Migne Reading Room

PG 22 · cols. 728–737 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:728Read from the page
κατελάλει. Ὁμοθυμαδὸν ἐψιθύριζον κατ' ἐμοῦ πάντες οἱ μισοῦντές με.» Μόνος μὲν οὖν ὡς ἂν γνώριμος καὶ μαθητὴς παρὰ διδάσκαλον εἰσιὼν, περιεσκόπει καὶ κατεμάνθανεν, ἔνδον ἐπὶ τῆς ἑαυτοῦ καρδίας κρύπτων τὴν ἐπιβουλήν. Ἐξιὼν δὲ, μετὰ πλειόνων ὁμοθυμαδὸν καὶ ἐπὶ τὸ αὐτὸ κατελάλει, τοῖς ἐχθροῖς προδιδοὺς τὸν Σωτῆρα, καὶ συνταττόμενος τοῖς τῶν Ἰουδαίων ἄρχουσι λεληθότως περὶ ἑτέρων, οὐ μὴν ἀλλὰ καὶ περὶ τῶν χρημάτων, ἐφ' οἷς παραδώσειν αὐτὸν ὑπισχνεῖτο, περὶ ὧν μετ' αὐτῶν ἐκείνων ἐψιθύριζε. Διό φησιν· «Ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει ἐπὶ τὸ αὐτό. Κατ' ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου, κατ' ἐμοῦ ἐλογίζοντο κακά μοι. Λόγον παράνομον κατέθεντο κατ' ἐμοῦ.» Ἔοικε δὲ τὴν συνταγὴν τὴν περὶ τῶν ἀργυρίων λόγον παράνομον διὰ τῆς προφητείας ὀνομάζειν· ἢ καὶ ὅτι ἀσεβῆ καὶ παράνομα κατ' αὐτοῦ διενοοῦντο, ὡς ἂν σβεσθησομένου καὶ διαφθαρησομένου μετὰ τὸν θάνατον, καὶ μηκέτι ζῶσιν ἐξετασθησομένου. Τοιοῦτον γάρ ἐστι τὸ, «Μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι;» ὅπερ λευκότερον ὁ Σύμμαχος ἐξέφηνεν εἰπών· «Καὶ πεσὼν οὐκέτ' ἀναστήσεται;» ὁ δὲ Ἀκύλας φησὶν, «Καὶ ὃς ἂν κοιμηθῇ, οὐ προσθήσει τοῦ ἀναστῆναι;» Καὶ ταῦτα ἔτι κοινῶς περὶ πάντων εἴρηται τῶν κατὰ τὸν καιρὸν τοῦ πάθους ἐπιβεβουλευκότων αὐτῷ· ἰδίως δὲ πάλιν περὶ τοῦ προδότου, ὡς ἂν περὶ μαθητευθέντος αὐτῷ, ἑξῆς ἐπιφέρει λέγων· «Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ' ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν·» ἀνθ' οὗ πάλιν ὁ Σύμμαχος, «Καὶ ἄνθρωπος,» φησὶν, «ὃς εἰρήνευέ μοι, ᾧ ἐπεποίθειν, συνεσθίων μοι ἄρτον ἐμὸν, κατεμεγαλύνθη μου.» Χείριστος γὰρ ἀληθῶς ἁπάντων καὶ ἐναργέστατος ὁ μετὰ κοινὴν τράπεζαν καὶ τὴν ἐν λόγοις τοῦ διδασκάλου τροφὴν ἐπὶ τὰ χείρω τραπεὶς, καὶ τοῖς ἐναντίοις τὸν εὐεργέτην ἀνταμειψάμενος. Ἀλλ' ἐπειδήπερ ἐπιβουλεύοντες οἱ ἐχθροὶ ἔλεγον· «Πότε ἀποθανεῖται, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;» ᾤοντό τε κοιμηθέντα μηκέτ' ἀναστήσεσθαι, τούτου χάριν αὐτὸς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν τἀναντία τούτοις εὐχόμενος, καὶ τῆς ἀναστάσεως ἀκωλύτως τυχεῖν ἀξιῶν τὸν Πατέρα, φησί· «Σὺ δὲ, Κύριε, ἐλέησόν με, καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. Ἐν τούτῳ ἔγνων, ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ' ἐμοί.» Καὶ πρόδηλόν γε τίνα τρόπον μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ, παραχρῆμα καὶ οὐκ εἰς μακρὰν μετῆλθε τοὺς ἐπιβεβουλευκότας αὐτῷ ἡ ἀνταπόδοσις, ὅπως τε ὁ ἐχθρὸς αὐτοῦ, ζωῆς τυγχάνοντος, θάνατος κατῃσχύνθη, ὥστε τοὺς ἐπονειδίζοντας εἰπεῖν· «Ποῦ σου, θάνατε, τὸ κέντρον; ποῦ σου, θάνατε, τὸ νῖκος;» Ἐντυχὼν δέ τις ταῖς μετὰ τὴν ἀνάστασιν τοῦ Σωτῆρος ἡμῶν ἱστορίαις τῷ Ἰωσήπῳ γραφείσαις, εἴσεται τὰς μετελθούσας τὸ Ἰουδαίων ἔθνος καὶ τοὺς ἄρχοντας αὐτῶν συμφορὰς, αἷς εἰκότως περιπεπτώκασι, τὰ ἐπίχειρα ὧν εἰς αὐτὸν ἔδρασαν ἀπολαμβάνοντες. Καὶ ταῦτα μὲν εἰς ἐκείνους ἐπληροῦτο πάντα, κατὰ
he spoke slander. With one accord all who hate me whispered against me." Entering alone, then, as an acquaintance and disciple into his teacher's presence, he looked round and observed closely, hiding the plot within his own heart. But going out, with many others with one accord and to the same purpose he spoke slander, betraying the Saviour to His enemies, and secretly concerting with the rulers of the Jews about other matters, and moreover also about the money for which he promised to hand Him over, about which he whispered with those very men. Wherefore He says: "He went out abroad, and spoke to the same purpose. Against me all my enemies whispered; against me they devised evils for me. A lawless word they set down against me." He seems through the prophecy to call the compact concerning the pieces of silver a lawless word; or else because they devised impious and lawless things against Him, as though He would be quenched and destroyed after death, and no longer be reckoned among the living. For of such a kind is the saying, "Shall He Who sleeps not add to rise again?" which Symmachus brought out more plainly when he said: "And having fallen shall He rise no more?" while Aquila says, "And whoever falls asleep, shall he not add to rise again?" And these things thus far have been spoken in common concerning all those who plotted against Him at the time of the passion; and again privately concerning the traitor, as concerning one who had been instructed as His disciple, He next goes on to say: "For even the man of my peace, in whom I hoped, who ate my loaves, magnified supplanting against me;" instead of which again Symmachus says, "Even a man who was at peace with me, whom I trusted, eating my bread with me, magnified himself against me." For truly worst of all and most glaring is he who after a common table and the nourishment in the teacher's words turned to the worse, and repaid his benefactor with the opposite. But seeing that the enemies in plotting said: "When will He die, and His name perish?" and supposed that once fallen asleep He would rise no more, for this reason our Saviour and Lord Himself, praying for the opposite of these things, and asking the Father to obtain the resurrection without hindrance, says: "But Thou, O Lord, have mercy on me, and raise me up, and I shall requite them. By this I knew that Thou hast willed me, because my enemy shall in no wise rejoice over me." And it is quite manifest in what manner after His resurrection from the dead, straightway and at no long interval, requital overtook those who had plotted against Him, and how His enemy death, when He obtained life, was put to shame, so that those who taunt it say: "Where, O death, is your sting? Where, O death, is your victory?" And anyone who reads the histories of the times after the resurrection of our Saviour written by Josephus will know the calamities that overtook the nation of the Jews and their rulers, into which they deservedly fell, receiving back the wages of what they did against Him. And all these things were fulfilled upon them, according to
Notes, col. 728

On the reading

Printed ἐναργέστατος, for ἐναγέστατος.

PG 22:729Read from the page
τὴν πρόῤῥησιν· τοῦ δὲ Σωτῆρος ἡμῶν ἡ ἐκ νεκρῶν ἀνάστασις διέδειξε τοῖς πᾶσιν, ὅπως ἐν αὐτῷ εὐδόκησεν ὁ Πατὴρ, ὃς καὶ αὐτὸς διδάσκει λέγων· «Ἐλέησόν με, καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. Ἐν τούτῳ ἔγνων, ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ' ἐμοί.» Τούτοις ἐπιλέγει· «Ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου.» Καὶ τήρει γε τίνα τρόπον αὐτῷ τῷ Θεῷ καὶ Πατρὶ αὐτοῦ τὴν εὐχὴν ἀναπέμπων, ἐπὶ τοσαύτῃ τεθάῤῥηκε παῤῥησίᾳ, ὡς ἀκακίαν ἑαυτῷ μαρτυρεῖν, καίτοι ἀνωτέρω φήσας· «Ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.» Ἀλλὰ τὸ μὲν, «ἥμαρτόν σοι,» ὁποίας ἔχεται διανοίας προδιειλήφαμεν. Καὶ ὁ Σύμμαχος δὲ σαφέστερον παρέστησεν εἰπών· «Ἴασαι τὴν ψυχήν μου, καὶ εἰ ἥμαρτόν σοι·» ὃ καὶ αὐτὸ λέγοιτ' ἂν περὶ τῶν ἡμετέρων ἁμαρτημάτων, ἅπερ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν εἰς ἑαυτὸν ἀνεδέξατο. Τὸ δὲ, «Ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου,» τὴν δι' ὅλου καθαρότητα τῆς αὐτοῦ φύσεως παρίστησι, δι' ἣν καὶ τὸ ἑδραῖον καὶ ἄσειστον τῆς ζωῆς, καὶ τῆς μετὰ τὴν ἀνάστασιν αὐτοῦ σωτηρίας διδάσκων ἐπιλέγει· «Καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα·» ἢ, «Καὶ παραστήσεις με ἔμπροσθέν σου δι' αἰῶνος,» κατὰ τὸν Σύμμαχον.
the foretelling; while the resurrection of our Saviour from the dead showed to all how the Father was well pleased in Him, Who Himself also teaches this when He says: "Have mercy on me, and raise me up, and I shall requite them. By this I knew that Thou hast willed me, because my enemy shall in no wise rejoice over me." To these words He adds: "And because of innocence Thou didst uphold me." And observe in what manner, offering up His prayer to His God and Father Himself, He is confident with such boldness of speech as to bear witness to His own innocence, even though He said higher up: "Heal my soul, for I have sinned against Thee." Yet what meaning the clause "I have sinned against Thee" carries, we have already explained beforehand. And Symmachus too set it forth more clearly when he said: "Heal my soul, even if I have sinned against Thee;" which very thing might also be said concerning our sins, which our Saviour and Lord took upon Himself. Whereas the clause, "And because of innocence Thou didst uphold me," sets forth the thorough purity of His nature, on account of which also, teaching the steadfastness and unshakenness of His life and of His salvation after the resurrection, He adds: "And Thou didst establish me before Thee for ever;" or, "And Thou shalt set me before Thee for ever," according to Symmachus.
Ἀπὸ τοῦ ψαλμοῦ νδʹ. — Ἔτι περὶ τοῦ Ἰούδα, καὶ τῶν σὺν αὐτῷ τὴν κατὰ τοῦ Χριστοῦ συσκευὴν πεποιημένων.
From Psalm 54. — Further concerning Judas, and those who with him made the conspiracy against the Christ.
«Ἐνώτισαι, ὁ Θεὸς, τὴν προσευχήν μου, καὶ μὴ ὑπερίδῃς τὴν δέησίν μου. Πρόσχες μοι, καὶ εἰσάκουσόν μου. Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ· ὅτι ἐξέκλιναν ἐπ' ἐμὲ ἀνομίαν, καὶ ἐν ὀργῇ ἐνεκότουν μοι. Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ' ἐμέ. Φόβος καὶ τρόμος ἦλθεν ἐπ' ἐμὲ, καὶ ἐκάλυψέ με σκότος,» καὶ τὰ ἑξῆς· οἷς ἐπιλέγει· «Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν· ὅτι εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει. Ἡμέρας καὶ νυκτὸς κυκλώσει αὐτὴν ἐπὶ τὰ τείχη αὐτῆς, καὶ ἀνομία καὶ κόπος ἐν μέσῳ αὐτῆς, καὶ ἀδικία· καὶ οὐκ ἐξέλιπεν ἐκ τῶν πλατειῶν αὐτῆς τόκος καὶ δόλος. Ὅτι, εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν. Εἰ ὁ μισῶν με ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύβην ἂν ἐπ' αὐτοῦ
"Give ear, O God, to my prayer, and do not overlook my supplication. Attend to me, and hearken to me. I was grieved in my idle talk, and I was troubled by the voice of the enemy, and by the affliction of the sinner; because they turned lawlessness upon me, and in wrath bore a grudge against me. My heart was troubled within me, and terror of death fell upon me. Fear and trembling came upon me, and darkness covered me," and what follows; to which He adds: "Plunge them down, O Lord, and divide their tongues; because I saw lawlessness and strife in the city. Day and night it shall go round about it upon its walls, and lawlessness and toil are in its midst, and injustice; and usury and deceit have not failed from its streets. For if an enemy had reproached me, I would have borne it. If he who hated me had spoken boastfully against me, I would have hidden myself on his account
PG 22:732Read from the page
Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα, ἐν τῷ οἴκῳ τοῦ Θεοῦ ἐπορεύθημεν ἐν ὁμονοίᾳ.» Τὸ, «Εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἂν,» καὶ «Εἰ ὁ μισῶν με ἐπ' ἐμὲ ἐμεγαλοῤῥημόνησεν, ἐκρύβην ἂν ἐπ' αὐτοῦ. Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου καὶ γνωστέ μου, ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα,» ὅμοιόν ἐστι τῷ, «Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ' ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν·» περὶ τοῦ Ἰούδα ἐν τῇ πρὸ ταύτης προφητείᾳ κειμένῳ. Ὥσπερ οὖν ἐν ἐκείνῳ ἐδείκνυτο ἄνθρωπος εἰρήνης ποτὲ γεγονὼς, ὅτε τῷ Σωτῆρι ἐμαθητεύετο, εἷς καὶ αὐτὸς τοῦ τῶν ἀποστόλων ἀριθμοῦ χρηματίσας· οὕτω καὶ ἐν τῷ προκειμένῳ ἰσόψυχος καὶ ἡγεμὼν καὶ γνωστὸς αὐτῷ προσαγορεύεται. Καὶ πάλιν ὡς ἐν ἐκείνῳ περὶ αὐτοῦ εἴρητο· «Ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν·» τὸν αὐτὸν τρόπον καὶ ἐπὶ τοῦ παρόντος εἰς αὐτοῦ πρόσωπον λέγεται τὸ, «Ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα.» Καὶ γὰρ τῶν καταξιουμένων καὶ αὐτὸς εἷς ἦν τῆς ἀποῤῥήτου πρὸς τοὺς μαθητὰς τοῦ Σωτῆρος ἡμῶν ὁμιλίας τε καὶ πνευματικῆς τροφῆς· τοῖς μὲν γὰρ ἔξω πλήθεσι καὶ τοῖς ὄχλοις ἐν παραβολαῖς ἐλάλει, μόνοις δὲ τοῖς ἑαυτοῦ μαθηταῖς, ἐν οἷς καὶ ὁ Ἰούδας ἐξητάζετο, ἐπέλυεν ἅπαντα. Διὸ λέλεκται· «Ὁ ἐσθίων ἄρτους μου ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμὸν,» καὶ, «Ὃς ἐπὶ τὸ αὐτὸ ἐγλύκανάς μοι ἐδέσματα·» ἅπερ σαφέστερον ἐξέφηνεν ὁ μὲν Ἀκύλας εἰπών· «Οἳ ὁμοῦ ἐγλυκάναμεν ἀπόρῥητον·» ὁ δὲ Σύμμαχος· «Οἵτινες ἐκοινολογούμεθα γλυκεῖαν ὁμιλίαν.» Ἀντὶ δὲ τοῦ, «Σὺ δὲ, ἄνθρωπε ἰσόψυχε, ἡγεμών μου, καὶ γνωστέ μου,» ὁ Σύμμαχός φησι· «Σὺ δὲ, ἄνθρωπε ὁμότροπέ μοι, καὶ ἡγεμών μου, καὶ γνωστέ μου·» ἐπειδήπερ τοσούτων ἠξιωμένος φίλος ἐν τοῖς μάλιστα ἦν τοῦ Σωτῆρος, εἰκότως φησὶ περὶ αὐτοῦ τὸ, «Ὅτι, εἰ ἐχθρὸς ὠνείδισέ με, ὑπήνεγκα ἄν·» καὶ τὰ ἑξῆς. Ταῦτα δὲ περὶ τοῦ Ἰούδα θεσπίσας, ἀκολούθως τὴν ἐκ τοῦ θανάτου σωτηρίαν καὶ ἀποφυγὴν ἑαυτοῦ προδιδάσκει λέγων· «Ἐγὼ πρὸς τὸν Θεὸν ἐκέκραξα, καὶ ὁ Κύριος ἔσωσέ με. Ἑσπέρας καὶ πρωΐ καὶ μεσημβρίας διηγήσομαι καὶ ἀπαγγελῶ, καὶ εἰσακούσεται τῆς φωνῆς μου. Λυτρώσεται ἐν εἰρήνῃ τὴν ψυχήν μου·» ὡς ἐν εὐχῇ τὸν πρὸ τοῦ θανάτου καιρὸν σημαίνει, καθ' ὃν καὶ ὁ Ἰούδας τὰ τῆς κατ' αὐτοῦ προδοσίας συνεσκευάσατο. Τότε οὖν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ὡς ἐπὶ ὀλέθρῳ καὶ ἀπολείᾳ τοῦ γνωρίμου δυσφορῶν, καὶ ἔτι μᾶλλον ἐπὶ τῇ τοῦ παντὸς Ἰουδαίων ἔθνους ἀποβολῇ, ὥσπερ ἐπὶ μεμηνόσιν οἰκείοις, καὶ ὡς ἐπὶ φιλτάτοις συμπάσχων, πᾶσαν τὴν πρὸς αὐτοὺς ὁμιλίαν καὶ διδασκαλίαν, διὰ τὸ μηδὲν αὐτοὺς ὠφεληκέναι, ἀδολεσχίαν ἀποκαλεῖ, φάσκων· «Ἐλυπήθην ἐν τῇ ἀδολεσχίᾳ μου, καὶ ἐταράχθην ἀπὸ φωνῆς ἐχθροῦ, καὶ ἀπὸ θλίψεως ἁμαρτωλοῦ· ὅτι ἐξέκλιναν,» φησὶν, «ἐπ' ἐμὲ ἀνομίαν καὶ ἐν ὀργῇ ἐνεκότουν μοι·» ἅπερ δύναται μὲν καὶ ἐπὶ τοὺς ἄρχοντας τῶν ἐκ περιτομῆς ἀναφέρεσθαι, τοὺς ἐχθρωδῶς καὶ ἐπιβουλευτικῶς ἐνεδρεύειν αὐτὸν
But you, O man like-minded, my leader and my acquaintance, who together sweetened meats for me: in the house of God we walked in concord." The saying, "If an enemy had reproached me, I would have borne it," and "If he who hated me had spoken boastfully against me, I would have hidden myself on his account. But you, O man like-minded, my leader and my acquaintance, who together sweetened meats for me," is like the saying, "For even the man of my peace, in whom I hoped, who ate my loaves, magnified supplanting against me," set down concerning Judas in the prophecy before this one. Just as in that passage, therefore, he was shown to have once been a man of peace when he was instructed as a disciple by the Saviour, having himself also been reckoned one of the number of the apostles, so too in the passage before us he is addressed by Him as like-minded and leader and acquaintance. And again, as in that passage it had been said concerning him: "He who ate my loaves magnified supplanting against me;" in the same way in the present passage also there is spoken unto his person the saying, "Who together sweetened meats for me." For he himself also was one of those deemed worthy of our Saviour's secret converse with His disciples and spiritual nourishment; for to the multitudes outside and to the crowds He spoke in parables, whereas to His own disciples alone, among whom Judas also was numbered, He explained all things. Wherefore it has been said: "He who ate my loaves magnified supplanting against me," and, "Who together sweetened meats for me;" which things Aquila brought out more clearly when he said: "We who together sweetened a secret;" and Symmachus: "We who shared together sweet converse." And instead of, "But you, O man like-minded, my leader, and my acquaintance," Symmachus says: "But you, O man of like ways with me, and my leader, and my acquaintance;" seeing that, having been deemed worthy of such great things, he was among the closest friends of the Saviour, He rightly speaks concerning him the saying, "For if an enemy had reproached me, I would have borne it;" and what follows. Having prophesied these things concerning Judas, He accordingly teaches beforehand His own salvation and escape from death, saying: "I cried unto God, and the Lord saved me. At evening and morning and midday I shall declare and proclaim, and He will hearken to my voice. He will redeem my soul in peace;" as in prayer He signifies the time before His death, during which Judas also contrived the matters of his betrayal against Him. At that time, then, our Saviour and Lord, grieving as over the destruction and ruin of His acquaintance, and still more over the rejection of the whole nation of the Jews, feeling compassion as over kinsmen gone mad, and as over dearest friends, calls all His converse and teaching addressed to them idle talk because it had profited them nothing, declaring: "I was grieved in my idle talk, and I was troubled by the voice of the enemy, and by the affliction of the sinner; because they turned," He says, "lawlessness upon me and in wrath bore a grudge against me;" which words can indeed also be referred to the rulers of those of the circumcision, who in hostility and treachery lay in ambush for Him
Notes, col. 732

On the reading

Printed ἀπόρῥητον, for ἀπόῤῥητον.

Printed ἀπολείᾳ, for ἀπωλείᾳ.

PG 22:733Read from the page
πειρωμένους· δύναται δὲ καὶ περὶ δυνάμεων ἀοράτων ἔξωθεν αὐτὸν προσπολεμουσῶν, καὶ τὴν δι' ἀνθρώπων κατασκευὴν ἐνεργουσῶν λέγεσθαι· ἃ καὶ συνᾴδειν μοι δοκεῖ τοῖς ἐν τῷ Εὐαγγελίῳ ὑπ' αὐτοῦ λελεγμένοις κατὰ τὸν τοῦ πάθους καιρὸν, ὅτε λέγει τοῖς ἑαυτοῦ μαθηταῖς· «Περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. Μείνατε ὧδε, καὶ γρηγορεῖτε μετ' ἐμοῦ·» καὶ πάλιν· «Νῦν ἡ ψυχή μου τετάρακται.» Ὅμοια γοῦν τούτοις ἐστὶ καὶ τὰ ἐν τῷ ψαλμῷ, ἐν ᾧ λέλεκται· «Ἡ καρδία μου ἐταράχθη ἐν ἐμοὶ, καὶ δειλία θανάτου ἐπέπεσεν ἐπ' ἐμέ. Φόβος καὶ τρόμος ἦλθεν ἐπ' ἐμὲ, καὶ ἐκάλυψέ με σκότος·» δι' ὧν τῶν ἀντικειμένων δυνάμεων τὰς καθ' αὐτοῦ ὁρμὰς σημαίνει. Ὡς γοῦν ἐν ταῖς προφητείαις ὠνόμασταί τι πνεῦμα πορνείας, κατὰ τὸ, «Πνεύματι πορνείας ἐπλανήθησαν,» καὶ ἄλλο πνεῦμα πλανήσεως ἐν τῇ ἐρήμῳ· τὸν αὐτὸν τρόπον καὶ πνεῦμα θανάτου εἴη ἂν δειλίας ποιητικὸν, ὡς καὶ πνεῦμα ἰσχύος καὶ δυνάμεως καὶ ἀνδρείας τῆς κατὰ Θεὸν ἐνεργητικόν. Οὕτω δ' ἂν λεχθείη πνεῦμα φόβου καὶ τρόμου, καὶ πάλιν ἕτερον παρὰ ταῦτα πνεῦμα φόβου καὶ συγχύσεως, ἃ καὶ σχεδὸν, εἰπεῖν, ἅπασι μὲν τοῖς ἐν μαρτυρίῳ τὸν ὑπὲρ εὐσεβείας θάνατον ἀναδεχομένοις ἐφορμᾷν εἴωθε, πολὺ πλέον δὲ καὶ μᾶλλον ἐπιτέθειται αὐτῷ τὸν ὑπὲρ ἁπάντων θάνατον ὑπομείναντι. Πλὴν ἀλλ' εἴτε πνεῦμα δειλίας καὶ θανάτου, εἴτε φόβου καὶ τρόμου, ἢ εἴ τις ἑτέρα τοιαύτη δύναμις ἐπιπέπτωκεν αὐτῷ, ἀλλ' οὔτι γε κατέῤῥαξεν αὐτόν· ἐπεὶ, οἷα γενναῖος ἀθλητὴς, τὴν μὲν δειλίαν τοῦ θανάτου, πεποιθήσει ζωῆς, (αὐτὸς γὰρ ἡ ζωὴ,) μακρὰν ἀπέῤῥιψεν ἀποσεισάμενος. Ὡσαύτως δὲ καὶ τὸ ἐπελθὸν αὐτῷ πνεῦμα φόβου ἢ τρόμου ποιητικὸν πνεύματι θάρσους καὶ δυνάμεώς καὶ ἰσχύος ποῤῥωτάτω ἀπηκόντισεν· ἐπεὶ, κατὰ τὸν Ἠσαΐαν, «ἐπανεπαύσατο ἐπ' αὐτὴν μετὰ τῶν ἄλλων πνευμάτων καὶ πνεῦμα βουλῆς καὶ ἰσχύος.» Οὕτω καὶ τὸ πνεῦμα τοῦ σκότους τῇ τοῦ ἰδίου φωτὸς ἀπεσκέδασε δυνάμει· ἐπεὶ «τὸ φῶς ἐν τῇ σκοτίᾳ αὐτὸ οὐ κατέλαβεν.» Εὕροις δ' ἂν τὰ παραπλήσια τούτοις καὶ ἐν εἰκοστῷ πρώτῳ ψαλμῷ, ἐν τῷ πάλιν ἐκ τοῦ αὐτοῦ λέλεκται προσώπου· «Περιεκύκλωσάν με μόσχοι πολλοὶ, ταῦροι πίονες περιέσχον με. Ἤνοιξαν ἐπ' ἐμὲ τὸ στόμα αὐτῶν, ὡς λέων ὁ ἁρπάζων καὶ ὠρυόμενος·» καὶ πάλιν· «Ὅτι ἐκύκλωσάν με κύνες πολλοὶ, συναγωγὴ πονηρευομένων περιέσχον με·» καὶ αὖθις· «Ῥῦσαι ἀπὸ ῥομφαίας τὴν ψυχήν μου, καὶ ἐκ χειρὸς κυνὸς τὴν μονογενῆ μου. Σῶσόν με ἐκ στόματος λέοντος, καὶ ἀπὸ κεράτων μονοκερώτων τὴν ταπείνωσίν μου.» Σαφῶς γὰρ ἐν τούτοις δυνάμεις πονηρὰς, ταύρους, καὶ μόσχους, καὶ λέοντας, καὶ κύνας, καὶ μονοκέρωτας ἀποκαλεῖ, αἳ περιέσχον μὲν αὐτὸν καὶ περιεκύκλωσαν κατὰ τὸν τοῦ πάθους αὐτοῦ καιρὸν, οὐ μὴν καὶ ἐνεργῆσαί τι κατ' αὐτοῦ δεδύνηνται. Καὶ ταῦτα μὲν, εἰ καὶ ταῦτα τοῦ ψαλμοῦ τὰ μέρη ἐπὶ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν ἀνάγοιτο· εἰ δὲ μὴ ἐπ' αὐτὸν, ἀλλ' ἐφ' ἕτερον πρόσωπον, ἐπιστήσεις καὶ αὐτὸς ὡς ἂν ἐξομαλισθέντα τὰ κατὰ τὸν τόπον. Πλὴν ἀλλὰ καὶ περὶ τῆς
attempting; and it can also be said concerning invisible powers warring against Him from without, and working the plot carried out through men; which things also seem to me to harmonize with the words spoken by Him in the Gospel at the time of His passion, when He says to His own disciples: "My soul is deeply grieved, even unto death. Remain here, and watch with me"; and again: "Now is my soul troubled." Similar therefore to these are also the words in the psalm, in which it is said: "My heart was troubled within me, and cowardice of death fell upon me. Fear and trembling came upon me, and darkness covered me"; through which He signifies the assaults of the opposing powers against Him. Just as, then, in the prophecies a certain spirit of fornication has been named, according to the saying, "By a spirit of fornication they were led astray," and another spirit of error in the wilderness; in the same manner also a spirit of death would be productive of cowardice, just as a spirit of strength and of power and of courage is operative of that which is according to God. And so might be called a spirit of fear and trembling, and again another beside these, a spirit of fear and confusion, which are accustomed to assault almost all, so to speak, who in martyrdom take upon themselves death on behalf of godliness, and much more and to a far greater degree set upon Him Who endured death on behalf of all. Nevertheless, whether a spirit of cowardice and death, or of fear and trembling, or whether any other such power fell upon Him, yet by no means did it dash Him down; since, like a noble athlete, He shook off the cowardice of death in the confidence of life (for He Himself is the life) and cast it far away. In the same way too the spirit productive of fear or trembling that came upon Him He hurled very far away by a spirit of courage and of power and of strength; since, according to Isaiah, "there rested upon Him together with the other spirits also a spirit of counsel and of strength." Thus too He scattered the spirit of darkness by the power of His own light; since "the light [shines] in the darkness, [and the darkness] did not overtake it." And you would find things akin to these also in the twenty-first psalm, in which again from the same person it has been said: "Many calves surrounded me, fat bulls hemmed me in. They opened their mouth against me, like a ravening and roaring lion"; and again: "Because many dogs encircled me, an assembly of evildoers hemmed me in"; and once more: "Deliver my soul from the sword, and my only-begotten from the paw of the dog. Save me from the lion's mouth, and my humiliation from the horns of unicorns." For clearly in these words He calls evil powers bulls, and calves, and lions, and dogs, and unicorns, which indeed hemmed Him in and surrounded Him at the time of His passion, yet were certainly not able to effect anything against Him. And so much for these things, if these parts of the psalm too should be referred to our Saviour and Lord; but if not to Him, and rather to another person, you yourself will also give heed as to how the matters in the passage may be smoothed out. Nevertheless, concerning the
Notes, col. 733

On the reading

Printed δυνάμεώς, for δυνάμεως.

Printed ἐπ' αὐτὴν, for ἐπ' αὐτὸν.

PG 22:736Read from the page
τῶν Ἰουδαίων μητροπόλεως, αὐτῆς δὴ τῆς Ἱερουσαλὴμ, ἀκολούθως μετὰ τὴν κατὰ τῶν ἐπιβουλευσάντων αὐτῷ πρόῤῥησιν ἐπιλέγει ἑξῆς· «Εἶδον ἀνομίαν καὶ ἀντιλογίαν ἐν τῇ πόλει·» καὶ τὰ τούτοις ἀκόλουθα, ἃ καὶ ὁποίας ἔχεται διανοίας οὐ νῦν σχολὴ διηγεῖσθαι.
metropolis of the Jews, Jerusalem itself, following upon the prediction against those who plotted against Him, He adds next in order: "I saw lawlessness and strife in the city"; and what follows these words, the purport of which there is not leisure at present to relate.
Ἀπὸ τοῦ ψαλμοῦ ρηʹ. — Ἔτι περὶ τοῦ Ἰούδα, καὶ τοῦ εἰς τὴν χώραν αὐτοῦ ἀντεισαχθέντος ἀποστόλου, καὶ περὶ τοῦ Ἰουδαίων ἔθνους.
From Psalm 108. — Further concerning Judas, and the apostle introduced in his stead into his place, and concerning the nation of the Jews.
«Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς, ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη. Ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσάν με, καὶ ἐπολέμησάν με δωρεάν. Ἀντὶ τοῦ ἀγαπᾷν με, ἐνδιέβαλλόν με· ἐγὼ δὲ προσηυχόμην. Καὶ ἔθεντο κατ' ἐμοῦ κακὰ ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεώς μου. Κατάστησον ἐπ' αὐτὸν ἁμαρτωλὸν, καὶ διάβολος στήτω ἐκ δεξιῶν αὐτοῦ. Ἐν τῷ κρίνεσθαι αὐτὸν ἐξέλθοι καταδεδικασμένος, καὶ ἡ προσευχὴ αὐτοῦ γενηθήτω εἰς ἁμαρτίαν. Γενηθήτωσαν αἱ ἡμέραι αὐτοῦ ὀλίγαι, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.» Καὶ τῆς τῶν προκειμένων ἐπὶ τὸν προδότην Ἰούδαν ἀναφορᾶς ἐχέγγυος μάρτυς ὁ ἀπόστολος Πέτρος, μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνάληψιν συνηγμένων τῶν ἀποστόλων πάντων σὺν καὶ ἄλλοις πλείοσιν ἀδελφοῖς, μέσος ἀναστὰς, καὶ ταῦτα φήσας· «Ἄνδρες ἀδελφοὶ, ἔδει πληρωθῆναι τὴν Γραφὴν, ἣν προεῖπε τὸ Πνεῦμα τὸ ἅγιον διὰ στόματος Δαβὶδ περὶ Ἰούδα τοῦ γενομένου ὁδηγοῦ τοῖς συλλαβοῦσιν Ἰησοῦν ὅτι κατηριθμημένος ἦν ἐν ἡμῖν, καὶ ἔλαχε τὸν κλῆρον τῆς διακονίας ταύτης. Οὗτος μὲν οὖν ἐκτήσατο χωρίον ἐκ μισθοῦ τῆς ἀδικίας αὐτοῦ, καὶ πρηνὴς γενόμενος ἐλάκησε μέσος, καὶ ἐξεχύθη πάντα τὰ σπλάγχνα αὐτοῦ. Καὶ γνωστὸν ἐγένετο πᾶσι τοῖς κατοικοῦσιν Ἱερουσαλὴμ, ὥστε κληθῆναι τὸ χωρίον ἐκεῖνο τῇ ἰδίᾳ διαλέκτῳ αὐτῶν Ἀκελδαμὰχ, ὅ ἐστι Χωρίον αἵματος. Γέγραπται γὰρ ἐν βίβλῳ Ψαλμῶν· «Γενηθήτω ἡ ἔπαυλις αὐτοῦ ἔρημος, καὶ μὴ ἔστω ὁ κατοικῶν ἐν αὐτῇ, καὶ τὴν ἐπισκοπὴν αὐτοῦ λαβέτω ἕτερος.» Ταῦτα γοῦν ὁ Πέτρος εἰπὼν ὑποτίθεται ἕτερον ἀντὶ τοῦ Ἰούδα δεῖν παραλαβεῖν εἰς τὸν λείποντα τῶν δώδεκα ἀποστόλων ἀριθμὸν, ὅπως πληρωθῇ τὸ τῆς προφητείας. Ὅτε, κλήρου γενομένου, ἔπεσεν ὁ κλῆρος ἐπὶ Ματθίαν, καὶ συγκατεψηφίσθη μετὰ τῶν δώδεκα ἀποστόλων. Τούτων οὕτως ἐκτελεσθέντων, ἀκολούθως ἂν εἴη τὸ λέγον ἐν τῷ ψαλμῷ πρόσωπον οὐχ ἕτερον τοῦ Σωτῆρος ἡμῶν, ὃς τῷ Πατρὶ τὴν ἀναπεμφθεῖσαν αὐτῷ παρὰ τὸν τοῦ πάθους καιρὸν εὐχὴν τῆς διὰ τοῦ ἁγίου Πνεύματος ἀναγραφῆς προλαβὼν κατηξίωσε, τὸ μέλλον
"O God, pass not over my praise in silence, because the mouth of the sinner and the mouth of the deceitful man has been opened against me. They spoke against me with a deceitful tongue, and with words of hatred they encircled me, and fought against me without cause. In return for loving me, they slandered me; but I prayed. And they set evils against me in return for good things, and hatred in return for my love. Appoint a sinner over him, and let an accuser stand at his right hand. When he is judged, let him go forth condemned, and let his prayer become sin. Let his days be few, and his overseership let another take." And of the reference of the words set forth to the traitor Judas a trustworthy witness is the apostle Peter, who after the ascension of our Saviour, when all the apostles were gathered together along with many other brethren as well, stood up in the midst and spoke thus: "Men, brethren, the Scripture had to be fulfilled, which the Holy Spirit foretold through the mouth of David concerning Judas, who became guide to those who arrested Jesus, because he was numbered among us and obtained the lot of this ministry. Now this man acquired a field out of the reward of his unrighteousness, and falling headlong he burst open in the middle, and all his bowels gushed out. And it became known to all the inhabitants of Jerusalem, so that that field was called in their own dialect Akeldamach, that is, Field of blood. For it is written in the book of Psalms: 'Let his homestead become desolate, and let there be none dwelling in it, and his overseership let another take.'" Having spoken these words, then, Peter suggests that another must be received in place of Judas to fill up the lacking number of the twelve apostles, so that the word of the prophecy might be fulfilled. At which time, when a lot was cast, the lot fell upon Matthias, and he was numbered by vote along with the twelve apostles. Since these things were thus accomplished, accordingly the person speaking in the psalm would be none other than our Saviour, Who beforehand counted the prayer sent up by Him to the Father at the time of His passion worthy of being recorded through the Holy Spirit, foretelling what was going
PG 22:737Read from the page
περὶ αὐτοῦ συμβήσεσθαι θεσπίσας. Φησὶν οὖν· «Ὁ Θεὸς, τὴν αἴνεσίν μου μὴ παρασιωπήσῃς,» τὴν ὑπ' αὐτοῦ παραδοθεῖσαν τοῖς αὐτοῦ μαθηταῖς διδασκαλίαν, καὶ τῆς καινῆς Διαθήκης τὴν αἴνεσιν παρακαλῶν μὴ κατασιγασθῆναι, ἀλλὰ καὶ εἰς τὸν ἑξῆς ἅπαντα αἰῶνα παραμεῖναι τῷ βίῳ. «Στόμα δὲ ἁμαρτωλοῦ καὶ στόμα δολίου» κυρίως ἂν λεχθείη τὸ τοῦ Ἰούδα, ὃς πορευθεὶς πρὸς τοὺς ἀρχιερεῖς εἶπεν αὐτοῖς· «Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα στατῆρας. Καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ.» Τοιαῦτα γοῦν κατ' αὐτοῦ συνθέμενος, εἷς ἦν τῶν μετὰ ταῦτα σὺν σὐτῷ ἀνακειμένων ἐν τῷ τοῦ Πάσχα συμποσίῳ, ὅτε καὶ αὐτὸς ὁ Σωτὴρ ἡμῶν ἀνέκειτο μετὰ τῶν δώδεκα, ἐσθιόντων τε αὐτῶν εἶπεν· «Ἀμὴν ἀμὴν λέγω ὑμῖν, ὅτι εἷς ἐξ ὑμῶν παραδώσει με.» Καὶ λυπούμενοι σφόδρα ἤρξαντο λέγειν ἕκαστος αὐτῶν· «Μήτι ἐγώ εἰμι, Κύριε;» ἐν οἷς ἦν καὶ Ἰούδας, ὃς, τὸ πλῆρες παντὸς δόλου καὶ εἰρωνείας ἀνοίξας στόμα, ἀποκριθεὶς εἶπεν· «Μήτι ἐγώ εἰμι, Ῥαββί;» Δόλιον στόμα, δι' οὗ τὸ σημεῖον τοῖς ἐπιβούλοις τοῦ Σωτῆρος ἡμῶν ἐδήλου, λέγων· «Ὃν ἐὰν φιλήσω, αὐτός ἐστι· κρατήσατε αὐτόν·» ὃ καὶ εἰπὼν, ἔργῳ τὸν δόλον ἀπεπλήρου, ὅτε προσελθὼν τῷ Ἰησοῦ, εἶπεν αὐτῷ· «Χαῖρε, Ῥαββί· καὶ κατεφίλησεν αὐτόν. Ὁ δὲ Ἰησοῦς εἶπεν αὐτῷ· «Ἑταῖρε, ἐφ' ᾧ πάρει;» καὶ πάλιν· «Ἰούδα, φιλήματι τὸν Υἱὸν τοῦ ἀνθρώπου παραδίδως;» Τούτων δ' οὖν ἕνεκα προλαβὼν διὰ τοῦ ψαλμοῦ φησιν· «Ὅτι στόμα ἁμαρτωλοῦ καὶ στόμα δολίου ἐπ' ἐμὲ ἠνοίχθη. Ἐλάλησαν κατ' ἐμοῦ γλώσσῃ δολίᾳ, καὶ λόγοις μίσους ἐκύκλωσάν με δωρεάν.» Ἔνθα μετὰ τοῦ Ἰούδα καὶ τῶν λοιπῶν τῶν ἐπιβουλευσάντων αὐτῷ μνημονεύει. Λέγει δ' οὖν τὸ Εὐαγγέλιον, ὡς ἄρα, τοῦ Σωτῆρος ἡμῶν ἔτι τοῖς ἑαυτοῦ μαθηταῖς λαλοῦντος, «Ἰδοὺ Ἰούδας εἷς τῶν δώδεκα ἦλθε, καὶ μετ' αὐτοῦ ὄχλος πολὺς μετὰ μαχαιρῶν καὶ ξύλων, ἀπὸ τῶν ἀρχιερέων καὶ πρεσβυτέρων τοῦ λαοῦ·» οἷς καὶ εἶπεν ὁ Κύριος· «Ὡς ἐπὶ ληστὴν ἐξήλθετε, μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν με; καθ' ἡμέραν πρὸς ὑμᾶς ἐκαθεζόμην ἐν τῷ ἱερῷ διδάσκων, καὶ οὐκ ἐκρατήσατέ με. Τοῦτο δὲ ὅλον γέγονεν, ἵνα πληρωθῶσιν αἱ Γραφαὶ τῶν προφητῶν.» Ἔτι δέ φησιν ἐν τῷ ψαλμῷ· «Ἀντὶ τοῦ ἀγαπᾷν με, ἐνδιέβαλλόν με· ἐγὼ δὲ προσηυχόμην·» αὐτὸ τέλους ἐτύγχανεν, ὅτε, τοῦ Σωτῆρος ἡμῶν ἐν τῷ καλουμένῳ Γεθσημανῇ χωρίῳ μετὰ τῶν ἕνδεκα ἀποστόλων προσευχομένου, μικρόν τε ἀναχωρήσαντος αὐτῶν, καὶ προσπεσόντος τῷ Πατρὶ, δεύτερόν τε εὐξαμένου καὶ τρίτον, ὁ Ἰούδας σὺν τοῖς ἄρχουσι τῶν Ἰουδαίων τὰ τῆς ἐπιβουλῆς αὐτῷ κατήρτυε, συνάγων καὶ προξενῶν τὸ πλῆθος τῶν μετὰ μαχαιρῶν καὶ ξύλων συλλαβεῖν αὐτὸν παρεσκευασμένων. Κακὰ δὲ εἰς αὐτὸν ἔθεντο ἀντὶ ἀγαθῶν, καὶ μῖσος ἀντὶ τῆς ἀγαπήσεως αὐτοῦ, ὅτε πονηρὰ διετέθειντο τὸν Σωτῆρα καὶ εὐεργέτην καὶ διδάσκαλον, μυρίας ὅσας ἰάσεις καὶ θεραπείας, λόγων
to come to pass concerning Himself. He says therefore: "O God, pass not over my praise in silence," entreating that the teaching delivered by Him to His disciples, and the praise of the New Covenant, may not be silenced, but may remain in human life throughout all the age to come. And "the mouth of the sinner and the mouth of the deceitful man" would properly be called that of Judas, who went to the chief priests and said to them: "What are you willing to give me, and I will hand Him over to you? And they weighed out for him thirty staters. And from then on he sought an opportunity to hand Him over." Having agreed upon such things against Him, then, he was one of those who afterwards reclined at table with Him at the feast of the Passover, when our Saviour Himself also reclined with the twelve, and as they were eating He said: "Amen, amen, I say to you, that one of you will betray me." And being exceedingly sorrowful, they began to say, each one of them: "Surely it is not I, Lord?" Among whom was also Judas, who, opening his mouth full of all deceit and dissimulation, answered and said: "Surely it is not I, Rabbi?" A deceitful mouth, through which he made known the sign to those plotting against our Saviour, saying: "Whomever I shall kiss, He it is; seize Him"; and having said this, he fulfilled the deceit in deed, when coming up to Jesus he said to Him: "Hail, Rabbi," and kissed Him earnestly. But Jesus said to him: "Friend, for what are you here?" and again: "Judas, with a kiss do you betray the Son of man?" On account of these things, therefore, speaking beforehand through the psalm, He says: "Because the mouth of the sinner and the mouth of the deceitful man has been opened against me. They spoke against me with a deceitful tongue, and with words of hatred they encircled me without cause." Where along with Judas He also makes mention of the rest who plotted against Him. Accordingly the Gospel says that while our Saviour was still speaking to His disciples, "Behold, Judas, one of the twelve, came, and with him a great crowd with swords and clubs, from the chief priests and elders of the people"; to whom also the Lord said: "Have you come out as against a robber, with swords and clubs to arrest me? Day by day I sat among you teaching in the temple, and you did not seize me. But all this has come to pass, that the Scriptures of the prophets might be fulfilled." And what He says further in the psalm: "In return for loving me, they slandered me; but I prayed," itself reached fulfilment when, while our Saviour was praying with the eleven apostles in the place called Gethsemane, and withdrew a little from them, and fell down before the Father, praying a second time and a third, Judas along with the rulers of the Jews was preparing the plot against Him, gathering and procuring the multitude of those equipped with swords and clubs to arrest Him. And they set evils against Him in return for good things, and hatred in return for His love, when they treated ill the Saviour and benefactor and teacher, Who had bestowed ten thousand healings and cures, instruction in words
Notes, col. 737

On the reading

Printed σὐτῷ, for αὐτῷ.