ὀφθαλμοὺς τυφλῶν, καὶ ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους, καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει. » Καὶ ταύτης ὁ εὐαγγελιστὴς μνημονεύει τῆς λέξεως, ὅτε ἐξελθόντες οἱ Φαρισαῖοι συμβούλιον ἔλαβον κατὰ τοῦ Σωτῆρος ἡμῶν, ὅπως αὐτὸν ἀπολέσωσιν, ἐπειδὴ τοῖς Σάββασιν τοὺς κάμνοντας ἐθεράπευε. « Τὸ τηνικαῦτα γάρ, ὥς φησι, γνοὺς ὁ Ἰησοῦς τὴν καθ' αὐτοῦ συσκευὴν, ἀνεχώρησεν ἐκεῖθεν, καὶ ἠκολούθησαν αὐτῷ ὄχλοι πολλοὶ, καὶ ἐθεράπευσεν αὐτοὺς πάντας, καὶ ἐπέπληξεν αὐτοῖς ἵνα μὴ φανερὸν αὐτὸν ποιήσωσιν· » οἷς ἐπιφέρει λέγων· « Καὶ ταῦτα πάντα γέγονε, » τουτέστι τὸ ἀναχωρεῖν αὐτὸν, καὶ τὸ ἐκκλίνειν τοὺς ἐπιβούλους, καὶ τὸ λανθάνειν σπουδάζειν ἐν οἷς ἔπραξε παραδόξοις, καὶ τὸ παρεγγυᾷν τοῖς θεραπευομένοις μὴ φανερὸν αὐτὸν ποιεῖν, « ἵνα πληρωθῇ τὸ ῥηθὲν διὰ τοῦ προφήτου λέγοντος· Ἰδοὺ ὁ παῖς μου, ὃν ἡρέτισα, ὁ ἀγαπητός μου εἰς ὃν εὐδόκησεν ἡ ψυχή μου. Θήσω τὸ πνεῦμά μου ἐπ' αὐτὸν, καὶ κρίσιν τοῖς ἔθνεσιν ἀπαγγελεῖ. Οὐκ ἐρίσει οὐδὲ κραυγάσει, οὐδὲ ἀκούσεταί τις ἐν ταῖς πλατείαις τὴν φωνὴν αὐτοῦ. Κάλαμον συντετριμμένον οὐ κατεάξει, καὶ λίνον τυφόμενον οὐ σβέσει, ἕως ἂν ἐκβάλῃ εἰς νῖκος τὴν κρίσιν καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι. » Τήρει δὲ ἐπιμελῶς τίνα τρόπον ὁ Ματθαῖος εἰπών· « Ἰδοὺ ὁ παῖς μου, ὃν ἡρέτισα, ὁ ἀγαπητός μου, ἐν ᾧ εὐδόκησεν ἡ ψυχή μου, » οὔτε τοῦ Ἰακὼβ οὔτε τοῦ Ἰσραὴλ ἐμνήσθη. Οὐ γὰρ εἶπεν· Ἰακὼβ ὁ παῖς μου, Ἰσραὴλ ὁ ἐκλεκτός μου, ἀορίστως δὲ ἐξήνεγκεν εἰπών· « Ἰδοὺ ὁ παῖς μου, καὶ ὁ ἀγαπητός μου. » Ὅθεν, ὡς μηδὲ ἐν τῷ Ἑβραϊκῷ τῆς προφητείας κειμένης, παρὰ μὲν τοῖς Ἑβδομήκοντα ὠβέλισται τὸ τοῦ Ἰακὼβ καὶ τὸ τοῦ Ἰσραὴλ ὄνομα· καὶ παρὰ τοῖς λοιποῖς δὲ ἑρμηνευταῖς παρασεσιώπηται, ἐπεὶ μηδ' ἐν τῷ Ἑβραϊκῷ φέρεται. Ἔνθεν εἰκότως οὐδὲ παρὰ τῷ εὐαγγελιστῇ εἴρηται Ἑβραίῳ ὄντι, καὶ ἀκολούθως τῇ Ἑβραίων γραφῇ τὴν προφητείαν ἐκθεμένῳ. Τοιγαροῦν οὔτε κατὰ διάνοιαν τῷ ἐκ περιτομῆς λαῷ τὰ θεσπιζόμενα ἁρμόζει, μόνῳ δὲ τῷ Χριστῷ τοῦ Θεοῦ μαρτυρουμένῳ ὑπὸ τῆς ἐναργείας καὶ τῆς τῶν πραγμάτων ἐκβάσεως. Μόνος γὰρ οὗτος τὴν μέλλουσαν κρίσιν τοῖς ἔθνεσι προεκήρυξεν, ἡσυχῇ τῷ βίῳ τῶν ἀνθρώπων ἐπιδημήσας, καὶ κρίσιν ἐπὶ τῆς γῆς θέμενος· καὶ οὐ μόνον κάλαμον συντετριμμένον οὐ κατέαξεν, ἀλλὰ, εἰ ἔστιν εἰπεῖν, συνέδησεν, ἀνορθώσας καὶ ἰσχυροὺς ἀπεργασάμενος τοὺς ἀσθενεῖς, καὶ τοὺς συντετριμμένους τὴν καρδίαν. Ὥσπερ δὲ τοὺς ἀσθενεῖς καὶ σαθροὺς, καὶ τῆς αὐτοῦ θεραπείας δεομένους οὐ παρεώρα, οὐδὲ μετανοοῦντας κατακρίνων συνέτριβεν· οὕτως οὐδὲ τοὺς τοῖς κακοῖς ἐπιμένοντας, καὶ ὑπὸ τῶν παθῶν τυφομένους ἐσβέννυε, κωλύων παρὰ τὴν αὐτῶν προαίρεσιν ἐνεργεῖν· οὐδὲ μὴν παρὰ καιρὸν ἐτιμωρεῖτό τινα τούτων, τὴν κατ' ἀξίαν αὐτῶν κόλασιν εἰς τὸν τῆς καθόλου κρίσεως καιρὸν ὑπερτιθέμενος· διὸ λέλεκται· « Καὶ λίνον τυφόμενον οὐ σβέσει. » Ἄντικρυς δὲ πέρας εἴληφε τὸ, « Καὶ ἐν τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσιν. » Ἐπὶ μόνῳ γοῦν τῷ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ὀνόματι ἤλπισε τὰ Χριστιανῶν
the eyes of the blind, and to bring out of bonds those who are bound, and out of the prison house those who sit in darkness." And the evangelist recalls this passage when the Pharisees went out and took counsel against our Saviour, how they might destroy Him, because He healed the sick on the Sabbaths. "For at that time," he says, "Jesus, knowing the plot against Him, withdrew from there, and great crowds followed Him, and He healed them all, and He charged them that they should not make Him known"; to which he adds, saying: "And all these things came to pass," that is, His withdrawing, and avoiding those who plotted against Him, and seeking to remain hidden in the wonders He did, and charging those who were healed not to make Him known, "that what was spoken through the prophet might be fulfilled, saying: Behold My servant, whom I have chosen, My beloved, in whom My soul is well pleased. I will put My spirit upon Him, and He shall announce judgement to the nations. He shall not strive nor cry out, nor shall anyone hear His voice in the streets. A bruised reed He shall not break, and smoking flax He shall not quench, until He brings forth judgement to victory; and in His name shall the nations hope." But observe carefully how Matthew, in saying, "Behold My servant, whom I have chosen, My beloved, in whom My soul is well pleased," made mention neither of Jacob nor of Israel. For he did not say: Jacob My servant, Israel My chosen, but he put it forth indefinitely, saying: "Behold My servant, and My beloved." Hence, since it does not stand in the Hebrew of the prophecy either, among the Seventy the name of Jacob and that of Israel have been obelized, and among the other translators they have been passed over in silence, since it is not found in the Hebrew. Hence it was naturally not said by the evangelist either, who was a Hebrew and set out the prophecy following the scripture of the Hebrews. Accordingly, the things foretold do not fit the people of the circumcision even in sense, but only the Christ of God, attested by the evidence and by the outcome of events. For He alone proclaimed beforehand the coming judgement to the nations, having sojourned quietly in the life of men, and having established judgement upon the earth; and not only did He not break the bruised reed, but, if one may say so, He bound it up, raising up and making strong the weak and the broken in heart. And just as He did not overlook the weak and unsound who needed His healing, nor crush those who repented by condemning them, so neither did He quench those who persisted in evils and smouldered with passions, by preventing them from acting against their own choice; nor indeed did He punish any of them out of season, deferring their deserved punishment to the time of the universal judgement; therefore it has been said: "And smoking flax He shall not quench." And plainly the words, "And in His name shall the nations hope," have received their fulfilment. Indeed, it is in the name of our Saviour Jesus Christ alone that the Christians'