πάντες δηλαδὴ οἱ κατ' οὐρανὸν ἄγγελοι, τά τε πνεύματα τὰ λειτουργικὰ, καὶ αἱ θεῖαι δυνάμεις, οἵ τε ἐπὶ γῆς ἀπόστολοι καὶ εὐαγγελισταὶ, καὶ μετὰ τούτους ἅπαντες οἱ ἐξ ἐθνῶν δι' αὐτοῦ, τὸν ἕνα καὶ μόνον ἀληθῆ Πατέρα Θεὸν ἐπιγραψάμενοι, οἵτινες, Θεὸν Λόγον ὄντα τὸν Χριστὸν μεμαθηκότες, ὡς Θεὸν προσκυνεῖν αὐτὸν ὁμολογοῦνται. Ἀλλ' ἐπεὶ ἐχρῆν καὶ τὰ τῆς γενέσεως αὐτοῦ καὶ τὰ τοῦ θανάτου μυστήρια τῇ περὶ αὐτοῦ προφητείᾳ συμπεριλαβεῖν, εἰκότως μετὰ τὰ προειρημένα θεσπίζων ὁ Ἰακὼβ ἐπιλέγει· «Σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;» Σκύμνον μὲν οὖν λέοντος αὐτὸν ὀνομάζει, διὰ τὸ ἐκ βασιλικῆς αὐτὸν γεγονέναι φυλῆς· ἐκ σπέρματος γοῦν ἦν τοῦ Δαβὶδ κατὰ σάρκα· «Ἐκ βλαστοῦ δὲ ἀνέβης, υἱέ μου,» φησὶν, ἐπείπερ ἐκ σπέρματος καὶ ῥίζης τοῦ ταῦτα προαναφωνοῦντος Ἰακὼβ ἀνέφυ, πρότερον μὲν Θεὸς Λόγος ὢν, γενόμενος δὲ δεύτερον υἱὸς ἀνθρώπου, δι' ἣν ἀνεδέξατο ὑπὲρ ἡμῶν οἰκονομίαν. Εἴη δ' ἂν καὶ τοῦ θανάτου αὐτοῦ δηλωτικὸν τὸ, «Ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος,» ἐξ ἔθους τῆς Γραφῆς, κατά τι οἰκεῖον θεώρημα, τὸν θάνατον καὶ ἐπὶ μυρίων ἄλλων κοίμησιν ἀποκαλούσης. Τὸ δὲ, «Τίς ἐγερεῖ αὐτόν;» περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ θαυμαστικῶς εἴρηται. Ἐγερθησόμενον γὰρ αὐτὸν σαφῶς οἶδεν ὁ φάσκων, «Τίς ἐγερεῖ αὐτόν;» θαυμαστικῶς δὲ ἐπιλέγει τὸ, Τίς ἄρα ὁ τοῦτο ποιήσων καὶ ἀναστήσων αὐτὸν, ἡμᾶς ἐπὶ τὸ ζητεῖν διεγείρων, τίς ἂν εἴη ὁ τὸν Κύριον ἡμῶν τὸν ὑπὲρ ἡμῶν θάνατον ἀναδεξάμενον, ἐκ νεκρῶν ἀναστήσων. Τίς δ' ἂν εἴη ἄλλος ἢ ὁ τῶν ὅλων Θεὸς καὶ Πατὴρ αὐτοῦ, ᾧ μόνῳ ἀναθετέον τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνάστασιν, καπὰ τὴν λέγουσαν Γραφὴν, «Ὃν ὁ Πατὴρ ἤγειρεν ἐκ νεκρῶν;» Ἀντὶ δὲ τοῦ, «Σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης,» ἐμφαντικώτατα ὁ μὲν Ἀκύλας φησί· «Σκύλαξ λέοντος Ἰούδα, ἀπὸ ἁλώσεως, υἱέ μου, ἀνέβης, κάμψας κατεκλίθης·» ὁ δὲ Σύμμαχός φησι· «Σκύμνος λέοντος Ἰούδα, ἐκ θηριαλώσεως, υἱέ μου, ἀνέβης, ὀκλάσας ἡδράσθης·» δι' ὧν σαφῶς παρίσταται ἡ ἐκ νεκρῶν ἀνάστασις, καὶ ἡ ἐξ ᾇδου, ὥσπερ ἔκ τινος θηριαλώσεως, τοῦ Σωτῆρος ἡμῶν ἀποφυγή. Τὸ δὲ ὀκλάσαι, καὶ ἑδρασθῆναι, ἀλλὰ μὴ καταπεσεῖν, ὁμοῦ τὸν θάνατον ἔδειξε διὰ τοῦ ὀκλάσαι· καὶ τὸ μὴ ὑποσυρῆναι ὁμοίως ταῖς τῶν λοιπῶν ἀνθρώπων ψυχαῖς, διὰ τοῦ ἡδράσθαι. Ταῦτα μὲν οὖν πάντα προαπέκειτο τῷ Χριστῷ· πλὴν ἕως οὐδέπω τέλους ἐτύγχανε, τὸ Ἰουδαίων συνειστήκει ἔθνος, καὶ οἱ ἐξ αὐτῶν ἄρχοντες καὶ ἡγοίμενοι, οἵ τε ἐξακριβαζόμενοι τὰς θείας συνετῶς περὶ τοῦ Χριστοῦ προφητείας διέπρεπον ἐν αὐτοῖς. Ἐπεὶ δὲ ἐλήλυθε τὰ ἀποκείμενα τῷ Ἰούδᾳ, ἐφάνη τε ἐπὶ γῆς ὁ προφητευόμενος ἐκ σπέρματος καὶ βλαστοῦ γενόμενος τοῦ ταῦτα τεθεσπικότος, ἀναπεσών τε καὶ κοιμηθεὶς, ἢ ὀκλάσας κατὰ τὸν Σύμμαχον, ἡδράσθη καὶ ἀνηγέρθη, τὰς χεῖρας αὐτοῦ κατὰ νώτου τῶν ἀοράτων καὶ νοητῶν ἐχθρῶν ἐπιβαλών· οἵ τε ἀδελφοὶ αὐτοῦ καὶ μαθηταὶ πρότερον ἐπαινοῦντες αὐτὸν καὶ θαυμάζοντες, ὕστερον καὶ ὡς Θεὸν ὡμολόγησαν εἶναι,
all the angels in heaven, manifestly, and the ministering spirits, and the divine powers, and the apostles and evangelists upon earth, and after these all those from the nations who through Him have enrolled the one and only true Father as God, who, having learned that the Christ is God the Word, confess that they worship Him as God. But since it was necessary to comprehend both the mysteries of His nativity and those of His death in the prophecy concerning Him, reasonably does Jacob, uttering his oracle after what was said above, add: "A lion's whelp is Judah; from a shoot, my son, you went up; lying down you slept as a lion, and as a whelp; who shall rouse him?" Now he names Him a lion's whelp on account of His having sprung from a royal tribe; for He was of the seed of David according to the flesh; and "From a shoot you went up, my son," he says, inasmuch as He sprang up from the seed and root of Jacob who foretold these things, being first God the Word, and having become secondarily Son of man, on account of the dispensation which He took upon Himself on our behalf. And indicative of His death also would be the saying, "Lying down you slept as a lion, and as a whelp," after the custom of the Scripture, which according to a certain proper contemplation of its own calls death a sleep in countless other passages as well. And the saying, "Who shall rouse him?" has been spoken with wonder concerning His resurrection from the dead. For he who says, "Who shall rouse him?" clearly knows that He will be roused; yet with wonder he adds the words, Who then is He Who will do this and raise Him up, stirring us up to seek who He might be Who will raise from the dead our Lord Who took upon Himself death on our behalf. And who else might He be than the God of the universe and His Father, to Whom alone must be ascribed the resurrection of our Saviour, according to the Scripture which says, "Whom the Father raised from the dead"? And instead of the saying, "A lion's whelp is Judah; from a shoot, my son, you went up; lying down you slept," most expressively Aquila on the one hand says: "A lion's cub is Judah; from the prey, my son, you went up; bending you reclined"; while Symmachus says: "A lion's whelp is Judah; from the capture of prey, my son, you went up; crouching on the knees you were firmly seated"; through which are clearly set forth the resurrection from the dead, and the escape of our Saviour out of Hades as if out of some capture of prey. And the crouching on the knees and being firmly seated, yet not falling down, showed at once His death through the crouching on the knees, and His not being swept away in like manner as the souls of the rest of men through the having been firmly seated. All these things, therefore, were laid up beforehand for the Christ; yet so long as they had not yet attained their end, the nation of the Jews stood together, and the rulers and leaders from among them, and those who intelligently investigated with exactness the divine prophecies concerning the Christ, were distinguished among them. But when the things laid up for Judah have come, and He Who was prophesied appeared upon earth having sprung from the seed and shoot of him who had uttered these oracles, and having lain down and slept, or crouched on the knees according to Symmachus, He was firmly seated and rose up again, laying His hands upon the back of the invisible and intelligible enemies; and His brethren and disciples, previously praising Him and marvelling, afterwards also confessed Him to be as God,