Migne Reading Room

PG 22 · cols. 620–629 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:620Read from the page
ματι θεωρήσας ὁ Δανιὴλ τὸν χρόνον, σημειοῦται λέγων· « Ἐγὼ Δανιὴλ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, περὶ οὗ ἐγενήθη λόγος Κυρίου πρὸς Ἰερεμίαν τὸν προφήτην, εις συμπλήρωσιν ἐρημώσεως τῆς Ἱερουσαλὴμ, ἑβδομήκοντα ἔτη, καὶ ἔδωκα τὸ πρόσωπόν μου πρὸς Κύριον τὸν Θεόν μου, τοῦ ἐκζητῆσαι προσευχὴν καὶ δέησιν. » Εἶτα μετὰ τὴν εὐχὴν ἐπιφανεὶς αὐτῷ ὁ ἄγγελος θεσπίζει τὰ περὶ τῶν ἑβδομήκοντα ἑβδομάδων, καὶ τὸν χρόνον ὅθεν δεῖ ἄρχεσθαι ἀριθμεῖν, σημαίνει, λέγων· « Καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου, τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ, ἕως Χριστοῦ ἡγουμένου. » Γέγονε μὲν οὖν ἀπόκρισις πρώτη Κύρου, οἰκοδομηθῆναι τὴν Ἱερουσαλὴμ, οὐ μὴν εἰς ἔργον ἐχώρησε, τῶν περιοίκων κεκωλυκότων· Δαρείου δὲ μετὰ ταῦτα κελεύσαντος, καὶ τῆς οἰκοδομῆς τοῦ ἱεροῦ κατ' αὐτὸν συντελεσθείσης, ἡ τοῦ Δανιὴλ ἐντεῦθεν προφητεία τὴν καταρχὴν τῆς ἐκβάσεως ἐλάμβανεν, ἥ τε φάσκουσα· « Ἀπὸ ἐξόδου λόγου, τοῦ ἀποκριθῆναι καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ, » καὶ δι' ἧς εἴρηται· « Ἐγὼ Δανιὴλ συνῆκα ἐν ταῖς βίβλοις τὸν ἀριθμὸν τῶν ἐτῶν, περὶ οὗ ἐγενήθη λόγος Κυρίου πρὸς Ἱερεμίαν τὸν προφήτην, εἰς συμπλήρωσιν ἐρημώσεως Ἱερουσαλὴμ, ἑβδομήκοντα ἔτη. » Κατὰ γοῦν τὸ δεύτερον ἔτος Δαρείου ἡ συμπλήρωσις τῆς ἑβδομηκονταετηρίδος ἀποδέδεικται περαιωθεῖσα, ὥστε ἐξ ἅπαντος ἄρχεσθαι δεῖν ἡμᾶς τῶν ἑβδομήκοντα ἑβδομάδων ἀπὸ τῆς ἑξηκοστῆς καὶ ἕκτης Ὀλυμπιάδος, καὶ ἀπὸ δευτέρου ἔτους Δαρείου, ἐν ᾧ τὰ τῆς οἰκοδομῆς πέραιοῦται. Ἐντεῦθεν γοῦν εἰ τοὺς ἑπομένους χρόνους ἀριθμήσεις, εὕροις ἂν ἐπ' αὐτὸν Ἡρώδην μόναρχόν τε Ῥωμαίων Αὔγουστον, καθ' οὓς ἡ τοῦ Σωτῆρος ἡμῶν ἐπέφανε τῷ βίῳ γένεσις, τὰ τετρακόσια ὀγδοήκοντα τρία ἔτη, αἵ εἰσιν ἑπτὰ καὶ ἑξηκονταδύο ἑβδομάδες, κατὰ τὴν τοῦ Δανιὴλ προφητείαν περιοριζόμενα. Ἀπὸ γὰρ τῆς ἑξηκοστῆς καὶ ἕκτης Ὀλυμπιάδος ἐπὶ τὴν ἑκατοστὴν ὀγδοηκοστὴν ἕκτην γίνονται Ὀλυμπιάδες μεταξὺ ἑκατὸν εἰκοσιμία, ἔτη τετρακόσια ὀγδοήκοντα τέσσαρα, τετραετίαν τῆς Ὀλυμπιάδος ἐπεχούσης, καθ' ὃν καιρὸν Αὔγουστος Ῥωμαίων βασιλεὺς, πεντεκαιδέκατον ἔτος τῆς βασιλείας ἐπέχων, Αἰγύπτου κρατεῖ, καὶ τῆς λοιπῆς οἰκουμένης, ὑφ' οὗ πρῶτος ἀλλόφυλος Ἡρώδης τὴν τῶν Ἰουδαίων ἐγχειρίζεται βασιλείαν. Γεννᾶται δὲ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ Θεοῦ, κατὰ τὸ αὐτὸ συντρεχόντων τῶν χρόνων τῆς γενέσεως αὐτοῦ καὶ τῆς συμπληρώσεως τῶν παρὰ τῷ Δανιὴλ ἑπτὰ καὶ ἑξήκοντα δύο ἑβδομάδων· μεθ' ἃς διῃρημένης καὶ μακρὰν ἀπεσχοινισμένης, μετὰ πλεῖστα ὅσα τὰ μεταξὺ προφητευόμενα, τῆς λειπούσης μιᾶς ἑβδομάδος, τὰ λοιπὰ πάντα διὰ μέσου τῆς τοῦ χρησμοῦ προῤῥήσεως ειρημένα ἐπιτελεῖται, ἃ καὶ αὐτὰ τοῦτον ἔχει τὸν τρόπον· « Μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἑξηκονταδύο ἐξολοθρευθήσεται χρίσμα, καὶ κρῖμα οὐκ ἔστιν ἐν αὐτῷ· καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ ἐκκοπήσονται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου
Spirit Daniel, having beheld the time, notes it, saying: "I Daniel understood in the books the number of the years concerning which the word of the Lord came to Jeremiah the prophet, for the fulfilment of the desolation of Jerusalem, seventy years, and I set my face towards the Lord my God, to seek prayer and supplication." Then after the prayer, the angel appearing to him foretells the things concerning the seventy weeks, and signifies the time from which one must begin to count, saying: "And you shall know and understand from the going forth of a word for making answer and for building Jerusalem until Christ the ruler." Now the first answer was that of Cyrus, that Jerusalem should be built, yet it did not advance into effect, since the neighbouring peoples hindered it; but after Darius subsequently gave command, and the building of the temple was completed in his time, Daniel's prophecy took the beginning of its fulfilment from that point, both the part which declares: "From the going forth of a word for making answer and for building Jerusalem," and that through which it is said: "I Daniel understood in the books the number of the years concerning which the word of the Lord came to Jeremiah the prophet, for the fulfilment of the desolation of Jerusalem, seventy years." Thus in the second year of Darius the fulfilment of the seventy-year period has been shown to have been brought to completion, so that by every reckoning we must begin the seventy weeks from the sixty-sixth Olympiad, and from the second year of Darius, in which the works of the building are brought to completion. From that point, therefore, if you count the following times, you will find down to Herod himself and Augustus the monarch of the Romans, in whose days the birth of our Saviour shone forth upon human life, the four hundred and eighty-three years, which are seven and sixty-two weeks, marked off according to Daniel's prophecy. For from the sixty-sixth Olympiad unto the hundred and eighty-sixth there are in between a hundred and twenty-one Olympiads, four hundred and eighty-four years, an Olympiad holding a space of four years, at which time Augustus, king of the Romans, holding the fifteenth year of his reign, becomes master of Egypt and of the rest of the inhabited world, under whom first Herod, a foreigner, is entrusted with the kingdom of the Jews. And our Saviour and Lord Jesus the Christ of God is born, the times of His birth and of the fulfilment of the seven and sixty-two weeks in Daniel coinciding at the same point; after which, the remaining one week being separated and marked off afar after very many things prophesied in between, all the remaining things spoken midway in the prediction of the oracle are accomplished, which themselves also run in this manner: "After the seven and sixty-two weeks, anointing shall be utterly destroyed, and there is no judgement in it; and he shall destroy the city and the sanctuary together with the coming ruler, and they shall be cut off in a flood, and until the end of a war cut short
Notes, col. 620

On the reading

Printed Ἰερεμίαν, for Ἱερεμίαν.

Printed εις, for εἰς.

Printed πέραιοῦται, for περαιοῦται.

Printed ειρημένα, for εἰρημένα.

PG 22:621Read from the page
ἀφανισμοῖς. » Καὶ ταῦτα δὲ ἐναργῆ τὴν ἔκβασιν εἴληφε κατ' αὐτὸν Αὔγουστον καὶ Ἡρὼδην, εἰς οὓς τὰς προειρημένας ἑπτὰ ἑβδομάδας συγκεφαλαιοῦσθαί φαμεν. Ὁδῷ γοῦν καὶ τάξει τοῦ κατὰ τὴν ἀρχιερωσύνην χρίσματος, μέχρι τῶν Ἡρώδου καὶ Αὐγούστου χρόνων διαρκέσαντος, τῆς δὲ διαδοχῆς τῶν πάλαι ἀρχιερέων ἐπὶ Ἀλέξανδρον τὸν Ὑρκανοῦ πατέρα περιγραφείσης, Ἡρώδης τὸν Ὑρκανὸν ἀνελὼν, οὐκέτι τοῖς ἐκ πατέρων διαδόχοις ἐπιτρέψαι λέγεται τὴν λειτουργίαν, ἀλλά τισιν ἀσήμοις καὶ ἀφανέσιν ἀνθρώποις. Τοῦτο δὲ καὶ ὁ χρησμὸς προλαβὼν ἐπεθέσπισεν, εἰπών· « Καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἑξηκονταδύο ἐξολοθρευθήσεται χρίσμα, καὶ κρῖμα οὐκ ἔστιν ἐν αὐτῷ· » ὅπερ σαφῶς καὶ λοιποὶ τεθείκασιν ἑρμηνευταί· ὁ μὲν Ἀκύλας φήσας· « Καὶ μετὰ τὰς ἑπτὰ ἑβδομάδας καὶ ἑξηκονταδύο ἐξολοθρευθήσεται ἠλειμμένος, καὶ οὐκ ἔστιν αὐτῷ· » ὁ δὲ Σύμμαχος· « Καὶ μετὰ τὰς ἑβδομάδας ἑπτὰ καὶ ἑξηκονταδύο ἐκκοπήσεται Χριστὸς, καὶ οὐκ ὑπάρξει αὐτῷ. » Ὅθεν μάλιστα παρίστασθαί μοι δοκεῖ Χριστὸς ἡγούμενος εἶναι ὁ κατὰ τὴν ἡμετέραν ἀπόδοσιν δεδηλωμένος. Μετὰ γοῦν τὴν τῶν εἰρημένων ἑβδομάδων συμπλήρωσιν, « ἐξολοθρευθήσεται Χριστὸς, » φησί. Τίς δὲ οὗτος ἢ ὁ ἡγούμενος, καὶ ὁ κατὰ διαδοχὴν ἐξ ἱερατικοῦ γένους, τοῦ ἔθνους προεστώς; Διέμενε γοῦν οὗτος εἰς ὅσον οὔπω τὰ τῶν ἑβδομάδων ἐπληροῦτο· ἐπειδὴ δὲ τέλος ἐλάμβανον αὗται, ἀκολούθως τῇ προφητείᾳ ἐξεκόπη ὁ ἐκ διαδοχῆς γένους, τοῦ ἔθνους προεστώς. Οὗτος δὲ ἦν Ὑρκανὸς, ὃν αὐτὸς Ἡρώδης ἀνελὼν, τὴν κατὰ τοῦ ἔθνους βασιλείαν μηδὲν αὐτῷ διαφέρουσαν ὑφαρπάζει, πρῶτός τε αὐτὸς ἀλλόφυλος ἡγεῖται. Οὐ μόνος δὲ ἄρα ὁ Ὑρκανὸς Χριστὸς ὢν, καὶ τῶν πάλαι ἀρχιερέων ὕστατος, ἐξεκόπη, ἀλλὰ καὶ ἡ ἐκ προγόνων ἄνωθεν ἐκ τῶν πρόπαλαι ἀρχιερέων κατιοῦσα διαδοχὴ, αὐτό τε τὸ κατὰ νόμους χρίσμα οὐκ ἔτι κατὰ κρίσιν γινόμενον, ἀτάκτως δὲ καὶ συγκεχυμένως, οὐ κατὰ τὰ παρὰ Μωϋσεῖ νενομοθετημένα, συνέτρεχε δὲ ὁμοῦ πάντα ἀκολούθως τῇ προφητείᾳ φησάσῃ· « Ἐξολοθρευθήσεται χρίσμα, καὶ κρῖμα οὐκ ἔστιν ἐν αὐτῷ. » Μάρτυς δ' ἀξιόχρεως τούτων ὁ ἐξ αὐτῶν Ἑβραίων Ἰώσηπος, ὧδέ πως ἱστορῶν τὰ κατὰ τοὺς χρόνους ἐν ὀκτωκαιδεκάτῳ τῆς Ἰουδαϊκῆς Ἀρχαιολογίας· « Τὴν δὲ βασιλείαν Ἡρώδης παρὰ Ῥωμαίων ἐγχειρισθεὶς, οὐκ ἔτι τοὺς ἐκ τοῦ Ἀσαμωναίου γένους (οὗτοι δὲ ἦσαν οἱ καλούμενοι Μακκαβαῖοι), καθίστησιν ἀρχιερεῖς, ἀλλά τινας ἀσήμους καὶ μόνον ἐξ Ἑβραίων ὄντας, πλὴν ἑνὸς Ἀριστοβούλου, ὃν Ὑρκανοῦ υἱὸν ὄντα, καταστήσας ἀρχιερέα, τῇ ἀδελφῇ αὐτοῦ συνώκησε Μαριάμμη, τὴν τοῦ πλήθους πρὸς αὐτὸν θηρώμενος εὔνοιαν διὰ τὴν Ὑρκανοῦ μνήμην. Εἶτα δεδιὼς μὴ πρὸς τὸν Ἀριστόβουλον πάντες ἀποκλίνωσιν, ἀνεῖλεν αὐτὸν ἐν Ἱεριχοῖ, πνιγῆναι μηχανησάμενος κολυμβῶντα, καθὼς ἤδη δεδηλώκαμεν. Μετὰ τοῦτον οὐκ ἔτι τοῖς ἐκγόνοις τῶν Ἀσαμωναίου παίδων τὴν ἀρχιερωσύνην ἐπίστευσεν. Ἔπραξε δὲ ὅμοια τῷ Ἡρώδῃ περὶ τῆς καταστάσεως τῶν ἀρχιερέων, Ἀρχέλαός τε ὁ παῖς αὐτοῦ, καὶ μετὰ τοῦτον Ῥωμαῖοι τὴν τῶν Ἰουδαίων βασιλείαν παρειληφότες. » Πάλιν ἐν ἑτέροις ταῦτα
by desolations." And these things also received their manifest outcome in the time of Augustus himself and Herod, unto whom we say the aforesaid seven weeks are summed up. For whereas the anointing belonging to the high-priesthood had endured in due course and order down to the times of Herod and Augustus, and the succession of the ancient high priests had been brought to its close at Alexander the father of Hyrcanus, Herod, having slain Hyrcanus, is said no longer to have entrusted the ministry to those succeeding from their fathers, but to certain undistinguished and obscure men. And this too the oracle foreknew and prophesied, saying: "And after the weeks, the seven and sixty-two, anointing shall be utterly destroyed, and there is no judgement in it;" which the other translators also have clearly set down: Aquila on the one hand saying: "And after the seven weeks and sixty-two an anointed one shall be utterly destroyed, and there is not for him;" and Symmachus on the other: "And after the weeks seven and sixty-two an Anointed shall be cut off, and there shall not belong to him." Whence most of all it seems to me to be established that the Anointed ruler is the one set forth according to our exposition. After the fulfilment, therefore, of the aforesaid weeks, "an Anointed shall be utterly destroyed," it says. And who was this if not the ruler, and he who by succession from the priestly race presided over the nation? Accordingly this man remained so long as the period of the weeks was not yet being fulfilled; but when these reached their end, in accordance with the prophecy he who presided over the nation by succession of race was cut off. And this was Hyrcanus, whom Herod himself slew, usurping the kingship over the nation which in no way belonged to him, and he himself is the first foreigner to rule. Not only, therefore, was Hyrcanus, being an Anointed and the last of the ancient high priests, cut off, but also the succession descending from ancestors of old from the high priests of ancient times, and the lawful anointing itself, no longer taking place according to judgement, but disorderly and confusedly, not according to the ordinances laid down in Moses; and all things concurred together in accordance with the prophecy which said: "Anointing shall be utterly destroyed, and there is no judgement in it." And a trustworthy witness of these things is Josephus, himself from among the Hebrews, recounting the events of those times after this manner in the eighteenth book of the Jewish Antiquities: "Now Herod, having had the kingdom entrusted to him by the Romans, no longer appoints high priests from the race of Asamonaeus (and these were those called Maccabees), but certain undistinguished men who were merely of the Hebrews, save one, Aristobulus, whom, being a son of Hyrcanus, he appointed high priest, and married his sister Mariamme, courting the goodwill of the multitude towards himself for the sake of the memory of Hyrcanus. Afterwards, fearing lest all should incline towards Aristobulus, he slew him in Jericho, contriving that he should be drowned while swimming, just as we have already set forth. After him he no longer entrusted the high-priesthood to the descendants of the sons of Asamonaeus. And Archelaus his son acted similarly to Herod concerning the appointment of the high priests, and after him the Romans, having taken over the kingdom of the Jews." Again in other places, these things
Notes, col. 621

On the reading

Printed Ἡρὼδην, for Ἡρώδην.

Printed συνώκησε, for συνῴκησε.

Printed Μαριάμμη, for Μαριάμμῃ.

PG 22:624Read from the page
περὶ αὐτῶν φησιν· « Ἡρώδης δὲ βασιλεύσας, τήν τε βάριν ταύτην ἐν ἐπιτηδείῳ τόπῳ κειμένην κατασκευάσας πολυτελῶς, Ἀντωνίαν καλεῖ ὄνομα, καὶ τὴν στολὴν τὴν ἀρχιερατικήν λαμβάνει, τὴν δὲ κειμένην κατεῖχε, πιστεύων οὐδὲν νεωτερίσειν τὸν λαὸν δι' αὐτήν. Ἔπραξε δ' ὅμοια τῷ Ἡρώδῃ καὶ ὁ ἐπικατασταθεὶς αὐτῷ βασιλεὺς Ἀρχέλαος, υἱὸς ὠν αὐτοῦ, παρ' οὗ Ῥωμαῖοι διαδεξάμενοι τὴν ἀρχὴν, ἐκράτουν τῆς στολῆς τοῦ ἀρχιερέως ἀποκειμένης ἐν οἴκῳ λίθου οἰκοδομηθέντι, ὑπὸ σφραγῖδι. « Διὰ τούτων τὸ ἀποτέλεσμα παντί τῳ νομίζω καταφανὲς γεγενῆσθαι τοῦ φήσαντος χρησμοῦ· « Καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑπτὰ καὶ ἑξηκονταδύο ἐξολοθρευθήσεται χρίσμα, καὶ κρῖμα οὐκ ἔστιν ἐν αὐτῷ. » Ἔτι δὲ μᾶλλον ὄψει πῶς εἴρηται τὸ, « Κρῖμα οὐκ ἔστιν ἐν αὐτῷ, » τὸ ἄκριτον συνιδὼν τῆς τῶν ἀρχιερέων καταστάσεως, τῶν μετὰ Ἡρώδην, καὶ κατὰ τοὺς χρόνους τοῦ Σωτῆρος ἡμῶν γεγενημένων. Τοῦ γὰρ κατὰ τὸν θεῖον νόμον ἀρχιερέως πάντα τὸν τῆς ζωῆς χρόνον τὴν λειτουργίαν διέπειν κεκελευσμένου ἐπὶ διαδόχῳ παιδὶ γνησίῳ, κατὰ τοὺς ἐξεταζομένους καιροὺς, μετὰ τὸ ἐξολοθρευθῆναι τὸ χρίσμα, τῇ προφητείᾳ συμφώνως, πρῶτος μὲν Ἡρώδης, ἔπειτα δὲ καὶ Ῥωμαῖοι μετὰ τοῦτον, ἀκρίτως καὶ οὐ κατὰ τὸν νόμον, τοὺς ἀρχιερεῖς καθίστων οὓς ἐδόκει αὐτοῖς, δημοτικοῖς τισι καὶ ἀσήμοις ἀνδράσι τὴν τιμὴν χαριζόμενοι, ἐπίπρασκόν τε καὶ ἐκαπήλευον τοὔνομα, ἄλλοτε ἄλλοις ἐνιαυσιαῖον τὸ ἀξίωμα δωρούμενοι. Διό μοι δοκεῖ ὁ ἱερὸς εὐαγγελιστὴς Λουκᾶς, τὸν χρόνον τοῦ κηρύγματος τοῦ Σωτῆρος ἡμῶν ὑπογράφων, σημειοῦσθαι τοῦτο, δι' ὧν φησιν· « Ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, τετραρχούντων δὲ Ἡρώδου, καὶ Φιλίππου, καὶ Λυσανίου, ἐπὶ ἀρχιερέως Ἄννα καὶ Καϊάφα· » δύο γὰρ οὗτοι κατὰ τὸ αὐτὸ ἀρχιερεῖς πῶς ἂν ἐγένοντο ἢ καταλυθείσης τῆς περὶ τῶν ἀρχιερέων νομοθεσίας; Τούτοις γοῦν καὶ Ἰώσηπος ἐπιμαρτυρῶν ταῦτα γράφει· « Οὐαλέριος Γράτος Ῥωμαίων στρατηγὸς, παύσας ἀρχιερᾶσθαι Ἄνανον, Ἰσμαῆλον ἀρχιερέα ἀποφαίνει τὸν Τουφήβα, καὶ τοῦτον μετ' οὐ πολὺ μεταστήσας, Ἐλεάζαρον τὸν τοῦ Ἀνάνου τοῦ ἀρχιερέως υἱὸν ἀποδείκνυσιν ἀρχιερέα. Ἐνιαυτοῦ δὲ διαγενομένου καὶ τόνδε παύσας, Σίμωνι τῷ Καθίμου τὴν ἀρχιερωσύνην παραδίδωσιν. Οὐ πλέον δὲ καὶ τῷδε ἐνιαυτοῦ τὴν τιμὴν ἔχοντι διεγένετο χρόνος, καὶ Ἰώσηπος, ὅ τε Καϊάφας, διάδοχος ἦν αὐτῷ. » Ταῦτα ἀναγκαίως παρεθέμην διὰ τὸ, « Ἐξολοθρευθήσεται χρίσμα, καὶ κρῖμα οὐκ ἔστιν ἐν αὐτῷ, » ἃ καὶ ἡγοῦμαι ἀναμφίλεκτον τὴν ἀπόδειξιν ἔχειν. Ἐξῆς τούτοις φησὶν ἡ προφητεία, « Καὶ τὴν πόλιν, καὶ τὸ ἅγιον διαφθερεῖ, σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ. » Ἔνθα πάλιν τὸν Ἡρώδην αὐτὸν, καὶ τοὺς μετὰ αὐτὸν ἄρξαντας ἐξ ἀλλοφύλου γένους ὑπολαμβάνω δηλοῦσθαι· ὡς γὰρ ἀνωτέρω ὠνόμαζε Χριστοὺς ἡγουμένους τοὺς ἀρχιερεῖς, λέγων, « ἕως Χριστοῦ ἡγουμένου· » τὸν αὐτὸν τρόπον μετὰ ἐκείνους καὶ τὴν ἐκείνων κατάπαυσιν οὐκ ἄλλος ἡγούμενος ἐρχόμενος ἢ ὁ δηλωθεὶς ἐξ ἀλλοφύλου γένους, καὶ οἱ λοιποὶ ὅσοι καθεξῆς μετ'
concerning them he says: "And Herod, having become king, and having sumptuously equipped this fortress situated in an advantageous place, calls it Antonia by name, and takes the high-priestly robe, and kept it laid up, believing that the people would attempt no sedition on account of it. And Archelaus also, his son, who was appointed king after him, acted similarly to Herod; and the Romans, taking over the rule from him, retained control of the robe of the high priest laid away in a house built of stone, under seal." Through these things I think the fulfilment has become plain to everyone of the oracle which said: "And after the weeks, the seven and sixty-two, anointing shall be utterly destroyed, and there is no judgement in it." And still more will you see how the saying, "There is no judgement in it," was spoken, when you perceive the want of judgement in the appointment of the high priests who arose after Herod and in the times of our Saviour. For whereas the high priest according to the divine law was commanded to administer the ministry for the whole time of his life with a legitimate son as successor, during the seasons under examination, after the anointing had been utterly destroyed, in harmony with the prophecy, first Herod, and then also the Romans after him, without judgement and contrary to the law, appointed as high priests whomsoever they pleased, bestowing the honour upon certain common and undistinguished men, and they sold and huckstered the title, granting the office as an annual dignity now to some, now to others. Wherefore the sacred evangelist Luke, in sketching the time of our Saviour's preaching, seems to me to note this through the words in which he says: "In the fifteenth year of the reign of Tiberius Caesar, Pontius Pilate being governor of Judaea, and Herod, and Philip, and Lysanias being tetrarchs, under the high priest Annas and Caiaphas;" for how could these two have become high priests at the same time except through the abrogation of the legislation concerning the high priests? Bearing witness to these things, therefore, Josephus also writes thus: "Valerius Gratus, commander of the Romans, having deposed Ananus from being high priest, proclaims Ishmael the son of Tupheba high priest; and removing him also not long afterwards, declares Eleazar the son of Ananus the high priest to be high priest. And when a year had passed, deposing this one also, he hands over the high-priesthood to Simon the son of Cathimus. Nor did a time of more than a year pass for this one either in holding the honour, and Josephus, who is also Caiaphas, was successor to him." These things I have of necessity adduced on account of the words, "Anointing shall be utterly destroyed, and there is no judgement in it," which I also consider to possess an indisputable demonstration. Next after these things the prophecy says, "And he shall destroy the city and the sanctuary, together with the coming ruler." Where again I suppose Herod himself, and those of foreign race who ruled after him, to be signified; for just as above it called the high priests Anointed rulers, saying, "until Christ the ruler," in the same manner after them and their cessation no other coming ruler is meant than the aforesaid one of foreign race, and the rest, as many as successively after
Notes, col. 624

On the reading

Printed ὠν, for ὢν.

Printed « Διὰ, for » Διὰ.

Printed Ἐξῆς, for Ἑξῆς.

PG 22:625Read from the page
ἐλείνους ἡγήσαντο τοῦ ἔθνους, σὺν οἷς καὶ μεθ' ὧν, ὡσπερεὶ συνεργοῖς χρώμενος, ὁ μισόκαλος καὶ τῶν ἀγαθῶν φθορεὺς, καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖν εἴρηται. Καὶ γὰρ διέφθειρεν ἀληθῶς ἅπαν τὸ ἔθνος, τοτὲ μὲν τὴν τῆς ἱερωσύνης τάξιν εἰς παρανομίαν ἄγων, τοτὲ δὲ τὸν πάντα λαὸν διαστρέφων, καὶ τὴν πόλιν, οὕτω τῶν πολιτῶν μεταφορικῶς ὠνομασμένων, εἰς ἀσέβειαν ἐκκαλούμενος. Συνᾴδει δὲ ἡμῶν τῇ ἀποδόσει καὶ ὁ Ἀκύλας τοῦτον ἑρμηνεύσας τὸν τρόπον· « Καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ λαὸς ἡγουμένου ἐρχομένου. » Οὐ μόνον γὰρ ὁ ἐρχόμενος, ὁ κατὰ τὰ ἀποδεδομένα ἡμῖν δηλωθεὶς διέφθειρε τὴν πόλιν καὶ τὸ ἅγιον, ἀλλὰ καὶ ὁ τούτου λαός. Εἴποι δ' ἄν τις οὐκ ἀπὸ σκοποῦ καὶ τὸν Ῥωμαίων ἡγεμόνα διὰ τῶν προκειμένων δηλοῦσθαι, τόν τε τούτου λαὶν, δι' οὗ νομίζω σημαίνεσθαι τὰ στρατόπεδα τῶν Ῥωμαίων ἀρχόντων, ἐξ ἐκείνου κρατησάντων τοῦ ἔθνους, οἳ καὶ τὴν πολιν αὐτὴν Ἱερουσαλὴμ, καὶ τὸν πάλαι ἐν αὐτῇ σεμνὸν καὶ ἅγιον νεὼν διέφθειραν. Ὑπὸ τούτων γοῦν καὶ ἐξεκόπησαν ὡς ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς ἔφθασαν, ὥστε ἤδη, κατὰ τὴν προφητείαν, παντελῆ ὑπομεῖναι ἐρημίαν κατὰ τὴν κατὰ τοῦ Σωτῆρος ἡμῶν ἐπιβουλὴν αὐτῶν, μεθ' ἣν καὶ τὴν ἐσχάτην ὑπέμειναν πολιορκίαν. Ἔχεις καὶ ταῦτα ἀκριβῶς ἐν ταῖς γραφείσαις αὐτῷ Ἰωσήπῳ ἱστορίαις. Τούτων δὲ περὶ τῶν συμβεβηκότων τῷ Ἰουδαίων ἔθνει ἐν τῷ μεταξὺ χρόνῳ τῶν ἑπτὰ καὶ ἑξήκοντα δύο ἑβδομάδων προπεφητευμένων, ἀκολούθως ἡ δήλωσις τῆς ὑπὸ τοῦ Σωτῆρος ἡμῶν καταγγελθείσης καινῆς Διαθήκης θεσπίζεται. Τοσούτων γοῦν διὰ μέσου καὶ μεταξὺ τῶν ἑπτὰ καὶ ἑξήκοντα δύο ἑβδομάδων εἰρημένων, ἐπιλέγεται· « Καὶ δυναμώσει Διαθήκην πολλοῖς ἑβδομὰς μία, καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων ἔσται, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν. » Τίνα δὲ τρόπον καὶ ταῦτα ἐπληροῦτο κατανοήσωμεν. Ἱστορεῖται δὲ ὁ πᾶς τῆς διδασκαλίας καὶ παραδοξοποιίας ὁμοῦ τοῦ Σωτῆρος ἡμῶν χρόνος τριῶν ἥμισυ γεγονὼς ἐτῶν, ὅπερ ἐστὶν ἑβδομάδος ἥμισυ. Τοῦτό πως Ἰωάννης ὁ εὐαγγελιστὴς ἀκριβῶς ἐφιστᾶσιν αὐτοῦ τῷ Εὐαγγελίῳ παραστήσει. Εἴη ἂν οὖν ἑβδομὰς ἐτῶν μία ὁ πᾶς χρόνος τῆς μετὰ τῶν ἀποστόλων αὐτοῦ συνδιατριβῆς, ὅ τε πρὸ τοῦ πάθους καὶ ὁ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ. Πρὸ μὲν γὰρ τοῦ πάθους ἐπὶ τρία καὶ ἥμισυ ἔτη τοῖς πᾶσιν ἑαυτὸν παρέχων μαθηταῖς τε καὶ τοῖς μὴ τοιούτοις ἀναγέγραπται· καθ' ὃν διδασκαλίαις παραδόξοις τε θεραπείαις, τῆς θεότητος αὐτοῦ τὰς δυνάμεις πᾶσιν ἁπλῶς Ἕλλησί τε καὶ Ἰουδαίοις παρείχετο· μετὰ δὲ τὴν ἐκ νεκρῶν ἀνάστασιν τὸν ἴσον, ὡς εἰκὸς, τῶν ἐτῶν χρόνον τοῖς ἑαυτοῦ μαθηταῖς καὶ ἀποστόλοις συνῆν, δι' ἡμερῶν τεσσαράκοντα ὀπτανόμενος αὐτοῖς, καὶ συναυλιζόμενος, καὶ λέγων τὰ περὶ τῆς βασιλείας τοῦ Θεοῦ, ὡς γοῦν αἱ Πράξεις τῶν ἀποστόλων περιέχουσιν· ὡς εἶναι ταύτην τὴν δηλουμένην τῆς προφητείας τῶν ἐτῶν ἑβδομάδα, καθ' ἣν ἐνεδυνάμωσε Διαθήκην πολλοῖς, τὴν καινὴν δηλαδὴ Διαθήκην τοῦ εὐαγγελικοῦ κηρύγματος κρατύνων. Τίσι δὲ
them led the nation, together with whom and in company with whom, using them as it were as fellow-workers, the hater of good and destroyer of good things is said to destroy both the city and the sanctuary. For indeed he truly destroyed the whole nation, at one time leading the order of the priesthood into lawlessness, at another perverting the whole people, and summoning the city, the citizens being metaphorically named thus, unto impiety. And Aquila also harmonizes with our rendering, having translated it in this manner: "And the people of a coming ruler shall destroy the city and the sanctuary." For not only did the coming one signified according to what we have set forth destroy the city and the sanctuary, but his people also. And one might say not wide of the mark that the commander of the Romans also is signified through the words before us, and his people, by which I think are meant the armies of the Roman rulers who from that time held mastery over the nation, who also destroyed both the city Jerusalem itself and the revered and holy temple of old within it. By these, accordingly, they were both cut off as in a flood, and arrived at the desolations of a war cut short unto the end, so as now, according to the prophecy, to undergo utter desolation on account of their plot against our Saviour, after which they endured the final siege as well. You have these things also accurately in the histories written by Josephus himself. And after these things had been prophesied beforehand concerning the events that befell the nation of the Jews in the intervening time of the seven and sixty-two weeks, in due sequence the manifestation of the New Covenant proclaimed by our Saviour is foretold. Accordingly, after so many things have been spoken in the midst and between the seven and sixty-two weeks, there is added: "And one week shall strengthen a Covenant for many, and in the half of the week sacrifice and libation shall be taken away, and upon the temple shall be an abomination of desolations, and until the consummation of a season consummation shall be given upon the desolation." Now let us consider in what manner these things also were fulfilled. The whole time of our Saviour's teaching and working of wonders together is recorded to have been three and a half years, which is half of a week. This John the evangelist will in some way make clear to those who attentively examine his Gospel. One week of years, therefore, would be the whole time of His converse with His apostles, both that before the passion and that after His resurrection from the dead. For before the passion He is recorded as presenting Himself for three and a half years to all, both disciples and those who were not such; during which time, by teachings and marvellous healings, He afforded the powers of His divinity simply to all, both Greeks and Jews; while after the resurrection from the dead, for the equal space of years, as is likely, He was with His own disciples and apostles, being seen by them during forty days, and staying with them, and speaking the things concerning the kingdom of God, as indeed the Acts of the Apostles contain; so that this is the week of years signified by the prophecy, during which He strengthened a Covenant for many, confirming namely the New Covenant of the evangelical preaching. And for what
Notes, col. 625

On the reading

Printed ἐλείνους, for ἐκείνους.

Printed λαὶν, for λαὸν.

Printed πολιν, for πόλιν.

PG 22:628Read from the page
πολλοῖς ταύτην ἐνεδυνάμωσεν, ἢ δηλονότι τοῖς ἑαυτὼ μαθηταῖς καὶ ἀποστόλοις, καὶ τοῖς ἐξ Ἑβραίων εἰς αὐτὸν πεπιστευκόσιν ἅπασι; Πλὴν ἀλλὰ τῆς μιᾶς ταύτης ἑβδομάδος, καθ' ἣν ἐνεδυνάμωσε τὴν δηλωθεῖ,σαν Διαθήκην τοῖς πολλοῖς, ἐν τῷ ἡμίσει ἤρθη θυσία καὶ σπονδὴ, τό τε βδέλυγμα τῆς ἐρημώσεως ἤρξατο· ἐπειδήπερ μεσαζούσης τῆς ἑβδομάδος ταύτης μετὰ τὸν ἥμισυ καὶ τριετῆ χρόνον τῆς διδασκαλίας αὐτοῦ, καθ' ὃν καιρὸν πέπονθε, τὸ καταπέτασμα τοῦ ναοῦ ἐῤῥάγη ἀπὸ ἄνωθεν ἕως κάτω· ὡς ἐξ ἐκείνου δυνάμει ἦρθαι ἐξ αὐτῶν τὴν σπονδὴν, καὶ τὴν θυσίαν, καὶ τὸ βδέλυγμα τῆς ἐρημώσεως ἐπὶ τὸ ἱερὸν ἦρχθαι, καταλιπούσης αὐτοὺς ἐρήμους τῆς ἀνέκαθεν εἰς ἐκεῖνο καιροῦ τὸν τίπον ἐφορώσης καὶ ἐπισκοπούσης δυνάμεως. Μέχρι γοῦν τοῦ σωτηρίου πάθους εἶναί τινα Θεοῦ δύναμιν ἐπισκοποῦσαν τὸ ἱερὸν καὶ τὸ Ἅγιον τῶν ἁγίων ἡγεῖσθαι προσήκει. Οὐ γὰρ ἂν ἄλλως καὶ αὐτὸς ἅμα τοῖς πολλοῖς συνήδρευεν ἐν τῷ ἱερῷ, τὰς κατὰ νόμους ἑορτὰς ἐπιτελῶν, μὴ οὐχὶ ἔτι συνεστῶτα, καὶ Θεοῦ εἶναι ἄξιον τὸν τόπον εἰδώς. Ἦσαν οὖν ἐν τῷ ἱερῷ καὶ προφητεύοντές τινες εἰς ἐκεῖνο τοῦ καιροῦ, ὥσπερ Ἄννα ἡ προφῆτις ἡ τοῦ Φανουὴλ. καὶ Συμεὼν ὁ ἐπὶ τὰς ἀγκάλας αὐτὸν, βρέφος ἔτι ὄντα, λαβὼν, οἳ καὶ προφητεύουσι τὰ ἀναγεγραμμένα· οὐδ' ἂν αὐτὸς ὁ Κύριος ἡμῶν εἰρήκει τῷ λεπρῷ· « Ὕπαγε, δεῖξον σεαυτὸν τῷ ἱερεῖ, καὶ προσήνεγκε τὴν θυσίαν, ἣν προσέταξε Μωσῆς εἰς μαρτύριον αὐτοῖς, » μὴ οὐχὶ ἔτι δεῖν ἡγούμενος τὰ κατὰ νόμους ἐπιτελεῖσθαι αὐτόθι, ὡς ἐν ἁγίῳ καὶ Θεοῦ ἀξίῳ τόπῳ· οὐδ' ἂν τοὺς ἀγοράζοντας καὶ πιπράσκοντας ἐξωθῶν ἔλεγε· « Γέγραπται, ὅτι ὁ οἶκός μου οἶκος προσευχῆς κληθήσεται, ὑμεῖς δὲ αὐτὸν ποιεῖτε σπήλαιον λῃστῶν· » καὶ αὖθις· « Ἄρατε ταῦτα ἐντεῦθεν, καὶ μὴ ποιεῖτε τὸν οἶκον τοῦ Πατρός μου οἶκον ἐμπορείου· » εἰ μὴ ἔτι τίμιον σαφῶς δεῖν ἐνόμιζεν ὑπολαμβάνειν εἶναι τὸν τόπον. Ἀλλὰ γὰρ πλησιαζούσης αὐτῶν τῆς ἐσχάτης δυσσεβείας, μετὰ ταῦτα πάντα ἀπεφήνατο εἰπών· « Ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος· » ὃ καὶ αὐτὸ ἐπληροῦτο ὅτε, παθόντος αὐτοῦ, τὸ καταπέτασμα τοῦ ναοὺ ὅλον δι' ὅλου μέσον ἐῤῥάγη, καθήρητό τε ἐξ ἐκείνου δυνάμει ἡ προσηνὴς τῷ Θεῷ κατὰ τὴν τοῦ νόμου διάταξιν θυσία καὶ σπονδὴ, ἧς ἀρθείσης, καὶ τὸ βδέλυγμα τῆς ἐρημώσεως, κατὰ τὴν ἐν χερσὶ προφητείαν, ἐπηκολούθησε τῷ τόπῳ. Εἰ δὲ καὶ ἐπί τινα χρόνον παραμένειν ἔδοξε τὰ τῆς ἐν τῷ τάπῳ λειτουργίας, ἀλλ' οὐκέτι γε ταῦτα ἀρεστὰ τῷ Θεῷ ἦν, ἀκρίτως καὶ οὐ κατὰ νόμον ἐπιτελούμενα. Ὥσπερ γὰρ πρόπαλαι ἐξολοθρευθέντος τοῦ χρίσματος, καὶ τῶν κατὰ διαδοχὴν νομίμων ἀρχιερέων πεπαυμένων, ἀπὸ τῆς Ὑρκανοῦ τελευτῆς, οἱ μετὰ ταῦτα παριάντες ἀτάκτως καὶ παρανόμως, ἐδόκουν μέν τι ποιεῖν, οὐ μὴν κατὰ τοὺς πρέποντας ἔπραττον θεσμοὺς, δι' οὓς καὶ ἔφασκεν ἡ προφητεία· « Ἐξολοθρευθήσεται χρίσμα, καὶ κρῖμα οὐκ ἔστιν ἐν αὐτῷ, » τὸ ἄκριτον καὶ παράνομον αὐτῶν διαβάλλουσα· οὕτω δὴ καὶ ἐπὶ τῆς θυσίας καὶ τῆς σπονδῆς συμβεβηκέναι φήσεις, ὀρθῶς μὲν καὶ κατὰ νόμον πρὸ τοῦ πάθους τοῦ Σω-
many did He strengthen this, if not plainly for His own disciples and apostles, and for all those from among the Hebrews who believed in Him? Yet in the half of this one week, during which He strengthened the aforesaid Covenant for the many, sacrifice and libation were taken away, and the abomination of desolation began; inasmuch as when this week reached its midpoint after the three-and-a-half-year time of His teaching, at which season He suffered, the veil of the temple was rent from top to bottom; so that from that point virtually the libation and the sacrifice were taken away from them, and the abomination of desolation had begun upon the temple, since the power which from of old until that point of time watched over and oversaw the place had left them desolate. Until the saving passion, therefore, it is fitting to hold that there was a certain power of God overseeing the temple and the Holy of holies. For He Himself would not otherwise have sat together with the multitudes in the temple, celebrating the feasts according to the laws, had He not known that the place still stood firm and was worthy of God. Accordingly there were in the temple also certain persons prophesying down to that point of time, such as Anna the prophetess, the daughter of Phanuel, and Simeon, who took Him into his arms while He was still an infant, who also prophesy the things written down; nor would our Lord Himself have said to the leper: "Go, show yourself to the priest, and offer the sacrifice which Moses commanded for a testimony to them," had He not considered that the things according to the laws ought still to be performed there, as in a holy place and one worthy of God; nor, driving out those who bought and sold, would He have said: "It is written, that my house shall be called a house of prayer, but you make it a den of robbers;" and again: "Take these things hence, and do not make my Father's house a house of merchandise;" unless He clearly thought that one ought still to suppose the place to be honourable. But when their uttermost impiety drew near, after all these things He pronounced sentence, saying: "Behold, your house is left to you desolate;" which very thing also was fulfilled when, upon His suffering, the veil of the sanctuary was rent wholly in two from top to bottom, and from that time the sacrifice and libation pleasing to God according to the ordinance of the law was virtually abolished; upon the removal of which, the abomination of desolation also, according to the prophecy in hand, followed upon the place. And even if for some time the rites of the ministry in the place seemed to remain, yet these were no longer pleasing to God, being performed without judgement and contrary to law. For just as long before, when the anointing had been utterly destroyed and the legitimate high priests by succession had ceased from the death of Hyrcanus, those who afterwards entered office disorderly and unlawfully seemed indeed to do something, yet did not act according to the fitting ordinances, on account of whom the prophecy also declared: "Anointing shall be utterly destroyed, and there is no judgement in it," censuring their want of judgement and lawlessness; so indeed you will say it happened also in the case of the sacrifice and the libation, being accomplished rightly indeed and according to law before the passion of our
Notes, col. 628

On the reading

Printed ἑαυτὼ, for ἑαυτοῦ.

Printed δηλωθεῖ,σαν, for δηλωθεῖσαν.

Printed τίπον, for τόπον.

Printed Φανουὴλ., for Φανουὴλ,.

Printed ναοὺ, for ναοῦ.

Printed τάπῳ, for τόπῳ.

Printed παριάντες, for παριόντες.

PG 22:629Read from the page
τῆρος ἡμῶν ἐπιτελουμένης, διὰ τὴν εἰσέτι τότε τὰ τῶν ἁγίων τόπων ἐφορῶσαν δύναμιν, περιαιρεθείσης δὲ αὐτίκα μετὰ τὴν αὐτοῦ τελείαν καὶ θεοπρεπῆ θυσίαν, ἣν προσήνεγκεν αὐτὸς ἑαυτὸν ὑπὲρ τῶν ἁμαρτιῶν ἡμῶν, αὐτὸς ὠν ὁ ἀμνὸς τοῦ Θεοῦ, ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου, ἧς θυσίας πᾶσιν ἀνθρώποις κατὰ τὰ καινὰ μυστήρια τῆς καινῆς Διαθήκης παραδοθείσης, τὰ τῆς παλαιᾶς περιήρητο. Ὁμοῦ γὰρ τῷ πληροῦσθαι τὸ φάσκον λόγιον, « Καὶ δυναμώσει Διαθήκην πολλοῖς ἑβδομὰς μία, » τὰ τῆς παλαιᾶς Διαθήκης περιήρητο. » Πότε δὲ τὰ τῆς Διαθήκης τῆς καινῆς ἐδυναμοῦτο, ἢ ὅτε ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, μέλλων τελεῖν τὸ μέγα μυστήριον τῆς εἰς τὸν θάνατον αὐτοῦ παρόδου, ᾗ νυκτὶ παρεδίδοτο, τὰ σύμβολα τῶν κατ' αὐτὸν ἀποῤῥήτων τῆς καινῆς Διαθήκης λόγων τοῖς αὐτοῦ παρεδίδου μαθηταῖς; ὁμοῦ γὰρ ταῦτ' ἐτελεῖτο, καὶ ἡ κατὰ Μωϋσέα παλαιὰ Διαθήκη περιήρητο, ὅπερ ἐδήλου τὸ καταπέτασμα τοῦ ναοῦ, κατὰ τὸν αὐτὸν ῥηγνύμενον χρόνον. Ἀρθείσης γοῦν ἐξ ἐκείνου, καὶ δυνάμει καὶ ἀληθείᾳ καταλυθείσης θυσίας καὶ σπονδῆς, αἱ μετὰ ταῦτα νομιζόμεναι αὐτόθι ἐπιτελεῖσθαι θυσίαι ἄσπονδοι καὶ ἀνίεροι ἐν βεβήλῳ τόπῳ καὶ ὑπὸ βεβήλων καὶ ἀνιέρων ἐπετελοῦντο. Δέχου δὲ καὶ τὰς περὶ τούτων Ἰωσήπου μαρτυρίας· « Κατὰ δὲ τὴν ἡμέραν τῆς Πεντηκοστῆς νύκτωρ οἱ ἱερεῖς παρελθόντες εἰς τὸ ἱερὸν, ὥσπερ αὐτοῖς ἔθος ἦν, πρὸς τὰς λειτουργίας, πρῶτον μὲν κινήσεως ἔφασαν ἀντιλαμβάνεσθαι καὶ κτύπου· μετὰ δὲ ταῦτα φωνῆς ἀθρόας λεγούσης· Μετυβαίνωμεν ἐντεῦθεν. » Ταῦτα δὲ ἱστορεῖ μετὰ τὸ πάθος τοῦ Σωτῆρος ἡμῶν γεγονέναι. Καὶ πάλιν ὁ αὐτός φησι, « Πιλάτον τὸν ἡγεμόνα, » αὐτὸν δὴ ἐκεῖνον τὸν ἐπὶ τοῦ Σωτῆρος ἡμῶν, « τὰς Καίσαρος εἰκόνας νύκτωρ εἰς τὸ ἱερὸν, ὅπερ οὐκ ἦν θέμις, εἰσκομίσαι, μεγίστην τε ταραχὴν, θορύβου τε καὶ στάσεως ἐμβεβλῆσθαι τοῖς Ἰουδαίοις. » Αὐτὰ δὴ ταῦτα καὶ ὁ Φίλων συμμαρτυρεῖ, « Τὰς σημαίας φάσκων τὰς βασιλικὰς τὸν Πιλάτον νύκτωρ ἐν τῷ ἱερῷ ἀναθεῖναι, ἀρχήν τε στάσεων καὶ συμφορῶν ἐπαλλήλων ἐξ ἐκείνου τοῖς Ἰουδαίοις συμπεσεῖν. » Οὐ διέλιπον οὖν ἔκτοτε τὸ πᾶν ἔθνος καὶ τὴν μητρόπολιν αὐτῶν παντοίων κακῶν ἐπαναστάσεις ἕως τοῦ ὑστάτου κατ' αὐτῶν πολέμου. καὶ τῆς ἐσχάτης πολιορκίας, καθ' ἣν παντοίοις ἀφανισμοῖς, λιμοῦ τε καὶ λοιμοῦ καὶ μαχαίρας, καταποντισμοῦ δίκην τοῦ κατ' αὐτῶν ὀλέθρου συῤῥεύσαντος, πάντες οἱ κατασυστάντες τοῦ Σωτῆρος ἡμῶν ἡβηδὸν ἐξεκόπησαν· ὅτε καὶ τὸ βδέλυγμα τῆς ἐρημώσεως ἐπὶ τὸ ἱερὸν ἔστη, ὃ καὶ εἰς δεῦρο διέμεινεν, ὁσημέραι ἐπὶ τὸ χεῖρον ἐρημίας ἐλαῦνον. Εἰκὸς δὲ καὶ ἐπιτείνειν αὐτὸ μέχρι τῆς τοῦ βίου συντελείας, κατὰ τὸν ὑπὸ τῆς προφητείας ἀποφανθέντα ὅρον, φήσαντα· « Καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν· » ἥντινα φωνὴν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς ἐπεσφραγίσατο εἰπών· « Ὅτ' ἂν δὲ ἴδητε τὸ βδέλυγμα τῆς ἐρημώσεως, τὸ ῥηθὲν διὰ Δανιὴλ τοῦ προφήτου, ἑστὼς ἐν τόπῳ ἁγίῳ, τότε γινώσκετε, ὅτι ἤγγικεν ἡ ἐρήμωσις αὐτῆς. « Εἰ δὲ δυσπίστως
Saviour, on account of the power that until then still watched over the holy places, but taken away altogether immediately after His perfect and God-befitting sacrifice, in which He Himself offered Himself on behalf of our sins, Himself being the Lamb of God, Who takes away the sin of the world; upon the delivery of which sacrifice to all men according to the new mysteries of the New Covenant, the rites of the Old had been taken away. For simultaneously with the fulfilment of the oracle saying, "And one week shall strengthen a Covenant for many," the rites of the Old Covenant had been taken away. And when were the things of the New Covenant strengthened, if not when our Saviour and Lord, being about to accomplish the great mystery of His passage unto death, on the night in which He was betrayed, handed over to His disciples the symbols of the ineffable words of the New Covenant concerning Himself? For at the same time these things were accomplished, and the Old Covenant according to Moses had been taken away, which very thing the veil of the sanctuary signified, being rent at the selfsame time. Sacrifice and libation, therefore, having been removed from that time, and abolished both virtually and in truth, the sacrifices supposed to be performed there afterwards were celebrated as truceless and unholy sacrifices in a profane place and by profane and unholy men. And receive also the testimonies of Josephus concerning these things: "And at the day of Pentecost by night, the priests having entered into the temple, just as was their custom, for the ministries, said that at first they perceived a movement and a din; and after these things a collective voice saying: Let us depart from here." And these things he records to have happened after the passion of our Saviour. And again the same writer says that "Pilate the governor," that very one in the time of our Saviour, "brought the images of Caesar by night into the temple, which was not lawful, and that a very great disturbance, both of tumult and of sedition, was cast among the Jews." And to these very things Philo also bears witness together, saying that "Pilate set up the royal standards by night in the temple, and from that time a beginning of seditions and of successive calamities befell the Jews." Accordingly, uprisings of all manner of evils never ceased from that time against the whole nation and their mother-city, until the last war against them and the final siege, in which by all manner of destructions, of famine and pestilence and sword, ruin streaming together against them after the manner of an inundation, all who had conspired against our Saviour from youth upwards were cut off; when also the abomination of desolation stood upon the temple, which has also remained even unto this day, advancing daily to a worse state of desolation. And it is likely that it stretches on even until the consummation of life, according to the limit declared by the prophecy, which said: "And until the consummation of a season consummation shall be given upon the desolation;" which utterance our Saviour and Lord Jesus the Christ sealed, saying: "When therefore you see the abomination of desolation, which was spoken of through Daniel the prophet, standing in a holy place, then know that its desolation has drawn near." And if distrustfully
Notes, col. 629

On the reading

Printed ὠν, for ὢν.

Printed περιήρητο, for περιῄρητο.

Printed περιήρητο. », for περιῄρητο..

Printed Μετυβαίνωμεν, for Μεταβαίνωμεν.

Printed πολέμου., for πολέμου,.

Printed « Εἰ, for » Εἰ.