Migne Reading Room

PG 22 · cols. 716–725 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:716Read from the page
ΤΑΔΕ ΕΝΕΣΤΙΝ ΕΝ Τῼ ΔΕΚΑΤῼ ΣΥΓΓΡΑΜΜΑΤΙ ΤΗΣ ΠΕΡΙ ΤΟΥ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΕΥΑΓΓΕΛΙΚΗΣ ΑΠΟΔΕΙΞΕΩΣ.
These things are contained in the tenth book of the Evangelical Demonstration concerning our Saviour.
Περὶ τοῦ Ἰούδα τοῦ προδότου, καὶ τῆς σὺν αὐτῷ κατὰ τοῦ Χριστοῦ γενησομένης συσκευῆς, ἐκ τῶν ὑποσεσημειωμένων Γραφῶν.
Concerning Judas the traitor, and the plot with him that was to be formed against the Christ, from the Scriptures noted below.
αʹ. Ἀπὸ τοῦ ψαλμοῦ μʹ.
1. From Psalm 40.
βʹ. Ἀπὸ τοῦ ψαλμοῦ νδʹ.
2. From Psalm 54.
γʹ. Ἀπὸ τοῦ ψαλμοῦ ρηʹ.
3. From Psalm 108.
δʹ. Ἀπὸ τοῦ Ζαχαρίου.
4. From Zechariah.
εʹ. Ἀπὸ τοῦ Ἱερεμίου.
5. From Jeremiah.
Περὶ τῶν ἀμφὶ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ συμβεβηκότων.
Concerning the things that happened around the time of His passion.
ϛʹ. Ἀπὸ τοῦ Ἀμώς.
6. From Amos.
ζʹ. Ἀπὸ τοῦ Ζαχαρίου.
7. From Zechariah.
ηʹ. Ἀπὸ τοῦ ψαλμοῦ καʹ.
8. From Psalm 21.
ΠΡΟΟΙΜΙΟΝ.
Prooemium.
Μετὰ τὰς ἀποδεδομένας προῤῥήσεις περὶ τῆς εἰς ἀνθρώπους ἀφίξεως τοῦ προκηρυττομένου Θεοῦ καλεῖ δὴ καιρὸς καὶ τὰ περὶ τὴν ἀπαλλαγὴν τοῦ ἐξ ἀνθρώπων αὐτοῦ βίου διεξελθεῖν, συνιδεῖν τε αὖθις οἷα συμβήσεσθαι περὶ αὐτῶν ἄνωθεν ἐκ τῶν προφητικῶν ἐθεσπίζετο χρόνων. Πρῶτα δὲ διελεύσομαι τὰ περὶ τῶν τὸν θάνατον αὐτῷ συσκευωρησαμένων, μέρος οὐ μικρὸν τυγχάνοντα τῆς προκειμένης προτάσεως. Πρὸ δέ γε τοῦ λόγου τὰ πολλάκις ἡμῖν εἰρημένα περὶ τῆς κατ' αὐτὸν οἰκονομίας τηρητέον, ὅτι δὴ τὰ μὲν κατὰ τὴν θεότητα αὐτοῦ, τὰ δὲ κατὰ τὴν ἐνανθρώπησιν ἐπινοεῖται. Πὴ μὲν γὰρ εἰσάγεται Λόγος ὢν Θεοῦ, καὶ Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία· μεγάλης τε βουλῆς ἄγγελος, μέγας τε καὶ αἰώνιος ἀρχιερεὺς, ὑπὲρ τῆς τῶν γεννητῶν ἁπάντων οὐσιώσεώς τε καὶ σωτηρίας ἱερωμένος, καὶ ἱλεούμενος τὸν Πατέρα· πὴ δὲ ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ πρόβατον ἐπὶ σφαγὴν ἀγόμενον. Τοῦτο δὲ ἦν τὸ ἀνθρώπειον σκῆνος, ὃ δίκην ἀμνοῦ καὶ προβάτου ἐκ τῆς ἡμετέρας ἀγέλης, οἷά τις ἀρχιερεὺς, ἀναλαβὼν,
After the predictions set forth concerning the arrival among men of the God proclaimed beforehand, the time now calls us to go through the matters also concerning His departure from human life, and to perceive in turn what sort of things were prophesied from of old out of the prophetic times as going to happen concerning them. And first I shall go through the matters concerning those who contrived death against Him, which form no small part of the subject before us. Yet before the discourse we must keep in mind the things often said by us concerning the dispensation relating to Him, namely that some things are conceived in accordance with His divinity, and others in accordance with the incarnation. For in one way He is introduced as being Word of God, and Power of God, and Wisdom of God, and Angel of great counsel, and great and eternal High Priest, consecrated on behalf of the subsistence and salvation of all begotten things, and propitiating the Father; and in another way the Lamb of God, Who takes away the sin of the world, and a sheep led to slaughter. And this was the human tabernacle, which after the manner of a lamb and a sheep out of our flock, like some high priest, having taken up,
PG 22:717Read from the page
καὶ τὴν ἀπαρχὴν τοῦ τῶν ἀνθρώπων γένους καλλιερησάμενος, προσηγάγετο τῷ Πατρὶ, δι' οὗ καὶ τῇ τῶν ἀνθρώπων ὡμίλησε φύσει, οὐκ ἄλλως δυναμένῃ Λόγου Θεοῦ καὶ δυνάμεως ἀσωμάτου καὶ νοερᾶς ἐπηκόῳ γενέσθαι, οὐδέ τι μεῖζον σαρκῶν καὶ σωμάτων δι' ὀφθαλμῶν σαρκὸς ἐπινοῆσαι. Ὅσα τοίνυν ἐπὶ τὸ ταπεινότερον δόξειεν ἐν τοῖς προκειμένοις περὶ αὐτοῦ λέγεσθαι, ταῦτα τὸν Ἀμνὸν ὁρᾷν τοῦ Θεοῦ, τὸν αἴροντα τὴν ἁμαρτίαν τοῦ κόσμου, καὶ τὸ σκῆνος τὸ ἀνθρώπειον ὑποβάλλει νοεῖν. Ἀμνὸς μὲν γὰρ ἦν αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, κατὰ τὸν Βαπτιστὴν Ἰωάννην τὸν λέγοντα· «Ἰδὲ ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου·» ἀμνὸς δὲ ἦν καὶ ὁ ἐπὶ σφαγὴν ἀγόμενος, κατὰ τὸ παρὰ τῷ Ἠσαΐᾳ λόγιον φάσκον· «Ὡς πρόβατον ἐπὶ σφαγὴν ἤχθη, καὶ ὡς ἀμνὸς ἐναντίον τοῦ κείροντος ἄφωνος.» Περὶ τοῦ αὐτοῦ δὲ ὡς περὶ ἀμνοῦ ἐλέγετο καὶ τὸ, «Ἀπὸ τῶν ἁμαρτιῶν τοῦ λαοῦ μου ἤχθη εἰς θάνατον·» ἔδει γὰρ τὸν Ἀμνὸν τοῦ Θεοῦ τὸν ὑπὸ τοῦ μεγάλου ἀρχιερέως ἀναληφθέντα ὑπὲρ τῶν λοιπῶν συγγενῶν ἀμνῶν, καὶ ὑπὲρ πάσης τῆς ἀνθρωπίνης ἀγέλης θυσίαν τῷ Θεῷ προσαχθῆναι. «Ἐπειδὴ γὰρ δι' ἀνθρώπου ὁ θάνατος καὶ δι' ἀνθρώπου ἡ ἀνάστασις ἡ ἐκ νεκρῶν,» φησὶν ὁ Ἀπόστολος· καὶ «ὥσπερ δι' ἑνὸς παραπτώματος εἰς πάντας ἀνθρώπους εἰς κατάκριμα, οὕτω καὶ δι' ἑνὸς δικαιώματος εἰς πάντας ἀνθρώπους εἰς δικαίωσιν ζωῆς·» ἔνθεν καὶ αὐτὸς τοὺς μὲν ἑαυτοῦ μαθητὰς ζωὴν καὶ φῶς καὶ ἀλήθειαν ἑαυτὸν εἶναι, καὶ τὰς λοιπὰς ἐπινοίας τῆς κατ' αὐτὸν θεολογίας ἐπαίδευε, τοῖς δὲ ἀμυήτοις τῶν κατ' αὐτὸν ἀποῤῥήτων ἔλεγε· «Τί με ζητεῖτε ἀποκτεῖναι ἄνθρωπον, ὃς τὴν ἀλήθειαν ὑμῖν λελάληκα;» Ὥσπερ οὖν τὰ τῆς θεολογίας ἰδιώματα ἐν τοῖς ἔμπροσθεν ἀποδέδοται, τὸν ὅμοιον δὴ τρόπον κἀνταῦθα τοῦ ἀμνοῦ τὰ ἀνθρωποπαθῆ παραστήσεται, τῶν πρὸ τοῦ πάθους αὐτοῦ μέσων ὄντων, ὁμοῦ τε ἄμφω, τά τε κατὰ τὸν Θεὸν καὶ τὰ κατὰ τὸν ἄνθρωπον αὐτοῦ περιειληφότων. Τούτων χρησίμως ἡμῖν προτετηρημένων, ἤδη καὶ τῶν λογίων αὐτῶν ἐφαψώμεθα, περὶ τῆς Ἰούδα τοῦ προδότου, καὶ τῶν σὺν αὐτῷ κατὰ τοῦ Χριστοῦ γενομένης συσκευῆς, περί τε τῶν ἀμφὶ τὸν καιρὸν τοῦ πάθους αὐτοῦ συμβεβηκότων.
and having auspiciously offered up the first-fruits of the race of men, He presented it to the Father, through which also He conversed with the nature of men, which could not otherwise become able to hearken to the Word of God and to an incorporeal and intellectual power, nor conceive anything greater than flesh and bodies through eyes of flesh. Whatever things, therefore, in the passages before us might seem to be spoken concerning Him in a lowlier manner, these suggest to our understanding that they look towards the Lamb of God, Who takes away the sin of the world, and the human tabernacle. For He was indeed a Lamb taking away the sin of the world, according to John the Baptist when he says: "Behold the Lamb of God, Who takes away the sin of the world;" and He was also a lamb led to slaughter, according to the oracle in Isaiah which declares: "As a sheep He was led to slaughter, and as a lamb before its shearer is dumb." And concerning the Same, as concerning a lamb, there was also spoken the saying, "Because of the sins of my people He was led to death;" for it behoved the Lamb of God, Who was assumed by the great High Priest, to be offered as a sacrifice to God on behalf of the remaining kindred lambs, and on behalf of the whole human flock. "For since by a man came death, by a man also came the resurrection from the dead," says the Apostle; and "just as through one trespass it came unto all men unto condemnation, so also through one righteous act unto all men unto justification of life;" whence He Himself taught His own disciples that He was life and light and truth, and the remaining conceptions of the theology concerning Him, while to those uninitiated in the mysteries concerning Him He said: "Why do you seek to kill me, a man Who have spoken the truth to you?" Just as, therefore, the proper attributes of the theology have been set forth in what went before, in the like manner here too the human affections of the Lamb will be presented, while the things before His passion occupy a middle place and embrace both together, both the things pertaining to God and the things pertaining to His humanity. Now that these points have been usefully observed by us beforehand, let us henceforth lay hold of the oracles themselves concerning the conspiracy against the Christ made by Judas the traitor and those with him, and concerning the events that came to pass around the time of His passion.
Ἀπὸ ψαλμοῦ μʹ. — Περὶ Ἰούδα τοῦ προδότου, καὶ τῶν σὺν αὐτῷ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλὴν συσκευασαμένων.
From Psalm 40. — Concerning Judas the traitor, and those who with him contrived the plot against our Saviour.
«Μακάριος ὁ συνιὼν ἐπὶ πτωχὸν καὶ πένητα, ἐν ἡμέρᾳ πονηρᾷ ῥύσεται αὐτὸν ὁ Κύριος. Κύριος διαφυλάξαι αὐτὸν, καὶ ζήσαι αὐτὸν, καὶ μακαρίσαι αὐτὸν ἐν τῇ γῇ, καὶ μὴ παραδῷ αὐτὸν εἰς χεῖρας ἐχθρῶν αὐτοῦ. Κύριος βοηθήσει αὐτῷ ἐπὶ κλίνης ὀδύνης αὐτοῦ, ὅλην τὴν κοίτην αὐτοῦ ἔστρεψας ἐν τῇ ἀῤῥωστίᾳ αὐτοῦ. Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν
"Blessed is he who understands concerning the poor and needy one; in an evil day the Lord will deliver Him. May the Lord preserve Him, and give Him life, and make Him blessed upon the earth, and may He not hand Him over into the hands of His enemies. The Lord will help Him upon His bed of pain; Thou hast turned all His bed in His sickness. I said: Lord, have mercy on me, heal
PG 22:720Read from the page
ψυχήν μου, ὅτι ἥμαρτόν σοι. Οἱ ἐχθροί μου εἶπαν κακά μοι· πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; Καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει ἡ καρδία αὐτοῦ, συνήγαγεν ἀνομίαν ἑαυτῷ. Ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει ἐπὶ τὸ αὐτό. Κατ' ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου, κατ' ἐμοῦ ἐλογίζοντο κακά μοι. Μὴ ὁ κοιμώμενος οὐχὶ προσθήσει τοῦ ἀναστῆναι; καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ' ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν. Σὺ δὲ, Κύριε, ἐλέησόν με, καὶ ἀνάστησόν με, καὶ ἀνταποδώσω αὐτοῖς. Ἐν τούτῳ ἔγνων, ὅτι τεθέληκάς με, ὅτι οὐ μὴ ἐπιχαρῇ ὁ ἐχθρός μου ἐπ' ἐμοί. Ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου, καὶ ἐβεβαίωσάς με ἐνώπιόν σου εἰς τὸν αἰῶνα.» Ἐπειδή τινες ὑπειλήφασι τὴν βίβλον τῶν Ψαλμῶν ὕμνους μόνον εἰς Θεὸν, καὶ ᾠδὰς θεολογικὰς περιέχειν, οὐ μὴν καὶ προγνώσεις, οὐδὲ μελλόντων προφητείας, τοῦτο πρῶτον ἐπιτηρητέον, ὡς μυρία θεσπίζεται δι' αὐτῶν, ἃ καὶ μακρὸν ἂν εἴη συναγαγεῖν ἐπὶ τοῦ παρόντος, ἀρκεῖ δὲ χρήσασθαι εἰς μαρτυρίαν τοῦ λόγου δύο ψαλμοῖς· ἐπιγεγραμμένως δὲ κατὰ τοῦ Δαβὶδ χρόνους. Τὸ τηνικαῦτα γὰρ εἷς τῶν ἱεροψαλτῶν ὁ Ἀσὰφ τυγχάνων, ὡς ἐν τῇ βίβλῳ φέρεται τῶν Παραλειπομένων, τοὺς ἐπιγεγραμμένους αὐτὸν ψαλμοὺς θείῳ Πνεύματι προσεφώνησε. Τί δὴ οὖν περιέχουσιν οἱ ψαλμοί; προῤῥήσεις τῆς πολιορκίας τῆς βασιλικῆς πόλεως τοῦ Ἰουδαίων ἔθνους, ἥτις γέγονεν ἐγγύς που πεντακοσίοις ἔτεσι μετὰ τὴν πρόῤῥησιν. Λέγει δ' οὖν ὁ ἑβδομηκοστὸς τρίτος ἐπιγεγραμμένος συνέσεως τῷ Ἀσὰφ, «Ἵνα τί ἀπώσω, ὁ Θεὸς, εἰς τέλος; ὠργίσθη ὁ θυμός σου ἐπὶ πρόβατα νομῆς σου; μνήσθητι τῆς συναγωγῆς σου, ἧς ἐκτήσω ἀπ' ἀρχῆς, ἐλυτρώσω ῥάβδον κληρονομίας σου. Ὄρος Σιὼν τοῦτο, ὃ κατεσκήνωσας ἐν αὐτῷ, ἔπαρον τὰς χεῖράς σου ἐπὶ τὰς ὑπερηφανίας αὐτῶν εἰς τέλος. Ὅσα ἐπονηρεύσατο ὁ ἐχθρὸς ἐν τοῖς ἁγίοις σου, καὶ ἐνεκαυχήσαντο οἱ μισοῦντές σε ἐν μέσῳ τῆς ἑορτῆς σου, ἔθεντο τὰ σημεῖα αὐτῶν σημεῖα· καὶ οὐκ ἔγνωσαν ὡς εἰς τὴν ἔξοδον ὑπεράνω. Ὡς ἐν δρυμῷ ξύλων, ἀξίναις ἐξέκοψαν τὰς θύρας αὐτῆς ἐπὶ τὸ αὐτὸ, ἐν πελέκει καὶ λαξευτηρίῳ κατέῤῥαξαν αὐτήν. Ἐνεπύρισαν ἐν πυρὶ τὸ ἁγιαστήριόν σου, εἰς την γῆν ἐβεβήλωσαν τὸ σκήνωμα τοῦ ὀνόματός σου.» Ταῦτα μὲν ὁ ἑβδομηκοστὸς τρίτος ψαλμός· καὶ ὁ ἑβδομηκοστὸς δὲ ὄγδοος, τοῦ Ἀσὰφ καὶ αὐτὸς τυγχάνων, τάδε περιέχει· «Ὁ Θεὸς, εἰσήλθοσαν ἔθνη εἰς τὴν κληρονομίαν σου, ἐμίαναν τὸν ναὸν τὸν ἅγιόν σου. Ἔθεντο Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον, ἔθεντο τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, τὰς σάρκας τῶν ὁσίων σου τοῖς θηρίοις τῆς γῆς.» Τούτων δὲ τὰ μὲν πρῶτα, λέγω δὲ τὰ ἀπὸ τοῦ ἑβδομηκοστοῦ τρίτου ψαλμοῦ, εἴρητο βασιλεύοντος ἔτι τοῦ Δαβὶδ, πρὸ τοῦ τὸν ναὸν ὑπὸ Σολομῶνος κατασκευασθῆναι· τέλους δὲ ἔτυχεν οὐκ ἄλλοτε ἢ πρῶτον μὲν ἐπὶ τῆς Βαβυλωνίων πολιορκίας, δεύτερον δὲ ἐπὶ τοῦ Ῥωμαϊκοῦ πρὸς Ἰουδαίους πολέμου· ἕκαστα γὰρ τῶν εἰρημένων ἐπληροῦτο ἐπί τε τῆς πρώτης καὶ δευ-
my soul, for I have sinned against Thee. My enemies spoke evils against me: when will He die and His name perish? And if he came in to see, his heart spoke vanity; he gathered lawlessness to himself. He went out abroad, and spoke to the same purpose. Against me all my enemies whispered; against me they devised evils for me. Shall He Who sleeps not add to rise again? For even the man of my peace, in whom I hoped, who ate my loaves, magnified supplanting against me. But Thou, O Lord, have mercy on me, and raise me up, and I shall requite them. By this I knew that Thou hast willed me, because my enemy shall in no wise rejoice over me. And because of innocence Thou didst uphold me, and didst establish me before Thee for ever." Since some have supposed that the book of Psalms contains only hymns unto God and theological songs, and not also foreknowledge nor prophecies of things to come, this must first be observed, that countless things are prophesied through them, which indeed it would be long to collect at present; and it suffices for testimony to our argument to make use of two psalms, inscribed indeed in the times of David. For at that time Asaph, being one of the sacred psalmists, as is recorded in the book of Chronicles, uttered by the divine Spirit the psalms inscribed with him. What then do the psalms contain? Foretellings of the siege of the royal city of the nation of the Jews, which took place nearly five hundred years after the foretelling. The seventy-third, then, inscribed of understanding for Asaph, says, "Why hast Thou cast off, O God, unto the end? Why has Thy wrath been angered against the sheep of Thy pasture? Remember Thy congregation, which Thou didst acquire from the beginning; Thou didst redeem the rod of Thine inheritance: this Mount Sion, wherein Thou didst dwell; lift up Thy hands against their pride unto the end. How wickedly the enemy has wrought in Thy sanctuary, and those who hate Thee have boasted in the midst of Thy feast; they set up their signs as signs, and knew not as into the way out above. As in a thicket of trees, with axes they cut down its doors together; with hatchet and chisel they dashed it down. They burned Thy sanctuary with fire; to the ground they profaned the tabernacle of Thy name." Thus far the seventy-third psalm; and the seventy-eighth also, being itself too of Asaph, contains these words: "O God, the nations have come into Thine inheritance; they have defiled Thy holy temple. They have made Jerusalem like a fruit-watcher's hut; they have set the dead bodies of Thy servants as food for the birds of heaven, the flesh of Thy holy ones for the wild beasts of the earth." Now of these things, the first, I mean those from the seventy-third psalm, had been spoken while David was still reigning, before the temple had been built by Solomon; and they met with fulfilment at no other time than first at the siege of the Babylonians, and secondly in the Roman war against the Jews; for each of the things spoken was fulfilled at both the first and
Notes, col. 720

On the reading

Printed ἐπιγεγραμμένως, for ἐπιγεγραμμένοις.

Printed αὐτὸν, for αὐτῷ.

Printed την, for τὴν.

PG 22:721Read from the page
τέρας τοῦ ἱεροῦ κατασκαφῆς, προγνωσθέντα καὶ ἀναφωνηθέντα ἐν τοῖς εἰρημένοις Ψαλμοῖς ὑπὸ τοῦ Ἀσάφ. Τὰ δὲ δεύτερα ἀπὸ τοῦ ἑβδομηκοστοῦ ὀγδόου, ἐπληροῦτο κατὰ τοὺς Ἀντιόχου χρόνους, τοῦ κληθέντος Ἐπιφανοῦς, ὃς, τῆς Συρίας βασιλεύσας, ὑπάγεται μὲν τὰ Ἱεροσόλυμα, μιαίνει δὲ τὸν ναὸν, καὶ καθαιρεῖ τὸ θυσιαστήριαν· ἔπειτα τοὺς Ἰουδαίους Ἑλληνίζων, πλείστους ὅσους αὐτῶν ἄνδρας καὶ γυναῖκας ὑπὲρ τοῦ οἰκείου νόμου καὶ τῆς πατρῴας εὐσεβείας ἀνῄρει, ποικίλαις προαικιζόμενος τιμωρίαις. Εἰς ἐκεῖνον τοιγαροῦν τὸν καιρὸν, καὶ εἰς τοὺς μετὰ ταῦτα τῷ Ἀντιόχῳ τὰ ἴσα πράξαντας, ἀναφωνεῖ ὁ Ἀσὰφ τὸ ἀπὸ τοῦ ἑβδομηκοστοῦ ὀγδόου ψαλμοῦ. Μαρτυρεῖ δὲ τῷ λόγῳ ἡ τῶν καλουμένων Μακκαβαίων γραφὴ, τοῦτον ἔχουσα τὸν τρόπον· «Καὶ προσεπισυνήχθησαν πρὸς Ἰάκειμον καὶ Βακχίδην συναγωγὴ γραμματέων ἐκζητοῦσα δίκαια.» Καὶ ἑξῆς ἐπιλέγει· «Καὶ ὤμοσεν αὐτοῖς λέγων· Οὐκ ἐκζητήσομεν ὑμῖν κακὸν, καὶ τοῖς φίλοις ὑμῶν· καὶ ἐνεπίστευσαν αὐτῷ· καὶ συνέλαβεν ἐξ αὐτῶν ἑξήκοντα ἄνδρας, καὶ ἀπέκτεινεν αὐτοὺς ἐν ἡμέρᾳ μιᾷ, κατὰ τὸν λόγον Ἀσὰφ ὃν ἔγραψεν, ἔδωκαν τὰ θνησιμαῖα τῶν δούλων σου βρώματα τοῖς πετεινοῖς τοῦ οὐρανοῦ, σάρκας ὁσίων σου τοῖς ζώοις τῆς γῆς, αἵματα αὐτῶν ἐξέχεαν κύκλῳ Ἱερουσαλὴμ, καὶ οὐκ ἦν ὁ θάπτων.» Τούτων οὕτω προῤῥηθέντων καὶ ἀποτελεσθέντων, οὐ θαυμαστὸν, εἰ κατὰ τὸν αὐτὸν τρόπον καὶ τὰ προεκτεθέντα τοῦ τεσσαρακοστοῦ ψαλμοῦ λόγια σημαίνει τὰ μέλλοντα ἔσεσθαι κατὰ τὸν τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλῆς χρόνον, ἅπερ μὴ πάντων ἀνθρώπων συνιέντων, ὅπως Λόγος ὢν Θεοῦ, καὶ σοφία, καὶ ζωὴ, καὶ φῶς ἀληθινὸν, καὶ πάντα πλοῦτον ἀγαθῶν κεκτημένος, δι' ἡμᾶς ἐπτώχευσε σάρκα λαβὼν, καὶ τοῖς τὸ γένος θνητοῖς ἀνθρώποις καὶ πτωχοῖς ὁμοιωθεὶς, μορφήν τε δούλου καὶ πένητος ἀνειληφὼς, καὶ μάλιστα καθ' ὃν καιρὸν ἐπλήρου τὴν ἀπὸ τοῦ ψαλμοῦ προφητείαν, εἰκότως ἐν ἀρχῇ τοῦ ψαλμοῦ μακαρίζεται ὁ ταῦτα περὶ αὐτοῦ συνιεὶς, ἐπαγγελίας τυγχάνων τῆς ἀναγεγραμμένης. Εἶθ' ἑξῆς ἐκ προσώπου λοιπὸν δὴ τοῦ πένητος καὶ πτωχοῦ, αὐτοῦ δηλαδὴ τοῦ δι' ἡμᾶς πτωχεύσαντος Σωτῆρος ἡμῶν, ἐπιλέγεται· «Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με.» Ὅτι δὲ ἐκ προσώπου τοῦ Σωτῆρος τὰ ἐν τῷ ψαλμῷ θεσπίζεται, αὐτάρκης μάρτυς ὁ εὐαγγελιστὴς Ἰωάννης τυγχάνει. Ἱστορεῖ γὰρ, ὅτι «Λαβὼν ὁ Ἰησοῦς ποτε λέντιον περιεζώσατο, καὶ νίψας τοὺς πόδας τῶν μαθητῶν αὐτοῦ εἶπεν· Ἐγὼ οἶδα οὓς ἐξελεξάμην· ἀλλ' ἵνα ἡ Γραφὴ πληρωθῇ· Ὁ τρώγων μετ' ἐμοῦ τὸν ἄρτον ἐπῆρεν ἐπ' ἐμὲ τὴν πτέρναν αὐτοῦ.» Ποίαν γὰρ πεπληρῶσθαι γραφὴν ἐν τούτοις ἐδήλου ἀλλ' ἢ τὴν τοῦ μετὰ χεῖρας ψαλμοῦ ἐν ᾧ εἴρηται· «Καὶ γὰρ ὁ ἄνθρωπος τῆς εἰρήνης μου, ἐφ' ὃν ἤλπισα, ὁ ἐσθίων ἄρτους μου, ἐμεγάλυνεν ἐπ' ἐμὲ πτερνισμόν;» Φησὶν οὖν ἀρχόμενος· «Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι·» καὶ δι' ὅλου τοῦ ψαλμοῦ· ἅπερ σαφέστερον ὁ Σύμμαχος τοῦτον ἐξέδωκε τὸν τρόπον· «Ἐμοῦ λέγοντος· Κύριε, οἴκτει-
second razing of the temple, having been foreknown and proclaimed aloud in the aforesaid Psalms by Asaph. And the second things, from the seventy-eighth, were fulfilled in the times of Antiochus, who was called Epiphanes, who, having become king of Syria, subdues Jerusalem, defiles the temple, and pulls down the altar; thereafter, forcing the Jews to adopt Greek ways, he slew very many of them, both men and women, on behalf of their own law and ancestral piety, first torturing them with manifold punishments. With reference to that time, therefore, and to those who afterwards did the same things as Antiochus, Asaph proclaims aloud the passage from the seventy-eighth psalm. And the scripture of the so-called Maccabees bears witness to the word, running in this manner: "And there gathered together unto Jakimus and Bacchides a company of scribes seeking what is just." And next it adds: "And he swore to them, saying: We shall not seek evil against you, nor against your friends; and they trusted him; and he seized sixty men of them, and killed them in one day, according to the word of Asaph which he wrote, They gave the dead bodies of Thy servants as food for the birds of heaven, the flesh of Thy holy ones for the beasts of the earth; they poured out their blood round about Jerusalem, and there was none to bury them." Since these things were thus foretold and brought to pass, it is no wonder if in the same manner the oracles set forth above from the fortieth psalm also signify the things that were about to happen at the time of the plot against our Saviour; and because not all men understand these things—how, being the Word of God, and wisdom, and life, and true light, and possessing all wealth of good things, for our sakes He became poor by taking flesh, and having been made like unto men mortal in race and poor, and having assumed the form of a servant and a needy man, especially at the time when He was fulfilling the prophecy from the psalm—rightly at the beginning of the psalm is he pronounced blessed who understands these things concerning Him, obtaining the promise that is written down. Then next, from the person thereafter of the needy and poor one, that is to say, of our Saviour Himself Who became poor for our sakes, it is added: "I said: Lord, have mercy on me." And that the things in the psalm are prophesied from the person of the Saviour, John the evangelist is a sufficient witness. For he relates that "Jesus once took a towel and girded Himself, and having washed the feet of His disciples said: I know whom I have chosen; but that the Scripture may be fulfilled: He who eats bread with me has lifted up his heel against me." For what scripture did He indicate had been fulfilled in these words other than that of the psalm in hand, wherein it is said: "For even the man of my peace, in whom I hoped, who ate my loaves, magnified supplanting against me?" He says therefore as He begins: "I said: Lord, have mercy on me, heal my soul, for I have sinned against Thee;" and throughout the whole psalm; which things Symmachus rendered more clearly in this manner: "When I said: Lord, have pity
Notes, col. 721

On the reading

Printed θυσιαστήριαν, for θυσιαστήριον.

PG 22:724Read from the page
ρόν με, ἴασαι τὴν ψυχήν μου, καὶ εἰ ἥμαρτόν σοι, οἱ ἐχθροί μου ἔλεγον περὶ ἐμοῦ κακά· Πότε ἀποθάνῃ, καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ; Εἰσερχόμενος ἐπισκέψασθαι, μάταια ἐλάλει ἡ καρδία αὐτοῦ, ἤθροιζεν ἀδικίαν ἑαυτῇ. Ἐξερχόμενος δὲ ἔξω κατελάλει. Ὁμοθυμαδὸν ἐψιθύριζον κατ' ἐμοῦ πάντες οἱ μισοῦντές με, περὶ ἐμοῦ ἐννοοῦντες κακά μοι. Λόγος παράνομος ἐκκέχυτο ἔνδον αὐτῶν, καὶ πεσὼν οὐκέτι ἀναστήσεται· ἀλλὰ καὶ ἄνθρωπος, ὃς εἰρήνευέ μοι, ᾧ ἐπεποίθειν, συνεσθίων μοι ἄρτον ἐμὸν, κατεμεγαλύνθη μου. Ἀκολούθως, σὺ δὲ, Κύριε, οἴκτειρόν με, καὶ ἀνέγειρόν με, ἵνα ἀνταποδώσω αὐτοῖς. Διὰ τοῦτο γνώσομαι, ὅτι θελήσεις, ἐὰν μὴ καταλαλήσῃ ὁ ἐχθρός μου. Ἐμοῦ δὲ διὰ τὴν ἁπλότητα ἀντέσχου, καὶ παραστήσεις με ἔμπροσθέν σου δι' αἰῶνος.» Ἰσοδυναμεῖ δὲ τοῖς τοῦ Συμμάχου καὶ τὰ Ἀκύλου. Πρῶτον οὖν περὶ τοῦ δοκεῖν ἀπεμφαίνειν ἐκ προσώπου τοῦ Σωτῆρος ἡμῶν τὸ εἰρημένον, τὸ, «Ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι,» τηρήσεις τὸ παρὰ τῷ Συμμάχῳ μὴ οὕτως ἔχον, ἀλλὰ, «Ἴασαι τὴν ψυχήν μου, καὶ εἰ ἥμαρτόν σοι.» Καὶ οὕτω δὲ τοῦτό φησιν, ἐπειδὴ τὰς ἡμετέρας κοινοποιεῖ εἰς ἑαυτὸν ἁμαρτίας. Διὸ λέλεκται· «Καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν·» καὶ, «Αὐτὸς ἁμαρτίας ἡμῶν φέρει.» Γέγονε γοῦν ὑπὲρ ἡμῶν κατάρα ὁ Ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου· ὃν καὶ μὴ γνόντα ἁμαρτίαν ὁ Θεὸς ὑπὲρ ἡμῶν ἁμαρτίαν ἐποίησεν, ἀντίψυχον ὑπὲρ πάντων ἡμῶν προέμενος αὐτὸν, ἵνα ἡμεῖς γενώμεθα δικαιοσύνη Θεοῦ ἐν αὐτῷ. Ἀλλ' ἐπεὶ καὶ ἐν ὁμοιώματι σαρκὸς ἁμαρτίας γενόμενος κατέκρινε τὴν ἁμαρτίαν ἐν τῇ σαρκὶ, εἰκότως προφέρεται τὰ ἐκκείμενα. Ὅτι δὲ τὰς ἡμετέρας ἁμαρτίας ἐξοικειούμενος, διὰ τὴν πρὸς ἡμᾶς ἀγάπην καὶ φιλανθρωπίαν, ταῦτά φησιν, ἑξῆς ὑποκαταβὰς ἐν αὐτῷ τῷ ψαλμῷ ἐπιφέρει, λέγων· «Ἐμοῦ δὲ διὰ τὴν ἀκακίαν ἀντελάβου·» σαφῶς τὸ ἀπειρόκακον τοῦ Ἀμνοῦ τοῦ Θεοῦ παριστάς. Πῶς δὲ τὰς ἡμετέρας ἁμαρτίας ἐξοικειοῦται; καὶ πῶς φέρειν λέγεται τὰς ἀνομίας ἡμῶν, ἢ καθ' ὃ σῶμα αὐτοῦ εἶναι λεγόμεθα; κατὰ τὸν Ἀπόστολον φήσαντα· «Ὑμεῖς δέ ἐστε σῶμα Χριστοῦ, καὶ μέλη ἐκ μέρους· καὶ καθ' ὃ πάσχοντος ἑνὸς μέλους, συμπάσχει πάντα τὰ μέλη,» οὕτω τῶν πολλῶν μελῶν πασχόντων καὶ ἁμαρτανόντων, καὶ αὐτὸς κατὰ τοὺς τῆς συμπαθείας λόγους, (ἐπειδήπερ εὐδόκησε, Θεοῦ Λόγος ὢν, μορφὴν δούλου λαβεῖν, καὶ τῷ κοινῷ πάντων ἡμῶν σκηνώματι συναφθῆναι·) τοὺς τῶν πασχόντων μελῶν πόνους εἰς ἑαυτὸν ἀναλαμβάνει, καὶ τὰς ἡμετέρας νόσους ἰδιοποιεῖται, καὶ πάντων ἡμῶν ὑπεραλγεῖ καὶ ὑπερπονεῖ, κατὰ τοὺς τῆς φιλανθρωπίας νόμους. Οὐ μόνον δὲ ταῦτα πράξας ὁ Ἀμνὸς τοῦ Θεοῦ, ἀλλὰ καὶ ὑπὲρ ἡμῶν κολασθεὶς καὶ τιμωρίαν ὑποσχὼν, ἣν αὐτὸς μὲν οὐκ ὤφειλεν, ἀλλ' ἡμεῖς τοῦ πλήθους ἕνεκεν τῶν πεπλημμελημένων, ἡμῖν αἴτιος τῆς τῶν ἁμαρτημάτων ἀφέσεως κατέστη, ἅτε τὸν ὑπὲρ ἡμῶν ἀναδεξάμενος θάνατον, μάστιγάς τε καὶ ὕβρεις, καὶ ἀτιμίας ἡμῖν ἐποφειλομένας εἰς αὐτὸν μεταθεὶς, καὶ τὴν ἡμῖν προστετιμημένην κατάραν
on me, heal my soul, even if I have sinned against Thee; my enemies spoke evils concerning me: When may He die, and His name perish? Coming in to visit, his heart spoke vain things; it gathered injustice to itself. And going out abroad, he spoke slander. With one accord all who hate me whispered against me, devising evils for me concerning me. A lawless word was poured out within them, and having fallen He shall rise no more; moreover even a man who was at peace with me, whom I trusted, eating my bread with me, magnified himself against me. Accordingly, do Thou, O Lord, have pity on me, and raise me up, that I may requite them. Thereby shall I know that Thou wilt be pleased, if my enemy does not speak evil against me. And because of simplicity Thou didst uphold me, and Thou shalt set me before Thee for ever." And Aquila's rendering is equivalent in force to that of Symmachus. First, then, as to the seeming incongruity, from the person of our Saviour, of what is spoken, namely, "Heal my soul, for I have sinned against Thee," you will observe that in Symmachus it does not stand thus, but, "Heal my soul, even if I have sinned against Thee." And He says this thus because He makes our sins common to Himself. Wherefore it has been said: "And the Lord delivered Him up for our sins;" and, "He Himself bears our sins." Accordingly the Lamb of God, Who takes away the sin of the world, became a curse on our behalf; Whom, though He knew no sin, God made sin on our behalf, giving Him up as a ransom for the life of us all, that we might become the righteousness of God in Him. But since, having also come in the likeness of flesh of sin, He condemned sin in the flesh, the words set forth are fitly uttered. And that He says these things as appropriating our sins out of His love and loving-kindness towards us, He goes on a little lower down in the psalm itself to add, saying: "And because of innocence Thou didst uphold me;" clearly setting forth the sinlessness of the Lamb of God. And how does He appropriate our sins? And how is He said to bear our lawlessnesses, save inasmuch as we are said to be His body? According to the Apostle who said: "Now you are the body of Christ, and members in part; and inasmuch as when one member suffers, all the members suffer together," so when the many members suffer and sin, He Himself also, according to the principles of sympathy (seeing that He was well pleased, though being the Word of God, to take the form of a servant, and to be joined to the common tabernacle of us all), takes up into Himself the pains of the suffering members, and makes our sicknesses His own, and grieves and labours on behalf of us all, according to the laws of loving-kindness. And not only having done these things did the Lamb of God, by also being punished on our behalf and undergoing a penalty which He Himself did not owe, but we on account of the multitude of our offences, become for us the cause of the forgiveness of sins, inasmuch as He took upon Himself death on our behalf, and transferred unto Himself the scourgings and insults and dishonours owed by us, and the curse assessed against us
PG 22:725Read from the page
ἐφ' ἑαυτὸν ἑλκύσας, γενόμενος ὑπὲρ ἡμῶν κατάρα· καὶ τί γὰρ ἄλλο, ἢ ἀντίψυχον; διό φησιν ἐξ ἡμετέρου προσώπου τὸ λόγιον· «Τῷ μώλωπι αὐτοῦ ἡμεῖς ἰάθημεν· καὶ Κύριος παρέδωκεν αὐτὸν ταῖς ἁμαρτίαις ἡμῶν.» Ὥστε εἰκότως ἑνῶν ἑαυτὸν ἡμῖν, ἡμᾶς τε αὐτῷ, καὶ τὰ ἡμέτερα πάθη ἰδιοποιούμενός φησιν· «Ἐγὼ εἶπα· Κύριε, ἐλέησόν με, ἴασαι τὴν ψυχήν μου, ὅτι ἥμαρτόν σοι.» Ὁρῶντας δὲ εἰκότως τοὺς ἐπιβουλεύοντας οὐ μόνον ἀνθρώπους ἀλλὰ καὶ ἀοράτους δυνάμεις τὴν ὑπερβάλλουσαν ἰσχὺν αὐτοῦ τῆς θείας προσηγορίας καὶ τοῦ ὀνόματος, δι' οὗ μικρὸν ὕστερον Χριστιανῶν τὴν πᾶσαν κατέπλησεν οἰκουμένην, σβέσειν αὐτὴν οἶμαι ὑπειληφέναι, εἰ τὰ πρὸς θάνατον ἐπιβουλεύσαιεν αὐτῷ. Τοῦτο δὴ οὖν αὐτὸ διελέγχει φάσκων· «Οἱ ἐχθροί μου εἶπαν κακά μοι· Πότε ἀποθανεῖται καὶ ἀπολεῖται τὸ ὄνομα αὐτοῦ;» Ἐπεὶ δὲ καθυποκρινόμενοι προσῄεσαν πειράζοντες ὅπως αὐτὸν παγιδεύσωσιν, ὡς ἡ θεία Γραφὴ μαρτυρεῖ, ἄλλοτε ἄλλας αὐτοὺς προφάσεις καὶ κατηγορίας κατ' αὐτοῦ συσκευάζεσθαι ἱστοροῦσα, τούτων ἕνεκα ἐπιλέγει· «Καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει ἡ καρδία αὐτοῦ, συνήγαγεν ἀνομίαν ἑαυτῷ. Ἐξεπορεύετο ἔξω καὶ ἐλάλει ἐπὶ τὸ αὐτὸ κατ' ἐμοῦ.» Ἑξῆς δὲ τούτοις ἤδη σαφῶς ἐμφαίνει καὶ αὐτὸν ἐκεῖνον τὸν δυσσεβέστατον προδότην· ἐπειδὴ συνέβαινε μεθ' ἃς πεποίητο συνθήκας τοῖς ἄρχουσι τῶν Ἰουδαίων περὶ τῆς τοῦ διδασκάλου προδοσίας, μηκέτ' ἀπαντᾷν αὐτὸν συνήθως ἐπὶ τὴν τῶν θείων μαθημάτων διδασκαλίαν, μηδ' ὡς παρὰ διδάσκαλον φοιτᾷν, μηδ' ὁμοίως τοῖς ἑτέροις παραβάλλειν τῇ τοῦ Σωτῆρος διατριβῇ, ἀλλ' ἐπὶ τῷ κατοπτεύειν καὶ θηρεύειν καιρὸν, ὅτε δέοι ἐπιθέσθαι αὐτῷ. Τοῦτο δ' οὖν καὶ κατηγορεῖται πράττων ὑπὸ τῶν ἱερῶν εὐαγγελιστῶν, ὧν ὁ μὲν Ματθαῖός φησι· «Τότε πορευθεὶς εἷς τῶν δώδεκα, ὁ λεγόμενος Ἰούδας Ἰσκαριώτης, πρὸς τοὺς ἀρχιερεῖς, εἶπεν αὐτοῖς· Τί θέλετέ μοι δοῦναι, κἀγὼ ὑμῖν παραδώσω αὐτόν; Οἱ δὲ ἔστησαν αὐτῷ τριάκοντα ἀργύρια. Καὶ ἀπὸ τότε ἐζήτει εὐκαιρίαν, ἵνα αὐτὸν παραδῷ αὐτοῖς·» ὁ δὲ Μάρκος· «Καὶ Ἰούδας ὁ Ἰσκαριώτης εἷς τῶν δώδεκα ἀπῆλθε πρὸς τοὺς ἀρχιερεῖς ἵνα αὐτὸν παραδῷ αὐτοῖς. Οἱ δὲ ἀκούσαντες ἐχάρησαν, καὶ ἐπηγγείλαντο αὐτῷ ἀργύριον δοῦναι. Καὶ ἐζήτει πῶς αὐτὸν εὐκαίρως παραδῷ·» ὁ δὲ Λουκᾶς γράφει λέγων· «Εἰσῆλθε δὲ ὁ Σατανᾶς εἰς Ἰούδαν τὸν ἐπικαλούμενον Ἰσκαριώτην, ὄντα ἐκ τοῦ ἀριθμοῦ τῶν δώδεκα. Καὶ ἀπελθὼν συνελάλησε τοῖς ἀρχιερεῦσι καὶ γραμματεῦσι, καὶ τοῖς στρατηγοῖς τοῦ ἱεροῦ, ἵνα αὐτὸν παραδῷ αὐτοῖς. Καὶ ἐχάρησαν, καὶ συνέθεντο αὐτῷ ἀργύριον δοῦναι. Καὶ ἐζήτει εὐκαιρίαν τοῦ παραδοῦναι αὐτὸν αὐτοῖς ἄτερ ὄχλου.» Ταῦτα δὴ οὖν αὐτὰ θεσπίζουσα ἡ μετὰ χεῖρας πρόῤῥησις ἐπιλέγει· «Καὶ εἰ εἰσεπορεύετο τοῦ ἰδεῖν, μάτην ἐλάλει ἡ καρδία αὐτοῦ, συνήγαγεν ἀνομίαν ἑαυτῷ. Ἐξεπορεύετο ἔξω, καὶ ἐλάλει ἐπὶ τὸ αὐτό. Κατ' ἐμοῦ ἐψιθύριζον πάντες οἱ ἐχθροί μου.» Ὁ γοῦν Σύμμαχος, «Εἰσερχόμενος,» φησὶν, «ἐπισκοπῆσαι, μάταια ἐλάλει ἡ καρδία αὐτοῦ, ἤθροιζεν ἀδικίαν ἑαυτῇ. Ἐξερχόμενος δὲ ἔξω
having drawn upon Himself, becoming a curse on our behalf—for what else was He than a ransom for our life? Wherefore the oracle says from our person: "By His bruise we were healed; and the Lord delivered Him up for our sins." So that rightly uniting Himself to us, and us to Him, and making our sufferings His own, He says: "I said: Lord, have mercy on me, heal my soul, for I have sinned against Thee." And rightly, I suppose, those plotting against Him—not only men, but also invisible powers—seeing the surpassing might of His divine appellation and name, through which a little later He filled the whole inhabited earth with Christians, supposed that they would quench it if they plotted His death against Him. This very thing, then, He exposes when He declares: "My enemies spoke evils against me: When will He die and His name perish?" And since they came up play-acting in hypocrisy, tempting Him so that they might ensnare Him, as the divine Scripture testifies, relating that at different times they contrived different pretexts and accusations against Him, on account of these things He adds: "And if he came in to see, his heart spoke vanity; he gathered lawlessness to himself. He went out abroad and spoke to the same purpose against me." And next after these words He already clearly indicates that most impious traitor himself; since it came to pass that, after the covenants which he had made with the rulers of the Jews concerning the betrayal of his teacher, he no longer met as usual for the instruction of the divine teachings, nor resorted to Him as to a teacher, nor like the others frequented the Saviour's company, save in order to spy out and hunt for an opportunity when one might set upon Him. Now he is accused of doing this very thing by the sacred evangelists, of whom Matthew says: "Then one of the twelve, who was called Judas Iscariot, went to the chief priests and said to them: What are you willing to give me, and I will hand Him over to you? And they weighed out for him thirty pieces of silver. And from then on he sought an opportunity that he might hand Him over to them;" and Mark: "And Judas Iscariot, one of the twelve, went off to the chief priests that he might hand Him over to them. And when they heard it they rejoiced, and promised to give him silver. And he sought how he might conveniently hand Him over;" and Luke writes saying: "Then Satan entered into Judas who was surnamed Iscariot, being of the number of the twelve. And he went away and conferred with the chief priests and scribes, and the captains of the temple, how he might hand Him over to them. And they rejoiced, and agreed to give him silver. And he sought an opportunity to hand Him over to them apart from a crowd." Prophesying these very things, then, the foretelling in hand adds: "And if he came in to see, his heart spoke vanity; he gathered lawlessness to himself. He went out abroad, and spoke to the same purpose. Against me all my enemies whispered." Symmachus, accordingly, says: "Coming in to inspect, his heart spoke vain things; it gathered injustice to itself. And going out abroad