ται χρίσμα, καὶ τὰ σεμνὰ τῆς Χριστοῦ τραπέζης θύματα, δι' ὧν καλλιεροῦντες, τὰς ἀναίμους καὶ λογικὰς αὐτῷ τε προσηνεῖς θυσίας διὰ παντὸς βίου τῷ ἐπὶ πάντων προσφέρειν Θεῷ διὰ τοῦ πάντων ἀνωτάτου ἀρχιερέως αὐτοῦ δεδιδάγμεθα. Τοῦτο δὲ αὐτὸ καὶ Ἠσαΐας ὁ μέγας προφήτης θαυμαστῶς τῷ θείῳ Πνεύματι προέγνω τε καὶ προανεφώνησε. Λέγει δ' οὖν ὧδε καὶ αὐτός· «Κύριε ὁ Θεός μου, δοξάσω σε, ὑμνήσω τὸ ὄνομά σου, ὅτι ἐποίησας θαυμαστὰ πράγματα.» Καὶ τίνα ταῦτα ὡς ἀληθῶς θαυμάσια, διασαφεῖ, λέγων ἑξῆς· «Ποιήσει Κύριος Σαβαὼθ πᾶσι τοῖς ἔθνεσι· πίονται εὐφροσύνην, πίονται οἶνον, χρίσονται μύρον ἐν τῷ ὄρει τούτῳ. Παράδος ταῦτα πάντα τοῖς ἔθνεσιν· ἡ γὰρ βουλὴ αὕτη ἐπὶ πάντα τὰ ἔθνη.» Τοιαῦτά τινα ἦν καὶ τὰ Ἠσαΐου θαυμάσια, εὐωδίας ἀγαθῆς καὶ μύρων χρίσιν, οὐ τῷ Ἰσραὴλ, ἀλλὰ πᾶσι τοῖς ἔθνεσιν ἐπαγγελλόμενα· ὅθεν εἰκότως παρὰ τὴν τοῦ μύρου χρίσιν καὶ τῆς Χριστιανῶν ἠξιώθησαν προσηγορίας. Ἀλλὰ καὶ οἴνου τοῖς ἔθνεσιν εὐφροσύνην θεσπίζει, τὸ τῆς Καινῆς τοῦ Χριστοῦ Διαθήκης μυστήριον αἰνιττόμενος, ὃ παρὰ πᾶσι τοῖς ἔθνεσιν ἐναργῶς κατὰ τὸν παρόντα καιρὸν ἐκτελεῖται. Ταύτας δὲ πάλιν τὰς ἀσωμάτους, καὶ νοερὰς θυσίας τὰ προφητικὰ κηρύττει λόγια, ὧδέ πη περιέχοντα· «Θῦσον τῷ Θεῷ θυσίαν αἰνέσεως, καὶ ἀπόδος τῷ Ὑψίστῳ τὰς εὐχάς σου, καὶ ἐπικάλεσαί με ἐν ἡμέρᾳ θλίψεως, καὶ ἐξελοῦμαί σε, καὶ δοξάσεις με.» Καὶ πάλιν· «Ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινή.» Καὶ αὖθις· «Θυσία τῷ Θεῷ πνεῦμα συντετριμμένον.» Ταῦτα δὴ οὖν πάντα, ἐξ αἰῶνος τεθεσπισμένα διὰ τῆς εὐαγγελικῆς τοῦ Σωτῆρος ἡμῶν διδασκαλίας, κατὰ τὸν παρόντα καιρὸν πρὸς ἁπάντων τῶν ἐθνῶν ἐκτελεῖται, ἀληθείας ἐπιμαρτυρούσης τῇ προφητικῇ φωνῇ, δι' ἧς, τὰς κατὰ Μωϋσέα θυσίας ὁ Θεὸς παραιτησάμενος, τὸ μέλλον ἔσεσθαι καθ' ἡμᾶς αὐτοὺς θεσπίζει, λέγων· «Διότι ἀπὸ ἀνατολῶν ἡλίου καὶ μέχρι δυσμῶν τὸ ὄνομά μου δεδόξασται ἐν τοῖς ἔθνεσι, καὶ ἐν παντὶ τόπῳ θυμίαμα προσάγεται τῷ ὀνόματί μου, καὶ θυσία καθαρά.» Θύομεν δῆτα τοιγαροῦν τῷ ἐπὶ πάντων Θεῷ θυσίαν αἰνέσεως· θύομεν τὸ ἔνθεον, καὶ σεμνὸν, καὶ ἱεροπρεπὲς θῦμα· θύομεν καινῶς κατὰ τὴν Καινὴν Διαθήκην τὴν καθαρὰν θυσίαν. «Θυσία δὲ τῷ Θεῷ πνεῦμα συντετριμμένον» εἴρηται· «καρδίαν γοῦν συντετριμμένην καὶ τεταπεινωμένην ὁ Θεὸς οὐκ ἐξουδενώσει.» Καὶ δὴ καὶ θυμιῶμεν τὸ προφητικὸν θυμίαμα, ἐν παντὶ τόπῳ προσκομίζοντες αὐτῷ τὸν εὐώδη καρπὸν τῆς παναρέτου θεολογίας, διὰ τῶν πρὸς αὐτὸν εὐχῶν ἀναφέροντες. Τοῦτό τοι καὶ ἄλλος διδάσκει προφήτης, ὁ φήσας· «Γενηθήτω ἡ προσευχή μου ὡς θυμίαμα ἐνώπιόν σου.» Οὐκοῦν καὶ θύομεν, καὶ θυμιῶμεν· τοτὲ μὲν τὴν μνήμην τοῦ μεγάλου θύματος, κατὰ τὰ πρὸς αὐτοῦ παραδοθέντα μυστήρια ἐπιτελοῦντες, καὶ τὴν ὑπὲρ σωτηρίας ἡμῶν εὐχαριστίαν δι' εὐσεβῶν ὕμνων τε καὶ εὐχῶν τῷ Θεῷ προσκομίζοντες· τοτὲ δὲ σφᾶς αὐτοὺς ὅλῳ καθιεροῦντες αὐτῷ, καὶ τῷ γε ἀρχιερεῖ
anointing also is signified, and the venerable victims of Christ's table, sacrificing auspiciously through which, we have been taught to offer throughout all life bloodless and rational sacrifices, and acceptable to Him, to the God over all through His High Priest supreme over all. And this very thing also Isaiah the great prophet marvellously both foreknew by the divine Spirit and proclaimed beforehand. Accordingly he too speaks thus: "O Lord my God, I will glorify Thee, I will hymn Thy name, because Thou hast done wonderful things." And what these truly marvellous things are, he makes clear, saying next: "The Lord of Sabaoth shall make [a feast] for all the nations; they shall drink gladness, they shall drink wine, they shall anoint themselves with ointment on this mountain. Deliver all these things to the nations; for this counsel is upon all the nations." Such, then, were the marvellous things of Isaiah, promising an anointing of sweet odour and of ointments, not to Israel, but to all the nations; whence reasonably from the anointing with ointment they were also deemed worthy of the appellation of Christians. Moreover he also prophesies gladness of wine for the nations, hinting darkly at the mystery of the New Covenant of the Christ, which among all the nations is manifestly celebrated at the present time. And these incorporeal and intellectual sacrifices again the prophetic oracles proclaim, running somewhat thus: "Sacrifice to God a sacrifice of praise, and pay to the Most High your vows, and call upon Me in the day of affliction, and I will deliver you, and you shall glorify Me." And again: "The lifting up of my hands is an evening sacrifice." And once more: "A sacrifice to God is a contrite spirit." All these things, therefore, prophesied from of old, through the evangelical teaching of our Saviour are at the present time fulfilled by all the nations, truth bearing witness to the prophetic voice, through which God, declining the sacrifices according to Moses, prophesies what was going to be in our own time, saying: "Because from the risings of the sun even unto the settings My name has been glorified among the nations, and in every place incense is offered to My name, and a pure sacrifice." Accordingly we sacrifice to the God over all a sacrifice of praise; we sacrifice the divine, and venerable, and priest-befitting victim; we sacrifice in a new way according to the New Covenant the pure sacrifice. And "a sacrifice to God is a contrite spirit" has been said: "a contrite and humbled heart, therefore, God will not despise." And indeed we also burn as incense the prophetic incense, in every place bringing to Him the fragrant fruit of all-virtuous theology, offering it up through prayers towards Him. This indeed another prophet also teaches, who said: "Let my prayer be set forth as incense before Thee." Therefore we both sacrifice and burn incense: at one time celebrating the memorial of the great victim according to the mysteries delivered by Him, and bringing our thanksgiving on behalf of our salvation to God through pious hymns and prayers; and at another time consecrating ourselves wholly to Him, and indeed to the High Priest