Migne Reading Room

PG 22 · cols. 644–653 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:644Read from the page
τοὺς Ζαχαρίου χρόνους ἐπὶ τῆς Μακεδόνων βασιλείας ἐμπρησμὸν ὑπέμεινεν ὁ νεώς; ἀλλ' οὐκ ἔστιν εἰπεῖν. Μετὰ γὰρ τὴν ὑπὸ Βαβυλωνίων πυρπόλησιν, οὐδ' ἄλλοτε δευτέραν ἢ κατὰ Τῖτον καὶ Οὐεσπασιανὸν Ῥωμαίων αὐτοκράτορας, τὴν διὰ πυρὸς ὑπέμεινε φθορὰν, ἐφ' ᾗ πάλιν διὰ αἰνίγματος τοὺς πάλαι ἄρχοντας τοῦ ἔθνους ἐπὶ θρήνους καὶ ὀλοφυρμοὺς ἀνακαλεῖ φάσκων ὁ λόγος· «Ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος, ὅτι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν. Ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος· φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν.» Τότε γοῦν καὶ γέγονεν ἡ Ἱερουσαλὴμ ὡς πρόθυρα σαλευόμενα πᾶσι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ γέγονε περιοχὴ, ὅ τε νενομισμένος αὐτοῖς ἅγιος καὶ ἱερὸς τόπος, εἰσέτι καὶ σήμερον λίθος τυγχάνει καταπατούμενος πᾶσι τοῖς ἔθνεσι, καὶ πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, ἀκολούθως τῇ προφητείᾳ. Ἀλλὰ καὶ ἀνθ' ὧν κατωρχήσαντο τοῦ ταῦτα θεσπίσαντος Κυρίου, οὐ διαλέλοιπεν αὐτοὺς κοπετὸς καὶ ὀδυρμὸς καὶ θρῆνος. Οὐ πώποτε γοῦν ἄλλοτε ἢ μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν παρουσίαν, καὶ εἰς τὸν καθ' ἡμᾶς χρόνον, πᾶσαι αἱ φυλαὶ τοῦ Ἰουδσίων ἔθνους θρήνων καὶ κοπετῶν ἄξια πεπόνθασι διὰ τὴν καταλαβοῦσαν αὐτοὺς ἐκ Θεοῦ πληγὴν, ὑφ' ἧς καὶ ἡ μητρόπολις αὐτῶν ἀλλοφύλοις ἔθνεσιν ἐξεδόθη, καὶ τὸ ἱερὸν κατεσκάφη, αὐτοί τε τῆς ἰδίας χώρας ἀπελήλαντο, ἐν τῇ πολεμίᾳ ἐχθροῖς δουλεύοντες· ὧν ἕνεκα πᾶς ὁ οἶκος αὐτῶν, καὶ πᾶσα ψυχὴ αὐτῶν εἰσέτι καὶ σήμερον θρήνοις ὑποβέβληται. Διό φησιν ἡ προφητεία· «Καὶ κόψεται φυλὴ κατὰ φυλὴν, φυλὴ οἴκου Δαβὶδ καθ' ἑαυτὴν, καὶ γυναῖκες αὐτῶν καθ' ἑαυτάς·» καὶ τὰ τούτοις ἑπόμενα. Ποῖαι δὲ μετὰ τοὺς τοῦ Ζαχαρίου χρόνους γεγόνασιν ἡμέραι, ἐν αἷς διεμερίσθη τὰ σκῦλα τῆς Ἱερουσαλὴμ, καὶ ἐπισυνήχθη πάντα τὰ ἔθνη ἐπ' αὐτὴν εἰς πόλεμον, ἥλω τε ἡ πόλις, καὶ διηρπάγησαν αἱ οἰκίαι, καὶ αἱ γυναῖκες ἐμολύνθησαν, ἀπήχθησάν τε εἰς αἰχμαλωσίαν, ὁμοῦ τε καὶ κατὰ τὸ αὐτὸ ὁ Κύριος, συμμαχῶν τοῖς ἔθνεσι τοῖς τὴν Ἱερουσαλὴμ πολεμοῦσι, παρετάξατο ἐν αὐτοῖς; ἢ πότε ἔστησαν οἱ πόδες αὐτοῦ ἐπὶ τὸ ὄρος τῶν Ἐλαιῶν; ἢ πότε γέγονε Κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν, αὐτός τε εἷς Κύριος ἐπὶ πάντας ἀνθρώπους, καὶ τὸ ὄνομα αὐτοῦ ἐγκυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον; ταῦτα γὰρ οὐδ' ἄλλοτέ πω πρότερον ἔχοι ἄν τις εἰς πέρας δεῖξαι ἀχθέντα, ἢ κατὰ τοὺς Ῥωμαίων χρόνους, καθ' οὓς ἐμπρησμὸν ὑπέμεινε δεύτερον, μετὰ τὸν ὑπὸ Βαβυλωνίων, ὁ νεὼς αὐτῶν, ἥ τε πόλις ἐξ ἐκείνου καὶ εἰς δεῦρο ὑπὸ ἀλλοφύλων ἐθνῶν κατοικισθεῖσαι δείκνυται· ὅτε καὶ ὁ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ Θεοῦ τὰς οἰκείας ἐποιεῖτο διατριβὰς ἐπὶ τοῦ ἐλαιῶνος τοῦ ἄντικρυς τῆς Ἱερουσαλὴμ ὄρους, πληρουμένου τοῦ φάσκοντος λόγου· «Καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐπὶ τὸ ὄρος τῶν Ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλήμ·» τοῦτ' ἔστι τοῦ θεοσεβοῦς πολιτεύματος καθ' ὅλης τῆς ἀνθρώπων οἰκουμένης ἀνοικοδομηθέντος, πάντα τὰ ἔθνη, κατὰ
the times of Zechariah, during the kingdom of the Macedonians, did the temple suffer a burning? Why, it is impossible to say. For after the burning by the Babylonians, at no other time at all save under Titus and Vespasian, emperors of the Romans, did it suffer a second destruction by fire, over which again through a riddle the oracle summons the former rulers of the nation to dirges and lamentations, saying: "Let the pine wail, because the cedar has fallen, because the mighty ones have been greatly afflicted. Wail, O oaks of Bashan, because the dense forest has been torn down; a voice of wailing shepherds, because their greatness has been afflicted." Then indeed did Jerusalem also become like reeling gateways to all the peoples round about, and in Judaea there came a siege-enclosure, and the place accounted holy and sacred among them even down to this very day happens to be a stone trampled down by all the nations, and everyone who tramples her down shall mock in mockery, in accordance with the prophecy. Moreover, because they danced in triumph over the Lord Who prophesied these things, mourning and wailing and lamentation have not failed them. Never at any other time, at any rate, save after the coming of our Saviour and down to our own time, have all the tribes of the nation of the Jews suffered things worthy of dirges and mournings on account of the stroke from God that overtook them, whereby both their metropolis was given over to foreign nations, and their sanctuary was razed to the ground, and they themselves have been driven away from their own land, serving enemies in a hostile country; on account of which their whole house and their every soul even down to this very day has been subjected to dirges. Wherefore the prophecy says: "And it shall mourn tribe by tribe, the tribe of the house of David by itself, and their wives by themselves"; and what follows these words. And what days came to pass after the times of Zechariah in which the spoils of Jerusalem were divided, and all the nations were gathered together against her for war, and the city was captured, and the houses were plundered, and the women were defiled and led away into captivity, and together at the very same time the Lord, fighting alongside the nations warring against Jerusalem, marshalled Himself among them? Or when did His feet stand upon the Mount of Olives? Or when did the Lord become King over all the earth, and Himself one Lord over all men, and His name encompassing all the earth and the wilderness? For no one could show that these things were ever at any other time before brought to accomplishment save in the times of the Romans, during which their temple suffered a second burning after that by the Babylonians, and their city from that time even until now is shown settled by foreign nations; when also our Lord Jesus, the Christ of God, used to spend His own time upon the olive-grove mount opposite Jerusalem, fulfilling the oracle which declares: "And His feet shall stand upon the Mount of Olives, which is opposite Jerusalem"; that is, once the godly polity has been built up throughout the whole inhabited world of men, all the nations, according to
Notes, col. 644

On the reading

Printed Ἰουδσίων, for Ἰουδαίων.

Printed κατοικισθεῖσαι, for κατοικισθεῖσα.

PG 22:645Read from the page
τὴν προφητείαν, τὴν ἑορτὴν τῆς Σκηνοπηγίας ἐν παντὶ τόπῳ τῷ Θεῷ τῶν προφητῶν πανηγυρίζει, Αἰγύπτιοί τε, ἐξ ἐκείνου τὸν τῶν ὅλων Θεὸν ἐπιγνόντες, τὰς σκηνὰς αὐτῶν ἐφ' ἑκάστης πόλεως καὶ χώρας κατεπήξαντο. Εἶεν δ' ἂν αὗται αἱ κατὰ τόπον Ἐκκλησίαι τοῦ Χριστοῦ. Ταύτας γὰρ πολὺ κρείττους τῶν παρὰ Μωϋσεῖ σκηνῶν ἡ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ δύναμις καθ' ὅλης συνεπήξατο τῆς ἀνθρώπων οἰκουμένης, εἰς τὸ πᾶν γένος ἀνθρώπων καὶ πάντα τὰ ἔθνη, Σκηνοπηγίας ἑορτὴν τῷ ἐπὶ πάντων Θεῷ ἐπιτελεῖν. Ὅτε τοίνυν καὶ ταῦτα τὰ πρόπαλαι τοῖς ἔθνεσι προαναφωνηθέντα καθ' ἡμᾶς αὐτοὺς ὁρῶμεν τὴν ἔκβασιν ἀπειληφότα, τά τε τοῦ θρήνου καὶ τοῦ κοπετοῦ ταῖς φυλαῖς τοῦ Ἰουδαίων ἔθνους προκεκηρυγμένα, τά τε τῆς πυρπολήσεως τοῦ ἱεροῦ, καὶ τῆς ἐσχάτης αὐτῶν ἐρημίας, ὁμοίως καὶ ταῦτα ταῖς προῤῥήσεσιν εἰσέτι καὶ σήμερον ὀφθαλμοῖς θεωρεῖται· τί λείπεται ἐπὶ τούτοις ἢ καὶ τὸν προφητευόμενον Βασιλέα τὸν Χριστὸν τοῦ Θεοῦ ἐληλυθέναι ὁμολογεῖν, τῶν κατὰ τὴν παρουσίαν αὐτοῦ σημείων ἐφ' ἑκάστῳ τῶν εἰρημένων ἐναργῆ τὴν ἔκβασιν εἰληφέναι ἀποδεδειγμένων;
the prophecy, celebrate the feast of Tabernacles in every place to the God of the prophets, and the Egyptians, having from that time recognized the God of the universe, have pitched their tabernacles in every city and country. And these would be the local Churches of Christ. For the power of our Saviour Jesus Christ has framed these, far better than the tabernacles of Moses, throughout the whole inhabited world of men, so that the entire race of men and all the nations celebrate the feast of Tabernacles to the God Who is over all. When, therefore, we see in our own day these things also, proclaimed beforehand long ago to the nations, having received their fulfilment, and the things foretold of dirge and mourning to the tribes of the nation of the Jews, as well as those of the burning of the sanctuary and of their final desolation, likewise beheld with our eyes even down to this very day in accordance with the predictions, what remains upon these things save to confess that the prophesied King, the Christ of God, has also come, seeing that the signs of His coming have been demonstrated to have received a manifest fulfilment in each of the things spoken?
Ἀπὸ τοῦ Ἠσαΐου. — Σημεῖα χρόνων τῆς τοῦ Κυρίου παρουσίας· Αιγυπτίων ἐπίγνωσις τοῦ τῶν προφητῶν Κυρίου.
From Isaiah. — Signs of the times of the coming of the Lord; the Egyptians' recognition of the Lord of the prophets.
«Ἰδοὺ Κύριος κάθηται ἐπὶ νεφέλης κούφης, καὶ ἥξει εἰς Αἴγυπτον, καὶ σεισθήσεται χειροποίητα Αἰγύπτου ἀπὸ προσώπου αὐτοῦ, καὶ ἡ καρδία αὐτῶν ἡττηθήσεται ἐν αὐτοῖς, καὶ ἐπεγερθήσονται Αἰγύπτιοι ἐπ' Αἰγυπτίους, καὶ πολεμήσει ἄνθρωπος τὸν ἀδελφὸν αὐτοῦ, καὶ ἄνθρωπος τὸν πλησίον αὐτοῦ· ἐπεγερθήσονται πόλις ἐπὶ πόλιν, καὶ νόμος ἐπὶ νόμον, καὶ ταραχθήσεται τὸ πνεῦμα τῶν Αἰγυπτίων ἐν αὐτοῖς, καὶ τὴν βουλὴν αὐτῶν διασκεδάσω, καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν, καὶ τὰ ἀγάλματα αὐτῶν, καὶ τοὺς ἐγγαστριμύθους, καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας·» καὶ ἑξῆς μετὰ πλεῖστα δι' αἰνιγμάτων εἰρημένα, ἐπιλέγεται· «Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται θυσιαστήριον τῷ Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ Κυρίῳ, καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα τῷ Κυρίῳ ἐν χώρᾳ Αιγύπτου, ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλίβοντας αὐτούς, καὶ ἀποστελεῖ αὐτοῖς Κύριος ἄνθρωπον, ὃς σώσει αὐτοὺς, κρίνων σώσει αὐτοὺς, καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αιγυπτίοις, καί γνώσονται οἱ Αἰγύπτιοι Κύριον τὸν Θεὸν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιήσονται θυσίας, καὶ εὔξονται εὐχὰς τῷ Κυρίῳ, καὶ ἀποδώσουσι.» Καὶ ταῦτα προλαβόντες ἐκ μέρους διεσαφήσαμεν. Εἰ μὲν οὖν μὴ, τοὺς πατρώους θεοὺς καταλιπόντες Αἰγύπτιοι, καθ' ἡμᾶς αὐτοὺς ὁρῶνται τὸν τῶν προφητῶν Θεὸν ἐπικαλούμενοι· εἰ μὴ καθ' ὅλης τῆς Διγύπτου, κατὰ πάντα τόπον καὶ πόλιν καὶ χώραν ἀνεγήγερται θυσιαστήριον τῶ παρὰ μόνοις Ἑβραίοις
"Behold, the Lord sits upon a light cloud, and shall come into Egypt, and the hand-wrought idols of Egypt shall be shaken before His face, and their heart shall give way within them, and Egyptians shall be stirred up against Egyptians, and a man shall make war against his brother, and a man against his neighbour; city shall be stirred up against city, and district against district, and the spirit of the Egyptians shall be troubled within them, and I will scatter their counsel, and they shall inquire of their gods, and their statues, and the ventriloquists, and those who utter voices out of the earth"; and next, after very many things spoken through riddles, there is added: "In that day there shall be an altar to the Lord in the land of Egypt, and a pillar by its border to the Lord, and it shall be for a sign forever to the Lord in the land of Egypt, because they shall cry out to the Lord on account of those who afflict them, and the Lord shall send them a man who shall save them; judging, he shall save them, and the Lord shall be known to the Egyptians, and the Egyptians shall know the Lord God in that day, and they shall offer sacrifices, and vow vows to the Lord, and pay them." And these things we explained in part earlier. If, then, the Egyptians are not seen in our own time to have forsaken their ancestral gods and to be calling upon the God of the prophets; if throughout the whole of Egypt, in every place and city and country, an altar has not been raised up to Him Who among the Hebrews alone
Notes, col. 645

On the reading

Printed Αιγυπτίων, for Αἰγυπτίων.

Printed Αιγύπτου, for Αἰγύπτου.

Printed Αιγυπτίοις, for Αἰγυπτίοις.

Printed καί, for καὶ.

Printed Διγύπτου, for Αἰγύπτου.

Printed τῶ, for τῷ.

PG 22:648Read from the page
θεολογουμένῳ Θεῷ· εἰ μὴ σέσεισται τὰ χειροποίητα Αἰγύπτου, τῆς περὶ αὐτὰ δαιμονικῆς δυνάμεως ἐκλελοιπυίας, καὶ τῆς παλαιᾶς δεισιδαιμονίας ἐκ τῆς τῶν Αἰγυπτίων ψυχῆς ἀρθείσης· καὶ ἔτι πρὸς τούτοις εἰ μὴ καθ' ἑκάστην πόλιν καὶ καθ' ἕκαστον οἶκον πόλεμος ἐμφύλιος τοῖς Αἰγυπτίοις συνίσταται, τῶν μὲν τὸν Κύριον καὶ τὸ σέβας τοῦ Θεοῦ τῶν προφητῶν ἀποδεξαμένων, καὶ ἀποστραφέντων τὴν ἐξ αἰῶνος πολύθεον πλάνην, τῶν δὲ, διὰ τὸ τοῖς πατρίοις ἔτι προστετηκέναι κακοῖς, τοὺς τὸν Κύριον παραδεξαμένους πολεμούντων· εἰ μὴ εἰσέτι καὶ δεῦρο ἐπερωτᾷν πειρώμενοι τοὺς ἑαυτῶν θεοὺς καὶ τὰ ἀγάλματα, καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας, καὶ τοὺς ἐγγαστριμύθους, ἀτελῆ καὶ ἄπρακτον τὴν ἐπὶ τάδε καταφυγὴν ποιοῦνται, διὰ τὸ μηκέθ' ὁμοίως ἐνεργεῖν δύνασθαι, ὥσπερ τὸ πρὶν, τοὺς δαίμονας· εἰ μὴ πάντα ταῦτα ἔργοις αὐτοῖς τέλος εἰληφότα δείκνυται, μή πώ μοι νομίζοιτο τὸ προφητικὸν πεπληρῶσθαι λόγιον, μηδὲ τὸν θεσπιζόμενον Κύριον ἐπιδεδημηκέναι τῷ βίῳ τῶν ἀνθρώπων. Εἰ δὲ αὐτοῖς ἔργοις κατὰ πολὺ τῶν λόγων ἐναργεστέροις εἰσέτι δεῦρο θεωροῦνται οἱ τὴν Αἴγυπτον οἰκοῦντες, οἱ μὲν τὸν Θεὸν τῶν προφητῶν ἐπεγνωκότες, καὶ δι' αὐτὸν τοὺς πατρίους καταλελοιπότες θεοὺς, οἱ δὲ πρὸς τούτους στασιαστικῶς ἔχοντες· καὶ οἱ μὲν τοὺς θεοὺς αὐτῶν εἰσέτι νῦν ἐπικαλούμενοι καὶ τὰ ἀγάλματα, καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας, μηδέν τε ἐνεργεῖν δυναμένους, οἱ δὲ τῷ Κυρίῳ τῶν προφητῶν ἐν πάσῃ τῇ Αἰγυπτίων χώρᾳ θυσιαστήριον καθ' ἑκάστην ἐκκλησίαν συστησάμενοι, ἔν τε ταῖς θλίψεσι καὶ τοῖς κατ' αὐτῶν διωγμοῖς οὐκέτι τὰ κνώδαλα, οὐδὲ τὰ ἑρπετὰ τῆς γῆς, ὡς θεοὺς, οὐδὲ τοὺς ἀγρίους θῆρας καὶ τὰ ἄλογα ζῶα, ὁμοίως τοῖς αὐτῶν πατράσι, ἀλλὰ τὸν ἐπὶ πάντων Θεὸν ἐπικαλούμενοι, καὶ μόνον αὐτὸν καὶ τὸν αὐτοῦ φόβον ἐν ταῖς αὐτῶν διανοίαις κατειληφότες, εὐχόμενοί τε αὐτῷ εὐχὰς, ἀλλ' οὐκέτι τοῖς δαίμοσι, καὶ ἀποδιδόντες τὰς θεοπρεπεῖς ἐπαγγελίας, πῶς οὐχ ἕπεται συνομολογεῖν καὶ τὰ πρὸ τῶν ἀποτελεσμάτων εἰς ἔργον ἤδη κεχωρηκέναι; ἦν δὲ ταῦτα, τοῦ Κυρίου παρουσία εἰς Αἴγυπτον οὐκ ἀσώματος ἀποβησομένη, ἀλλὰ διὰ νεφέλης κούφης, ἢ καὶ μᾶλλον διὰ πάχους ἐλαφροῦ. Οὕτω γὰρ τὸ Ἑβραϊκὸν περιέχει, τὴν ἔνσαρκον αὐτοῦ παρουσίαν αἰνιττόμενον. Τοῦτον δὲ οὖν αὐτὸν προϊὼν ἑξῆς ὁ λόγος ἄνθρωπον Σωτῆρα ἀπεκάλεσε, φήσας· «Καὶ ἀποστελεῖ αὐτοῖς Κύριος ἄνθρωπον, ὃς σώσει αὐτούς.» Πάλιν γοῦν κἀνταῦθα τὸ Ἑβραϊκὸν, «Καὶ ἀποστελεῖ αὐτοῖς Κύριος Σωτῆρα, ὃς σώσει αὐτοὺς,» ἔχει. Ὧν οὕτως ἐναργῆ τὴν ἀπόδειξιν παρεχομένων, ἡγοῦμαι καὶ τοὺς χρόνους σαφεῖς γεγονέναι, καθ' οὓς τὰ τῆς εἰς ἀνθρώπους τοῦ Κυρίου παρουσίας ἐθεσπίζετο. Τοσαῦτα διὰ βραχέων καὶ τὰ περὶ τῶν χρόνων τῆς τοῦ Κυρίου εἰς ἀνθρώπους φανείας συνῆκται· πλείονα δ' ἄν τις ἐπὶ σχολῆς εὕροι, καὶ τὰς λοιπὰς ἐκπεριιὼν Γραφάς. Ἡμεῖς γε μὴν, τοῖς εἰρημένοις ἀρκεσθέντες, μέτιμεν ἤδη καὶ ἐπὶ τὰς λοιπὰς προφητείας, δι' ὧν τὰ οἰκονομηθέντα ἐν ἀνθρώποις ἀκολούθως αὐτῷ ἐκ τῶν θείων προῤῥήσεων ἀναλεξόμεθα.
was acknowledged as God; if the hand-wrought idols of Egypt have not been shaken, the demonic power around them having failed and the ancient superstition having been lifted from the soul of the Egyptians; and if in addition to these things civil war does not arise among the Egyptians in every city and in every household, some having welcomed the Lord and the worship of the God of the prophets and turned away from the age-old polytheistic error, while others, because they still cling to their ancestral evils, make war upon those who have received the Lord; if even down to the present, when they try to inquire of their own gods and statues, and those who utter voices out of the earth, and the ventriloquists, they do not find their recourse to these things unavailing and fruitless because the demons are no longer able to work in the same way as formerly; if all these things are not shown by the very deeds to have reached their end, let the prophetic oracle not yet, for my part, be deemed to have been fulfilled, nor the prophesied Lord to have sojourned in the life of men. But if by the very deeds, which are far clearer than words, those who inhabit Egypt are beheld even down to the present, some having come to know the God of the prophets and having forsaken their ancestral gods for His sake, and others standing in seditious opposition towards these; and some still even now calling upon their gods and statues and those who utter voices out of the earth, though able to effect nothing, while others, having established an altar in every church to the Lord of the prophets in the whole land of the Egyptians, in their afflictions and the persecutions against them no longer call upon beasts or the reptiles of the earth as gods, nor fierce wild animals and irrational creatures like their fathers, but upon the God Who is over all, having grasped Him alone and the fear of Him in their minds, vowing vows to Him and no longer to the demons, and paying their godly promises, how does it not follow to agree that the things preceding the outcomes have also already passed into effect? And these were the coming of the Lord into Egypt, which was to turn out not incorporeal, but through a light cloud, or rather through a light thickness. For so the Hebrew text contains it, hinting at His incarnate coming. And proceeding next, the oracle called this very One a man and Saviour, saying: "And the Lord shall send them a man who shall save them." Again here too, at any rate, the Hebrew text has: "And the Lord shall send them a Saviour, who shall save them." Since these things furnish so manifest a demonstration, I consider that the times also have become clear in which the things concerning the coming of the Lord among men were prophesied. So much in brief has been gathered concerning the times of the manifestation of the Lord among men; and one might find more at leisure by going through the rest of the Scriptures as well. We, however, contenting ourselves with what has been said, pass on now to the remaining prophecies also, through which we shall gather from the divine predictions the things dispensed among men in accordance with Him.
Notes, col. 648

On the reading

Printed φανείας, for ἐπιφανείας.

PG 22:649Read from the page
ΤΑΔΕ ΕΝΕΣΤΙΝ ΕΝ Τῼ ΕΝΝΑΤῼ ΣΥΓΓΡΑΜΜΑΤΙ ΤΗΣ ΠΕΡΙ ΤΟΥ ΣΩΤΗΡΟΣ ΗΜΩΝ ΕΥΑΓΓΕΛΙΚΗΣ ΑΠΟΔΕΙΞΕΩΣ.
These things are contained in the ninth book of the Evangelical Demonstration concerning our Saviour.
Περὶ τῶν κατὰ τὴν ἐνανθρώπησιν αὐτοῦ πραχθησομένων· ἐκ τῶν ὑποσεσημειωμένων αὐτοῦ Γραφῶν.
Concerning the things that were to be done in connection with His incarnation; from His Scriptures noted below.
αʹ. Ἀπὸ τῶν Ἀριθμῶν.
1. From Numbers.
βʹ. Ἀπὸ τοῦ Ἠσαΐου.
2. From Isaiah.
γʹ. Ἀπὸ τῶν Ἀριθμῶν.
3. From Numbers.
δʹ. Ἀπὸ τοῦ Ὡσηέ.
4. From Hosea.
εʹ. Ἀπὸ τοῦ Ἠσαῖου.
5. From Isaiah.
ϛʹ. Ἀπὸ τοῦ αὐτοῦ.
6. From the same.
ζʹ. Ἀπὸ ψαλμοῦ ϟ.
7. From Psalm 90.
η. Ἀπὸ τοῦ Ἠσαΐου.
8. From Isaiah.
θʹ. Ἀπὸ ψαλμοῦ ξζʹ.
9. From Psalm 67.
ιʹ. Ἀπὸ τοῦ Ἠσαῖου.
10. From Isaiah.
ιαʹ. Ἀπὸ τοῦ Δευτερονομίου.
11. From Deuteronomy.
ιβʹ. Ἀπὸ τοῦ Ἰώβ.
12. From Job.
ιγʹ. Ἀπὸ τοῦ Ἠσαΐου.
13. From Isaiah.
ιδʹ. Ἀπὸ τοῦ αὐτοῦ.
14. From the same.
ιεʹ. Ἀπὸ τοῦ αὐτοῦ.
15. From the same.
ιϛʹ. Ἀπὸ τοῦ αὐτοῦ.
16. From the same.
ιζʹ. Ἀπὸ τοῦ Ζαχαρίου.
17. From Zechariah.
ιηʹ. Ἀπὸ ψαλμοῦ ριζʹ.
18. From Psalm 117.
ΠΡΟΟΙΜΙΟΝ.
Preface.
Τί δὴ λείπεται ἐπὶ τούτοις ἀλλ' ἢ ταῖς ὑποσχέσεσιν ἀκολούθως διελθεῖν τὰ οἰκονομηθέντα ἐπὶ τῆς ἐνανθρωπήσεως αὐτοῦ δὴ τοῦ Θεοῦ Λόγου; περὶ οὗ τὰ προπεπονημένα ἐν ὀκτὼ τοῖς πρὸ τούτου συγγράμμασι διεληλύθαμεν, τοτὲ μὲν τὴν κατ' αὐτὸν θεολογίαν διερευνώμενοι, τοτὲ δὲ τὴν οὐρανόθεν εις ἡμᾶς κάθοδον, καὶ τόν τε τρόπον ὁμοῦ καὶ τὴν προσηγορίαν, καὶ τὸν χρόνον τῆς ἀφ⟨ ⟩ξεως αὐτοῦ διασκοπούμενοι. Ὧν ἀποδεδειγμένων, καιρὸς ἤδη τὰ κατὰ τὴν ἐπιφάνειαν αὐτοῦ συνιδεῖν, παραστῆσαί τε ὅπως καὶ τούτων ἕκαστα παρ' Ἑβραίοις προαναπεφώνητο. Τό γε μὴν τῆς προῤῥήσεως ἀποτέλεσμα διὰ τῆς τῶν ἱερῶν εὐαγγελιστῶν μαρτυρίας, καὶ τῆς δι' αὐτῶν ιστορηθείσης τῶν πραγμάτων ἀποβάσεως, ἐπισφραγισθήσεται. Πρῶτον οὖν ἁπάντων, ἐπειδὴ τὰ περὶ
What then remains after these things other than, in accordance with our promises, to go through the things dispensed at the incarnation of God the Word Himself? Concerning Whom we have gone through the matters previously laboured over in the eight books before this one, at one time investigating the theology concerning Him, and at another time examining closely His descent from heaven to us, and at once the manner and the title and the time of His arrival. Now that these things have been demonstrated, it is time already to survey together the matters connected with His manifestation, and to set forth how each of these things too had been proclaimed beforehand among the Hebrews. And the outcome of the prediction will indeed be sealed through the testimony of the sacred evangelists, and through the issue of events recorded by them. First of all, therefore, since the things concerning
Notes, col. 649

On the reading

Printed Ἠσαῖου, for Ἠσαΐου.

Printed Ἠσαῖου, for Ἠσαΐου.

Printed εις, for εἰς.

Printed ιστορηθείσης, for ἱστορηθείσης.

PG 22:652Read from the page
τῆς γενέσεως αὐτοῦ, γένους τε καὶ φυλῆς, καὶ σπέρματος ἀποδέδεικται, φέρε τὰ περὶ τοῦ φανέντος ἐπὶ τῇ γενέσει αὐτοῦ νέου τινὸς καὶ ξενίζοντος παρὰ τοὺς συνήθεις ἀστέρος θεασώμεθα· ἐπεὶ καὶ τοῦτο πάλαι πρότερον ἐκ μακρῶν ἄνωθεν χρόνων παρὰ Μωϋσεῖ βοώμενον τοῦτον ἱστόρηται τὸν τρόπον.
of His birth, both of race and of tribe, and of seed, have been demonstrated, come, let us behold the things concerning the star that appeared at His birth, a new one and strange beside the customary stars; since this too, proclaimed long beforehand from distant times of old in Moses, has been recorded in this manner.
Ἀπὸ τῶν Ἀριθμῶν. — Περὶ τῶν κατὰ τὴν ἐνανθρώπησιν αὐτοῦ πραχθησομένων, καὶ περὶ τοῦ φανέντος ἐπὶ τῇ γενέσει Σωτῆρος ἡμῶν ἀστέρος.
From Numbers. — Concerning the things to be accomplished in accordance with His incarnation, and concerning the star that appeared at the birth of our Saviour.
Μωϋσῆς, ἐν Ἀριθμοῖς, περὶ τοῦ φανέντος ἐπὶ τῇ γενέσει τοῦ Σωτῆρος ἡμῶν ἀστέρος φησί· « Φησὶ Βαλαὰμ υἱὸς Βεὼρ, φησὶν ὁ ἄνθρωπος ὁ ἀληθινῶς ὁρῶν, ἀκούων λόγια Θεοῦ, ἐπιστάμενος ἐπιστήμην Ὑψίστου, καὶ ὅρασιν τοῦ Θεοῦ ἰδὼν, ἐν ὕπνῳ ἀποκεκαλυμμένοι οἱ ὀφθαλμοὶ αὐτοῦ· δείξω αὐτῷ, καὶ οὐχὶ νῦν, μακαρίζω, καὶ οὐκ ἐγγίζει. Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραὴλ, καὶ θραύσει τοὺς ἀρχηγοὺς Μωὰβ, καὶ προνομεύσει πάντας υἱοὺς Σήθ. Καὶ ἔσται Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἠσαῦ ὁ ἐχθρὸς αὐτοῦ, καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύϊ, καὶ ἐξεγερθήσεται ἐξ Ἰακὼβ, καὶ ἀπολεῖ σωζόμενον ἐκ πόλεως. » Ἐπὶ ταύτῃ φησὶ τῇ προφητείᾳ κινηθέντας τοὺς διαδόχους Βαλαάμ. Σεσῶσθαι γὰρ αὐτὴν, ὡς καὶ ἦν εἰκὸς, παρ' αὐτοῖς. Ὁπηνίκα συνεῖδον ἐν οὐρανῷ ξενίζοντά τινα παρὰ τοὺς συνήθεις ἀστέρα, κατὰ κορυφῆς, ὡς ἂν εἴποι τις, καὶ κατὰ κάθετον τῆς Ἰουδαίας ἐστηριγμένον, σπουδὴν πεποιῆσθαι ἐπὶ τὴν Παλαιστινῶν ἀφικέσθαι γῆν, ἱστορίας ἕνεκα τοῦ διὰ φανέντος ἀστέρος σημαινομένου βασιλέως. Μαρτυρεῖ τούτοις ὁ εὐαγγελιστὴς Ματθαῖος λέγων· « Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱερουσαλὴμ, λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων; εἴδομεν γὰρ αὐτοῦ τὸν ἀστέρα ἐν τῇ ἀνατολῇ, καὶ ἤλθομεν προσκυνῆσαι αὐτῷ· » ὅτε καὶ παραπεμφθέντες εἰς Βηθλεὲμ ἐπορεύθησαν, « καὶ ἰδοὺ πάλιν ὁ αὐτὸς ἀστὴρ, ὃν εἶδον ἐν τῇ ἀνατολῇ, προῆγεν αὐτοὺς, ἕως ἐλθὼν ἐστάθη ἐπάνω οὗ ἦν τὸ παιδίον. Ἰδόντες δὲ τὸν ἀστέρα ἐχάρησαν χαρὰν μεγάλην σφόδρα, καὶ εἰσελθόντες εἰς τὴν οἰκίαν, εἶδον τὸ παιδίον μετὰ Μαρίας τῆς μητρὸς αὐτοῦ, καὶ πεσόντες προσεκύνησαν αὐτῷ. » Ταῦτα μὲν τὸ ἱερὸν Εὐαγγέλιον· ὁ δέ γε τῆς προφητείας λόγος ἐπὶ τῇ τοῦ ἀστέρος ἐπιτολῇ, καὶ τῇ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ γενέσει τίνα φησὶν ἔσεσθαι, συνιδεῖν ἄξιον· Θραῦσιν ἀρχηγῶν Μωὰβ, καὶ προνομὴν υἱῶν Σὴθ, καὶ τῶν γε λοιπῶν τοῦ Ἰουδαίων ἔθνους πολεμίων κληρονομίαν· οὗτοι δὲ ἦσαν Ἐδὼμ καὶ Ἠσαῦ. Τί δὲ ἠνίξατο διὰ τούτων, ἢ διὰ μὲν τῶν ἀρχηγῶν Μωὰβ τὴν τῶν ἀοράτων ἀρχόντων καθαίρεσιν, αὐτῶν δὴ τῶν πάλαι παρὰ τοῖς Μωαβίταις θεολογουμένων δαιμόνων; ἀλλ' οὐχ ἑτέρων ἐμνήσθη διὰ τὴν εἰδωλολατρείαν τοῦ Ἰσραὴλ τὴν ἐπὶ τῆς ἐρήμου γενομένην, ὅτε ἐτελέσθη ὁ λαὸς τῷ Βεελ-
Moses, in Numbers, says concerning the star that appeared at the birth of our Saviour: "Balaam the son of Beor says, the man who truly sees says, hearing the oracles of God, knowing the knowledge of the Most High, and having seen a vision of God, in sleep his eyes being uncovered: I will show to him, and not now; I bless, and it does not draw near. A star shall rise out of Jacob, and a man shall stand up out of Israel, and shall crush the leaders of Moab, and shall plunder all the sons of Seth. And Edom shall be an inheritance, and Esau his enemy shall be an inheritance, and Israel wrought in strength, and He shall be raised up out of Jacob, and shall destroy him who is being saved out of the city." Moved at this prophecy, he says, were the successors of Balaam; for it had been preserved among them, as indeed was likely. When they perceived in heaven a certain strange star beside the customary ones, fixed overhead, as one might say, and vertically over Judaea, they made haste to arrive at the land of the Palestinians, for the sake of inquiry after the king signified through the star that had appeared. Matthew the evangelist bears witness to these things, saying: "Now when Jesus had been born in Bethlehem of Judaea in the days of Herod the king, behold, Magi from eastern parts came to Jerusalem, saying: Where is He Who has been born King of the Jews? For we saw His star in the east, and have come to worship Him"; at which time also, having been sent forward to Bethlehem, they went their way, "and behold, again the same star, which they saw in the east, went before them, until it came and stood above where the young Child was. And seeing the star, they rejoiced with exceedingly great joy, and entering into the house, they saw the young Child with Mary His mother, and falling down they worshipped Him." Thus far the sacred Gospel; and what the word of the prophecy says will come to pass at the rising of the star and the birth of our Saviour Jesus Christ is worth considering: the crushing of the leaders of Moab, and the plundering of the sons of Seth, and the inheritance of the rest of the enemies of the nation of the Jews; and these were Edom and Esau. Now what did it hint at through these things, other than through the leaders of Moab the overthrow of the invisible rulers, those very demons who of old were accounted gods among the Moabites? And he made mention of no others, on account of the idolatry of Israel that took place in the wilderness, when the people was initiated to Beel-
PG 22:653Read from the page
φεγώρ· δαίμων δὲ ἦν οὗτος ὡς θεὸς παρὰ τῷ βασιλεῖ Μωὰβ τῷ Βαλάκ τιμώμενος. Ἐπεὶ οὖν νενίκητο ὁ Ἰσραὴλ κατὰ τοῦτο τοῦ καιροῦ πρὸς τῶν ἀοράτων ἀρχόντων τοῦ Μωὰβ, λέγω δὲ τῶν παρὰ τοῖς Μωαβίταις νενομισμένων θεῶν· (εἰδωλολάτρησαν γοῦν καὶ προσεκύνησαν τοῖς γλυπτοῖς, ὥς φησιν ἡ Γραφή· « Καὶ ἐτελέσθησαν τῷ Βεελφεγὼρ, » δαίμων δὲ οὗτος τῶν Μωαβιτῶν ἦν, ὅτε καὶ ἐξεπόρνευσαν εἰς τὰς Μωαβίτιδας·) εἰκότως τὸ μέλλον ἔσεσθαί ποτε, καὶ τὴν εἰς τοὐναντίον τῶν πραγμάτων μεταβολὴν κατὰ καιρὸν ὁ Βαλαὰμ θεσπίζει, λέγων· « Ἀνατελεῖ ἄστρον ἐξ Ἰακὼβ, καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ· καὶ θραύσει ἡγεμόνας Μωάβ. » Ὡσεὶ σαφέστερον ἔλεγε, τοὺς μεγαλαυχήσαντας κατὰ τοῦ Ἰσραὴλ δαίμονας τῶν Μωαβιτῶν ἐπὶ τῇ γενέσει τοῦ προφητευομένου, θραῦσίν ποτε καὶ πτῶσιν παθεῖν· ὧν θραυσθέντων, τοὺς υἱοὺς Σὴθ, καὶ Ἐδὼμ, καὶ Ἠσαῦ, καὶ τὰ λοιπὰ ἔθνη, ἃ διὰ τούτων σημαίνεσθαι ἡγοῦμαι, τὰ πάλαι καταδεδουλωμένα τῇ δαιμονικῇ πλάνῃ, μεταβαλόντα τῆς δεισιδαιμονίας, οἰκεῖα τοῦ θεσπιζομένου γενήσεσθαι. « Καὶ ἔσται, γάρ φησιν, Ἐδὼμ κληρονομία, καὶ ἔσται κληρονομία Ἠσαῦ ὁ ἐχθρὸς αὐτοῦ. » Οἱ γὰρ πάλαι ἐχθροὶ τοῦ Θεοῦ καὶ τοῦ Ἰσραὴλ, φησὶ, γενήσονται κληρονομία τοῦ προφητευομένου. Αὐτὸς γὰρ ἦν ᾧ εἴρητο πρὸς τοῦ Θεοῦ καὶ Πατρὸς αὐτοῦ· « Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου· » ὧν εἰς τὸν κλῆρον τῶν ἁγίων μεταστάντων, τἀναντία τῷ Ἰσραὴλ ἔσεσθαι θεσπίζει. Φησὶ γοῦν· « Καὶ Ἰσραὴλ ἐποίησεν ἐν ἰσχύϊ. » Τὸ δὲ, ἐποίησεν ἐν ἰσχύϊ τὴν πάντων μεγίστην ἀσέβειαν· διὸ ἐξεγερθήσεται ἀπ' αὐτῶν καὶ ἐξαναστήσεται. Τίς οὗτος ἢ ὁ προφητευόμενος τοῦ Θεοῦ Λόγος, ὃς καὶ ἀπώλεσε σωζόμενον ἐκ πόλεως; οἶμαι δὲ τὴν Ἱερουσαλὴμ αἰνίττεσθαι, ἐξ ἧς ὤλετο πᾶς σωζόμενος, ἢ καὶ τὸ πᾶν τοῦ ἔθνους αὐτῶν πολίτευμα. Ταῦτα δὲ ὅποι τέλους ἔτυχεν, ὁμοῦ τῇ τοῦ Σωτῆρος ἡμῶν εἰς ἀνθρώπους ἐκλάμψει τῶν μὲν πρὶν εἰδωλολατρῶν ἐθνῶν εἰς τὸν αὐτῶν μεταστάντων κλῆρον, τοῦ δὲ Ἰουδαίων ἔθνους καὶ τῆς μητροπόλεως αὐτῶν πεπονθότων ὁποῖα οὐδεπώποτε, οὐ μακρῶν δεῖν οἶμαι λόγων. Ἀλλὰ τὰ μὲν τῆς συμφωνίας, τῆς τε προφητικῆς προῤῥήσεως, καὶ τῆς εὐαγγελικῆς συμπεράνσεως, ὧδέ πως ἐχέτω τέλος. Τί δ' ἦν τὸ αἴτιον τῆς ἐπιλάμψεως τοῦ φανέντος ἀστέρος, συνιδεῖν ἄξιον. Εις σημεῖά φησιν ὁ Μωϋσῆς, καὶ εἰς καιροὺς τεθεῖσθαι τοὺς πάντας ἐν τῷ στερεώματι ὑπὸ τοῦ Θεοῦ ἀστέρας· ξένος δὲ οὖν καὶ οὐ συνήθης, οὐδὲ τῶν πολλῶν καὶ γνωρίμων εἷς, ἀλλά τις καινὸς καὶ νέος ἀστὴρ ἐπιφανεὶς τῷ βίῳ, σημεῖον ξένου φωστῆρος ἐδήλου καταλάμψαντος τῷ παντὶ κόσμῳ, ὃς ἦν ὁ Χριστὸς τοῦ Θεοῦ, μέγας καὶ νέος ἀστὴρ, οὗ τὴν εἰκόνα συμβολικῶς ὁ φανεὶς τότε τοῖς μάγοις ἐπεφέρετο. Ἐπειδὴ γὰρ καθ' ὅλης τῆς ἱερᾶς καὶ θεοπνεύστου Γραφῆς ὁ προηγούμενος τῆς διανοίας σκοπὸς μυστικώτερα καὶ θεῖα βούλεται παιδεύειν, μετὰ τοῦ καὶ τὴν πρόχειρον διάνοιαν σώζεσθαι ἐν μέρει ἱστορικῶς πεπραγμένων, εἰκότως καὶ ἡ μετὰ χεῖρας
phegor; and this was a demon honoured as a god at the court of Balak the king of Moab. Since, therefore, Israel had been vanquished at this point of time by the invisible rulers of Moab, I mean the gods esteemed as such among the Moabites (at any rate they committed idolatry and worshipped carved images, as the Scripture says: "And they were initiated to Beelphegor," and this was a demon of the Moabites, when they also committed fornication with the daughters of Moab), reasonably does Balaam prophesy what is to be hereafter, and the reversal of affairs to the opposite in due season, saying: "A star shall rise out of Jacob, and a man shall stand up out of Israel; and He shall crush the princes of Moab." As if he were saying more plainly that the demons of the Moabites who boasted proudly against Israel would, at the birth of Him Who is prophesied, one day suffer crushing and downfall; and when they have been crushed, the sons of Seth, and Edom, and Esau, and the rest of the nations, which I think are signified through these names, having of old been enslaved to demonic error, turning away from superstition, will become the household of Him Who is foretold. "And Edom," for he says, "shall be an inheritance, and Esau his enemy shall be an inheritance." For those who of old were enemies of God and of Israel, he says, shall become the inheritance of Him Who is prophesied. For He Himself was the One to Whom it had been said by His God and Father: "Ask of Me, and I will give you nations as your inheritance"; and when these have passed over into the lot of the saints, he prophesies that the opposite things will happen to Israel. At any rate he says: "And Israel wrought in strength." That is, what it wrought in strength was the greatest impiety of all; wherefore He shall be raised up from them and shall rise up out of them. Who is this other than the prophesied Word of God, Who also destroyed him who was being saved out of the city? And I think Jerusalem is hinted at, out of which perished everyone who was being saved, or indeed the entire commonwealth of their nation. And what outcome these things reached, when simultaneously with the shining forth of our Saviour among men the formerly idolatrous nations passed over into their lot, while the nation of the Jews and their metropolis suffered such things as never before, needs, I think, no long discourse. Let then the matters of the agreement both of the prophetic prediction and of the evangelical accomplishment come to an end somewhat thus. Now what was the cause of the shining forth of the star that appeared is worth considering. Moses says that all the stars in the firmament have been set by God for signs and for seasons; a strange one, therefore, and not customary, nor one of the many and familiar stars, appearing to human life as a certain new and fresh star, declared a sign of a strange luminary that shone down upon the whole world, Who was the Christ of God, a great and new star, Whose image the star that then appeared to the Magi symbolically bore. For since throughout the whole sacred and divinely inspired Scripture the primary aim of the meaning wishes to teach more mystical and divine things, along with preserving the plain sense as well in the part of things historically enacted, reasonably also that in hand
Notes, col. 653

On the reading

Printed Βαλάκ, for Βαλὰκ.

Printed Εις, for Εἰς.