σάρκα ἀνθρώπου ἐκυρίευσε, καὶ εἰσέτι νῦν κυριεύσει ἐθνῶν πολλῶν. Αὐτὸς ἄρα οὗτος ἐκεῖνος ἦν, καὶ οὐδ' ἄλλος, ὃν ἡ προφητεία προηγόρευσε, καθ' ὃν καὶ ἡ Γὼγ ὑψώθη βασιλεία, τῆς Χριστοῦ δυνάμεως συναυξούσης. Τοῦτον δ' ἐνταῦθά φησιν αἰνίττεσθαι καθ' Ἑβραίους τὸν τρόπον τὴν τῶν Ῥωμαίων βασιλείαν, ᾗ καὶ συνήκμασεν ἡ Χριστοῦ διδασκαλία. Μέμνηται δὲ τοῦ Γὼγ καὶ ὁ προφήτης Ἰεζεκιὴλ, ἄρχοντα Ῥὼς, Μοσὸχ καὶ Θοβὲλ ὀνομάζων· διὰ μὲν τοῦ Ῥὼς τὴν Ῥωμαίων, ὡς ἔοικε, πόλιν αἰνιττόμενος, ἐπεὶ καὶ ἀρχὴ καὶ κεφαλὴ κατὰ τὴν Ἑβραίων φωνὴν διὰ τοῦ Ῥὼς δηλοῦται· διὰ δὲ τοῦ Μοσὸχ τὴν Μυσίαν, καὶ τὰ πέριξ ταύτης ἔθνη, ὅσα νῦν οἰκεῖα Ῥωμαίων ἐστί· διὰ δὲ τοῦ Θοβὲλ τὴν Ἰβηρίαν, οὕτω πως ἀπὸ τοῦ Θοβὲλ γεγονέναι φάσκων Θοβεήλους τοὺς Ἴβηρας· ὧν ἁπάντων ἄρχοντα τὸν Γὼγ ὑψωθήσεσθαί φησιν ἐπὶ τῆς τοῦ προφητευομένου Χριστοῦ παρουσίας, ὃν ὁ Θεὸς ὡδήγησεν ἐξ Αἰγύπτου, ὅτε κατὰ τὸν Ματθαῖον, ἐπιβουλεύοντος τοῦ Ἡρώδου παιδὶ ὄντι αὐτῷ, χρηματισθεὶς ὁ Ἰωσὴφ παρέλαβε τὸ παιδίον καὶ τὴν μητέρα αὐτοῦ, καὶ ἐπανῆλθεν εἰς γῆν Ἰσραήλ. Δόξα δὲ μονοκέρωτος αὐτῷ τῷ Χριστῷ παρῆν, διὰ τὸ ἐν αὐτῷ εὐδοκηκέναι κατοικῆσαι πᾶν τὸ πλήρωμα τῆς θεότητος, κατὰ τὸν ἱερὸν Ἀπόστολον. Διόπερ ὡς κέρας ἐπιγραφόμενος τὸν τῶν ὅλων Θεὸν καὶ Πατέρα αὐτοῦ, μονόκερως καὶ ἐν ἑτέραις Γραφαῖς ὠνομάσθη. Ὁ δ' αὐτὸς τοῦ Θεοῦ Λόγος τοῖς νοητοῖς καὶ λογικοῖς αὐτοῦ βέλεσι τὸν ἐχθρὸν καὶ ἀντικείμενον αὐτῷ διάβολον, πάσας τε τὰς ἀμφ' αὐτὸν ἀοράτους καὶ πονηρὰς δυνάμεις, διὰ κρείττονος καὶ ἀκαταμάχου δυνάμεως ἤλαυνεν, εἰσέτι τε νῦν κυριεύει ἐθνῶν πολλῶν, ὧν τὰ πάχη καὶ τὸ φρόνημα τῆς σαρκὸς λεπτύνων, ἐπὶ τὴν στενὴν ὁδὸν τῆς αἰωνίου ζωῆς ἐπιτηδείους κατασκευάζει. Ἀλλὰ καὶ κατακλιθεὶς αὐτὸς οὗτος ὁ ἐξ Ἰσραὴλ προελθὼν ἄνθρωπος, ὁ κατακυριεύσας ἐθνῶν πολλῶν, « ἀνεπαύσατο, φησὶν, ὡς λέων, » οὕτω δηλῶν ἣν ἀνεδέξατο οἰκονομίαν, καθ' ἣν ὥσπερ τις βασιλικὸς καὶ θαῤῥαλέος θὴρ ἀνεπαύσατο, μηδενὸς αὐτοῦ τὴν ἀρχὴν καὶ τὴν βασιλείαν μεταστήσασθαι δυναμένου· πάντες τε οἱ τὸν Χριστὸν εὐλογοῦντες, λόγῳ τε καὶ βίῳ σεμνύνοντες τὴν ἀρετὴν τοῦ διδασκάλου, τῆς ἐκ Θεοῦ μετειλήφασιν εὐλογίας, αὔξοντες ὁσημέραι καὶ πληθύνοντες, κατὰ τὸ, « Αὐξάνεσθε, καὶ πληθύνεσθε, καὶ πληρώσατε τὴν γῆν, » ἀληθέστερον ἐπ' αὐτῶν καὶ θεοπρεπέστερον τῆς θείας ἐκτελουμένης φωνῆς. Ὡς ἔμπαλιν οἱ ἀπὸ πρώτης τῆς κατ' αὐτοῦ ἐπιβουλῆς εἰσέτι καὶ νῦν αὐτὸν ἐν τοῖς αὐτῶν συνεδρίοις ἀρώμενοι, τὴν ἐκ Θεοῦ κατάραν ἐξ ἐκείνου καὶ εἰσέτι δεῦρο καθ' ἑαυτῶν ἐπεσπάσαντο. Διὸ καὶ τὴν ἐσχάτην οὐ μόνον τῆς βασιλείας, ἀλλὰ καὶ τοῦ πάλαι σεμνοτάτου αὐτῶν ἁγιάσματος ἐρημίαν τε καὶ φθορὰν οὐ παύονται ὀφθαλμοῖς ὁρῶντες. Ἄξιον δὲ παραθεῖναι τοῖς μετὰ χεῖρας τὴν πρὸς τὸν Ἰούδαν τοῦ Ἰακὼβ προφητείαν, ἣν καὶ αὐτὴν ἐναργέστατα εἰς τὸν ἡμέτερον Σωτῆρα ἐφαρμόζειν προπαρεστήσαμεν, συνιδεῖν τε τὴν ἐν ἑκατέροις συμφωνίαν. Ὡς γὰρ ἐνταῦθα εἴρηται· « Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐ-
flesh of man ruled over, and even until now will rule over, many nations. This very One, therefore, was that One, and none other, Whom the prophecy proclaimed beforehand, in Whose time also the kingdom of Gog was exalted, the power of Christ growing together with it. And he says according to the Hebrews that in this way it hints here at the empire of the Romans, together with which the teaching of Christ also flourished. And the prophet Ezekiel also makes mention of Gog, naming him ruler of Ros, Mosoch, and Thobel: through Ros hinting, as it seems, at the city of the Romans, since both rule and head are signified in the Hebrew tongue through Ros; and through Mosoch at Mysia and the nations round about it, as many as now belong to the Romans; and through Thobel at Iberia, saying somewhat thus that from Thobel the Iberians came to be Thobeeli; and as ruler of all these he says that Gog will be exalted at the coming of the prophesied Christ, Whom God led out of Egypt, when according to Matthew, while Herod was plotting against Him when He was a Child, Joseph, having been warned by a divine response, took the young Child and His mother, and returned into the land of Israel. And the glory of a unicorn belonged to Christ Himself, because in Him all the fulness of the Godhead was pleased to dwell, according to the sacred Apostle. Wherefore, inscribing the God of all and His Father as His horn, He was also named a unicorn in other Scriptures. And the selfsame Word of God with His intelligible and rational shafts drove away the enemy and adversary who opposed Him, the devil, and all the invisible and wicked powers around him, through a superior and invincible power, and even until now rules over many nations, whose fatnesses and mindset of the flesh He thins down, rendering them fit for the narrow way of eternal life. Moreover, having lain down, this very man Who came forth out of Israel, Who exercised dominion over many nations, "rested," he says, "as a lion," thus declaring the dispensation which He took upon Himself, in accordance with which, like some royal and courageous beast, He rested, no one being able to displace His rule and His kingdom; and all those who bless Christ, reverencing both by word and by life the virtue of their Teacher, have partaken of the blessing from God, increasing daily and multiplying, according to the saying, "Increase, and multiply, and fill the earth," the divine voice being fulfilled in their case more truly and in a manner more worthy of God. Just as conversely those who from the first plot against Him even until now curse Him in their assemblies have drawn down upon themselves the curse from God from that time even until now. Wherefore also they do not cease seeing with their eyes the utter desolation and destruction not only of their kingdom, but also of their sanctuary that of old was most revered. Now it is worthwhile to set beside the passage in hand the prophecy of Jacob to Judah, which we likewise previously showed applies most manifestly to our Saviour, and to consider the agreement in both. For just as here it has been said: "There shall come forth a man out of the seed of