ὡς Θεόν· λέγει γοῦν αὐταῖς ὁ Ἰησοῦς, Χαίρετε· αἱ δὲ προσελθοῦσαι, ἐκράτησαν αὐτοῦ τοὺς πόδας καὶ προσεκύνησαν αὐτῷ· καὶ οὕτως ἅμα ἀληθεύει τὰ ἱερὰ Εὐαγγέλια, κατ' οὐδένα λόγον διαφωνοῦντα· τὴν αὐτὴν δὲ Μαρίαν τὴν Μαγδαληνὴν εἰσάγοντα καὶ μὴ ἁπτομένην πρότερον τοῦ Σωτῆρος, ὅτε ἔκλαιε καὶ ἠπίστει· καὶ ἁπτομένην αὐτοῦ, ὅτε χαίρειν ἐκελεύετο· πρῶτα δὲ ἡγεῖσθαι τὰ παρὰ τῷ Ἰωάννῃ δηλούμενα τῶν παρὰ τῷ Ματθαίῳ φερομένων, καὶ διὰ τῶν ἔμπροσθεν γεγυμνασμένων ἡμῖν κατὰ μίαν τῶν ἐκδοχῶν παρεστήσαμεν, διασαφήσαντες ἅπως εἴρηται παρὰ τῷ Ματθαίῳ τὸ ὀψὲ Σαββάτων, οὐ τὴν ἑσπερινὴν ὥραν δηλοῦντος τοῦ εὐαγγελιστοῦ, ἀλλὰ τὸν ἐπιφαύσκοντα εἰς μίαν Σαββάτων· ἦν δ' οὗτος δεύτερος τοῦ παρὰ τῷ Ἰωάννῃ δεδηλωμένου. Καὶ ταῦτα μὲν εἰρήσθω, εἴπερ τις ἐξ ἅπαντος τὴν αὐτὴν εἶναι Μαρίαν παρ' ἀμφοτέροις τοῖς εὐαγγελισταῖς Ἰωάννῃ τε καὶ Ματθαίῳ διϊσχυρίζοιτο.
does she hear, Touch Me not, but on the contrary she is commanded by Him to rejoice instead of weeping; moreover she is even permitted to touch Him, since she also worships Him as God; at all events Jesus says to them, Hail; and they, having come up, took hold of His feet and worshipped Him; and thus the sacred Gospels are true together, disagreeing in no respect; introducing the same Mary Magdalene both not touching the Saviour earlier, when she wept and disbelieved, and touching Him, when she was commanded to rejoice; and that the things indicated in John precede the things related in Matthew, we also established through what was examined by us previously according to one of the interpretations, having made clear how late on the Sabbath is spoken in Matthew, the evangelist signifying not the evening hour, but that dawning towards the first day of the week; and this was second after that indicated in John. And let these things be said, if indeed anyone should insist by all means that it is the same Mary in both the evangelists, John and Matthew.
δʹ. Εἰ δὲ συγχωρηθείη τὸ μὴ τὴν αὐτὴν εἶναι, ἑτέραν δὲ τὴν ὀψὲ Σαββάτων κατὰ τὸν Ματθαῖον μετὰ τῆς ἄλλης Μαρίας ἀπαντήσασαν, καὶ ἄλλην τὴν παρὰ τῷ Ἰωάννῃ πρωῗ τῇ μιᾷ τῶν Σαββάτων, ἔτι οὔσης σκοτίας, μόνην ἐλθοῦσαν ἐπὶ τὸ μνημεῖον, πᾶσα λυθείη ἂν ἀμφιβολία· τὸ τὰς μὲν πρώτας ὀψὲ Σαββάτων ἀφικομένας, ἅτε σπουδαιοτέρας καὶ πιστοτέρας ὑπαρχούσας, καὶ τὸ χαίρειν παρὰ τοῦ Σωτῆρος ἀκοῦσαι, καὶ προσκυνῆσαι, καὶ τοὺς πόδας αὐτοῦ κρατῆσαι καταξιωθῆναι· τὴν δὲ παρὰ τῷ Ἰωάννῃ Μαρίαν ἑτέραν οὖσαν παρ' ἐκείνας βράδιον μὲν ἀπηντηκέναι καὶ πρωῗ· ταύτην δ' αὐτὴν εἶναι κατὰ τὸν Μάρκον ἀφ' ἧς ἐκβεβλήκει ἑπτὰ δαιμόνια· σφόδρα δὲ τὴν ψυχὴν τεθορυβῆσθαι καὶ ἀπιστοτέραν εἶναι ὡς ἑστῶσαν κλαίειν, καὶ ὑπολαμβάνειν ὑφαιρεῖσθαι τοῦ μνημείου τὸ σῶμα τοῦ Σωτῆρος, καὶ ἐν ἑτέρᾳ μετενηνέχθαι γῇ· οὕτω δὲ συγκέχυτο ἡ ψυχὴ αὐτῇ, ὡς μηδὲ τοὺς δύο ἀγγέλους τοὺς εἴσω τοῦ μνήματος ὀφθέντας αὐτῇ καταπλαγῆναι, μηδὲ αὐτὸν γνωρίσαι ὀφθέντα αὐτῇ τὸν Σωτῆρα, νομίσαι δὲ αὐτὸν εἶναι τὸν κηπουρόν.
4. But if it should be granted that she is not the same, and that she who met late on the Sabbath according to Matthew with the other Mary is one, and she in John who early in the morning on the first day of the week, while it was yet dark, came alone to the tomb is another, every ambiguity would be dissolved: namely, that the first women, having arrived late on the Sabbath, inasmuch as they were more earnest and more believing, were counted worthy both to hear Hail from the Saviour, and to worship, and to take hold of His feet; while the Mary in John, being other beside those, arrived later and early in the morning; and that this same woman is according to Mark she from whom He had cast out seven demons; and that she was exceedingly troubled in soul and more unbelieving, so that she stood weeping, and supposed that the body of the Saviour was being secretly taken from the tomb and had been carried away into another land; and so confounded was her soul, that she was neither struck with awe at the two angels who appeared to her inside the tomb, nor recognized the Saviour Himself when He appeared to her, but supposed Him to be the gardener.
Δʹ. Περὶ τοῦ τάφου καὶ τῆς δοκούσης διαφωνίας.
IV. Concerning the tomb and the seeming disagreement.
Πῶς παρὰ τῷ Ματθαίῳ ἡ Μαγδαληνὴ Μαρία μετὰ τῆς ἄλλης Μαρίας ἔξω τοῦ μνήματος ἑώρακεν τὸν ἕνα ἄγγελον ἐπικαθήμενον τῷ λίθῳ τοῦ μνήματος· καὶ πῶς κατὰ τὸν Ἰωάννην εἴσω τοῦ μνήματος ἀγγέλους δύο θεωρεῖ καθημένους ἡ Μαγδαληνὴ Μαρία· κατὰ δὲ τὸν Λουκᾶν δύο ἄνδρες ἐπέστησαν ταῖς γυναιξίν· κατὰ δὲ τὸν Μάρκον νεανίσκος ἦν αὐταῖς ὁ ὁρώμενος καθήμενος ἐν τοῖς δεξιοῖς τοῦ μνημείου τῇ Μαγδαληνῇ Μαρίᾳ καὶ Μαρίᾳ Ἰακώβου καὶ Σαλώμῃ.
How in Matthew Mary Magdalene with the other Mary saw outside the tomb the one angel sitting upon the stone of the tomb; and how according to John inside the tomb Mary Magdalene beholds two angels sitting; while according to Luke two men stood by the women; and according to Mark it was a young man who was seen by them sitting on the right side of the tomb, by Mary Magdalene and Mary the mother of James and Salome.
αʹ. Τὰ μὲν παρὰ τῷ Ματθαίῳ προηγοῦνται· ὅθεν καὶ αἱ δύο Μαρίαι ἄρτι τὸν ἄγγελον ἐπιστάντα καὶ τὸν λίθον ἀποκυλίσαντα ἐθεάσαντο· τὰ δὲ παρὰ τῷ
1. The things in Matthew precede; whence also the two Marys beheld the angel having just stood by and rolled away the stone; while the things in
Notes, col. 952

On the reading

Printed ἅπως, for ὅπως.

PG 22:953Read from the page
Ἰωάννῃ ὕστερον γίνεται, δύο ἀγγέλων εἴσω τοῦ μνήματος ὀφθέντων, ἑτέρων δὲ ὄντων παρὰ τὸν ἔξω φανέντα καὶ ἐπὶ τὸν λίθον καθεζόμενον, ὡς Ματθαῖος λέγει· τὸ δὲ παρὰ τῷ Λουκᾷ λεγόμενον, ὅτι δύο ἄνδρες ἐν ἐσθῆτι ἀστραπτούσῃ ὀφθέντες· ἔτι δὲ καὶ ὁ παρὰ Μάρκῳ νεανίσκος λευκὴν περιβεβλημένος στολὴν, δεξιός τε ἀλλ' οὐκ ἀριστερὸς ὁρώμενος, ὁ τὰ φαιδρὰ καὶ δεξιὰ ταῖς γυναιξὶν εὐαγγελιζόμενος, ἕτεροι ἀλλήλων ἂν εἶεν καὶ αὐτοὶ, καὶ τῶν ἄλλων τῶν παρὰ τοῖς πρώτοις εὐαγγελισταῖς λεγομένων· διὸ οὐδὲ ἀγγέλους αὐτοὺς οὗτοι ὠνόμασαν· ὁ δὲ Μάρκος καὶ ὁ Λουκᾶς οὐδὲ τὰ παρὰ τῷ Ἰωάννῃ καὶ Ματθαίῳ ἐμνημόνευσαν, λέγω δὴ τῶν τοῦ Σωτῆρος ὀπτασιῶν· ἀλλὰ τοῖς κρείττοσιν Ματθαίῳ καὶ Ἰωάννῃ τὰ κρείττονα κατέλιπον εἰπεῖν· αὐτοὶ τὰ δεύτερα εἰπόντες, καὶ ἀναπληροῦντες τὰ ἐκείνοις σεσιγημένα.
John take place afterwards, two angels having appeared inside the tomb, being others beside the one who appeared outside and sat upon the stone, as Matthew says; and what is said in Luke, that two men appeared in dazzling apparel, and furthermore also the young man in Mark clothed in a white robe, seen on the right and not on the left, he who brings bright and auspicious good tidings to the women—these too would be different both from one another and from the others spoken of in the first evangelists; wherefore neither did these call them angels; and Mark and Luke did not even make mention of the things in John and Matthew, I mean the appearances of the Saviour; rather, to the greater ones, Matthew and John, they left the greater things to tell, themselves telling the secondary things, and supplying what was passed over in silence by those.
βʹ. Ἔστιν οὖν εἰπεῖν οὕτως, ὅτι τεσσάρων ὄντων τῶν εὐαγγελιστῶν, ἰσάριθμοι τούτοις καὶ παρ' αὐτῶν ἀναγραφεῖσαι φαίνονται ὀπτασίαι· οἵ τε καιροὶ τέσσαρες, καὶ οἱ καθ' ἕκαστον καιρὸν ὀφθέντες ἰδιαζόντως· ὁμοίως δὲ καὶ αἱ θεώμεναι τῶν γυναικῶν διάφοροι, καὶ οἱ παρὰ τῶν ὀφθέντων λόγοι λεγόμενοι πρὸς αὐτὰς παραλλάττοντες· πῶς οὖν ἐστι τοῦτο; Πρῶτος οὖν καιρός ἐστιν ὁ παρὰ τῷ Ματθαίῳ ὀψὲ Σαββάτων, ὅπου ἡ Μαγδαληνὴ Μαρία μετὰ τῆς ἄλλης ἔξω τοῦ μνήματος, ὅτε καὶ ἐγένετο σεισμὸς, ἕνα εἶδον λέγοντα οὕτως, «Μὴ φοβεῖσθε ὑμεῖς· οἶδα γὰρ ὅτι Ἰησοῦν τὸν ἐσταυρωμένον ζητεῖτε· οὐκ ἔστιν ὧδε· ἠγέρθη γάρ· δεῦτε, ἴδετε.» Τέταρτος δὲ καὶ τελευταῖος ὁ παρὰ τῷ Μάρκῳ ἡλίου ἀνατείλαντος φανεὶς ὁ
2. One may therefore speak thus: that whereas the evangelists are four, equal in number to them also appear the visions recorded by them; and the times are four, and those who appeared at each time distinctively; and likewise also the women who beheld are different, and the words spoken to them by those who appeared vary; how then is this? The first time, then, is that in Matthew late on the Sabbath, where Mary Magdalene with the other outside the tomb, when an earthquake also occurred, saw one speaking thus, "Do not you be afraid; for I know that you seek Jesus the crucified; He is not here; for He has been raised; come, see." And the fourth and last is he who in Mark appeared when the sun had risen, the
PG 22:956Read from the page
νεανίσκος ὁ ὀφθεὶς ταῖς γυναιξὶν τῇ Μαρίᾳ τῇ Μαγδαληνῇ καὶ τῇ Μαρίᾳ Ἰακώβου καὶ Σαλώμῃ, αἳ μετ' ἀρωμάτων ἐλθοῦσαι ἤκουσαν, «Μὴ ἐκθαμβεῖσθε, Ἰησοῦν ζητεῖτε τὸν Ναζαρηνὸν τὸν ἐσταυρωμένον.» Μέσοι δὲ οἱ παρὰ τῷ Ἰωάννῃ καὶ τῷ Λουκᾷ καὶ ὀφθέντες κατὰ καιρὸν ἰδιάζοντες· ἐφάνη μὲν γὰρ ὀψὲ Σαββάτων ἄγγελος εἷς ἐκτὸς τοῦ μνήματος· μεθ' οὗ καὶ αὐτὸς ὁ Σωτήρ· ὄρθρου δὲ βαθέος, ἕτεροι οἱ κατὰ τὸν Λουκᾶν δύο ἄνδρες ὠνομασμένοι οὐκ εἴσω τοῦ μνήματος ὀφθέντες· ὕστερος ἁπάντων ὁ νεανίσκος, καὶ πρὸ τούτου καὶ τῶν παρὰ τῷ Λουκᾷ οἱ δύο εἴσω τοῦ μνήματος.
young man who appeared to the women, to Mary Magdalene and Mary the mother of James and Salome, who having come with spices heard, "Be not amazed; you seek Jesus the Nazarene, the crucified." And intermediate are those in John and Luke, having also appeared distinctively according to time; for late on the Sabbath there appeared one angel outside the tomb, with whom was also the Saviour Himself; and at deep dawn, others, the two called men according to Luke, having appeared not inside the tomb; last of all the young man, and before him and those in Luke the two inside the tomb.
γʹ. Ὅτι ὁ Λουκᾶς μιᾷ λέγει τῶν Σαββάτων. ὄρθρου βαθέος, φέρειν ἀρώματα γυναῖκας δύο τὰς ἀκολουθησάσας αὐτῷ, αἵτινες ἦσαν ἀπὸ τῆς Γαλιλαίας συνακολουθήσασαι, ὅτε ἔθαπτον αὐτὸν ἐλθοῦσαι ἐπὶ τὸ μνῆμα· αἵτινες δύο ἀγγέλους εἶδον, οἳ καὶ εἶπον, «Τί ζητεῖτε τὸν ζῶντα μετὰ τῶν νεκρῶν; οὐκ ἔστιν ὧδε, ἀλλ' ἠγέρθη· μνήσθητε ὡς ἐλάλησεν ὑμῖν ἔτι ὢν σὺν ὑμῖν λέγων, ὅτι δεῖ παθεῖν τὸν Υἱὸν ἀνθρώπου,» καὶ τὰ ἑξῆς.
3. That Luke says on the first day of the week, at deep dawn, two women who had followed Him were bringing spices, who had followed along with Him from Galilee, having come to the tomb when they were burying Him; who saw two angels, who also said, "Why do you seek the Living One among the dead? He is not here, but has been raised; remember how He spoke to you while He was yet with you, saying that the Son of man must suffer," and what follows.
δʹ. Ὅτι Ἰωάννης λέγει τῇ μιᾷ τῶν Σαββάτων Μαρίαν τὴν Μαγδαληνὴν μόνην ἔρχεσθαι πρὸς τὸ μνῆμα, σκοτίας ἔτι οὔσης, καὶ βλέπει τὸν λίθον ἠρμένον καὶ ἔρχεται πρὸς Σίμωνα καὶ πρὸς Ἰωάννην καὶ λέγει, «Ἦραν τὸν Κύριον ἀπὸ τοῦ μνημείου καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν· ἦλθεν οὖν Πέτρος καὶ Ἰωάννης ἐπὶ τὸ μνημεῖον,» καὶ τὰ ἑξῆς. Εἶτα εἰσάγει κλαίουσαν τὴν Μαγδαληνὴν, καὶ παρακύψασαν ἰδεῖν λέγει δύο ἀγγέλους καθεζομένους, ἕνα πρὸς τῇ κεφαλῇ, καὶ ἕνα πρὸς τοῖς ποσίν· καὶ λέγουσιν αὐτῇ, «Γύναι, τί κλαίεις;» ἡ δὲ εἶπεν, «Ἦραν τὸν Κύριόν μου καὶ οὐκ οἶδα ποῦ ἔθηκαν αὐτόν.» Εἶτα ἐστράφη εἰς τὰ ὀπίσω, καὶ εἶδεν τὸν Ἰησοῦν ἑστῶτα· καὶ οὐκ ᾔδει ὅτι Ἰησοῦς ἐστιν· ὁ δὲ Ἰησοῦς λέγει, «Γύναι, τί κλαίεις; τίνα ζητεῖς;»
4. That John says on the first day of the week Mary Magdalene comes alone to the tomb, while it is yet dark, and sees the stone taken away and comes to Simon and to John and says, "They have taken the Lord out of the tomb and I do not know where they have laid Him; Peter therefore and John came to the tomb," and what follows. Then he introduces Magdalene weeping, and says that having stooped to look in she saw two angels sitting, one at the head, and one at the feet; and they say to her, "Woman, why do you weep?" And she said, "They have taken away my Lord and I do not know where they have laid Him." Then she turned backwards, and saw Jesus standing; and she did not know that it is Jesus; and Jesus says, "Woman, why do you weep? Whom do you seek?"
εʹ. Ὅτι ἀποροῦσί τινες ὡς τρεῖς ἡμέραι καὶ τρεῖς νύκτες πληροῦνται, καθὼς εἶπεν Χριστὸς, αἱ τῆς ἀναστάσεως· καὶ ἔστιν εἰπεῖν· οἱ μὲν ἀπὸ τῆς προδοσίας· οἱ δὲ τὴν Παρασκευὴν εἰς δύο ποιοῦσιν, ἐπεὶ νὺξ γέγονεν καὶ πάλιν ἡμέρα· ἐν ἐκείνῃ τῇ ἡμέρᾳ τοῦ ἡλίου σκοτισθέντος καὶ πάλιν ἀναφλεχθέντος· εἶτα ἡ τοῦ Σαββάτου ἡμέρα ὅλη καὶ ἡ νὺξ αὐτῆς. Οἱ δὲ ἡμέραν μὲν τὴν Παρασκευὴν ὅλην καὶ τὴν νύκτα αὐτῆς, Σάββατον ὅλον καὶ τὴν νύκτα αὐτοῦ· τῆς δὲ Κυριακῆς τὴν ἀρχὴν εἰς ἡμέραν μετροῦσιν ὅλην· ὡς ἀρξαμένης ἤδη τότε ὁ Χριστὸς ἠγέρθη· οὕτω τρεῖς ἡμέρας λέγουσιν. Ἐπεὶ καὶ ἐπὶ νεκρῶν καὶ ἐπὶ τῶν ἀρτιγενῶν παίδων οὕτως μετρεῖν ἔθος ὅλην ἡμέραν, ὅτε τὴν ἀπὸ τῆς δεκάτης ὥρας ἀρξαμένην γέννησιν μετροῦμεν, ἢ τὴν ἀπὸ τῆς ἀρχῆς τῆς ἡμέρας ἀρξαμένην γέννησιν· ὁμοίως καὶ ἐπὶ νεκρῶν τὴν τρίτην ἡμέραν καὶ τὴν ἐνάτην καὶ τὴν τεσσαρακοστὴν τὰ νενομισμένα ποιοῦντες· οὐχ ὅλην τὴν τρίτην μετὰ τῆς νυκτὸς αὐτῆς· οὐδὲ ὅλην τὴν ἐνάτην μετὰ τῆς οἰκείας νυκτὸς αὐτῆς· οὐδὲ τὴν τεσσαρακοστὴν ὁμοίως ὅλην μετὰ νυκτὸς αὐτῆς· ἀλλὰ τὰς ἀρχὰς τῶν τελευταίων ἡμερῶν ὁρῶντες ἐκτελοῦμεν τὰ πραττόμενα, ὅλην ἡμέραν ταύτην καὶ μετροῦντες καὶ λογιζόμενα.
5. That some raise a difficulty as to how three days and three nights are fulfilled, even as Christ said, those of the resurrection; and one may say: some reckon from the betrayal; others divide the Preparation into two, since night came on and again day, on that day the sun having been darkened and having shone forth again; then the whole day of the Sabbath and its night. Others reckon the whole Preparation as a day and its night, the whole Sabbath and its night; and the beginning of the Lord's day they measure as a whole day, as when it had already begun Christ was raised; thus they speak of three days. Since both in the case of the dead and in the case of newborn children it is customary thus to measure a whole day, when we measure the birth that began from the tenth hour, or the birth that began from the beginning of the day; likewise also in the case of the dead, when performing the customary rites on the third day and the ninth and the fortieth: not the whole third day with its night, nor the whole ninth with its own night, nor likewise the whole fortieth with its night; rather, looking to the beginnings of the final days we accomplish what is done, both measuring and reckoning this as a whole day.
Notes, col. 956

On the reading

Printed λογιζόμενα, for λογιζόμενοι.