Migne Reading Room

PG 22 · cols. 632–641 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:632Read from the page
πρὸς ταῦτα ἔχοιεν οἱ ἐκ περιτομῆς, ἐλεγκτέον σύτοὺς μὴ μόνον ἀναιδῶς πρὸς τὰ ἀληθῆ καὶ ἐναργῆ ἱσταμένους, ἀλλὰ καὶ τὰς προῤῥήσεις ὡς ψευδεῖς. τὸ ὅσον ἐπ' αὐτοῖς, διαβάλλοντας, εἴγε αι μὲν εἰς ἑβδομήκοντα ἑβδομάδας ἐτῶν τὸν πάντα περιορίζουσι χρόνον, τὰ ἐν τῷ μεταξὺ συμβησόμενα θεσπίζουσαι· αι δὲ, σχεδὸν ἤδη χιλιοστοῦ ἔτους ἀπὸ τῆς προφητείας καὶ εἰς ἡμᾶς ἐλαύνοντος, οὐδὲν τῶν γεγραμμένων γεγονὸς ἐπιδείκνυνται, καίτοι ἐξολοθρευθέντες αὐτῶν τοῦ χρίσματος, κατὰ τὴν θείαν πρόῤῥησιν, καὶ τοῦ ἁγιάσματος αὐτῶν, καὶ τῶν πρὶν οἰκητόρων διαφθαρέντων καὶ ἐκκοπέντων ἐν κατακλυσμῷ πολέμου συντετμημένου ἀφανισμοῖς, καὶ τοῦ γε πάντων παραδοξοτάτου εἰσέτι νῦν αὐτόθι ὁρωμένου· λέγω δὴ τοῦ βδελύγματος τῆς ἐρημώσεως εἰς δεῦρο ἑστῶτος ἐν τῷ πρὶν ἁγίῳ τόπῳ, περὶ οὗ καὶ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν τὰς ἐκτεθείσας προήκατο φωνάς. Ὧν σαφῶς ὑπ' ὀφθαλμοῖς ὁρωμένων ἡμῖν εἰσέτι νῦν, θαυμάσαι ἔστι τοὺς ἐκ περιτομῆς, οὐχ οὕτως ἀντιβλέπειν τοῖς ἐναργέσι τολμῶντας, ὅσον ἀβλεπτοῦντας καὶ τὴν διάνοιαν ἐσκοτωμένους, πρὸς τὸ μὴ ὁρᾷν τὰ οὕτω σαφῆ καὶ ἐναργῆ τῶν θείων Γραφῶν ἀποτελέσματα· ὃ καὶ πεπόνθασι κατὰ τὴν εἰς αὐτοὺς πληρωθεῖσαν κἂν τούτῳ τοῦ Ἠσαῖου φωνὴν, δι' ἧς ἐθέσπισεν αὐτοῖς, ειπών· « Ἀκοῇ ἀκούσετε, καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε, καὶ οὐ μὴ ἴδητε· ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου· καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν, καὶ τοὺς ὀφθαλμοὺς αὐτῶν ἐκάμμυσαν, μήποτε ἴδωσι τοῖς ὀφθαλμοῖς, καὶ ὠσὶν ἀκούσωσι, καὶ τῇ καρδίᾳ συνῶσι, καὶ ἐπιστρέψωσι, καὶ ἰάσωμαι αὐτούς. » Ἀλλ' ἐπεὶ καὶ περὶ τῶν πεπιστευκότων ἐθνῶν εἰς τὸν Χριστὸν τοῦ Θεοῦ πάλαι πρότερον εἴρητο· « Οἷς οὐκ ἀνηγγέλη περὶ αὐτοῦ, ὄψονται, καὶ οἳ οὐκ ἀκηκόασι, συνήσουσι, τῇ αὐτοῦ χάριτι καὶ τῇ τοῦ πέμψαντος αὐτὸν Πατέρος, » ἡμεῖς τε κατὰ τὸ δυνατὸν τὰ φανέντα εἰς τοὺς τόπους εἰρήκαμεν, καὶ τὰ τῷ πρὸ ἡμῶν Ἀφρικανῷ εὐγνωμόνως δόξαντα παρεθήκαμεν, ἐχόμενα καὶ αὐτὰ ἀκριβείας· ὅθεν καὶ αὐτοῖς ὡς καλῶς ἔχουσι χρηστέον.
towards these things those of the circumcision should be disposed, one must refute them as not only shamelessly standing against things true and manifest, but also slandering the predictions as false, so far as in them lies, seeing that the predictions confine the whole time within seventy weeks of years, foretelling the things to happen in the interval; whereas they, when nearly the thousandth year is already advancing from the prophecy down to us, show nothing of the things written to have come to pass, even though their anointing has been utterly destroyed according to the divine prediction, and their sanctuary as well, and the former inhabitants have been destroyed and cut off in the flood of a war cut short by desolations, and that which is most paradoxical of all is still even now seen on the spot: I mean the abomination of desolation standing unto this day in the formerly holy place, concerning which our Saviour and Lord also uttered the sayings set forth above. Which things being clearly seen before our eyes even until now, one may marvel at those of the circumcision, not so much daring to look in the face what is manifest, as being blind and darkened in understanding, so as not to see the fulfilments of the divine Scriptures thus clear and manifest; which very thing they have suffered according to the utterance of Isaiah fulfilled against them in this also, through which he prophesied to them, saying: "By hearing you shall hear, and by no means understand, and seeing you shall see, and by no means perceive; for the heart of this people has grown thick, and with their ears they have heard heavily, and their eyes they have closed, lest ever they should see with their eyes, and hear with their ears, and understand with their heart, and turn back, and I should heal them." But since concerning the nations also that have believed in the Christ of God it had been spoken long before: "They to whom it was not proclaimed concerning Him shall see, and they who have not heard shall understand," by His grace and that of the Father Who sent Him we also, so far as lies in our power, have spoken what has appeared to us upon the passages, and have set beside it the views judiciously held by Africanus before us, since they too cleave to accuracy; whence one must make use of them also as being well stated.
Notes, col. 632

On the reading

Printed σύτοὺς, for αὐτοὺς.

Printed ψευδεῖς., for ψευδεῖς,.

Printed αι μὲν, for αἱ μὲν.

Printed αι δὲ, for οἱ δὲ.

Printed ἐξολοθρευθέντες, for ἐξολοθρευθέντος.

Printed Ἠσαῖου, for Ἠσαΐου.

Printed ειπών, for εἰπών.

Printed Πατέρος, for Πατρὸς.

PG 22:633Read from the page
Ἀπὸ τοῦ Μιχαία. — Σημεῖα χρόνων τῆς τοῦ Κυρίου εις ἀνθρώπους καθόδου τάδε ἔσεσθαι ὁ προφήτης θεσπίζει· καθαίρεσιν παντελῆ τῶν παρὰ Ἰουδαίοις σεμνῶν, ἐθνῶν ἐπίγνωσιν τοῦ παρὰ τοῖς προφήταις καταγγελλομένου Θεοῦ, ειρήνην βαθυτάτην πάντων τῶν ἐθνῶν.
From Micah. — The prophet foretells that the signs of the times of the Lord's descent among men will be these: the complete overthrow of the things revered among the Jews, the nations' knowledge of the God proclaimed among the prophets, the deepest peace of all the nations.
« Ἀκούσατε, λαοὶ πάντες, καὶ προσεχέτω ἡ γῆ. καὶ πάντες οι ἐν αὐτῇ, καὶ ἔσται Κύριος ὑμῖν εἰς μαρτύριον, Κύριος ἐξ οἴκου ἁγίου αὐτοῦ· δίοτι ἰδοὺ Κύριος ἐκπορεύσεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται, καὶ ἐπικείσεται ἐπὶ τὰ ὕψη τῆς γῆς. Καὶ σαλευθήσεται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, καὶ αἱ κοιλάδες τακήσονται ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς, καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει. Δι' ἀσέβειαν Ἰακὼβ πάντα ταῦτα, καὶ δι' ἁμαρτίαν οἴκου Ἰσραήλ. » Εἶτα μεθ' ἕτερα πλεῖστα μεταξὺ ἐπισυνάπτει λέγων· « Ἀκούσατε δὴ ταῦτα, οἱ ἡγούμενοι οἴκου Ἰακὼβ, καὶ οἱ κατάλοιποι οἴκου Ἰσραὴλ, οἱ βδελυσσόμενοι κρῖμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες, οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασι, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις. Οἱ ἡγούμενοι αὐτῆς μετὰ δώρων ἔκρινον, καὶ οἱ ἱερεῖς αὐτῆς μετὰ μισθοῦ ἀπεκρίνοντο, καὶ οἱ προφῆται αὐτῆς μετὰ ἀργυρίου ἐμαντεύοντο, καὶ ἐπὶ τὸν Κύριον ἐπανεπαύοντο, λέγοντες· Οὐχὶ Κύριος ἐν ἡμῖν ἐστιν; οὐ μὴ ἐπέλθῃ ἐφ' ἡμᾶς κακά. Διὰ τοῦτο δι' ὑμᾶς Σιὼν ὡς ἀγρὸς ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται, καὶ τὸ ὄρος τοῦ οἴκου Κυρίου εἰς ἄκσος δρυμοῦ· καὶ ἔσται ἐπ' ἐσχάτων τῶν ἡμερῶν ἐμφανὲς τὸ ὄρος Κυρίου, ἕτοιμον ἐπὶ τὰς κορυφὰς τῶν ὀρέων, καὶ μετεωρισθήσεται ὑπεράνω τῶν βουνῶν, καὶ σπεύσουσιν ἐπὶ αὐτὸ λαοὶ, καὶ πορεύσονται ἔθνη πολλὰ, καὶ ἐροῦσι· Δεῦτε, καὶ ἀναβῶμεν εἰς τὸ ὄρος Κυρίου, καὶ εἰς τὸν οἶκον τοῦ Θεοῦ Ἰακώβ· καὶ δείξουσιν ἡμῖν τὴν ὁδὸν αὐτοῦ, καὶ πορευσόμεθα ἐν ταῖς τρίβοις αὐτοῦ· ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος, καὶ Λόγος Κυρίου ἐξ Ἱερουσαλήμ. Καὶ κρινεῖ ἀνὰ μέσον πολλῶν ἐθνῶν, καὶ ἐλέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς γῆν μακράν. Καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰ δόρατα αὐτῶν εἰς δρέπανα· καὶ οὐ λήψεται ἔτι ἔθνος ἐπ' ἔθνος μάχαιραν, καὶ οὐ μὴ μάθωσιν ἔτι πολεμεῖν. Καὶ ἀναπαύσεται ἕκαστος ὑποκάτω τῆς ἀμπέλου αὐτοῦ, καὶ ὑποκάτω συκῆς αὐτοῦ. Καὶ οὐκ ἔσται ὁ ἐκφοβῶν αὐτούς· ὅτι τὸ στόμα Κυρίου παντοκράτορος ἐλάλησε τσῦτα. » Ἤδη καὶ πρότερον ταῦτα ἡμῖν εἰς τοὺς τόπους τεθεώρηται· δέδεικται δὲ ὅπως οὐδ' ἄλλοτέ ποτε ἢ ἀπὸ τῶν χρόνων τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ εἰς ἀνθρώπους ἐπιφανείας τὰ πάλαι σεμνὰ τῶν Ἰουδαίων, ὄρη Σιὼν ἐπικαλούμενα καὶ Ἱερουσαλὴμ, τά τε ἐπὶ τούτων οικοδομήματα, ὁ νεὼς δηλαδὴ, καὶ τὸ Ἅγιον τῶν ἁγίων, καὶ τὸ θυσιαστήριον, καὶ ὅσα ἄλλα αὐτόθι εἰς τιμὴν ἀνέκειτο τοῦ Θεοῦ ἐκ μέσου ἀρθέντα σεσάλευται, ἀκολούθως τῷ λόγῳ φήσαντι· « Ἰδοὺ Κύριος Κύριος ἐκπορεύεται ἐκ τοῦ τόπου αὐτοῦ, καὶ καταβήσεται ἐπὶ τὰ ὕψη τῆς γῆς, καὶ σαλευθήσονται τὰ ὄρη ὑποκάτωθεν αὐτοῦ, » ὧν σαλευθέντων, τῶν ἐκ περιτομῆς αἱ ψυχαὶ, κοιλάδες ὀνομαζόμεναι διὰ τὸ ταπεινὸν αὐτῶν, παραθέσει τῶν
"Hear, all peoples, and let the earth give heed, and all who are in it, and the Lord shall be to you for a witness, the Lord out of His holy house; because behold, the Lord will go forth out of His place, and will come down, and will rest upon the heights of the earth. And the mountains shall be shaken underneath Him, and the valleys shall melt like wax from before the face of fire, and like water rushing down in a descent. For the ungodliness of Jacob are all these things, and for the sin of the house of Israel." Then after very many other things in between he subjoins, saying: "Hear now these things, heads of the house of Jacob, and remnant of the house of Israel, who abominate judgement, and pervert all upright things, who build Sion with blood, and Jerusalem with iniquities. Her heads judged for bribes, and her priests gave answers for hire, and her prophets divined for silver, and leaned upon the Lord, saying: Is not the Lord among us? No evils shall come upon us. Therefore on your account Sion shall be ploughed as a field, and Jerusalem shall be as a watch-hut in an orchard, and the mountain of the house of the Lord as a grove of oak-wood; and in the last days the mountain of the Lord shall be manifest, prepared upon the summits of the mountains, and it shall be exalted above the hills, and peoples shall hasten unto it, and many nations shall go, and shall say: Come, and let us go up unto the mountain of the Lord, and unto the house of the God of Jacob; and they will show us His way, and we will walk in His paths; for out of Sion shall go forth a law, and a Word of the Lord out of Jerusalem. And He shall judge in the midst of many nations, and shall rebuke strong nations afar off unto a distant land. And they shall beat their swords into ploughshares, and their spears into sickles; and nation shall no longer take up sword against nation, and they shall by no means learn any more to wage war. And each man shall rest underneath his vine, and underneath his fig-tree, and there shall be none to make them afraid; because the mouth of the Lord Almighty has spoken these things." Already earlier also these things have been examined by us upon the passages; and it has been shown how at no other time ever than from the times of the manifestation of our Saviour Jesus Christ among men the things revered of old among the Jews, the mountains surnamed Sion and Jerusalem, and the buildings upon them, the temple namely, and the Holy of holies, and the altar, and whatsoever else was dedicated there in honour of God, have been removed out of the midst and shaken, in accordance with the word that said: "Behold, the Lord, the Lord goes forth out of His place, and will come down upon the heights of the earth, and the mountains shall be shaken underneath Him;" which having been shaken, the souls of those of the circumcision, named valleys on account of their lowliness, by comparison with the
Notes, col. 633

On the reading

Printed εις, for εἰς.

Printed ειρήνην, for εἰρήνην.

Printed οι, for οἱ.

Printed δίοτι, for διότι.

Printed ἄκσος, for ἄλσος.

Printed τσῦτα, for ταῦτα.

Printed οικοδομήματα, for οἰκοδομήματα.

PG 22:636Read from the page
παλαιῶν ὑψωμάτων τὸν τῶν προειρημένων ἀφανισμὸν ἀπολοφυρόμεναι, «ὡς κηρὸς ἀπὸ προσώπου πυρὸς ἐκτακήσονται, καὶ ὡς ὕδωρ καταφερόμενον ἐν καταβάσει,» διὰ τὸ πλῆθος τῶν ἐν αὐταῖς ἀπὸ τῶν κρειττόνων ἐπὶ τὰ χείρω καταπιπτόντων ὁσημέραι. Πάντα δὲ ταῦτά φησιν ἔσεσθαι «δι' ἀσέβειαν οἴκου Ἰακὼβ, καὶ δι' ἁμαρτίαν οἴκου Ἰσραήλ.» Τίς δ' ἦν ἡ ἀσέβεια καὶ ἡ ἁμαρτία, προϊὼν ἑξῆς ἐπιλέγει· «Οἱ βδελυσσόμενοι κρῖμα, καὶ πάντα τὰ ὀρθὰ διαστρέφοντες· οἱ οἰκοδομοῦντες Σιὼν ἐν αἵμασιν, καὶ Ἱερουσαλὴμ ἐν ἀδικίαις·» ἐν οἷς αἵμασι κἀκεῖνο ἦν τὸ τῶν ὑστάτων κακῶν παραίτιον αὐτοῖς γενόμενον, ἐφ' ᾧ τὴν ἀσεβῆ φωνὴν εἰς ἑαυτοὺς ἐπεσπάσαντο, φήσαντες· «Τὸ αἷμα αὐτοῦ ἐφ' ἡμᾶς, καὶ ἐπὶ τὰ τέκνα ἡμῶν.» Διὸ γοῦν, φησὶ, αὐτὰ ταῦτα, «ὡς ἀγρὸς Σιὼν ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ ὡς ὀπωροφυλάκιον ἔσται·» ἅπερ οὐδ' ἄλλοτε πώποτε ἢ μετὰ τὰ κατὰ τοῦ Σωτῆρος ἡμῶν τετολμημένα ἀληθῆ τὴν ἔκβασιν εἴληχεν. Ἐξ ἐκείνου γάρ τοι καὶ εἰς δεῦρο ἐσχάτης ἐρημίας καταλαβούσης τοὺς τόπους, τὸ μὲν πρὶν διαβόητον αὐτῶν Σιὼν ὄρος, ἀντὶ τῆς πάλαι ἐν αὐτῷ μελέτης καὶ ἀσκήσεως τῶν προφητικῶν καὶ θείων λόγων, ὧν παῖδες τὸ πρὶν Ἑβραίων καὶ θεοφιλεῖς προφῆται, ἱερεῖς τε καὶ διδάσκαλοι τοῦ παντὸς ἔθνους ἐν αὐτῇ διὰ σπουδῆς ἐποιοῦντο, διὰ Ῥωμαίων ἀνδρῶν κατ' οὐδὲν τῆς λοιπῆς διαφέρουσα χώρας γεωργεῖται, ὡς καὶ ἡμᾶς αὐτοὺς ὀφθαλμοῖς παραλαβεῖν βουσὶν ἀρούμενον, καὶ κατασπειρόμενον τὸν τόπον· ἡ δὲ Ἱερουσαλὴμ αὐτὴ ὡς ὀπωροφυλάκιον τῆς ἐν αὐτῇ παλαιᾶς ὀπώρας διαφθαρείσης γέγονε, μᾶλλον δὲ εἰς λιθολογίαν κατὰ τὴν Ἑβραικὴν ἀνάγνωσιν. Ὁ γοῦν Ἀκύλας φησί· «Διὰ τοῦτο χάριν ὑμῶν Σιὼν χώρα ἀροτριαθήσεται, καὶ Ἱερουσαλὴμ λιθολογηθήσεται.» Ὑπὸ γὰρ ἀλλοφύλων ἀνδρῶν κατοικισθεῖσα, εἰσέτι καὶ σήμερον λιθολογεῖται, πάντων καθ' ἡμᾶς αὐτοὺς τῶν τὴν πόλιν οἰκούντων τοὺς ἀπὸ τῆς πτώσεως αὐτῆς λίθους ἀναλεγομένων εἴς τε τὰ ἴδια καὶ κοινὰ καὶ δημόσια οἰκοδομήματα· καὶ ἔστιν ὀφθαλμοῖς παραλαβεῖν σκυθρωπὸν θέαμα, τοὺς ἐξ αὐτοῦ τοῦ ἱεροῦ καὶ αὐτῶν τῶν πάλαι ἀδύτιων καὶ ἁγίων λίθους εἰς τὰ τῶν ειδώλων τεμένη, εἴς τε τὰ τῶν πανδήμων θεαμάτων κατασκευάσματα ἀπειλημμένους· ὧν οὕτως ἐναργῶς τοῖς πᾶσιν ὁρωμένων, καὶ ὁ καινὸς νόμος καὶ λόγος ὁ τῆς καινῆς τοῦ Σωτῆρος ἡμῶν Ιησοῦ τοῦ Χριστοῦ Διαθήκης ἐκεῖθέν ποθεν προελθὼν δῆλος ἂν εἴη. Ἐφ' ᾧ μυρία πλήθη λαῶν, ἔθνη τε παντοῖα τῶν πατρίων ἀποστάντα θεῶν, καὶ τῆς παλαιᾶς δεισιδαίμονος πλάνης, τὸν ἐπὶ πάντων Θεὸν ἀνακαλεῖται· διὸ καὶ κατηξίωται τῆς βαθυτάτης ειρήνης, ὡς μηκέτι πολυαρχίας εἶναι, «μηδὲ βασιλείας κατὰ τόπους, μηδὲ ἔθνος ἐπ' ἔθνος ῥομφαίαν αἱρεῖν, μηδ', ὡς τὸ πρὶν, πολέμοις τοῖς κατ' ἀλλήλων σχολάζειν, ἀναπαύεσθαι δὲ τῶν γεωργῶν ἕκαστον ὑποκάτω ἀμπέλου, καὶ ὑποκάτω συκῆς αὐτοῦ, μηδενὸς ἐκφοβοῦντος αὐτούς,» κατὰ τὴν προφητείαν. Ὧν οὕτως οὐδ' ἄλλοτέ πω ἐξ αἰῶνος πρότερον, ἢ κατὰ τὴν τῶν Ῥωμαίων ἐπικράτησιν ἀπὸ τῶν χρόνων τῆς ἐπιφανείας τοῦ Σωτῆρος
the ancient heights, lamenting the obliteration of the things previously spoken of, "shall melt like wax before the face of fire, and like water rushing down in a descent," on account of the multitude of those among them falling down daily from better things to worse. And He says that all these things will come to pass "for the ungodliness of the house of Jacob, and for the sin of the house of Israel." And what the ungodliness and the sin were, proceeding next he adds: "You who abhor judgement, and pervert all that is upright; who build Zion in blood, and Jerusalem in injustices"; among which bloodshed was that also which became to them the cause of their final evils, on account of which they drew down upon themselves that impious cry, saying: "His blood be upon us, and upon our children." Wherefore indeed, he says, for these very things, "Zion shall be ploughed as a field, and Jerusalem shall be as a fruit-watcher's hut"; which things never at any other time at all received their true fulfilment than after the things dared against our Saviour. For from that time even until now, extreme desolation having overtaken the places, their once celebrated Mount Zion, instead of the study and practice of the prophetic and divine oracles formerly carried on upon it, which in former times the children of the Hebrews and God-loving prophets, priests, and teachers of the whole nation earnestly pursued in it, is farmed by Roman men differing in nothing from the rest of the countryside, so that we ourselves also beheld with our own eyes the place being ploughed by oxen and sown; and Jerusalem itself has become like a fruit-watcher's hut when the ancient fruit within it has perished, or rather turned into a stone-gathering according to the Hebrew reading. Aquila, at any rate, says: "Therefore on your account the land of Zion shall be ploughed, and Jerusalem shall be quarried for stones." For having been settled by men of foreign race, even down to this very day it is quarried for stones, all those in our own time who inhabit the city gathering up the stones from its ruin for both private and common and public buildings; and one may behold with one's eyes a sad spectacle, the stones from the temple itself and from the very sanctuaries and holy places of old carried off for the precincts of idols, and for the structures of the public spectacles; and since these things are thus manifestly seen by all, the new law also and word of the new Covenant of our Saviour Jesus the Christ would clearly be shown to have gone forth from somewhere thence. Upon which myriad multitudes of peoples, and nations of every kind, having forsaken their ancestral gods and their ancient superstitious error, call upon the God Who is over all; wherefore also they have been deemed worthy of the deepest peace, so that there is no longer polyarchy, "nor kingdoms from place to place, nor does nation lift up sword against nation, nor, as formerly, devote themselves to wars against one another, but each of the husbandmen rests beneath his vine and beneath his fig-tree, with none making them afraid," according to the prophecy. Since these things never at any other time from of old came to pass before, save under the dominion of the Romans from the times of the manifestation of the Saviour
Notes, col. 636

On the reading

Printed Ἑβραικὴν, for Ἑβραϊκὴν.

Printed ἀδύτιων, for ἀδύτων.

Printed ειδώλων, for εἰδώλων.

Printed Ιησοῦ, for Ἰησοῦ.

Printed ειρήνης, for εἰρήνης.

PG 22:637Read from the page
ἡμῶν καὶ εἰς δεῦρο συντελουμένων, ἀναμφίλεκτον ἡγοῦμαι τὴν ἀπόδειξιν εἰληφέναι τὸν χρόνον τῆς θεσπιζομένης εἰς ἀνθρώπους τοῦ Κυρίου παρουσίας.
of ours, and being accomplished even until now, I consider that the time of the prophesied coming of the Lord among men has received an indisputable demonstration.
Ἀπὸ τοῦ Ζαχαρίου. — Σημεῖα χρόνων τῆς τοῦ Θεοῦ Λόγου εἰς ἀνθρώπους παρουσίας, κλῆσίς τε ἐθνῶν, ὑστάτη τε καθαίρεσις τῆς Ἱερουσαλήμ.
From Zechariah. — Signs of the times of the coming of God the Word among men, the calling of the nations, and the final destruction of Jerusalem.
«Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, διότι ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος. Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσουσιν ἐν μέσῳ σου, καὶ ἐπιγνώσῃ ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ.» Καὶ μεθ' ἕτερα πλεῖστα μεταξὺ ἐπιλέγει· «Χαῖρε σφόδρα, θύγατερ Σιὼν, κήρυσσε, θύγατερ Ἱερουσαλήμ· ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῧς καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον. Καὶ ἐξολοθρεύσει ἅρματα ἐξ Ἐφραῖμ, καὶ ἵππον ἐξ Ἱερουσαλήμ· καὶ ἐξολοθρευθήσεται τόξον πολεμικὸν, καὶ πλῆθος εἰρήνης ἐξ ἐθνῶν. Καὶ κατάρξει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν δι' ἐκβολὰς γῆς.» Ταῦτα περὶ τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας θεσπίσας καὶ νῦν ὁ λόγος, μεθ' ἕτερα περὶ τῆς ἐσχάτης ἐρημώσεως τῆς Ἱερουσαλὴμ, τοτὲ μὲν ἐπικεκρυμμένως καὶ δι' αἰνιγμάτων, τοτὲ δὲ ἀκαλύπτως ἀναφωνεῖ· δι' αἰνιγμάτων μὲν ἐν οἷς φησι· «Διάνοιξον, ὁ Λίβανος, τὰς πύλας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου. Ὀλολυξάτω πίτυς, διότι πέπτωκε κέδρος, διότι μεγάλως μεγιστᾶνες ἐταλαιπώρησαν. Ὀλολύξατε, δρύες τῆς Βασανίτιδος, ὅτι κατεσπάσθη ὁ δρυμὸς ὁ σύμφυτος· φωνὴ θρηνούντων ποιμένων, ὅτι τεταλαιπώρηκεν ἡ μεγαλωσύνη αὐτῶν· φωνὴ ὠρυομένων λεόντων, ὅτι τεταλαιπώρηκε τὸ φρύαγμα τοῦ Ἰορδάνου.» Ταῦτα μὲν δι' αἰνιγμάτων· τὴν δὲ τούτων ἑρμηνείαν ἀνακαλύπτως ὁ αὐτὸς προφήτης ἐπιφέρει λέγων· «Ἰδοὺ ἐγὼ τίθημι τὴν Ἱερουσαλὴμ ὡς πρόπυλα σαλευόμεγα ἅπασι τοῖς λαοῖς κύκλῳ, καὶ ἐν τῇ Ἰουδαίᾳ· καὶ ἔσται περιοχὴ ἐπὶ Ἱερουσαλήμ. Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, θήσομαι τὴν Ἱερουσαλὴμ λίθον καταπατούμενον πᾶσι τοῖς ἔθνεσι. Πᾶς ὁ καταπατῶν αὐτὴν ἐμπαίζων ἐμπαίξεται, καὶ ἐπισυναχθήσονται ἐπ' αὐτὴν πάντα τὰ ἔθνη τῆς γῆς.» Καὶ μετὰ βραχέα ἐπιλέγει· «Καὶ ἐπιβλέψονται πρὸς μὲ, ἀνθ' ὧν κατωρχήσαντο· καὶ κόψονται ἐπ' αὐτὸν κοπετὸν ὡς ἐπ' ἀγαπητῷ, καὶ ὀδύνην ὡς ἐπὶ πρωτοτόκῳ. Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μεγαλυνθήσεται ὁ κοπετὸς Ἱερουσαλὴμ, ὡς κοπετὸς Ῥοῶνος ἐν πεδίῳ ἐκκοπτομένου. Καὶ κόψεται ἡ γῆ κατὰ φυλὰς, φυλὴ οἴκου Δαβὶδ καθ' ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς· φυλὴ οἴκου Νάθαν καθ' ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς· φυλὴ οἴκου Λευῖ καθ' ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς· φυλὴ τοῦ Συμεὼν καθ' ἑαυτὴν, καὶ αἱ γυναῖκες αὐτῶν καθ' ἑαυτάς· πᾶσαι αι ὑπολελειμμέναι φυλαὶ, φυλὴ καθ' ἑαυτὴν, καὶ αι γυναῖκες αὐτῶν καθ' ἑαυτάς.» Καὶ πάλιν μεθ' ἕτερα τὴν ἐσχάτην τῆς Ἱερουσαλὴμ πολιορκίαν σαφέστερον κηρύττει, λέγων·
"Delight and rejoice, O daughter of Zion, because behold, I come, and I will dwell in your midst, says the Lord. And many nations shall flee for refuge to the Lord in that day, and they shall be to Him for a people, and they shall dwell in your midst, and you shall know that the Lord Almighty has sent Me to you." And after very many other things in between, he adds: "Rejoice greatly, O daughter of Zion; proclaim aloud, O daughter of Jerusalem: behold, your King comes to you, righteous and saving, Himself meek and mounted upon a beast of burden and a young foal. And He shall utterly destroy chariots out of Ephraim, and the horse out of Jerusalem; and the bow of war shall be utterly destroyed, and there shall be abundance of peace from the nations. And He shall rule from sea to sea, and from the rivers to the outings of the earth." Having prophesied these things even now concerning the coming of our Saviour, the oracle after other matters proclaims aloud concerning the final desolation of Jerusalem, at one time covertly and through riddles, and at another time openly; through riddles in the words where he says: "Open your gates, O Lebanon, and let fire devour your cedars. Let the pine wail, because the cedar has fallen, because the mighty ones have been greatly afflicted. Wail, O oaks of Bashan, because the dense forest has been torn down; a voice of wailing shepherds, because their greatness has been afflicted; a voice of roaring lions, because the pride of the Jordan has been afflicted." These things indeed through riddles; and the interpretation of them the same prophet brings forward openly, saying: "Behold, I make Jerusalem as reeling gateways to all the peoples round about, and in Judaea; and there shall be a siege-enclosure against Jerusalem. And it shall be in that day, I will make Jerusalem a stone trampled down by all the nations. Everyone who tramples her down shall utterly mock in mockery, and all the nations of the earth shall be gathered together against her." And after a little he adds: "And they shall look towards Me, because they danced in triumph; and they shall mourn over Him with a mourning as over a beloved one, and with grief as over a firstborn. In that day the mourning of Jerusalem shall be magnified, as the mourning of a pomegranate-grove cut down in a plain. And the land shall mourn tribe by tribe: the tribe of the house of David by itself, and their wives by themselves; the tribe of the house of Nathan by itself, and their wives by themselves; the tribe of the house of Levi by itself, and their wives by themselves; the tribe of Simeon by itself, and their wives by themselves; all the remaining tribes, tribe by tribe by itself, and their wives by themselves." And again after other things he proclaims the final siege of Jerusalem more clearly, saying:
Notes, col. 637

On the reading

Printed σαλευόμεγα, for σαλευόμενα.

Printed αι, for αἱ.

Printed αι, for αἱ.

PG 22:640Read from the page
«Ἰδοὺ ἡμέραι ἔρχονται τοῦ Κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν σοὶ, καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ· οἱ δὲ κατάλοιποι τοῦ λαοῦ μου οὐ μὴ ἐξολοθρευθῶσιν ἐκ τῆς πόλεως. Καὶ ἐξελεύσεται Κύριος, καὶ παρατάξεται ἐν τοῖς ἔθνεσιν ἐκείνοις, καθὼς ἡμέρα παρατάξεως αὐτοῦ ἐν ἡμέρᾳ πολέμου, καὶ στήσονται οἱ πόδες αὐτοῦ ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ἐπὶ τὸ ὄρος τῶν Ἐλαιῶν τὸ κατέναντι Ἱερουσαλήμ.» Εἶτα μεθ' ἕτερα τὰ μεταξὺ φησιν· «Καὶ ἔσται Κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἓν, κυκλοῦν πᾶσαν τὴν γῆν, καὶ τὴν ἔρημον.» Καὶ αὖθις μεθ' ἕτερα περιγράφων τὴν βίβλον τῆς προφητείας, τὴν κλῆσιν τῶν ἐθνῶν διὰ τούτων θεσπίζει· «Καὶ ἔσται, ὅσοι ἐὰν καταλειφθῶσιν ἐκ πάντων τῶν ἐθνῶν τῶν ἐλθόντων ἐπὶ Ἱερουσαλὴμ, καὶ ἀναβήσονται κατ' ἐνιαυτὸν, τοῦ προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι, καὶ τοῦ ἑορτάζειν τὴν ἑορτὴν τῆς Σκηνοπηγίας. Καὶ ἔσται, ὅσοι ἐὰν μὴ ἀναβῶσιν ἐκ πασῶν τῶν φυλῶν τῆς γῆς εἰς Ἱερουσαλὴμ, τοῦ προσκυνῆσαι τῷ βασιλεῖ Κυρίῳ παντοκράτορι, καὶ οὗτοι ἐκείνοις προστεθήσονται. Ἐὰν δὲ φυλὴ Αἰγύπτου μὴ ἀναβῇ, μηδὲ ἔλθῃ ἐκεῖ, καὶ ἐπὶ τούτων ἔσται ἡ πτῶσις, ἣν πατάξει Κύριος πάντα τὰ ἔθνη τῆς γῆς, ὅσα ἐὰν μὴ ἀναβῇ τοῦ ἑορτάσαι τὴν ἑορτὴν τῆς Σκηνοπηγίας. Αὕτη ἔσται ἡ ἁμαρτία Αἰγύπτου, καὶ ἡ ἁμαρτία πάντων τῶν ἐθνῶν, ὅτα ἂν μὴ ἀναβῇ τοῦ ἑορτάσαι την ἑορτὴν τῆς Σκηνοπηγίας» Ταῦτα καὶ ὁ Ζαχαρίας μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον, Δαρείου Περσῶν βασιλεύοντος, προφητεύει, τῆς Ἱερουσαλὴμ ἄρτι τότε ἀνεγηγερμένης ἐκ τῆς προτέρας ἐρημίας, ἣν ὑπὸ Βαβυλωνίων πέπονθε. Συνάγεται δὲ ὁ πᾶς χρόνος ἀπὸ τῆς Δαρείου τοῦ Πέρσου, καθ' ἣν ὁ Ζαχαρίας προφητεύει, καὶ ἐπὶ Αὔγουστον Ῥωμαίων βασιλέα εἰς ἐτῶν ἑβδομάδας ἑπτὰ καὶ ἑξηκονταδύο, τὰς ἐν τῷ Δανιὴλ φερομένας, ἃ γίνεται ἔτη τετρακόσια ὀγδοήκοντα τρία, ὡς ἀπεδείξαμεν ἐν τοῖς μικρῷ πρόσθεν γεγυμνασμένοις. Οὔτε δὲ ἐπὶ τῆς Μακεδόνων ἀπὸ Ἀλεξάνδρου καὶ μέχρις Αὐγούστου παραταθείσης, τῶν ἐμφερομένων τοῖς τοῦ προφήτου λόγοις συνίσταταί τι πεπληρωμένον. Πότε γὰρ κατ' ἐκείνους τοὺς χρόνους τοῦ παρὰ τοῖς προφήταις θεολογουμένου Κυρίου ἀνθρώποις ἐπιστάντος, ἔθνη πολλὰ ἐπιγνόντα αὐτὸν, καὶ μόνον Θεὸν αὐτὸν ὁμολογήσαντα, ἐπ' αὐτὸν καταπέφευγε, καὶ γέγονεν αὐτῷ εἰς λαόν; πότε κατὰ τοὺς Περσῶν ἢ Μακεδόνων χρόνους ὁ προφητευόμενος βασιλεὺς ἐλήλυθεν, «Ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον, καὶ πῶλον νέον;» ἐλθών τε τοῦ Ἰουδαίων ἔθνους Ἐφραῗμ ὀνομαζομένου, καὶ τῆς Ἱερουσαλὴμ αὐτῆς τὴν βασιλικὴν παράταξιν, ἅρματα καὶ ἵππον ἐπικαλουμένην ἐξωλόθρευσε· τό τε ὁπλιτικὸν τοῦ Ἰουδαίων ἔθνους καθεῖλε; Τοῦτο γὰρ ἐδήλου τὸ λόγιον φάσκον· «Ἰδοὺ ὁ Βασιλεύς σου ἔρχεταί σοι δίκαιος καὶ σώζων, αὐτὸς πραῧς, καὶ ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον, καὶ ἐξολοθρευθήσεται τόξον
"Behold, days of the Lord are coming, and your spoils shall be divided within you, and I will gather together all the nations against Jerusalem for war, and the city shall be taken, and the houses shall be plundered, and the women shall be defiled, and half of the city shall go forth in captivity; while the remnant of My people shall by no means be utterly destroyed out of the city. And the Lord shall go forth, and shall marshal Himself for battle among those nations, like the day of His battle-array in the day of war, and His feet shall stand in that day upon the Mount of Olives, which is opposite Jerusalem." Then after other things in between he says: "And the Lord shall be one, and His name one, encompassing all the earth and the wilderness." And again after other things, bringing the book of the prophecy to a close, he prophesies the calling of the nations through these words: "And it shall be, as many as are left out of all the nations that came against Jerusalem shall even go up year by year to worship the King, the Lord Almighty, and to keep the feast of Tabernacles. And it shall be, as many out of all the tribes of the earth as do not go up to Jerusalem to worship the King, the Lord Almighty, these also shall be added to those. And if the tribe of Egypt does not go up, nor come thither, upon these also shall be the downfall wherewith the Lord shall smite all the nations of the earth, as many as do not go up to keep the feast of Tabernacles. This shall be the sin of Egypt, and the sin of all the nations, as many as do not go up to keep the feast of Tabernacles." These things also Zechariah prophesies after the return from Babylon, while Darius was reigning over the Persians, Jerusalem having just then been raised up out of the former desolation which it had suffered at the hands of the Babylonians. And the whole time from the reign of Darius the Persian, during which Zechariah prophesies, even down to Augustus king of the Romans, is summed up at the seven and sixty-two weeks of years recorded in Daniel, which comes to four hundred and eighty-three years, as we demonstrated in the discussions worked out shortly before. Yet neither during the empire of the Macedonians, which extended from Alexander even down to Augustus, is anything contained in the words of the prophet shown to have been fulfilled. For when during those times did the Lord, Who is acknowledged as God among the prophets, appear among men, and did many nations, recognizing Him and confessing Him as only God, flee to Him for refuge and become to Him for a people? When during the times of the Persians or of the Macedonians did the prophesied King come, "Mounted upon a beast of burden, and a young foal"? And coming, utterly destroy the royal battle-array, called chariots and horse, of the nation of the Jews named Ephraim, and of Jerusalem itself, and pull down the armed force of the nation of the Jews? For this is what the oracle declared, saying: "Behold, your King comes to you righteous and saving, Himself meek, and mounted upon a beast of burden and a young foal, and there shall be utterly destroyed the bow
Notes, col. 640

On the reading

Printed ὅτα, for ὅσα.

Printed την, for τὴν.

PG 22:641Read from the page
πολεμικόν.» Ταῦτα γὰρ περὶ τῆς καθαιρέσεως τῆς βασιλικῆς ἀξίας τοῦ Ἰουδαίων ἔθνους ἐθεσπίζετο, ἐφ' ᾗ πάλιν τὰ τῆς τῶν ἐθνῶν εἰρήνης συμφώνως τοῖς πρόσθεν ἀποδεδομένοις ἐπιλέγεται διὰ τοῦ· «Καὶ πλῆθος εἰρήνης ἐξ ἐθνῶν,» ἀνθ' οὗ ὁ Ἀκύλας καὶ οἱ λοιποὶ ἑρμηνευται ἐκδεδώκασι· «Καὶ λαλήσει εἰρήνην τοῖς ἔθνεσιν,» ὃ καὶ μάλιστα ἀπὸ τῆς Αὐγούστου βασιλείας συνίσταται, καὶ πρὸς λέξιν πεπληρωμένον, πάσης μὲν ἐξ ἐκείνου καταλυθείσης πολυαρχίας, εἰρήνης δὲ τὰ πλεῖστα τῆς οἰκουμένης ἔθνη διαλαβούσης. Τίς δὲ πρὸ τῶν Ῥωμαϊκῶν χρόνων, ἐπὶ τῶν Περσικῶν, ἢ τῶν Μακεδονικῶν τοιοῦτος γέγονεν Ἰουδαίων βασιλεὺς, ὡς ἄρξαι αὐτὸν ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμῶν ἕως περάτων τῆς οἰκουμένης; Τοῦτο γοῦν ἐδήλωσαν οἱ λοιποὶ ἑρμηνευταί. Ὁ γοῦν Ἀκύλας φησί· «Καὶ λαλήσει εἰρήνην τοῖς ἔθνεσι, καὶ ἡ ἐξουσία αὐτοῦ ἀπὸ θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης·» ᾧ συνᾴδει καὶ τὸ ἐν ἑβδομηκοστῷ πρώτῳ ψαλμῷ περὶ τοῦ ἐκ σπέρματος Σολομῶνος γεννησομένου Χριστοῦ, ὧδέ πῃ εἰρημένον· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης, ἕως οὗ ἀνταναιρεθῇ ἡ σελήνη, καὶ κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης·» ταῦτα γὰρ περὶ τοῦ υἱοῦ Σολομῶνος ἐλέγετο, οὐδὲν λειπόμενα τῶν ἐν τῷ προφήτῃ εἰρημένων. Πότ' οὖν ταῦτα καὶ πῶς, ἢ κατὰ ποίους χρόνους γέγονεν, ὁ βουλόμενος ἑρμηνευέτω· ἢ πότε ἄλλοτε μετὰ τὴν ὑπὸ Βαβυλωνίας πολιορκίαν δεύτερον ἐμπρησμὸν ὑπέμεινεν Ἱερουσαλὴμ, καὶ ὁ ἐν αὐτῇ κατεῤῥίφη νεώς. Ὅ καὶ αὐτὸ θαῦμα μέγα ἔχει, ὡς ᾐνίξατο ὁ προφήτης εἰπών· «Διάνοιξον, ὁ Λίβανος, τὰς θύρας σου, καὶ καταφαγέτω πῦρ τὰς κέδρους σου.» Λίβανον γὰρ ἐν τούτοις συνήθως αὐτὸ τὸ ἱερὸν ὀνομάζει· ἐπεὶ καὶ δι' ἑτέρων προφητειῶν ἀποδέδεικται Λίβανος αὐτὸς ὁ νεὼς ἐπικεκλημένος. Τοῦτο δὲ καὶ αὐτοὶ παῖδες Ἰουδαίων εἰσέτι νῦν ὁμολογοῦσιν· ἐπεὶ καὶ Ἠσαΐας ἐμφερῆ τῷ μετὰ χεῖρας προφήτῃ θεσπίζων ἔφησεν· «Ἰδοὺ Κύριος Σαβαὼθ συνταράσσει τοὺς ἐνδόξους μετὰ ισχύος, καὶ οἱ ὑψηλοὶ τῇ ὕβρει συντριβήσονται. Ὁ δὲ Λίβανος σὺν τοῖς ὑψηλοῖς πεσεῖται, καὶ ἐξελεύσεται ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαὶ, καὶ ἄνθος ἐκ τῆς ῥίζης ἀναβήσεται, καὶ ἐπαναπαύσεται ἐπ' αὐτὸν πνεῦμα τοῦ θεοῦ·» οἷς ἐπιλέγει· «Καὶ ἔσται ἡ ῥίζα τοῦ Ἰεσσαὶ, καὶ ὁ ἀνιστάμενος ἄρχειν ἐθνῶν, ἐπ' αὐτῷ ἔθνη ἐλπιοῦσι.» Καὶ ἐνταῦθα γὰρ ὁμοῦ τῇ ἐκ σπέρματος Ἰεσσαὶ καὶ Δαβὶδ γενέσει τοῦ Χριστοῦ, Λιβάνου καθαίρεσις καὶ ἐθνῶν κλῆσις συνῆπται. Λίβανον δὲ τὴν Ἱερουσαλὴμ διαῤῥήδην ὁ καὶ Ἰεζεκιὴλ σημαίνει λέγων· «Ὁ ἀετὸς ὁ μέγας, ὁ μεγαλοπτέρυγος, ὁ ἔχων τὸ ἥγημα εἰσελθεῖν εἰς τὸν Λίβανον, καὶ ἀπέκρισε τὰ ἁπαλὰ τῆς κέδρου.» Ταῦτα γοῦν ὁ αὐτὸς ἑξῆς διασαφῶν ἐπιλέγει· «Ὅτ' ἂν ἔλθῃ Ναβουχοδονόσορ ἐπὶ Ἱερουσαλὴμ, καὶ λάβῃ τοὺς ἄρχοντας αὐτῆς,» καὶ τὰ ἑξῆς. Ἀλλὰ ταῦτα μὲν ὁ Ἰεζεκιὴλ περὶ τῆς πρώτης ἐδήλου πολιορκίας, μεθ' ἣν ὁ Ζαχαρίας περὶ τῆς δευτέρας θεσπίζει. Πότε οὗτος μετὰ
of war." For these things were prophesied concerning the pulling down of the royal dignity of the nation of the Jews, upon which again the things concerning the peace of the nations are added in agreement with what was set forth previously, through the words: "And abundance of peace from the nations," instead of which Aquila and the rest of the translators have rendered: "And He shall speak peace to the nations," which indeed is shown above all from the reign of Augustus to have been fulfilled to the very letter, all polyarchy having been dissolved from that time, and peace having embraced most of the nations of the inhabited world. And prior to the Roman times, under the Persian or the Macedonian times, what king of the Jews ever arose such that he ruled from sea to sea, and from the rivers to the ends of the inhabited world? This at any rate the rest of the translators made clear. Aquila, indeed, says: "And He shall speak peace to the nations, and His authority shall be from sea, and from the river to the ends of the inhabited world"; with which agrees also what is said in the seventy-first Psalm concerning the Christ Who was to be born of the seed of Solomon, spoken somewhat after this manner: "In His days righteousness shall spring forth, and abundance of peace, until the moon be taken away, and He shall have dominion from sea to sea, and from the river to the ends of the inhabited world"; for these things were spoken concerning the Son of Solomon, falling short in nothing of the things spoken in the prophet. When, therefore, and how, or in what sort of times these things came to pass, let anyone who wishes interpret; or when else after the siege by Babylonia did Jerusalem suffer a second burning, and was the temple within it cast down? Which very thing also holds a great wonder, in the way the prophet hinted at it when he said: "Open your doors, O Lebanon, and let fire devour your cedars." For in these words, as is customary, he names the sanctuary itself Lebanon; since through other prophecies also it has been demonstrated that the temple itself is called Lebanon. And this even the children of the Jews themselves confess to this very day; since Isaiah also, prophesying things akin to the prophet in hand, said: "Behold, the Lord Sabaoth confounds the glorious ones with strength, and the lofty in pride shall be crushed. And Lebanon shall fall with the lofty ones, and a rod shall come forth out of the root of Jesse, and a blossom shall come up out of the root, and the Spirit of God shall rest upon Him"; to which he adds: "And there shall be the root of Jesse, and He Who rises up to rule over nations; in Him shall nations hope." For here too, together with the birth of the Christ from the seed of Jesse and David, the destruction of Lebanon and the calling of the nations have been joined. And Ezekiel too expressly signifies that Lebanon is Jerusalem, saying: "The great eagle, the large-winged, having the purpose to enter into Lebanon, plucked off the tender shoots of the cedar." Explaining these things, at any rate, the same prophet next adds: "Whenever Nebuchadnezzar comes against Jerusalem, and takes its rulers," and what follows. Yet Ezekiel declared these things concerning the first siege, after which Zechariah prophesies concerning the second. When, after
Notes, col. 641

On the reading

Printed ἑρμηνευται, for ἑρμηνευταὶ.

Printed Ὅ, for Ὃ.

Printed ισχύος, for ἰσχύος.