Migne Reading Room

PG 22 · cols. 740–749 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:740Read from the page
τε διδασκαλίας, καὶ παντοίας ὠφελείας αὐτοῖς παρεσχημένον· ἀνθ' ὧν, ἐπειδήπερ κακὰ ἀντὶ ἀγαθῶν ἔθεντο κατ' αὐτοῦ, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεως αὐτοῦ, εἰκότως ἐπιλέγει· «Κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλὸν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. Ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενηθήτω εἰς ἁμαρτίαν. Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος·» ἃ καὶ αὐτὰ ὁποίαν εἴληφε τὴν ἔκβασιν, ὁ ἱερὸς ἀπόστολος Πέτρος προλαβὼν διεσάφησεν, ἐπ' αὐτὸν προδότην ἐφαρμόσας τὴν Γραφήν. Καί σοι δὲ αὐτῷ πάρεστι συνορᾷν, εἰ μὴ καθέσταται ἐπὶ τὸ Ἰουδαίων ἔθνος ἄρχων καὶ ἡγούμενος ἁμαρτωλὸς, ᾧ μετὰ τὰ τολμηθέντα αὐτοῖς κατὰ τοῦ Σωτῆρος ἡμῶν παρεδόθησαν, ἀντὶ τῶν πάλαι οἰκείων καὶ θεοφιλῶν ἀρχόντων ἀλλοφύλοις καὶ εἰδωλολάτραις δουλεύειν κατηναγκασμένοι. Τίς δ' οὐκ ἂν θαυμάσειε προῤῥήσεως τὸ ἀποτέλεσμα; φήσαντος γὰρ τοῦ λόγου· «Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι,» σαφὲς ὅπως βραχὺς ὁ πᾶς διεγένετο μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν χρόνος, καθ' ὃν ἔδοξαν διαμένειν· μεθ' ὃν τὴν ὑστάτην ὑπέμειναν πολιορκίαν καὶ τὴν παντελῆ καθαίρεσιν, ἐφ' ᾗ καὶ τὴν ἐπισκοπὴν αὐτῶν ἔλαβεν ἕτερος, ὁ διὰ Χριστοῦ συγκροτηθείς. Καὶ τὰ λοιπὰ δὲ τοῦ ψαλμοῦ αὐτοῖς τούτοις καταλλήλως νοήσεις· τὰ δὲ ἑξῆς, ὡς περί τινων υἱῶν τοῦ Ἰούδα λεγόμενα, ἐν τῷ, «Γενηθήτωσαν οἱ υἱοὶ αὐτοῦ ὀρφανοὶ,» καὶ τὰ παραπλήσια, ἀνάγοιτ' ἂν καὶ ἐπ' αὐτὸν μὲν προηγουμένως τὸν Ἰούδαν, μετ' ἐκεῖνον δὲ καὶ ἐπὶ πάντας τοὺς ὁμοίους αὐτῷ τὸν σωτήριον λόγον προδιδόντας. Καταλλήλως δὲ νοήσεις καὶ τὴν γυναῖκα αὐτοῦ, καὶ τὰς ἁμαρτίας τῶν πατέρων αὐτοῦ, καὶ τῆς λεγομένης μητρὸς αὐτοῦ, τῆς τοῦ Ἰουδαίων ἔθνους συναγωγῆς. Περὶ αὐτῆς γὰρ ἡγοῦμαι λέγεσθαι τὸ, «Καὶ ἡ ἁμαρτία τῆς μητρὸς αὐτοῦ μὴ ἐξαλειφθείη.» Πλὴν ὥσπερ ἐν τῇ πρὸ ταύτης προφητείᾳ πτωχὸς καὶ πένης ὠνομάζετο ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, καθάπερ ἀπεδείξαμεν ἐν τῷ, «Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα·» τὸν αὐτὸν τρόπον καὶ ἐν τῷ παρόντι ψαλμῷ τούτοις ἐπικέκληται τοῖς ὀνόμασι. Τάδε γὰρ καὶ τάδε γενηθήτω τῷ Ἰούδα, καὶ τοῖς τὰ ὅμοια αὐτῷ ἐζηλωκόσι διὰ τὰ τετολμημένα αὐτῷ, φησί. Τίνα δὲ ταῦτα, ἐπιφέρει λέγων· «Ἀνθ' ὧν οὐκ ἐμνήσθη τοῦ ποιῆσαι ἔλεος, καὶ κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι. Καὶ ἠγάπησε κατάραν, καὶ ἥξει αὐτῷ· καὶ οὐκ ἠθέλησεν εὐλογίαν, καὶ μακρυνθήσεται ἀπ' αὐτοῦ.» Οἷς ἑξῆς ἐπικαταβὰς, αὖθις πένητα καὶ πτωχὸν ἑαυτὸν ὀνομάζει λέγων· «Καὶ σὺ, Κύριε, Κύριε, ποίησον μετ' ἐμοῦ ἔλεος ἕνεκεν τοῦ ὀνόματός σου, ἔτι χρηστὸν τὸ ἔλεός σου. Ῥῦσαί με, ὅτι πτωχὸς καὶ πένης εἰμὶ ἐγώ.» Οἷς μεθ' ἕτερα ἐπιλέγει· «Τὰ γόνατά μου ἠσθένησαν ἀπὸ νηστείας, καὶ ἡ σάρξ μου ἠλλοιώθη δι' ἔλαιον· καὶ ἐγὼ ἐγενήθην ὄνειδος αὐτοῖς. Εἴδοσάν με, καὶ ἐσάλευσαν κεφαλὰς αὐτῶν.» Ἃ καὶ αὐτὰ τέλους ἐτύγχανεν ὅτε «οἱ παραπηρευό-
and benefits of every kind upon them; in return for which, seeing that they set evils against Him in return for good things, and hatred in return for His love, He reasonably adds: "Appoint a sinner over him, and let an accuser stand at his right hand. When he is judged, let him go forth condemned, and let his prayer become sin. Let his days be few, and his overseership let another take"; and what outcome these very words took, the sacred apostle Peter made clear beforehand, applying the Scripture to the traitor himself. And it lies open for you yourself also to perceive whether there has not been appointed over the nation of the Jews a sinful ruler and leader, to whom, after the deeds dared by them against our Saviour, they were handed over, compelled to serve foreigners and idolaters in place of their ancient native and God-loving rulers. And who would not marvel at the result of the prediction? For when the word had said, "Let his days be few," it is plain how brief was the whole time that elapsed for them after the plot against our Saviour, during which they seemed to endure; after which they underwent the final siege and utter destruction, upon which also another took their overseership, the people banded together through Christ. And the rest of the psalm too you will understand conformably with these same things; and the words that follow, spoken as though concerning certain sons of Judas, in the saying, "Let his sons become orphans," and the like, might be referred primarily indeed to Judas himself, and after him also to all those like him who betray the saving word. Conformably too you will understand both his wife, and the sins of his fathers, and of her who is called his mother, the synagogue of the nation of the Jews. For concerning her I consider that the saying is spoken, "And let not the sin of his mother be blotted out." Yet just as in the prophecy before this our Saviour and Lord was named poor and needy, even as we showed in the saying, "Blessed is he who understands concerning the poor and needy"; in the same manner also in the present psalm He has been called by these names. For let such and such things come to pass for Judas, He says, and for those who have emulated the like deeds to his, on account of what was dared by him. And what these were, He goes on to say: "Because he did not remember to show mercy, and persecuted a needy and poor man, and one pierced in heart, to put him to death. And he loved cursing, and it shall come upon him; and he did not desire blessing, and it shall be removed far from him." Descending next after these words, He again names Himself needy and poor, saying: "And Thou, O Lord, Lord, deal mercifully with me for Thy name's sake, because Thy mercy is good. Deliver me, because poor and needy am I." To which, after other things, He adds: "My knees grew weak from fasting, and my flesh was altered for want of oil; and I became a reproach to them. They saw me, and wagged their heads." Which very things also reached fulfilment when "those who were
Notes, col. 740

On the reading

Printed τῷ Ἰούδα, for τῷ Ἰούδᾳ.

Printed ἔτι, for ὅτι.

Printed παραπηρευό-, for παραπορευό-.

PG 22:741Read from the page
μενοι ἐβλασφήμουν αὐτὸν, κινοῦντες τὰς κεφαλὰς αὐτῶν, καὶ λέγοντες·» Ἄλλους ἔσωσεν, ἑαυτὸν οὐ δύναται σῶσαι.» Ἐπεὶ δὲ εἰσέτι νῦν οἱ ἐκ περιτομῆς, τὴν τῶν πατέρων αὐτῶν εἰς ἑαυτοὺς ἀρὰν ἐπισπώμενοι, βλασφήμοις καὶ ἀσεβέσι ῥήμασι ἀναθεματίζειν τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν, καὶ τοὺς εἰς αὐτὸν πεπιστευκότας ἅπαντας εἰώθασι, τούτου χάριν ἑξῆς ἐπιλέγει· «Καταράσονται αὐτοὶ, καὶ σὺ εὐλογήσεις. Οἱ ἐπανιστάμενοί μοι αἰσχυνθήτωσαν· ὁ δὲ δοῦλός σου εὐφρανθήσεται. Ἐνδυσάσθωσαν οἱ ἐνδιαβάλλοντές με ἐντροπὴν, καὶ περιβαλέσθωσαν ὡς διπλοΐδα αἰσχύνην αὐτῶν. Ἐγὼ δὲ ἐξομολογήσομαι τῷ Κυρίῳ σφόδρα ἐν τῷ στόματί μου, καὶ ἐν μέσῳ πολλῶν αἰνέσω αὐτόν· ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.» Καὶ πρόδηλόν γε ὁπόσοις εἰσέτι καὶ νῦν οἱ τὰς κατ' αὐτοῦ ἀρὰς ἐν ταῖς ἑαυτῶν συναγωγαῖς ποιούμενοι παλαίουσι κακοῖς, ἀπὸ τῶν αὐτῶν χρόνων μηδ' ὅλως ἀνανεῦσαι δεδυνημένοι, ὅπως τε αὐτὸς αἶνον τῷ Πατρὶ ἐν μέσῳ πολλῶν ἐθνῶν τὸν διὰ τῆς καινῆς Διαθήκης αὐτοῦ καταρτίζεται, συνεργὸν τὸν Πατέρα, καὶ τῆς ἑαυτοῦ δεξιᾶς πάρεδρον κεκτημένος· διό φησιν· «Ἐν μέσῳ πολλῶν αἰνέσω αὐτὸν, ὅτι παρέστη ἐκ δεξιῶν πένητος.» Καὶ τὴν μετὰ τὸν θάνατον αὐτοῦ σωτηρίαν διδάσκει, λέγων· «Τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.» Ἀνωτέρω γοῦν φήσας τό· «Κατεδίωξεν ἄνθρωπον πένητα καὶ πτωχὸν, καὶ κατανενυγμένον τῇ καρδίᾳ τοῦ θανατῶσαι,» καὶ σαφῶς δηλώσας ἑαυτοῦ τὸν θάνατον περιγράφων τὴν προφητείαν τὴν μετὰ τὸν θάνατον αὐτοῦ σωτηρίαν ᾐνίξατο εἰπών· «Ὅτι παρέστη ἐκ δεξιῶν πένητος, τοῦ σῶσαι ἐκ τῶν καταδιωκόντων τὴν ψυχήν μου.»
passing by blasphemed Him, wagging their heads, and saying: 'He saved others, Himself He cannot save.'" And since even until now those of the circumcision, drawing down upon themselves the curse of their fathers, are accustomed with blasphemous and impious words to anathematize our Saviour and Lord, and all who have believed in Him, on this account He next adds: "They will curse, and Thou wilt bless. Let those who rise up against me be put to shame; but Thy servant shall be glad. Let those who slander me be clothed with dishonour, and let them wrap themselves in their shame as in a double cloak. But I will give thanks exceedingly to the Lord with my mouth, and in the midst of many I will praise Him; because He stood at the right hand of the needy man, to save my soul from those who persecute me." And it is altogether evident with how many evils even until now those who utter curses against Him in their synagogues wrestle, having been wholly unable to lift up their heads since those very times, and how He Himself perfects praise to the Father in the midst of many nations through His New Covenant, possessing the Father as fellow-worker and assessor at His right hand; wherefore He says: "In the midst of many I will praise Him, because He stood at the right hand of the needy man." And He teaches the salvation after His death, saying: "To save my soul from those who persecute me." Having therefore said above: "He persecuted a needy and poor man, and one pierced in heart, to put him to death," and having clearly declared His own death, in bringing the prophecy to a close He hinted at the salvation after His death, saying: "Because He stood at the right hand of the needy man, to save my soul from those who persecute me."
Ἀπὸ τοῦ Ζαχαρίου. — Ἔτι περὶ τοῦ Ἰούδα καὶ τῶν ἀργυρίων ἀνθ' ὧν τὸν Κύριον προὔδωκε, καὶ περὶ τῆς ἀποβολῆς τῶν παρὰ Ἰουδαίοις ἀρχόντων τε καὶ ἀρχομένων.
From Zechariah. — Further concerning Judas and the pieces of silver in return for which he betrayed the Lord, and concerning the rejection of both rulers and ruled among the Jews.
«Καὶ λήψομαι ἐμαυτῷ δυο ῥάβδους, τὴν μίαν ἐκάλεσα κάλλος, καὶ τὴν ἑτέραν ἐκάλεσα σχοίνισμα, καὶ ποιμανῶ τὰ πρόβατά μου, καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνὶ, καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπ' αὐτούς. Καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ' ἐμὲ, καὶ εἶπα· Οὐ ποιμανῶ ὑμᾶς· τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα ἐσθιέτωσαν, ἕκαστος τὰς σάρκας τοῦ πλησίον αὐτοῦ. Καὶ λήψομαι τὴν ῥάβδον τὴν καλὴν, καὶ ἀποῤῥίψω αὐτὴν τοῦ διασκεδάσαι τὴν Διαθήκην μου, ἣν διεθέμην πρὸς πάντας τοὺς λαούς. Καὶ διασκεδασθήσεται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενά μοι, ὅτι Λόγος Κυρίου ἐστί. Καὶ ἐρῶ πρὸς αὐτούς· Εἰ καλὸν ἐνώπιον
"And I will take for myself two rods; the one I called beauty, and the other I called measuring-line, and I will shepherd my flock, and I will remove the three shepherds in one month, and my soul shall be weighed down against them. For indeed their souls howled against me, and I said: I will not shepherd you; let that which is dying die, and let that which is failing fail, and let those that are left devour, each one the flesh of his neighbour. And I will take the fair rod, and I will cast it away, to annul my Covenant which I covenanted towards all the peoples. And it shall be annulled in that day, and the Canaanites, the sheep that are kept for me, shall know that it is the Word of the Lord. And I will say to them: If it is good in the sight
Notes, col. 741

On the reading

Printed δυο, for δύο.

PG 22:744Read from the page
ὑμῶν ἐστι, δότε τὸν μισθόν μου, ἢ ἀπείπασθε. Καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς. Καὶ εἶπε Κύριος πρὸς μέ· Κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον. Καὶ σκέψαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν. Καὶ ἔλαβον τοὺς τριάκοντα ἀργυροῦς, καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου εἰς τὸ χωνευτήριον, καὶ ἀπέῤῥιψα τὴν ῥάβδον τὴν δευτέραν τὸ σχοίνισμα, τοῦ διασκεδάσαι τὴν Διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ.» Καὶ ταῦτα τέλους ἐτύγχανεν, ὅτε, κατὰ μὲν τὴν Λουκᾶν, «ἀπελθὼν ὁ Ἰούδας συνελάλει τοῖς ἀρχιερεῦσι καὶ στρατηγοῖς τοῦ ἱεροῦ, ὅπως αὐτὸν παραδῷ αὐτοῖς· καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύρια δοῦναι.» Κατὰ δὲ τὸν Μάρκον, ὁπηνίκα «ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς, ἵνα παραδῷ αὐτόν. Οἱ δὲ ἐχάρησαν, καὶ ἐπιγγείλαντο αὐτῷ ἀργύρια δοῦναι.» Ἀλλ' ἐν τούτοις μὲν ἁπλῶς τὸ ἀργύριον ὠνόμασται· παρὰ δὲ τῷ Ματθαίῳ μνημονεύεται καὶ ὁ ἀριθμὸς, συνᾴδων τῇ ἀπὸ τοῦ Ζαχαρίου παραθέσει. Λέγει δ' οὖν ὁ Ματθαῖος· «Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, εἶπεν αὐτοῖς· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα στατῆρας.» Σύμφωνα οὖν ταῦτά ἐστι τῷ, «Καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς,» ἐν τῇ προφητείᾳ εἰρημένῳ ὑπὸ τοῦ Κυρίου. Ἀνθ' οὗ ὁ μὲν Σύμμαχος ἐποίησε· «Καὶ ἐστάθμισαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς·» ὁ δὲ Ἀκύλας· «Καὶ ἔστησαν τὸν μισθόν μου τριάκοντα ἀργυροῦς·» οἷς ἐπιλέγεται· «Καὶ εἶπε Κύριος πρὸς μέ· Κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον, καὶ σκέψαι εἰ δόκιμόν ἐστιν, ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν.» Ἀνθ' οὗ πάλιν ὁ μὲν Ἀκύλας φησί· «Καὶ εἶπε Κύριος· Ῥίψον αὐτὰ πρὸς τὸν πλάστην. Ὑπερμεγέθης ἡ τιμὴ, ἣν ἐτιμήθην ὑπὲρ αὐτῶν.» Καὶ πρόσχες τίνα τρόπον αὐτὸς ὁ Κύριος τιμὴν ἑαυτοῦ ὁμολογεῖ τοὺς τριάκοντα ἀργυροῦς δεδόσθαι. Ἔοικε δὲ ἡ τῆς λέξεως διάνοια τοιοῦτόν τινα ἐμφαίνειν νοῦν· Ἐγὼ μὲν ὁ Κύριος, ἐκ πρώτης ἀρξάμενος ἡμέρας, οὐ διέλιπον τῆς ἐμαυτοῦ χρηστότητος ὑμῖν τοῖς ἐκ περιτομῆς δείγματα παρέχων, καὶ μυρία ὅσα ὑμᾶς εὐεργετῶν, οὐ μόνον τὰ διὰ τῶν ἀνέκαθεν προφητῶν, ἀλλὰ καὶ τὰ διὰ τῆς ἐμαυτοῦ παρουσίας, ἔν τε ταῖς προτρεπτικαῖς διδασκαλίαις καὶ τοῖς λογικοῖς μαθήμασιν, ἔν τε τοῖς σημείοις καὶ τέρασι, καὶ ταῖς ἄλλαις παραδοξοποιίαις, ταῖς τε ἰάσεσι καὶ ταῖς θεραπείαις· ὑμεῖς δὲ οἱ τῆς τοσαύτης εὐεργεσίας ἠξιωμένοι δότε τὸν μισθόν μου, ἢ ἀπείπασθε· αἰτῶν αὐτοὺς, ὡς εἰκὸς, καρποὺς εὐσεβείας, καὶ δεῖγμα τῆς εἰς αὐτὸν πίστεως. Οἱ δὲ, (κατὰ τὸ εἰρημένον ἐν τῇ πρὸ ταύτης παραθέσει,) «ἀντὶ τοῦ ἀγαπᾷν με ἐνδιέβαλλόν με, καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου,» τριάκοντα ἀργυροῦς στήσαντες, ὥσπερ τοσούτου αὐτὸν πωλούμενον ἐτιμήσαντο. Ἀλλ' ἐπεὶ τὸ ἑκάστου ἔργον ὁποῖόν ἐστι τὸ πῦρ αὐτὸ δοκιμάσει, εἰκότως προστάττει καθῆναι αὐτοὺς εἰς τὸ χωνευτήριον, ἐπιλέγων· «Ὃν τρόπον ἐδοκιμάσθην ὑπὲρ αὐτῶν.» Χωνευτήριον δὲ
of you, give my wages, or refuse. And they weighed out my wages, thirty pieces of silver. And the Lord said to me: Drop them into the smelting-furnace, and examine whether it is approved, in the manner in which I was tested on their behalf. And I took the thirty pieces of silver, and cast them into the house of the Lord, into the smelting-furnace, and I cast away the second rod, the measuring-line, to annul the Covenant between Judah and Israel." And these things reached fulfilment when, according to Luke, "Judas went away and conferred with the chief priests and captains of the temple as to how he might hand Him over to them; and they were glad, and agreed to give him silver money." And according to Mark, when "he went off to the chief priests, in order to hand Him over. And they were glad, and promised to give him silver money." Yet in these accounts silver is named simply; whereas in Matthew the number also is recorded, harmonizing with the citation from Zechariah. Accordingly Matthew says: "Then one of the twelve, who was called Judas Iscariot, went to the chief priests and said to them: What are you willing to give me, and I will hand Him over to you? And they weighed out for him thirty staters." These things therefore agree with the saying, "And they weighed out my wages, thirty pieces of silver," spoken by the Lord in the prophecy. In place of which Symmachus rendered: "And they weighed my wages, thirty pieces of silver"; and Aquila: "And they weighed out my wages, thirty pieces of silver"; to which is subjoined: "And the Lord said to me: Drop them into the smelting-furnace, and examine whether it is approved, in the manner in which I was tested on their behalf." In place of which again Aquila says: "And the Lord said: Cast them to the potter. Exceeding great is the price at which I was priced on their behalf." And take heed in what manner the Lord Himself acknowledges the thirty pieces of silver to have been given as His own price. And the meaning of the wording seems to convey some such sense as this: I the Lord, beginning from the first day, never ceased offering proofs of my kindness to you who are of the circumcision, and conferring ten thousand benefits upon you, not only those through the prophets of old, but also those through my own presence, both in exhortatory teachings and rational lessons, and in signs and wonders, and other marvellous works, and in healings and cures; do you therefore, who have been counted worthy of so great beneficence, give my wages, or refuse — asking of them, as is reasonable, fruits of godliness, and a proof of faith in Him. But they (according to what was said in the citation before this), "in return for loving me, slandered me, and set evils against me in return for good things, and hatred in return for my love," weighing out thirty pieces of silver, priced Him as though being sold for so much. Yet since the fire itself will test each man's work, of what sort it is, He reasonably commands them to be let down into the smelting-furnace, adding: "In the manner in which I was tested on their behalf." And the smelting-furnace
Notes, col. 744

On the reading

Printed τὴν Λουκᾶν, for τὸν Λουκᾶν.

Printed ἐπιγγείλαντο, for ἐπηγγείλαντο.

PG 22:745Read from the page
ἐνταῦθα ἔοικε τὸν οἶκον Κυρίου ὀνομάζειν. Εἰπόντος γοῦν τοῦ Κυρίου, κατὰ τοὺς Ἑβδομήκοντα· «Κάθες αὐτοὺς εἰς τὸ χωνευτήριον,» ἐπιφέρει· «Καὶ ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου, εἰς τὸ χωνευτήριον.» Κατὰ δὲ τὴν Ἀκύλαν· «Εἰπόντος τοῦ Κυρίου· Ῥίψον αὐτὸ,» δῆλον δ' ὅτι τὸ ἀργύριον, πρὸς τὸν πλάστην, ἐπιφέρει· «Καὶ ἔῤῥιψα ἐν οἴκῳ Κυρίου πρὸς τὸν πλάστην.» Κατὰ δὲ τὸν Σύμμαχον· «Εἰπόντος τοῦ Κυρίου· Ῥίψον αὐτὸ εἰς τὸ χωνευτήριον,» ἐπιφέρει λέγων· «Καὶ ἔῤῥιψα αὐτὸ εἰς τὸν οἶκον Κυρίου, εἰς τὸ χωνευτήριον.» Μήποτε δὲ καὶ τοῦτο ἐπληροῦτο; ὅτε «Ἰούδας,» ὁ παραδιδοὺς τὸν Κύριον, «ἰδὼν, ὅτι κατεκρίθη, μεταμεληθεὶς ἀπέστρεψε τὸ ἀργύριον τοῖς ἀρχιερεῦσι καὶ πρεσβυτέροις, λέγων· Ἥμαρτον παραδοὺς αἷμα ἀθῶον. Οἱ δὲ εἶπαν αὐτῷ· Τί πρὸς ἡμᾶς; σὺ ὄψει· Καὶ ῥίψας τὰ ἀργύρια εἰς τὸν ναὸν, ἀνεχώρησε· καὶ ἀπελθὼν ἀπήγξατο. Οἱ δὲ ἀρχιερεῖς, λαβόντες τὰ ἀργύρια, εἶπαν· Οὐκ ἔστι βαλεῖν αὐτὰ εἰς τὸν κορβανᾶν, ἐπεὶ τιμὴ αἵματός ἐστιν.» Συμβούλιον δὲ λαβόντες, ἠγόρασαν ἐξ αὐτῶν τὴν ἀγρὸν τοῦ κεραμέως εἰς ταφὴν τοῖς ξένοις. Διὸ ἐκλήθη ὁ ἀγρὸς ἐκεῖνος ἀγρὸς αἵματος, ἕως τῆς σήμερον ἡμέρας. Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ἱερεμίου τοῦ προφήτου λέγοντος· Καὶ ἔλαβον τὰ τριάκοντα ἀργύρια, τὴν τιμὴν τοῦ τετιμημένου, ὃν ἐτιμήσαντο ἀπὸ υἱῶν Ἰσραήλ. Καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως, καθὰ συνέταξέ μοι Κύριος.» Ἔνθα καὶ ἐπιστήσεις, ἐπεὶ μὴ ταῦτα φέρεται ἐν τῇ τοῦ Ἱερεμίου προφητείᾳ, εἴτε χρὴ ὑπονοεῖν περιῃρῆσθαι αὐτὰ ἐξ αὐτῆς κατά τινα ῥᾳδιουργίαν, ἢ καὶ σφάλμα γραφικὸν γεγονέναι, τῶν ἀμελέστερον τὰ τῶν ἱερῶν Εὐαγγελίων ἀντίγραφα πεποιημένων σφαλέντος τινὸς, καὶ ἀντὶ μὲν τοῦ Ζαχαρίου Ἱερεμίαν τεθεικότος, ὡς δέον οὕτως ἀναγεγράφθαι· «Τότε ἐπληρώθη τὸ ῥηθὲν διὰ Ζαχαρίου τοῦ προφήτου·» ἀντὶ δὲ τοῦ, «Ἐνέβαλον αὐτοὺς εἰς τὸν οἶκον Κυρίου, εἰς τὸ χωνευτήριον,» ἐσφαλμένως πεποιηκότος· «Καὶ ἔδωκαν αὐτὰ εἰς τὸν ἀγρὸν τοῦ κεραμέως.» Σαφῶς γὰρ διὰ μὲν τῆς προφητείας εἰς τὸν τοῦ Κυρίου ναὸν ἐῤῥίφθαι λέγεται τὸ ἀργύριον, καὶ δι' αὐτοῦ δὲ τοῦ Εὐαγγελίου εἰς τὸν ναόν. «Ῥίψας γοῦν,» φησὶν, «Ἰούδας τὰ ἀργύρια εἰς τὸν ναὸν, ἀνεχώρησε.» Καὶ εἰκός γε ἐξ ἐκείνων τῶν ἀργυρίων βέβηλον γεγονέναι τὸν ναὸν, καὶ πεπληρῶσθαι τὸ, «Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.» Καὶ ὅρα γε μήποτε χωνευτήριον ὁ οἶκος Κυρίου διὰ τοῦτο κέκληται, ἐπείπερ ὡς ἐν χωνείᾳ, μεταπλάττεσθαι τὰς ψυχὰς ἐκ τῆς τῶν θείων λόγων πυρώσεως ἐν τῷ τοῦ Θεοῦ οἴκῳ συμβαίνει· ἢ ἄλλως ἀπελέγχεται μὴ καθαρὰς, ὡς ἐν χωνευτηρίῳ πυρουμένας καὶ δοκιμαζομένας. Ὅπερ ὁ Ἀκύλας, «Ἔῤῥιψα,» φήσας, «τὸ ἀργύριον ἐν τῷ οἴκῳ Κυρίου πρὸς τὸν πλάστην,» σαφῶς διδάσκει, ὡς τοῦ Λόγου τοῦ θείου δίκην πλάστου κατοικοῦντος εἰς τὸν οἶκον Κυρίου, καὶ πλάττοντος καὶ ἀνανεοῦντος τὰς τῶν προσιόντων ψυχάς. Πλὴν ἀλλ' ἐπείπερ ἡ τιμὴ τοῦ τετιμημένου εἰς ἐκεῖνον μεταβληθεῖσα τὸν οἶκον βέβηλον αὐτὸν κατεστήσατο, εἰκότως εὐθὺς ἐπιλέγει· «Καὶ ἀπέῤῥιψα τὴν ῥάβδον
here He seems to name the house of the Lord. At all events, when the Lord had said, according to the Seventy, "Drop them into the smelting-furnace," He adds: "And I cast them into the house of the Lord, into the smelting-furnace." And according to Aquila, "When the Lord had said: Cast it" — manifestly the silver — to the potter, He adds: "And I cast [it] in the house of the Lord to the potter." And according to Symmachus, "When the Lord had said: Cast it into the smelting-furnace," He adds, saying: "And I cast it into the house of the Lord, into the smelting-furnace." And was not this perchance also being fulfilled when "Judas," who betrayed the Lord, "seeing that He was condemned, repented and brought back the silver to the chief priests and elders, saying: I have sinned in betraying innocent blood. But they said to him: What is that to us? See to it yourself. And throwing down the pieces of silver into the sanctuary, he departed; and he went away and hanged himself. And the chief priests, taking the pieces of silver, said: It is not lawful to put them into the treasury, since it is the price of blood. And taking counsel, they bought with them the potter's field for the burial of strangers. Wherefore that field has been called the field of blood, unto this day. Then was fulfilled that which was spoken through Jeremiah the prophet, saying: And they took the thirty pieces of silver, the price of Him Who was priced, Whom they priced from the sons of Israel, and they gave them for the potter's field, as the Lord directed me"? Where also you will consider carefully, since these words do not occur in the prophecy of Jeremiah, whether one must suppose that they were removed from it through some unscrupulousness, or else that a scribal error occurred, someone among those who made copies of the sacred Gospels rather carelessly having slipped, and having put Jeremiah in place of Zechariah, whereas it ought to have been written thus: "Then was fulfilled that which was spoken through Zechariah the prophet"; and in place of "I cast them into the house of the Lord, into the smelting-furnace," having erroneously written: "And they gave them for the potter's field." For clearly through the prophecy the silver is said to have been thrown into the sanctuary of the Lord, and through the Gospel itself likewise into the sanctuary. "Having thrown down," at any rate it says, "the pieces of silver into the sanctuary, Judas departed." And it is indeed reasonable that from those pieces of silver the sanctuary became profane, and the saying was fulfilled: "Behold, your house is left to you desolate." And see whether perchance the house of the Lord has been called a smelting-furnace on this account, seeing that as in a smelting-pot it comes to pass in the house of God that souls are reshaped from the fiery testing of the divine words; or else it convicts impure souls, as being tried by fire and tested in a smelting-furnace. Which very thing Aquila clearly teaches when he says, "I cast the silver in the house of the Lord to the potter," inasmuch as the divine Word dwells like a potter in the house of the Lord, fashioning and renewing the souls of those who draw near. Nevertheless, seeing that the price of Him Who was priced, having been cast into that house, rendered it profane, He reasonably adds straightway: "And I cast away the
Notes, col. 745

On the reading

Printed τὴν Ἀκύλαν, for τὸν Ἀκύλαν.

Printed τὴν ἀγρὸν, for τὸν ἀγρὸν.

PG 22:748Read from the page
τὴν δευτέραν τὸ σχοίνισμα, τοῦ διασκεδάσαι τὴν Διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ.» Ἐξ ἐκείνου γάρ τοι τὸ πλῆθος τοῦ ἔθνους ἀπεῤῥίφη τῆς πάλαι πρότερον ἐφορώσης αὐτοὺς ἐπισκοπῆς τοῦ Θεοῦ. Δευτέραν δὲ ῥάβδον ἡγοῦμαι τὸ πᾶν ἀθρόως Ἰουδαίων ἔθνος ἐνταῦθα δηλοῦσθαι. Καλεῖ δ' οὖν αὐτὴν σχοίνισμα, λέγων· «Τὴν μίαν ἐκάλεσα κάλλος, καὶ τὴν δευτέραν ἐκάλεσα σχοίνισμα.» Καὶ σαφῶς ἐπιλέγει περὶ τῆς δευτέρας φάσκων· «Καὶ ἀπέῤῥιψα τὴν ῥάβδον τὴν δευτέραν τὸ σχοίνισμα, τοῦ διασκεδάσαι τὴν Διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ.» Οὗτοι γὰρ ἦσαν τὸ σχοίνισμα καὶ ἡ ῥάβδος ἡ δευτέρα. Ἡ δὲ προτέρα κάλλος ὠνομασμένη οὐδ' ἄλλη γένοιτο τῆς Ἱερουσαλὴμ αὐτῆς, καὶ τῆς κατὰ Μωσέα λατρείας, ἁπάσης τε τῆς παλαιᾶς Διαθήκης· καὶ τοῦτο δὲ ἐξ αὐτῆς παρίσταται τῆς προφητείας φησάσης· «Καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλὴν, καὶ ἀποῤῥίψω αὐτὴν, τοῦ διασκεδάσαι τὴν Διαθήκην μου.» Ὁρᾷς ὡς τὴν μὲν Διαθήκην ἑαυτοῦ τὴν ῥάβδον ἔφησεν εἶναι τὴν πρώτην, τὴν δευτέραν δὲ ῥάβδον τὸ σχοίνισμα, πλὴν ἀμφοτέρας τὰς ῥάβδους ἀποῤῥίψειν ἀπειλεῖ, προειπὼν πρότερον· «Καὶ λήψομαι ἐμαυτῷ δύο ῥάβδους· τὴν μίαν ἐκάλεσα κάλλος, καὶ τὴν δευτέραν ἐκάλεσα σχοίνισμα·» ἀνθ' ὧν ὁ μὲν Ἀκύλας φησί· «Τὴν μίαν ἐκάλεσα εὐπρέπειαν, καὶ τὴν ἑτέραν ἐκάλεσα σχοίνισμα·» ὁ δὲ Σύμμαχος· «Τὴν μὲν ἐκάλεσα εὐπρέπειαν, τὴν δὲ μίαν ἐκάλεσα σχοίνισμα.» Τοῦτο μὲν οὖν παντὸς ἔθνους κάλλος καὶ εὐπρέπειαν, τὸν θεῖον νόμον καὶ τὴν ἐν αὐτῷ περιεχομένην Διαθήκην ὠνόμασεν εἰκότως. Τά τε γὰρ σεμνὰ τῆς Ἱερουσαλὴμ, καὶ τὰ τῆς ἀρχιερατικῆς λειτουργίας, καὶ πάντα ὅσα πάλαι πρότερον ἐν αὐτοῖς κατὰ τοὺς θείους νόμους, καὶ κατὰ τὴν παλαιὰν Διαθήκην ἐπολιτεύετο, κόσμος εὐπρεπὴς ὑπῆρχε τοῖς ὑπὸ τούτων κοσμουμένοις. Σχοίνισμα δὲ τὸ πλῆθος τοῦ ἔθνους καὶ παρὰ Μωσεῖ κέκληται λέγοντι· «Ἐγενήθη μερὶς Κυρίου λαὸς αὐτοῦ Ἰακὼβ, σχοίνισμα κληρονομίας αὐτοῦ Ἰσραήλ.» Ἀλλὰ γὰρ τῶν δύο τούτων ῥάβδων ἀθρόως μεταβολὴν γενήσεσθαι κατὰ τοὺς δηλουμένους χρόνους θεσπίζει, ὡς καὶ τῆς πάλαι ἐν αὐτῇ παλαιᾶς Διαθήκης, καὶ τοῦ πάλαι ἐν αὐτῇ κάλλους ἀφανισθησομένου, τοῦ τε σχοινίσματος καὶ τοῦ παντὸς ἔθνους διασκεδασθησομένου, ἐπὰν, τὴν τιμὴν τοῦ τετιμημένου τριάκοντα ἀργυρίων τιμησάμενοι, τῆς σφῶν δυσσεβείας τὴν προσήκουσαν ἀτιμίαν ὑπόσχοιεν. Λέγει δ' οὖν· «Καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλὴν, καὶ ἀποῤῥίψω αὐτὴν, τοῦ διασκεδάσαι τὴν Διαθήκην μου·» καὶ πάλιν· «Καὶ ἀπέῤῥιψα τὴν ῥάβδον τὴν δευτέραν τὸ σχοίνισμα.» Ἐπὶ τούτοις ἐπὰν ἡ προφητεία φάσκῃ· «Καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνὶ,» νομίζω τρία τάγματα αἰνίττεσθαι τῶν πάλαι τοῦ λαοῦ τοῦ Θεοῦ προεστώτων, βασιλέων, καὶ ἀρχιερέων, καὶ προφητῶν· ἐπεὶ καὶ διὰ τῶν τριῶν τούτων ποιμένων πάντα τὰ κατὰ τοὺς πάλαι πρότερον ᾠκονομεῖτο. Ἀλλ' ἐπειδὴ διαστροφὴν καὶ οἱ τρεῖς οὗτοι πεπόνθασι ποιμένες, καθ' ἕνα καιρὸν τὸν ἐπὶ τοῦ Σωτῆρος ἡμῶν (ὅ τε γὰρ βασιλεὺς παρανόμως αὐτῶν ἡγεῖτο, ἀλλόφυλός τις ὢν καὶ οὐκ οἰκεῖος τοῦ ἔθνους· ὅ τε
second rod, the measuring-line, to annul the Covenant between Judah and Israel." For from that time indeed the multitude of the nation was cast away from the visitation of God that of old formerly watched over them. And by the second rod I consider that the whole nation of the Jews collectively is signified here. Accordingly He calls it a measuring-line, saying: "The one I called beauty, and the second I called measuring-line." And clearly He adds concerning the second, declaring: "And I cast away the second rod, the measuring-line, to annul the Covenant between Judah and Israel." For these were the measuring-line and the second rod. Whereas the former one, named beauty, could be none other than Jerusalem itself, and the worship according to Moses, and all the Old Covenant; and this too is established from the prophecy itself when it says: "And I will take my fair rod, and I will cast it away, to annul my Covenant." Do you see how He declared His own Covenant to be the first rod, and the measuring-line the second rod, yet threatens to cast away both rods, having previously said beforehand: "And I will take for myself two rods; the one I called beauty, and the second I called measuring-line"? In place of which Aquila says: "The one I called comeliness, and the other I called measuring-line"; and Symmachus: "The one indeed I called comeliness, and the other one I called measuring-line." Reasonably, then, did He name the divine law and the Covenant contained in it the beauty and comeliness of the whole nation. For the venerable institutions of Jerusalem, and those of the high-priestly liturgy, and all things that of old formerly were administered among them according to the divine laws and according to the Old Covenant, were a comely ornament to those adorned by them. And the multitude of the nation has also been called a measuring-line in Moses, when he says: "The Lord's portion became His people Jacob, the measuring-line of His inheritance Israel." Yet indeed He foretells that a transformation of these two rods all at once will take place at the times indicated, inasmuch as both the Old Covenant of old in it, and the beauty of old in it, would vanish away, and both the measuring-line and the whole nation would be scattered abroad, whenever, having valued the price of Him Who was priced at thirty pieces of silver, they should suffer the fitting dishonour of their impiety. Accordingly He says: "And I will take my fair rod, and I will cast it away, to annul my Covenant"; and again: "And I cast away the second rod, the measuring-line." Next after these things, when the prophecy declares, "And I will remove the three shepherds in one month," I think three orders of those who of old presided over the people of God are hinted at — kings, and high priests, and prophets; since through these three shepherds all affairs among the ancients were formerly administered. But since all three of these shepherds also suffered perversion at one and the same time, that of our Saviour (for the king ruled over them unlawfully, being a foreigner and not native to the nation; and the
PG 22:749Read from the page
ἀρχιερεὺς, ὑπὸ Ῥωμαίων παραγενόμενος ἐπὶ τὴν λειτουργίαν, οὐ κατὰ τὴν τοῦ γένους διαδοχὴν οὐδὲ κατὰ τοὺς ἐννόμους θεσμοὺς ἐπὶ τὴν τιμὴν παρῄει· ὅ τε προφήτης μέχρις Ἰωάννου, παυσάμενος, οὐκέτι ἐν αὐτοῖς ἐνήργει, ἀντὶ δὲ τούτου ψευδοπροφήτης τις ἀσεβὴς καὶ πλανῶν τὸν λαὸν), εἰκότως τὰ τρία χαρίσματα, πάλαι πρότερον ὑπὲρ πάντα κόσμον εὐπρεπῆ τὸ πᾶν ἔθνος κοσμοῦντα, περιαιρήσειν ὑφ' ἕνα καιρὸν ἀπειλεῖ λέγων· «Καὶ ἐξαρῶ τοὺς τρεῖς ποιμένας ἐν μηνὶ ἑνὶ, καὶ βαρυνθήσεται ἡ ψυχή μου ἐπ' αὐτούς·» ἀνθ' οὗ ὁ μὲν Ἀκύλας φησί· «Καὶ ἐκολοβώθη ἡ ψυχή μου ἐν αὐτοῖς·» ὁ δὲ Σύμμαχος· «Καὶ ὠλιγοψύχησα ἐν αὐτοῖς·» ὁ δὲ Θεοδοτίων· «Καὶ ὠλιγοψύχησεν ἡ ψυχή μου ἐπ' αὐτούς.» Καὶ τὸ αἴτιόν γε τῆς ὀλιγοψυχίας διδάσκει, ἐπιλέγων· «Καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ' ἐμέ·» ἀνθ' οὗ πάλιν ὁ Ἀκύλας· «Καί γε ἡ ψυχὴ αὐτῶν ἐπέρχασεν ἐν ἐμοί·» ὁ δὲ Σύμμαχος· «Καὶ ἡ ψυχὴ αὐτῶν ἤκμασεν ἐν ἐμοί.» Ὅμοιον δὲ τῷ, «Καὶ γὰρ αἱ ψυχαὶ αὐτῶν ἐπωρύοντο ἐπ' ἐμὲ,» παρὰ τοῖς Ἑβδομήκοντα εἰρημένῳ, φέρεται παρὰ τῷ Ἱερεμίᾳ ἐκ προσώπου τοῦ Κυρίου κείμενον τό· «Ἐγκαταλέλοιπα τὸν οἶκόν μου, ἀφῆκα τὴν κληρονομίαν μου, ἔδωκα τὴν ἠγαπημένην ψυχήν μου εἰς χεῖρας ἐχθρῶν αὐτῆς· ἐγενήθη ἡ κληρονομία μου ἐμοὶ ὡς λέων ἐν δρυμῷ, ἔδωκεν ἐπ' ἐμὲ τὴν φωνὴν αὐτῆς. Μὴ σπήλαιον ὑαίνης ἡ κληρονομία μου ἐμοί;» Εἰκότως οὖν διὰ ταῦτα ἑξῆς ἐπιφέρει λέγων· «Καὶ εἶπα· Οὐ ποιμανῶ ὑμᾶς· τὸ ἀποθνῆσκον ἀποθνησκέτω, καὶ τὸ ἐκλεῖπον ἐκλειπέτω, καὶ τὰ κατάλοιπα ἐσθιέτωσαν, ἕκαστος τὰς σάρκας τοῦ πλησίον ἑαυτοῦ·» μεθ' ἃ ἐπιλέγει· «Καὶ λήψομαι τὴν ῥάβδον μου τὴν καλὴν, καὶ ἀποῤῥίψω αὐτήν·» ἀνθ' οὗ Ἀκύλας, «Καὶ ἔλαβον,» φησὶ, «τὴν ῥάβδον μου, τὴν εὐπρέπειαν, καὶ περιέκοψα αὐτὴν,» δηλαδὴ τὴν κατὰ Μωσέα λατρείαν. Οὐκοῦν ἡ μὲν πρώτη ῥάβδος ἡ ἐν ἀρχαῖς τοῦ λόγου πρώτη, συντριβήσεσθαι καὶ ἀποῤῥιφήσεσθαι λέγεται. Ὅτε δὲ ἡ τιμὴ τοῦ τετιμημένου, καὶ τὸ ὑπὲρ αὐτοῦ τῷ προδότῃ δοθὲν ἀργύριον ἐβλήθη εἰς τὸν οἶκον Κυρίου, ὡς εἰς χωνευτήριον, τότε δὴ καὶ τὰ περὶ τῆς δευτέρας ῥάβδου, τοῦ παντὸς ἔθνους δηλαδὴ, ἀκολούθως οἷα πείσεται προφητεύεται ἐν τῷ, «Καὶ ἀπέῤῥιψα τὴν ῥάβδον τὴν δευτέραν τὸ σχοίνισμα, τοῦ διασκεδάσαι τὴν Διαθήκην ἀνὰ μέσον Ἰούδα καὶ ἀνὰ μέσον Ἰσραήλ·» καὶ ἐπειδήπερ ἀποβολὴν ἐκείνων σαφῶς διὰ τούτων ὁ λόγος ἐμήνυσεν, εἰκότως ἑξῆς οὐκέτ' αὐτοὺς ἐπιγνώσεσθαι τὴν τῶν προφητευομένων δύναμίν φησιν, ἀλλὰ τοὺς Χαναναίους, λέγων· «Καὶ γνώσονται οἱ Χαναναῖοι τὰ πρόβατα τὰ φυλασσόμενά μοι, διότι λόγος Κυρίου ἐστί.» Τίνες δ' ἂν εἶεν οἱ Χαναναῖοι ἀλλ' ἢ ἡμεῖς οἱ πρὶν ἀλλόφυλοι, καὶ ἐξ ἁπάντων τῶν πάλαι ἀθέων καὶ ἀσεβῶν ἐθνῶν πρόβατα τῷ Χριστῷ πεφυλαγμένοι; οἳ καὶ διὰ τῆς αὐτοῦ χάριτος μεταβεβλήμεθα, καὶ συνέντες τὰ τεθεσπισμένα, γνῶσιν ἀληθῆ τοῦ λόγου τοῦ Κυρίου εἰλήφαμεν. Ἔγνωμέν τε ἡμεῖς οἱ Χαναναῖοι καὶ συνήκαμεν τὰ δηλούμενα· οὐκ ἔγνωσαν δὲ οὐδὲ συνῆκαν οἱ τὸν Ἰσραὴλ αὐχοῦντες καὶ ἐπὶ τῷ σπέρματι Ἀβραὰμ ἐπαιρόμενοι.
high priest, coming forward to the liturgy by appointment of the Romans, entered upon the office neither according to hereditary succession nor according to the lawful ordinances; and the prophet, having ceased down to John, was no longer active among them, and in place of him some impious false prophet leading the people astray), He reasonably threatens to strip away at one and the same time the three gifts of grace that of old formerly adorned the whole nation beyond every comely ornament, saying: "And I will remove the three shepherds in one month, and my soul shall be weighed down against them"; in place of which Aquila says: "And my soul was cut short among them"; and Symmachus: "And I grew faint-hearted among them"; and Theodotion: "And my soul grew faint-hearted against them." And He teaches the cause of this faint-heartedness, adding: "For indeed their souls howled against me"; in place of which again Aquila: "And indeed their soul gaped at me"; and Symmachus: "And their soul grew vehement against me." And similar to the saying, "For indeed their souls howled against me," spoken in the Seventy, there is found in Jeremiah, set down from the person of the Lord, this: "I have forsaken my house, I have left my inheritance, I have given my beloved soul into the hands of her enemies; my inheritance has become to me like a lion in a forest, she has uttered her voice against me. Is not my inheritance to me a hyena's den?" Reasonably therefore on account of these things He next adds, saying: "And I said: I will not shepherd you; let that which is dying die, and let that which is failing fail, and let those that are left devour, each one the flesh of his own neighbour"; after which He adds: "And I will take my fair rod, and I will cast it away"; in place of which Aquila says, "And I took my rod, the comeliness, and cut it off," manifestly the worship according to Moses. Therefore the first rod, the one first at the beginning of the passage, is said to be about to be shattered and cast away. And when the price of Him Who was priced, and the silver given on His account to the traitor, was cast into the house of the Lord as into a smelting-furnace, then indeed what concerns the second rod also — manifestly the whole nation — what sort of things it will suffer is accordingly prophesied in the saying, "And I cast away the second rod, the measuring-line, to annul the Covenant between Judah and Israel"; and seeing that the word clearly declared their rejection through these things, reasonably next He says that they will no longer recognize the force of the things prophesied, but rather the Canaanites, saying: "And the Canaanites, the sheep that are kept for me, shall know that it is the word of the Lord." And who else could the Canaanites be than we who formerly were foreigners, and out of all the formerly godless and impious nations have been kept as sheep for Christ? Who also through His grace have been transformed, and understanding the things divinely foretold, have received true knowledge of the word of the Lord. And we the Canaanites knew and understood the things signified; whereas those who boast of Israel and exalt themselves upon the seed of Abraham neither knew nor understood.
Notes, col. 749

On the reading

Printed ἐπέρχασεν, for ἐπέγχασεν.