Migne Reading Room

PG 22 · cols. 596–605 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:596Read from the page
ἡγοῦμαι περιέχειν. Τὴν γοῦν εὐφροσύνην τὴν ἀπὸ τοῦ μυστικοῦ οἴνου, οὗ παραδέδωκεν αὐτὸς τοῖς ἑαυτοῦ μαθηταῖς, λέγων, «Λάβετε, πίετε, τοῦτό μου ἐστι τὸ αἷμα, τὸ ὑπὲρ ὑμῶν ἐκχυνόμενον, εἰς ἄφεσιν ἁμαρτιῶν. Τοῦτο ποιεῖτε εἰς τὴν ἐμὴν ἀνάμνησιν,» δοκεῖ μοι σημαίνειν τὸ, «Χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου·» καὶ τὸ, «Λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα,» τὸ λαμπρὸν καὶ καθαρὸν τῆς μυστηριώδους τροφῆς. Πάλιν γὰρ αὐτὸς τὰ σύμβολα τῆς ἐνθέου οἰκονομίας τοῖς αὐτοῦ παρεδίδου μαθηταῖς, τὴν εἰκόνα τοῦ ἰδίου σώματος ποιεῖσθαι παρακελευόμενος. Ἐπειδὴ γὰρ οὐκέτι τὰς δι' αἱμάτων θυσίας, οὐδὲ τὰς παρὰ Μωσεῖ ἐν διαφόρων ζώων σφαγαῖς νενομοθετημένας προσίετο, ἄρτῳ δὲ χρῆσθαι συμβόλῳ τοῦ ἰδίου σώματος παρεδίδου, εἰκότως τὸ λαμπρὸν καὶ καθαρὸν ἠνίξατο τῆς τροφῆς, εἰπών· «Καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα.» Τούτου καὶ ἄλλος ἐμνημόνευσε προφήτης, φήσας· «Θυσίαν καὶ προσφορὰν οὐκ ἐθέλησας, σῶμα δὲ κατηρτίσω μοι.» Ἀλλὰ ταῦτα, πλείονος βασάνου δεόμενα, καὶ μακροτέρας ἑρμηνείας, ἐπὶ σχολῆς ἄν τις βασανίσειε, τοῦ παρόντος καιροῦ τοσαῦτα εἰπεῖν ἀπαιτήσαντος, εἰς τὸ παραστῆσαι μετὰ τῶν ἄλλων καὶ τοὺς χρόνους τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας ἄνωθεν ὑπὸ τῶν πρόπαλαι προφητῶν ἐγνωσμένους, τῇ θείᾳ σαφῶς παραδεδόσθαι Γραφῇ.
I consider them to contain. Now the gladness from the mystical wine, which He Himself handed down to His own disciples, saying, "Take, drink, this is My blood, which is shed on your behalf for forgiveness of sins. Do this for My remembrance," the saying, "Gladdening are His eyes from wine," seems to me to signify; and the saying, "White are His teeth more than milk," the brightness and purity of the mysterious nourishment. For again He Himself delivered the symbols of the divine dispensation to His disciples, bidding them make the image of His own body. For since He no longer accepted the sacrifices through bloodshed, nor those ordained under Moses in slaughters of diverse animals, but delivered to them to use bread as a symbol of His own body, reasonably did he intimate the brightness and purity of the nourishment, saying: "And white are His teeth more than milk." Of this another prophet also made mention, saying: "Sacrifice and offering Thou didst not will, but a body Thou didst fashion for Me." Yet these things, needing fuller examination and longer interpretation, one might examine at leisure, the present occasion having demanded that so much be said in order to establish along with the rest that the times also of the coming of our Saviour, known from of old by the ancient prophets, have been clearly handed down in the divine Scripture.
Ἀπὸ τοῦ Δανιήλ. — Ὡς μετὰ χρόνον ἐτῶν ἑβδομήκοντα ἑβδομάδων, ἃ γίνεται ἔτη τετρακόσια ἐννενήκοντα, τοῦ Χριστοῦ ἀνθρώποις ἐπιφανέντος, αἱ παρὰ Ἰουδαίοις προφητεῖαι, καὶ ἡ πάλαι διαπρέπουσα ἐν αὐτοῖς ἱερωσύνη καταλυθήσεται, καὶ αὐτοὶ μὲν κατακλυσμοῦ δίκην ἐπαλλήλοις πολιορκίαις ἁλώσονται, τὸ δὲ ἅγιον αὐτῶν ἱερὸν τὴν ἐσχάτην ἐρημίαν ὑπομενεῖ.
From Daniel. — How after a period of years of seventy weeks, which comes to four hundred and ninety years, when the Christ has appeared to men, the prophecies among the Jews and the priesthood illustrious of old among them will be dissolved, and they themselves after the manner of a flood will be captured by successive sieges, while their holy temple will undergo utter desolation.
«Καὶ ἔτι μου λαλοῦντος, καὶ προσευχομένου, καὶ ἐξαγορεύοντος τὰς ἁμαρτίας μου, καὶ τὰς ἁμαρτίας τοῦ λαοῦ μου Ἰσραὴλ, καὶ ῥιπτοῦντος τὸν ἔλεόν μου ἔναντι Κυρίου τοῦ Θεοῦ μου, ἐπὶ τοῦ ὄρους τοῦ ἁγίου τοῦ Θεοῦ μου, καὶ ἔτι μου λαλοῦντος ἐν τῇ προσευχῇ, καὶ ἰδοὺ ὁ ἀνὴρ Γαβριὴλ, ὃν εἶδον ἐν τῇ ἀρχῇ, πετόμενος, καὶ ἥψατό μου ὡσεὶ ὥραν θυσίας
"And while I was still speaking, and praying, and confessing my sins and the sins of my people Israel, and casting forth my mercy before the Lord my God, upon the holy mountain of my God, and while I was still speaking in prayer, behold also the man Gabriel, whom I saw in the beginning, flying, and he touched me about the hour of the sacrifice
Notes, col. 596

On the reading

Printed ἠνίξατο, for ᾐνίξατο.

PG 22:597Read from the page
ἑσπερινῆς, καὶ συνέτισέ με, καὶ ἐλάλησε μετ' ἐμοῦ, καὶ εἶπε· Δανιὴλ, νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν· ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν ὁ λόγος, καὶ ἐγὼ ἦλθον ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἶ, καὶ ἐννοήθητι ἐν τῷ ῥήματι, καὶ σύνες ἐν τῇ ὀπτασίᾳ, ὅτι ἀνὴρ ἐπιθυμιῶν εἶ σύ. Ἑβδομήκοντα ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν, τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγίσαι ἁμαρτίας, καὶ τοῦ ἀπαλεῖψαι τὰς ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας, καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν καὶ προφητείαν, καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων· καὶ γνώσῃ καὶ συνήσεις ἀπὸ ἐξόδου λόγου, τοῦ ἀποκριθῆναι, καὶ τοῦ οἰκοδομῆσαι Ἱερουσαλὴμ ἕως Χριστοῦ ἡγουμένου. Ἑβδομάδες ἑπτὰ, καὶ ἑβδομάδες ἑξηκονταδύο, καὶ ἐπιστρέψει, καὶ οἰκοδομηθήσεται πλατεῖα καὶ τείχος, καὶ κενωθήσονται οἱ καιροί· καὶ μετὰ τὰς ἑβδομάδας τὰς ἑξηκονταδύο, ἐξολοθρευθήσεται χρίσμα, καὶ κρῖμα οὐκ ἔστιν ἐν αὐτῷ, καὶ τὴν πόλιν καὶ τὸ ἅγιον διαφθερεῖ σὺν τῷ ἡγουμένῳ τῷ ἐρχομένῳ, καὶ ἐκκοπήσονται ἐν κατακλυσμῷ, καὶ ἕως τέλους πολέμου συντετμημένου ἀφανισμοῖς, καὶ δυναμώσει διαθήκην πολλοῖς ἑβδομὰς μία, καὶ ἐν τῷ ἡμίσει τῆς ἑβδομάδος ἀρθήσεται θυσία καὶ σπονδὴ, καὶ ἐπὶ τὸ ἱερὸν βδέλυγμα τῶν ἐρημώσεων ἔσται, καὶ ἕως συντελείας καιροῦ συντέλεια δοθήσεται ἐπὶ τὴν ἐρήμωσιν.» Τῆς τοῦ Ἰουδαίων ἔθνους εἰς Βαβυλῶνα ἑβδομηκονταετοῦς αἰχμαλωσίας εἰς πέρας ἤδη συνελαυνούσης, τῷ Δανιὴλ εὐξαμένῳ, εἷς τῶν ἁγίων λειτουργῶν τοῦ Θεοῦ, Γαβριὴλ ὁ ἀρχάγγελος, ἐπιφανεὶς, τὴν ἀνανέωσιν τῆς Ἱερουσαλὴμ αὐτίκα τε καὶ οὐκ εἰς μακρὰν ἔσεσθαι θεσπίζει, τόν τε κατὰ τὴν ἀνανέωσιν αὐτῆς χρόνον εἰς ἐτῶν ἀριθμὸν περιορίζει· προλέγει τε ὡς κατὰ τὴν ὡρισμένην προθεσμίαν αὖθις καθαιρεθήσεται, καὶ ὡς, τὴν δευτέραν ὑπομείνασα ἅλωσιν καὶ πολιορκίαν, οὐκέτι τῆς ἐκ Θεοῦ τεύξεται ἐπισκοπῆς, μενεῖ δὲ ἔρημος, συγκαθαιρουμένης αὐτῇ τῆς κατὰ τὸν Μωσέως νόμον λατρείας, ἑτέρας δὲ ἀντ' ἐκείνης τῷ βίῳ τῶν ἀνθρώπων Καινῆς Διαθήκης ἀντεισαχθησομένης. Καὶ ταῦτα ὁ Γαβριὴλ ὡς ἐν χρησμοῖς ἐπικεκρυμμένως ἐκφαίνειν ὁμολογεῖ τῷ προφήτῃ. Φησὶ γοῦν τῷ Δανιήλ· «Νῦν ἐξῆλθον συμβιβάσαι σε σύνεσιν· ἐν ἀρχῇ τῆς δεήσεώς σου ἐξῆλθεν ὁ λόγος, κἀγὼ ἦλθον ἀναγγεῖλαί σοι, ὅτι ἀνὴρ ἐπιθυμιῶν σὺ εἶ, καὶ ἐννοήθητι ἐν τῷ ῥήματι, καὶ σύνες ἐν τῇ ὀπτασίᾳ·» σαφῶς διεγείρων αὐτὸν εἰς βαθυτέραν ἔννοιαν καὶ σύνεσιν τῆς τῶν λεγομένων θεωρίας. Ὀπτασίαν γοῦν αὐτά γέ φησι διὰ τὸ βαθυτέρας ἔχεσθαι διανοίας, καὶ οὐ τῆς τυχούσης συνέσεως δεῖσθαι· διόπερ καὶ αὐτοὶ τὸν δωρούμενον σύνεσιν ἀνθρώποις, ἐπικαλεσάμενοί τε ὑπ' αὐτοῦ φωτισθῆναι τοὺς τῆς διανοίας ὀφθαλμοὺς, ἐπιθαῤῥήσωμεν τῇ κατὰ τοὺς τόπους θεωρίᾳ· «Ἑβδομήκοντα,» φησὶν, «ἑβδομάδες συνετμήθησαν ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου, τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ ἀπαλεῖψαι τὰς ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας, καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι
of the evening, and gave me understanding, and spoke with me, and said: Daniel, I have now come forth to instruct you in understanding; at the beginning of your supplication the word went forth, and I came to declare to you, because you are a man of desires; and ponder on the word, and understand in the vision, because you are a man of desires. Seventy weeks have been cut short upon your people, and upon the holy city, for sin to be brought to an end, and to seal up sins, and to blot out iniquities, and to make propitiation for unrighteousnesses, and to bring in everlasting righteousness, and to seal up vision and prophecy, and to anoint a Holy of Holies; and you shall know and understand from the going forth of a word for making answer and for building Jerusalem until Christ the leader. Seven weeks, and sixty-two weeks; and it shall return, and street and wall shall be built, and the times shall be emptied out; and after the sixty-two weeks, anointing shall be utterly destroyed, and there is no judgement in it, and he shall destroy the city and the sanctuary together with the leader who is to come, and they shall be cut off in a flood, and until the end of a war cut short by desolations; and one week shall strengthen a covenant for many, and in the half of the week sacrifice and libation shall be taken away, and upon the temple shall be an abomination of desolations, and until the consummation of a time a consummation shall be given upon the desolation." As the seventy-year captivity of the nation of the Jews in Babylon was already drawing towards its close, to Daniel as he had prayed, one of the holy ministers of God, Gabriel the archangel, having appeared, utters the oracle that the renewal of Jerusalem shall take place straightway and at no distant time, and bounds within a number of years the time relating to its renewal; and he foretells how at the appointed term of time it shall again be pulled down, and how, having undergone its second capture and siege, it shall no longer obtain visitation from God, but shall abide desolate, the worship according to the law of Moses being pulled down together with it, while another New Covenant in place of that one is to be introduced instead into the life of men. And these things Gabriel confesses to the prophet that he discloses covertly as in oracles. Accordingly he says to Daniel: "I have now come forth to instruct you in understanding; at the beginning of your supplication the word went forth, and I came to declare to you, because you are a man of desires; and ponder on the word, and understand in the vision"; clearly rousing him to a deeper thought and understanding of the contemplation of the things said. A vision, at any rate, he calls these very things because they hold a deeper meaning and need no ordinary understanding; wherefore let us ourselves also, calling upon Him Who grants understanding to men and praying that the eyes of our mind be enlightened by Him, take courage for the contemplation of the passages: "Seventy," says he, "weeks have been cut short upon your people and upon your holy city, for sin to be brought to an end, and to blot out iniquities, and to make propitiation for unrighteousnesses, and to bring in everlasting righteousness, and to seal up
Notes, col. 597

On the reading

Printed τείχος, for τεῖχος.

PG 22:600Read from the page
ὅρασιν καὶ προφητείαν, καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων.» Ὅτι τῶν ἑβδομήκοντα ἑβδομάδων ὁ χρόνος, ἐν ἔτεσιν ἀναλυόμενος, ἐννενήκοντα πρὸς τοῖς τετρακοσίοις ἀριθμὸν συνάγει, παντί που δῆλον. Τοσοῦτος τοι γαροῦν συνετμήθη χρόνος ἐπὶ τὸν λαόν σου, τὸ πᾶν συμπέρασμα τοῦ Ἰουδαίων περιορίζων ἔθνους· καὶ οὐκέτι γε αὐτοὺς ἐν τούτοις Θεοῦ λαὸν προσαγορεύει, ἀλλὰ τῷ Δανιήλ φησι, «λαόν σου.» Ὥσπερ γὰρ ἀσεβήσαντά ποτε καὶ εἰδωλολατρήσαντα ἐπὶ τῆς ἐρήμου, οὐκέτι λαὸν ἑαυτοῦ ὁ Θεὸς, ἀλλὰ τοῦ Μωσέως προσεἶπε, φήσας· «Βάδιζε, κατάβηθι· ἠνόμησε γὰρ ὁ λαός σου·» τὸν αὐτὸν τρόπον κἀνταῦθα τοῦ περιωρίσθαι κατ' αὐτῶν τὸν δηλωθέντα χρόνον τὸ αἴτιον ἐκδιδάσκει· τοῦτο δ' ἦν τὸ μηκέτι τοῦ Θεοῦ λαὸν αὐτοὺς καταξιοῦσθαι χρηματίζειν. Ἐπιλέγει δὲ, «Καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν·» τὸ σοῦ πάλιν ἐξακουόντων ἡμῶν κατὰ κοινοῦ, ὡς εἶναι τὸ λεγόμενον τοιοῦτον, «Ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου,» ὡς εἰ ἔφασκε· Τὴν σοὶ νενομισμένην ἁγίαν. Τὸ γοῦν Ἑβραϊκὸν, καὶ οἱ λοιποὶ συμφώνως ἑρμηνευταὶ, οὐ μόνον ἐπὶ τοῦ λαοῦ, ἀλλὰ καὶ ἐπὶ τῆς πόλεως τὸ σοῦ προσκείμενον περιέχουσιν. Ὁ γοῦν Ἀκύλας φησίν· «Ἐπὶ τὸν λαόν σου, καὶ ἐπὶ πόλιν ἡγιασμένην σου·» ὁ δὲ Σύμμαχος· «Κατὰ τοῦ λαοῦ σου, καὶ τῆς πόλεως τῆς ἁγίας σου.» Ὅθεν καὶ παρὰ τοῖς ἀκριβέσιν ἀντιγράφοις τῶν Ἑβδομήκοντα τὸ σοῦ μετὰ ἀστερίσκου παραθέσεως πρόσκειται. Ἐπεὶ γὰρ εὐξάμενος Δανιὴλ ἐν τοῖς τῆς ἱκεσίας αὐτοῦ ῥήμασι, πολλάκις τὸν μὲν λαὸν, Θεοῦ λαὸν ὠνόμασε, τὸν δὲ τῆς πόλεως τόπον, ἅγιον Θεοῦ τόπον, ἀντιστρέψας ὁ χρηματίζων, οὔτε τὴν πόλιν ἁγίαν τοῦ Θεοῦ, οὔτε τὸν λαὸν τοῦ Θεοῦ εἶναι ὁμολογεῖ, ἀλλὰ «σοῦ» φησι τοῦ προσευχομένου, καὶ τοιαῦτα περὶ τοῦ λαοῦ καὶ τοῦ τόπου καὶ τῆς πόλεως εἰρηκότος. Ἔχουσι δὲ τοῦ Δανιὴλ αἱ φωναὶ οὕτως· «Ἀποστραφήτω δὴ ὁ θυμός σου, καὶ ἡ ὀργή σου ἀπὸ τῆς πόλεώς σου Ἱερουσαλὴμ ὄρους ἁγίου σου·» καί· «Ὁ λαός σου ἐγένετο εἰς ὀνειδισμὸν ἐν πᾶσι τοῖς περικύκλῳ ἡμῶν·» καὶ πάλιν· «Ἐπίφανον τὸ πρόσωπόν σου ἐπὶ τὸ ἁγίασμά σου τὸ ἔρημον·» καὶ αὖθις· «Ἴδε τὸν ἀφανισμὸν τῆς πόλεώς σου, ἐφ' ἧς ἐπικέκληται τὸ ὄνομά σου ἐπ' αὐτῆς·» καὶ ἑξῆς· Ὅτι τὸ ὄνομά σου ἐπεκλήθη ἐπὶ τὴν πόλιν σου καὶ ἐπὶ τὸν λαόν σου.» Τοιαῦτα εὐξάμενος ἐπιλέγει· «Καὶ ἔτι μου λαλοῦντος καὶ προσευχομένου, ἰδοὺ Γαβριὴλ, ὃν εἶδον ἐν τῇ ὁράσει μου, πετόμενος, καὶ ἥψατό μου, καὶ εἶπε» τὰ ἀναγεγραμμένα. Σαφῶς οὖν διὰ τούτων ὁ μὲν προφήτης πόλιν οὐχ ἁπλῶς, ἀλλὰ «τοῦ Θεοῦ πόλιν» ὠνόμασε, καὶ τὸ ἁγίασμα «τοῦ Θεοῦ ἁγίασμα,» καὶ τὸν λαὸν «τοῦ Θεοῦ λαὸν,» διαθέσει τῇ πρὸς τὸν λαόν. Οὐκέτι μὴν καὶ ὁ Γαβριὴλ ὁμοίως αὐτῷ καλεῖ τὰ δηλούμενα, ἔμπαλιν δὲ, «Ἐπὶ τὸν λαόν σου,» φησὶ, «καὶ ἐπὶ τὴν πόλιν τὴν ἁγίαν σου,» μονονουχὶ καὶ τὴν πόλιν, καὶ τὸν λαὸν, καὶ τὸ ἁγίασμα ἀνάξιον εἶναι τῆς τοῦ Θεοῦ προσηγορίας ἀποφήνας. Τοσοῦτον δὴ οὖν χρόνον ὡρίσθαι κατὰ τοῦ λαοῦ πρῶτον, ἔπειτα καὶ κατὰ τῆς πόλεως διδάσκει, καὶ τοσοῦτός γε ὢν ἀποδείκνυται ἀπὸ τῆς
vision and prophecy, and to anoint a Holy of Holies." That the time of the seventy weeks, when resolved into years, gathers a sum of four hundred and ninety, is plain surely to everyone. So great a time, then, has been cut short upon your people, bounding the whole conclusion of the nation of the Jews; and no longer indeed in these words does he address them as God's people, but says to Daniel, "your people." For just as once when they had acted impiously and practised idolatry in the wilderness, God no longer addressed them as His own people, but as Moses's, saying: "Go, get down; for your people has transgressed"; in the same manner here too he teaches thoroughly the cause of the indicated time having been bounded against them; and this was their no longer being counted worthy to be styled the people of God. And he adds, "And upon the holy city"; we again understanding "your" in common, so that what is said is of this sort, "Upon your people, and upon your holy city," as if he were saying: The one esteemed holy by you. At any rate the Hebrew, and the remaining translators in harmony, contain the added "your" not only upon the people, but also upon the city. Accordingly Aquila says: "Upon your people, and upon your sanctified city"; and Symmachus: "Against your people, and your holy city." Whence also in the accurate copies of the Seventy the "your" is added with the placing of an asterisk beside it. For since Daniel when praying, in the words of his supplication, many times named the people God's people, and the place of the city God's holy place, he who utters the oracle, turning it round, confesses neither the city to be holy of God, nor the people to be of God, but says "your"—yours who are praying, and who have spoken such things concerning the people and the place and the city. Now the utterances of Daniel run thus: "Let Thy wrath, I pray, and Thine anger be turned away from Thy city Jerusalem, Thy holy mountain"; and: "Thy people has become a reproach among all those round about us"; and again: "Cause Thy face to shine upon Thy desolate sanctuary"; and once more: "Behold the desolation of Thy city, upon which Thy name has been called upon it"; and next: Because Thy name was called upon Thy city and upon Thy people." Having prayed such things, he adds: "And while I was still speaking and praying, behold, Gabriel, whom I saw in my vision, flying, and he touched me, and said" the things written above. Clearly therefore through these words the prophet on his part named the city not simply so, but "the city of God," and the sanctuary "the sanctuary of God," and the people "the people of God," out of his affection towards the people. Yet Gabriel no longer calls the things signified in like manner with him, but conversely, "Upon your people," says he, "and upon your holy city," all but declaring both the city, and the people, and the sanctuary to be unworthy of the appellation of God. So great a time, therefore, he teaches to have been appointed first against the people, and next against the city also, and that it is indeed so great is demonstrated from the
PG 22:601Read from the page
ἀνανεώσεως τῆς Ἱερουσαλὴμ, ὃ γέγονεν ἐπὶ Δαρείου τοῦ Περσῶν βασιλέως, μέχρι τῆς Αὐγούστου Ῥωμαίων ἐπικρατήσεως, Ἡρώδου τε Ἰουδαίων βασιλέως, ἀλλοφύλου τὸ γένος, καθ' οὓς τὰ τῆς γενέσεως ἱστορεῖται τοῦ Σωτῆρος ἡμῶν, ὡς ὁ λόγος προϊὼν ἐπιδείξει. Ἐξῆς δὲ ἐπιλέγει· «Τοῦ συντελεσθῆναι ἁμαρτίαν, καὶ τοῦ σφραγίσαι ἁμαρτίαν, καὶ ἀπαλεῖψαι ἀνομίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας, καὶ ἀγαγεῖν δικαιοσύνην αἰώνιον, καὶ τοῦ σφραγίσαι ὅρασιν, καὶ προφήτην, καὶ τοῦ χρῖσαι ἅγιον ἁγίων.» Ἀντὶ μὲν οὖν «τοῦ συντελεσθῆναι ἁμαρτίαν, ναὶ τοῦ σφραγίσαι ἁμαρτίαν,» ὁ Ἀκύλας πεποίηκε, «Τοῦ συντελέσαι τὴν ἀθεσίαν, καὶ τοῦ τελειῶσαι ἁμαρτίαν.» Τὸ γὰρ, «Πληρώσατε τὸ μέτρον τῶν πατέρων ὑμῶν,» εἰρημένον ὑπὸ τοῦ Σωτῆρος ἡμῶν πρὸς τοὺς ἐκ περιτομῆς, καὶ διὰ τούτων οἶμαι παρίστασθαι. Ἐπὶ γὰρ τῆς κατ' αὐτοῦ τολμηθείσης τοῦ Ἰουδαίων ἔθνους ἐπιβουλῆς συνετελέσθη αὐτῶν ἡ ἁμαρτία, καὶ ἡ πρὸς τὸν Θεὸν, κατὰ τὸν Ἀκύλαν, ἀθεσία τέλος εἴληφε. Πάλαι μὲν γὰρ πρότερον ἔφερεν αὐτοὺς ἡ τοῦ Θεοῦ μακροθυμία, μυρία ὅσα πλημμελοῦντας πρὸ τῆς τοῦ Σωτῆρος ἡμῶν παρουσίας, ὡσπεροῦν διὰ τῶν προφητικῶν ἀποδείκνυται λόγων· πλὴν ἀλλ' ὥσπερ ἐπὶ τῶν πάλαι τὴν γῆν τῆς ἐπαγγελίας οἰκούντων ἀλλοφύλων εἴρητο τῷ Ἀβραάμ· «Οὔπω γὰρ ἀναπεπλήρωνται αἱ ἁμαρτίαι τῶν Ἀμοῤῥαίων·» καὶ ἕως μηδέπω ἦσαν ἐκπεπληρωμέναι, οὐκ ἠλαύνοντό πω οἱ Ἀμοῤῥαῖοι τῆς πατρῴας γῆς. Ἐπεὶ δὲ ἐπληρώθησαν αἱ ἁμαρτίαι αὐτῶν, τηνικαῦτα πάντες ἐξωλοθρεύθησαν ἐπὶ τῶν Ἰησοῦ τοῦ Μωσέως διαδόχου χρόνων· οὕτω καὶ ἐπὶ τοῦ προτέρου νοήσεις λαοῦ. Ἕως μὲν γὰρ οὐκ ἐπληροῦντο αὐτῶν αἱ ἁμαρτίαι, ἡ τοῦ Θεοῦ ἀνοχὴ καὶ μακροθυμία ἔφερεν αὐτοὺς, εἰς ἐπιστροφὴν ἑκάστοτε προσκαλουμένη διὰ τῶν προφητῶν. Ἐπεὶ δὲ κατὰ τὴν σωτηρίαν φωνὴν ἐπλήρωσαν τὸ μέτρον τῶν πατέρων αὐτῶν, οὕτω δ' ἂν πάντα συναχθέντα κατὰ τὸ αὐτὸ τὸν ἔσχατον αὐτοῖς κατειργάσατο ὄλεθρον, ὡσπεροῦν πάλιν αὐτὸς ὁ Κύριος ἡμῶν διδάσκει λέγων· «Πᾶν αἷμα ἐκχυθὲν ἀπὸ καταβολῆς κόσμου, ἀπὸ αἵματος Ἄβελ τοῦ δικαίου ἕως αἵματος Ζαχαρίου, ἥξειν ἐπὶ τὴν γενεὰν ταύτην.» Τὸ γοῦν ἔσχατον ἁπάντων τὰς χεῖρας ἐπιβαλεῖν τῷ Υἱῷ τοῦ Θεοῦ τολμήσαντες, ἐτέλεσαν τὴν ἀθεσίαν, καὶ ἐτελείωσαν τὴν ἑαυτῶν ἁμαρτίαν, κατὰ τὴν Ἀκύλου ἑρμηνείαν· κατὰ δὲ τοὺς Ἑβδομήκοντα, ἐδέθη αὐτῶν καὶ ἐσφραγίσθη ἡ ἁμαρτία. Ἀλλὰ ἐπεὶ μὴ μόνον εἰς πτῶσιν, ἀλλὰ καὶ εἰς ἀνάστασιν πολλῶν ἐλήλυθεν ἐν τῷ Ἰσραὴλ, καθά φησι περὶ αὐτοῦ, «Ἰδοὺ οὗτος κεῖται εἰς πτῶσιν καὶ ἀνάστασιν πολλῶν ἐν τῷ Ἰσραὴλ,» εἰκότως τοῖς εἰρημένοις ἐξῆς ἐπιλέγει ὁ Δανιὴλ τό· «Καὶ τοῦ ἀπαλεῖψαι ἁμαρτίας, καὶ τοῦ ἐξιλάσασθαι ἀδικίας.» Διὰ γὰρ τὸ ἀδύνατον εἶναι αἷμα ταύρων καὶ τράγων ἀφαιρεῖν ἁμαρτίας, δεῖσθαι δὲ πᾶν τὸ τῶν ἀνθρώπων γένος ἱλασμοῦ ζῶντος καὶ ἀληθινοῦ (οὗ τύπον ἔφερε τὸ παρὰ Μωσεῖ κατασκευασθὲν ἱλαστήριον), οὗτος δὲ ἦν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ὁ Ἀμνὸς τοῦ Θεοῦ, περὶ οὗ εἴρηται· «Ἰδὲ Ἀμνὸς τοῦ Θεοῦ ὁ
of the renewal of Jerusalem, which came to pass under Darius the king of the Persians, until the supremacy of Augustus over the Romans, and Herod king of the Jews, a foreigner by race, in whose times the events of the birth of our Saviour are recorded, as our discourse as it proceeds will show. Next he adds: "To finish sin, and to seal sin, and to wipe out lawlessnesses, and to make propitiation for unrighteousnesses, and to bring in eternal righteousness, and to seal vision and prophet, and to anoint the holy of holies." Now instead of "to finish sin, and to seal sin," Aquila has rendered, "To finish faithlessness, and to bring sin to perfection." For that saying, "Fill up the measure of your fathers," spoken by our Saviour to those of the circumcision, is, I think, presented through these words also. For at the plot dared against Him by the nation of the Jews their sin was finished, and their faithlessness, as Aquila puts it, towards God received its end. For long ago beforehand the longsuffering of God bore with them, committing countless offences before the coming of our Saviour, even as is demonstrated through the prophetic words; nevertheless, just as in the case of the foreigners who of old inhabited the land of promise it had been said to Abraham: "For the sins of the Amorites have not yet been filled up;" and so long as they had not yet been completely filled up, the Amorites were not yet driven out of their ancestral land. But when their sins were filled up, then they were all utterly destroyed in the times of Joshua the successor of Moses; so also you will understand in the case of the former people. For so long as their sins were not being filled up, the forbearance and longsuffering of God bore with them, calling them on each occasion to repentance through the prophets. But when, according to the saving voice, they filled up the measure of their fathers, then indeed all things gathered together into the same place wrought upon them uttermost destruction, even as again our Lord Himself teaches, saying: "All blood poured out from the foundation of the world, from the blood of Abel the righteous unto the blood of Zechariah, shall come upon this generation." Having dared, therefore, last of all to lay their hands upon the Son of God, they accomplished their faithlessness, and brought their own sin to perfection, according to the rendering of Aquila; and according to the Seventy, their sin was bound and sealed. Yet since He has come not only for the fall, but also for the rising again of many in Israel, even as it says concerning Him, "Behold, this One is set for the fall and rising again of many in Israel," reasonably after the things already said Daniel next adds this: "And to wipe out sins, and to make propitiation for unrighteousnesses." For because it is impossible that the blood of bulls and of goats should take away sins, and the whole race of mankind stands in need of a living and true propitiation (whereof the mercy-seat constructed under Moses bore the type), and this was our Saviour and Lord, the Lamb of God, concerning Whom it has been said: "Behold, the Lamb of God Who
Notes, col. 601

On the reading

Printed ναὶ, for καὶ.

PG 22:604Read from the page
αἴρων τὴν ἁμαρτίαν τοῦ κόσμου·» καὶ πάλιν· «Αὐτὸς ἱλασμός ἐστι περὶ τῶν ἁμαρτιῶν ἡμῶν,» οὐ περὶ τῶν ἡμετέρων δὲ μόνον, ἀλλὰ καὶ περὶ ὅλου τοῦ κόσμου, αὐτὸς ὢν καὶ ἀπολύτρωσις, κατὰ τὸν Παῦλον, φάσκοντα· «Ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις·» εἰκότως τὴν παρουσίαν αὐτοῦ ὁμοῦ μὲν συμπλήρωσιν καὶ τελείωσιν ἁμαρτίας εἶναι διδάσκει τῶν εἰς αὐτὸν ἠσεβηκότων, ὁμοῦ δὲ ἀπάλειψιν καὶ καθαρισμὸν ἁμαρτιῶν, καὶ ἀδικιῶν ἱλασμὸν τῶν εἰς αὐτὸν πεπιστευκότων. Καὶ ὁ Ἀκύλας δὲ, «Τοῦ τελέσαι τὴν ἀθεσίαν, καὶ τοῦ τελειῶσαι τὴν ἁμαρτίαν,» εἰπὼν, ἐπήγαγε τὸ, «Τοῦ ἐξιλάσασθαι ἀνομίαν,» σαφῶς ἱλασμὴν αὐτὸν εἶναι πάσης ἀνομίας τῆς πάλαι κατὰ ἄγνοιαν γενομένης ὑποτιθέμενος. Ἐξῆς τούτοις εἴρηται, «Τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον.» Ἔστι μὲν οὖν αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος αἰώνιος δικαιοσύνη, «ὃς ἐγενήθη σοφία ἡμῖν ἀπὸ Θεοῦ, δικαιοσύνη τε καὶ ἁγιασμὸς, καὶ ἀπολύτρωσις,» κατὰ τὸν Ἀπόστολον. Πλὴν ἀλλὰ σὺν τῇ ἑαυτοῦ παρουσίᾳ καὶ πᾶσιν ἀνθρώποις προὐξένησε δικαιοσύνην, ἔργοις ἐπιδείξας, ὅτι «μὴ μόνον Ἰουδαίων ἐστὶν ὁ Θεὸς, ἀλλὰ καὶ ἐθνῶν. «Ἐπείπερ εἷς ὁ Θεὸς, ὃς δικαιώσει περιτομὴν ἐκ πίστεως, καὶ ἀκροβυστίαν διὰ τῆς πίστεως.» Ὅθεν τοὺς ἀμφὶ τὸν Κορνήλιον τοῦ ἁγίου Πνεύματος ἠξιωμένους ἀποθαυμάσας ὁ Πέτρος, «Ἐπ' ἀληθείας,» φησὶν, «οἶδα, ὅτι οὐκ ἔστι προσωπολήπτης ὁ Θεὸς, ἀλλ' ἐν παντὶ ἔθνει ὁ φοβούμενος αὐτὸν, ἐργαζόμενος δικαιοσύνην, δεκτὸς αὐτῷ ἐστι.» Καὶ ὁ Παῦλος δὲ τὸ Εὐαγγέλιον δικαιοσύνης εἶναί φησι, λέγων· «Δύναμις γὰρ Θεοῦ ἐστιν εἰς σωτηρίαν παντὶ τῷ πιστεύοντι, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· δικαιοσύνη γὰρ Θεοῦ ἐν αὐτῷ ἀποκαλύπτεται.» Καὶ ἐν Ψαλμοῖς δὲ εἴρηται περὶ τοῦ Χριστοῦ· «Ἀνατελεῖ ἐν ταῖς ἡμέραις αὐτοῦ δικαιοσύνη, καὶ πλῆθος εἰρήνης.» Καὶ τὸ ἔργον δὲ αὐτοῦ ὡς ἀληθῶς Θεοῦ δικαιοσύνην ἐνεδείξατο, τὸ πᾶν γένος ἀνθρώπων ἐξ ἴσου τῆς παρὰ τῷ Θεῷ καταξιώσαντος κλήσεως. Ἀλλὰ οὐ τοιαῦτα ἦν τὰ διὰ Μωσέως, ἑνὶ δὲ μόνῳ τῷ Ἰουδαίων ἔθνει δεδωρημένα· διὸ καὶ πρὸς καιρὸν φανέντα παρελήλυθεν. Ἡ δὲ διὰ τοῦ Σωτῆρος ἡμῶν κατηγγελμένη δικαιοσύνη, διαμένουσα εἰς τὸ διηνεκὲς, εἰκότως αἰώνιος προσηγόρευται δικαιοσύνη, κατὰ τὸν Γαβριὴλ φήσαντα· «Καὶ τοῦ ἀγαγεῖν δικαιοσύνην αἰώνιον·» ἀντὶ δὲ, «Καὶ τοῦ σφραγῖσαι ὅρασιν καὶ προφήτην,» κυριώτερόν μοι δοκεῖ πεποιηκέναι ὁ Ἀκύλας, εἰπών· «Καὶ τοῦ τελέσαι ὁραματισμὸν καὶ προφήτην.» Οὐ γὰρ ἀποκλεῖσαι, καὶ ὥσπερ σφραγίσαι τὰς προφητικὰς ὁράσεις ἐπιδεδήμηκεν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ὅς γε καὶ πάλαι οὔσας ἀσαφεῖς καὶ κατεσφραγισμένας, ὥσπερ ἐπικειμένας περιελὼν σφραγῖδας, ἀνέῳξέ τε καὶ ἀνήπλωσε, τοῖς ἑαυτοῦ μαθηταῖς τὸν νοῦν τῶν θείων παραδιδοὺς γραμμάτων. Ὅθεν, «Ἰδοὺ,» φησὶν, «ἐνίκησεν ὁ λέων ὁ ἐκ φυλῆς Ἰούδα·» καὶ αὐτὸς ἤνοιξε τὰς σφραγῖδας τὰς ἐπικειμένας τῷ βιβλίῳ, κατὰ τὴν Ἀποκάλυψιν Ἰωάννου. Ποίας δὲ σφραγῖδας ἢ τῶν προφητῶν τὰς ἀσαφείας;
takes away the sin of the world;" and again: "He Himself is a propitiation concerning our sins," and not concerning ours only, but also concerning the whole world, being Himself redemption also, according to Paul, who declares: "Who became to us wisdom from God, both righteousness and sanctification, and redemption;" reasonably he teaches that His coming is at once the filling up and perfection of sin for those who have acted impiously towards Him, and at once the wiping out and cleansing of sins, and propitiation of unrighteousnesses, for those who have believed in Him. And Aquila too, after saying, "To accomplish faithlessness, and to bring sin to perfection," subjoined the clause, "To make propitiation for lawlessness," clearly supposing Him to be the propitiation for every lawlessness that came to pass of old in ignorance. Next after these things it is said, "To bring in eternal righteousness." Now the Word of God Himself is eternal righteousness, "Who became to us wisdom from God, both righteousness and sanctification, and redemption," according to the Apostle. Nevertheless, together with His own coming He also procured righteousness for all men, demonstrating by deeds that "God is the God not of Jews only, but also of Gentiles. 'Seeing that God is One, Who shall justify the circumcision from faith, and the uncircumcision through faith.'" Whence Peter, marvelling at those with Cornelius who had been deemed worthy of the Holy Spirit, "In truth," says he, "I know that God is not a respecter of persons, but in every nation he who fears Him and works righteousness is acceptable to Him." And Paul too says that the Gospel is of righteousness, saying: "For it is the power of God unto salvation to everyone who believes, both to the Jew first and to the Greek; for the righteousness of God is revealed in it." And in the Psalms also it has been said concerning the Christ: "In His days righteousness shall spring up, and abundance of peace." And His work also truly exhibited the righteousness of God, seeing that He deemed the whole race of mankind equally worthy of the calling that is from God. But not such were the things given through Moses, bestowed upon the single nation of the Jews alone; wherefore also, having appeared for a season, they have passed away. Whereas the righteousness proclaimed through our Saviour, abiding in perpetuity, has reasonably been styled eternal righteousness, according to Gabriel who declared: "And to bring in eternal righteousness;" and instead of, "And to seal vision and prophet," Aquila seems to me to have rendered more aptly, saying: "And to accomplish vision-seeing and prophet." For not to shut up, and as it were to seal the prophetic visions, has our Saviour and Lord sojourned here, Who indeed, stripping off as it were the seals laid upon them when of old they were obscure and sealed fast, both opened and unfolded them, handing down to His own disciples the meaning of the divine Scriptures. Whence, "Behold," it says, "the Lion of the tribe of Judah has conquered;" and He Himself opened the seals that lay upon the book, according to the Apocalypse of John. And what seals other than the obscurities of the prophets?
Notes, col. 604

On the reading

Printed ἱλασμὴν, for ἱλασμὸν.

PG 22:605Read from the page
ἃς εὖ μάλα ἐπιστάμενος ἀκριβῶς καὶ ὁ Ἠσαΐας ἔλεγε· «Καὶ ἔσονται οἱ λόγοι οὗτοι ὡς οἱ λόγοι τοῦ βιβλίου τοῦ ἐσφραγισμένου.» Οὐκ ἄρα τοῦ ἀποκλεῖσαι ὅρασιν καὶ προφήτην ἐλήλυθεν ὁ Χριστὸς τοῦ Θεοῦ, μᾶλλον δὲ ἀναπετάσαι, καὶ εἰς φῶς ἀγαγεῖν. Ὅθεν δοκεῖ μοι κυριώτερον ὁ Ἀκύλας φάναι· «Τοῦ τελέσαι ὁραματισμὸν καὶ προφήτην·» ὃ καὶ συνᾴδει τῷ, «Οὐκ ἦλθον καταλῦσαι τὸν νόμον ἢ τοὺς προφήτας, ἀλλὰ πληρῶσαι,» πρὸς αὐτοῦ τοῦ Σωτῆρος εἰρημένῳ. Τέλος γὰρ νόμου Χριστὸς, καὶ πᾶσαί γε αἱ περὶ αὐτοῦ προφητεῖαι ἀπλήρωτοι καὶ ἀτελεῖς ἔμενον, εισότ' αὐτὸς ἐπιστὰς ἐπιτέθεικεν ἅπασι τέλος τοῖς περὶ αὐτοῦ προαναπεφωνημένοις. Δύναται δὲ καὶ κατὰ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν, τοιαύτην ἔχειν διάνοιαν τὸ, «τοῦ σφραγῖσαι ὅρασιν καὶ προφήτην·» ἐπεὶ ὁ νόμος καὶ οἱ προφῆται μέχρις Ἰωάννου διήρκεσαν, ἐξ ἐκείνου τε διαλελοίπασιν οἱ πάλαι παρὰ τῷ Ἰουδαίων ἔθνει πνευματοφορούμενοι, καὶ τὰς περὶ Χριστοῦ προῤῥήσεις ἀνακηρύττοντες, καὶ τὰς ἐν τοῖς ἱεροῖς λόγοις ὁράσεις ὑγιῶς ἐποπτεύοντες, οἳ καὶ ἅτε ἀποκλεισθείσης αὐτῆς τῆς θείας χάριτος, καὶ σφραγῖσιν ὥσπερ καταδεθείσης, ἐξέλιπον· διὸ συμβαίνει ἐξ ἐκείνου μηκέτι προφήτην ἐνεργεῖν, μηδὲ ὁρῶντα χρηματίζειν ἐν αὐτοῖς, ἀπὸ τῶν δηλουμένων χρόνων καὶ εἰς ἡμᾶς τούτων ἁπάντων διαλελοιπότων. Τούτοις ἐπιφέρει· «Καὶ χρῖσαι ἅγιον ἁγίων.» Καὶ τοῦτο δὲ αὐτόθεν πρόδηλον, ὡς μέχρι τῶν τοῦ Σωτῆρος ἡμῶν χρόνων ἅγιοι ἁγίων οἱ παρ' Ἑβραίοις ἀρχιερεῖς ἐχρίοντο, κατὰ τὴν κατὰ τὸν τοῦ Μωσέως νόμον ἐπιτελουμένην ἁγιστείαν· ἐξ ἐκείνου δὲ καὶ οὗτοι διαλελοίπασι καταλλήλως τῇ προφητείᾳ. Ἡ μὲν οὖν τοῦ Ἰακὼβ πρὸς τὸν Ἰούδαν ἀναφώνησις ἡγουμένων καὶ ἀρχόντων τοῦ Ἰουδαίων ἔθνους ἔκλειψιν ἐδήλου, κατὰ τὰ προτεταγμένα· ἐπειδὴ δὲ τὰ τῆς προστασίας τοῦ λαοῦ προφητῶν καὶ ἱερέων πάλαι πράτερον ἤρτητο, ἀκολούθως προθεσπίσας ὁ λόγος διὰ τῆς προπαρατεθείσης προφητείας τὴν τῶν ἀρχόντων καὶ ἡγουμένων τοῦ Ἰουδαίων ἔθνους καθαίρεσιν ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ, διὰ τῆς μετὰ χεῖρας προφητείας τὴν τῶν προφητῶν καὶ τῶν ἱερέων τῶν παρ' αὐτοῖς πάλαι διαπρεπόντων ἔκλειψιν ἀναφωνεῖ, ὡς καὶ τούτων ἐπὶ τῇ τοῦ Χριστοῦ ἐπιφανείᾳ διαλειψόντων· ὃ καὶ αὐτὸ τοῖς ἔργοις ἡ παρουσία τοῦ Σωτῆρος ἡμῶν ἐπιστώσατο. Ἐπεὶ δὲ ὁ Ἀκύλας, «τοῦ ἀλεῖψαι ἡγιασμένον ἡγιασμένων,» ἐξέδωκεν, οἰήσεται μέν τις τὸν πάλαι παρὰ Ἰουδαίοις ἀρχιερέα δηλοῦσθαι, τῶν μὲν τούτῳ ὑποβεβηκότων πολλῶν ἱερέων ἁγίων προσαγορευομένων, ἁγίου δὲ ἁγίων μόνου τοῦ ὑπὲρ πάντας ἀρχιερέως. Ἐπειδὴ τοῦτο καὶ προχείρως νοούμενόν ἐστιν ἀληθές. Μέχρι γὰρ τῶν τοῦ Σωτῆρος ἡμῶν χρόνων οἱ ἀνέκαθεν κατὰ διαδοχὴν ἀρχιερεῖς ὁμοῦ καὶ τοῦ παντὸς ἡγοῦντο λαοῦ, καὶ τὰ τῆς τοῦ Θεοῦ θεραπείας, ἀκολούθως τῇ παρὰ Μωσεῖ νενομοθετημένῃ λατρείᾳ διαρκῶς ἐπετέλουν. Ἀπὸ δὲ τῶν τοῦ Σωτῆρος ἡμῶν χρόνων πρῶτον μὲν συνεχύθη καὶ ἡ κατὰ τούτους τάξις, μικρὸν δὲ ὕστερον καὶ παντελῶς ἀπέσβη. Ἀλλ' ἔγωγε τῆς θείας Γραφῆς οὐδαμοῦ εὑρὼν τὸν παρὰ
which Isaiah also, knowing right well and accurately, said: "And these words shall be like the words of the book that has been sealed." Not therefore to shut up vision and prophet has the Christ of God come, but rather to throw them open, and to bring them into light. Whence Aquila seems to me to say more aptly: "To accomplish vision-seeing and prophet;" which also harmonizes with that saying, "I came not to abolish the law or the prophets, but to fulfil them," spoken by our Saviour Himself. For Christ is the end of the law, and all the prophecies concerning Him remained unfulfilled and incomplete, until He Himself, appearing, set an end to all the things foretold of old concerning Him. Yet even according to the rendering of the Seventy, the clause, "to seal vision and prophet," can carry such a meaning; since the law and the prophets lasted until John, and from that time those of old among the nation of the Jews who were borne by the Spirit, and proclaimed aloud the predictions concerning Christ, and soundly beheld the visions in the sacred oracles, have failed—who also, inasmuch as the divine grace itself was shut off, and as it were bound fast with seals, died out; wherefore it comes to pass from that time that a prophet no longer operates, nor does a seer bear that title among them, all these having failed from the times indicated even down to us. To these things he adds: "And to anoint the holy of holies." And this too is immediately evident of itself, that until the times of our Saviour the high priests among the Hebrews, holies of holies, used to be anointed according to the sacred rite performed under the law of Moses; and from that time these also have failed conformably with the prophecy. Now the proclamation of Jacob unto Judah signified the eclipse of rulers and princes of the nation of the Jews, according to what was set forth before; and since the leadership of the people depended long ago beforehand upon prophets and priests, accordingly the word, having foretold through the previously cited prophecy the deposition of the princes and rulers of the nation of the Jews at the coming of the Christ, proclaims aloud through the prophecy now in hand the eclipse of the prophets and of the priests who of old were distinguished among them, inasmuch as these also at the manifestation of the Christ would fail; which very thing also the coming of our Saviour confirmed by deeds. And since Aquila rendered, "to anoint the sanctified of the sanctified," someone will suppose that the high priest of old among the Jews is signified, the many priests subordinate to him being addressed as holy, while only the high priest above them all was holy of holies. Since this, even as understood at first sight, is true. For until the times of our Saviour the high priests by succession from the beginning at once both led the whole people, and continually accomplished the things of the service of God, conformably with the worship legislated under Moses. But from the times of our Saviour, first indeed the order relating to them was also thrown into confusion, and a little later was altogether extinguished. Yet I for my part, having nowhere in the divine Scripture found him who among
Notes, col. 605

On the reading

Printed εισότ', for εἰσότ'.

Printed πράτερον, for πρότερον.