Migne Reading Room

PG 22 · cols. 572–581 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:572Read from the page
μνημονεύει λόγια, θεηφιλεῖς εὑροῦσα, τούτοις διὰ χρησμῶν καὶ θειοτέρας ἐπιφανείας ὡμίλει, δεξιουμένη τοὺς ἄνδρας καὶ θεραπεύουσα νόμοις τοῖς παρὰ Μωϋσέως εἰσαγωγικοῖς καὶ βιωφελέσιν. Ἀλλ' ὅτε δὴ ἐκ τῆς τούτοις διαταγείσης νομοθεσίας ἔκ τε τῶν μετὰ ταῦτα προφητικῶν μαθημάτων εἰς πάντας ἀνθρώπους εὐωδίας δίκην προχεομένων, ἤδη λοιπὸν ἡμέρωτο τῶν πολλῶν τὰ φρονήματα, τοῖς τε πολλοῖς ἔθνεσι πολιτεῖαι καὶ νομοθεσίαι συνίσταντο, ἀρετῆς τε καὶ φιλοσοφίας ὄνομα παρὰ τοῖς πολλοῖς ἐβοᾶτο, ὡς ἂν πεπαυμένης τῆς παλαιᾶς θηριωδίας, μετατιθεμένης δὲ τῆς ἀγρίας καὶ ἀπηνοῦς διαίτης ἐπὶ τὸ πραότερον, αὐτὸς ἤδη λοιπὸν κατὰ καιρὸν τὸν προσήκοντα ὁ τῶν τελείων τε καὶ οὐρανίων δογμάτων τε καὶ μαθημάτων τέλειος καὶ οὐράνιος διδάσκαλος, ὁ τῆς ἀληθοῦς θεογνωσίας εἰσαγωγεὺς, ὁ Θεὸς Λόγις ἐπέφανεν ἑαυτὸν, κατὰ τὸν ὑπογραφέντα τῆς ἐνανθρωπήσεως αὐτοῦ χρόνον, μίαν τοῖς πᾶσιν ἔθνεσιν, Ἕλλησί τε καὶ βαρβάροις, τῷ τε παντὶ ἔθνει τῶν ἀνθρώπων τὴν τοῦ Πατρὸς φιλανθρωπίαν εὐαγγελιζόμενος, ἐπὶ μίαν τε τοὺς πάντας παρορμῶν ἐν Θεῷ σωτηρίαν, ἀλήθειάν τε αὐτὴν καὶ φῶς ἀληθοῦς εὐσεβείας, βασιλείαν τε οὐρανῶν, καὶ αἰωνίου ζωῆς ἐπαγγελίαν τοῖς πᾶσι προμνώμενος. Ταῦτα μὲν οὖν περὶ τῶν χρόνων εἰρήσθω, δι' ἣν αἰτίαν νῦν, ἀλλ' οὐ πάλαι πρότερον ὁ Χριστὸς τοῦ Θεοῦ εἰς πάντας ἐξέλαμψεν ἀνθρώπους. Φέρε δὲ ἐπανελθόντες τῶν χρόνων τῆς ἀφίξεως αὐτοῦ τὰ σημεῖα κατὰ μέρος ἐπισκεψώμεθα, τὰς εὐαγγελικὰς περὶ τῆς γενέσεως αὐτοῦ φωνὰς ἐν πρώτοις ἐπισημειωσάμενοι. Ὁ μὲν οὖν Ματθαῖος τὸν χρόνον τῆς ἐνσάρκου αὐτοῦ ἐπιφανείας ὧδέ πως ἱστορεῖ λέγων· « Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας, ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως· » καὶ μετ' ὀλίγα φησίν· « Ἀκούσας δὲ, ὅτι Ἀρχέλαος βασιλεύει τῆς Ἰουδαίας ἀντὶ Ἡρώδου τοῦ πατρὸς αὐτοῦ. » Ὁ δὲ Λουκᾶς τὸν τῆς διδασκαλίας αὐτοῦ καὶ ἀναδείξεως χρόνον παρέστησε λέγων· « Ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἐπιτροπεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας, τετραρχοῦντος δὲ τῆς Γαλιλαίας Ἡρώδου, Φιλίππου δὲ τοῦ ἀδελφοῦ αὐτοῦ τετραρχοῦντος τῆς Ἰτουραίας καὶ Τραχωνίτιδος χώρας, καὶ Λυσανίου τῆς Ἀβιληνῆς τετραρχοῦντης, ἐπὶ ἀρχιερέως Ἄννα καὶ Καϊάφα. » Τούτοις δὴ οὖν καλῶς ἔχει παραθέσθαι τὴν παρὰ Μωσεῖ τοῦ Ἰακὼβ προφητείαν, τοῦτον ἔχουσαν τὸν τρόπον.
call to remembrance—finding them dear to God, it conversed with them through oracles and more divine manifestation, welcoming the men and tending them with the introductory and life-benefiting laws given through Moses. But when indeed, from the legislation ordained for these men and from the prophetic teachings thereafter poured forth like fragrance unto all mankind, the minds of the multitude had by now been tamed, and commonwealths and legislations were being established among most nations, and the name of virtue and philosophy was being proclaimed among most men, seeing that the ancient beastliness had ceased and their wild and cruel mode of life was being changed towards mildness, then at last at the fitting season He Himself, the perfect and heavenly Teacher of perfect and heavenly doctrines and teachings, the Introducer of the true knowledge of God, God the Word, manifested Himself at the prescribed time of His incarnation, proclaiming as good tidings to all the nations—both Greeks and barbarians, and to the whole race of mankind—one loving-kindness of the Father, urging all men towards one salvation in God, and wooing for all men truth itself and the light of true piety, the kingdom of heaven, and the promise of eternal life. Let so much, then, be said concerning the times, for what cause Christ of God shone forth unto all mankind now and not long ago in former times. Come now, returning, let us examine in detail the signs of the times of His arrival, noting down first the evangelical voices concerning His birth. Matthew, accordingly, records the time of His manifestation in the flesh somewhat thus, saying: "Now when Jesus was born in Bethlehem of Judaea, in the days of Herod the king" (Matt. 2:1); and shortly after he says: "But having heard that Archelaus was reigning over Judaea in place of Herod his father" (Matt. 2:22). And Luke presented the time of His teaching and public showing, saying: "In the fifteenth year of the reign of Tiberius Caesar, Pontius Pilate being governor of Judaea, and Herod being tetrarch of Galilee, and his brother Philip being tetrarch of the region of Ituraea and Trachonitis, and Lysanias being tetrarch of Abilene, in the high-priesthood of Annas and Caiaphas" (Luke 3:1-2). Alongside these, then, it is well to set the prophecy of Jacob in Moses, which runs in this manner.
Notes, col. 572

On the reading

Printed Λόγις, for Λόγος.

Printed τετραρχοῦντης, for τετραρχοῦντος.

PG 22:573Read from the page
Ἀπὸ τῆς Γενέσεως. — Περὶ τῶν χρόνων τῆς εις ἀνθρώπους ἐπιφανείας αὐτοῦ. Ὡς καθ' οὓς χρόνους τὸ παρ' Ἑβραίοις ἐπιλείψει βασίλειον, τὸ τηνικαῦτα ἡ τῶν ἐθνῶν ἐπιστήσεται προσδοκία· ὃ καὶ γέγονεν ἐπὶ τῆς τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείας.
From Genesis. — Concerning the times of His manifestation among men. How at the very times when the kingdom among the Hebrews shall fail, then the expectation of the nations shall be at hand; which indeed came to pass at the manifestation of our Saviour.
« Ἐκάλεσε δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ καὶ εἶπε· Συνάχθητε ἵνα ἐπαγγείλω ὑμῖν τί ἀπαντήσεται ὑμῖν ἐπ' ἐσχάτου τῶν ἡμερῶν· ἀθροίσθητε, καὶ ἀκούσατε, υἱοὶ Ἰακὼβ, ἀκούσατε, Ἰσραὴλ, τοῦ πατρὸς ὑμῶν. » Εἶτα τούτοις ἑξῆς ἐπιμεμψάμενός τινά τισι τοῖς προτέροις υἱοῖς, ὡς διά τινα αὐτῶν πλημμελήματα γενομένοις ἀναξίοις τῆς μελλούσης ἐπιλέγεσθαι προῤῥήσεως, τῷ τετάρτῳ ὡς τὸν βίον κρείττονα τῶν λοιπῶν ἀδελφῶν ἐπιδεδειγμένῳ τάδε θεσπίζει· « Ἰούδα, σὲ αἰνέσουσιν οἱ ἀδελφοί σου· αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου· προσκυνήσουσί σε οἱ υἱοὶ τοῦ πατρός σου. Σκύμνος λέοντος, Ἰούδα, ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης· ἀναπεσὼν ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος. Τίς ἐγερεῖ αὐτόν; οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ· καὶ αὐτὸς προσδοκία ἐθνῶν. » Σκόπει δὴ πρῶτον τίνα ἄρα φησὶν εἶναι τὰ ἀποκείμενα αὐτῷ· καὶ ὅρα εἰ μὴ αὐτὰ ἦν, ἃ τοῖς αμφὶ τὸν Ἀβραὰμ προπάτορσι περὶ τῆς τῶν ἐθνῶν κλήσεως ὁ Θεὸς ἀνείρηκε, θεσπίσας. Γέγραπται γοῦν, ὡς ἄρα εἶπεν ὁ Θεὸς τῷ Ἀβραάμ· « Καὶ ἔσῃ εὐλογητὸς, καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι· καὶ ἐνευλογήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. » Καὶ αὖθις « Ἀβραὰμ δὲ, » φησὶ, « γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ, καὶ ἐνευλογήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς. » Τὰ ὅμοια δὲ καὶ τῷ Ἰσαὰκ ὁ χρησμὸς τοῦτον ἐκφωνεῖ τὸν τρόπον· « Καὶ πληθυνῶ τὸ σπέρμα σου ὡς τοὺς ἀστέρας τοῦ οὐρανοῦ, καὶ ἐνευλογήσονται ἐν τῷ σπέρματί σου πάντα τὰ ἔθνη τῆς γῆς. » Ἔτι δὲ καὶ τῷ Ἰακὼβ τοιαῦτα δὴ εἴρηται· « Ἐγὼ Κύριος ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαάκ· μὴ φοβοῦ, » καὶ ἑξῆς· « καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. » Καὶ ἄλλοτε εἶπεν αὐτῷ ὁ Θεός· « Ἐγὼ ὁ Θεός σου, αὐξάνου καὶ πληθύνου· ἔθνη καὶ συναγωγαὶ ἐθνῶν ἐξελεύσονται ἐκ σοῦ, καὶ βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται. » Τοσαύτας περὶ τῆς τῶν ἐθνῶν κλήσεως προῤῥήσεις τοῦ Θεοῦ προμεμαθηκὼς ὁ Ἰακὼβ, παίδων αὐτῷ τὸν ἀριθμὸν γεγεννημένων δεκαδύο, πρὸς τῇ τελευτῇ συγκαλέσας τοὺς πάντας, περιεσκόπει, ἐξ ὁποίου ἄρα αὐτῶν τῆς διαδοχῆς τὰ τῶν τοῦ Θεοῦ προῤῥήσεων ἐπὶ τέλος ἥξει. Εἶτ' ἐπιθεὶς τρισὶ μὲν τοῖς πρώτοις αὐτῷ γενομένοις παισὶν ἐλέγχους ὧν ἐπλημμέλησαν, ἐπιφέρει διδάσκων, ὅτι τῶν τετολμημένων αὐτοῖς ἕνεκα οὐ δι' αὐτῶν ἐκπληρωθήσεται τὰ τῶν προῤῥήσεων ἀποτελέσματα· ἐπὶ δὲ τὸν τέταρτον ἐλθὼν τὸν Ἰούδαν, ὁμοῦ τὸν φήσαντα αὐτῷ χρησμὸν, « Βασιλεῖς ἐκ τῆς ὀσφύος αὐτοῦ ἐξελεύσονται, » διὰ τῆς τούτου διαδοχῆς τέλος λήψεσθαι θεσπίζει· πρόδηλον γὰρ ὡς ἐκ τῆς Ἰούδα φυλῆς τὸ βασιλικὸν
"And Jacob called his sons and said: Gather together, that I may declare to you what will befall you at the last of the days; assemble and hear, sons of Jacob, hear Israel your father" (Gen. 49:1-2). Next after these words, having reproached certain offences against some of his elder sons, as having through certain transgressions of theirs become unworthy of the prediction that was about to be uttered besides, to the fourth, as having displayed a life better than his remaining brothers, he prophesies these things: "Judah, your brothers shall praise you; your hands shall be upon the back of your enemies; the sons of your father shall do obeisance to you. A lion's whelp, Judah, from a shoot, my son, you went up; lying down you slept as a lion and as a whelp. Who shall rouse him? A ruler shall not fail from Judah, nor a leader from his thighs, until the things laid up for Him come; and He Himself is the expectation of nations" (Gen. 49:8-10). Consider first, then, what things he says are laid up for Him; and see whether they were not the very things which God proclaimed in prophecy to the forefathers around Abraham concerning the calling of the nations. For it is written how God spoke to Abraham: "And you shall be blessed, and I will bless those who bless you, and those who curse you I will curse; and in you all the tribes of the earth shall be blessed" (Gen. 12:2-3). And again, "Abraham," it says, "shall surely become a great and populous nation, and in him all the nations of the earth shall be blessed" (Gen. 18:18). And similar things the oracle utters to Isaac as well in this manner: "And I will multiply your seed as the stars of heaven, and in your seed all the nations of the earth shall be blessed" (Gen. 26:4). Furthermore, to Jacob also such words have been spoken: "I am the Lord, the God of Abraham your father, and the God of Isaac; fear not" (Gen. 28:13), and next: "and in you all the tribes of the earth shall be blessed" (Gen. 28:14). And at another time God said to him: "I am your God; increase and multiply; nations and gatherings of nations shall come forth from you, and kings shall come forth from your loins" (Gen. 35:11). Having previously learned so many predictions of God concerning the calling of the nations, Jacob, twelve sons in number having been born to him, having called them all together near his end, looked around to see from the succession of which one of them the matters of God's predictions would come to fulfilment. Then, having laid upon the first three sons born to him rebukes for the things wherein they had offended, he goes on to teach that because of the things dared by them the outcomes of the predictions will not be fulfilled through them; but coming to the fourth, Judah, he prophesies at once that the oracle which had said to him, "Kings shall come forth from his loins," will receive fulfilment through this man's succession—for it is manifest how from the tribe of Judah the royal
Notes, col. 573

On the reading

Printed εις, for εἰς.

Printed αμφὶ, for ἀμφὶ.

PG 22:576Read from the page
συνέστη γένος· ὁμοῦ καὶ τὰς τοῦ Θεοῦ προῤῥήσεις καὶ τὰς τῶν ἐθνῶν ὑποσχέσεις, καθ' ὁποίους ἐνστήσονται χρόνους παρίστησιν, ἐξ αὐτοῦ τε προελεύσεσθαι διδάσκει τὸν μέλλοντα αἴτιον καταστήσεσθαι πᾶσι τοῖς ἔθνεσι, καὶ πάσαις ταῖς φυλαῖς τῆς γῆς τῆς παραπλησίας τῷ Ἀβραὰμ εὐλογίας. Ταῦτα οὖν ἅπαντα ἦν τὰ ἀποκείμενα τῷ Ἰούδᾳ, δηλαδὴ τὰ πάλαι προθεσπισθέντα περὶ τῶν ἐθνῶν, καὶ τὸ, « Βασιλεῖς ἐκ τῆς ὀσφύος σου ἐξελεύσονται· » διὸ καὶ τῶν λοιπῶν ἀδελφῶν προκριθεὶς βασιλικῆς φυλῆς καὶ διαπρεπεστέρας παρὰ τὰς λοιπὰς ἠξιώθη. Αὐτίκα ἐπὶ τῆς διατάξεως τοῦ παντὸς λαοῦ κατὰ τοὺς Μωϋσέως χρόνους ἡγεῖσθαι ταύτην ὁ Θεὸς τῶν λοιπῶν φυλῶν προστάττει. Γέγραπται γάρ· « Καὶ ἐλάλησε Κύριος πρὸς Μωϋσῆν καὶ Ἀαρὼν, λέγων· ἄνθρωπος ἐχόμενος κατὰ τάγματα αὐτοῦ, κατὰ σημαίας, κατ' οἴκους πατριῶν αὐτῶν παρεμβαλέτωσαν οἱ υἱοὶ Ἰσραὴλ ἔναντι Κυρίου, κύκλῳ τῆς σκηνῆς τοῦ μαρτυρίου, καὶ οἱ παρεμβάλλοντες πρῶτοι κατὰ ἀνατολὰς, τάγμα παρεμβολῆς υἱῶν Ἰούδα, σὺν δυνάμει αὐτῶν. » Καὶ ἑξῆς ἐπὶ τῶν εἰς τὸν ἐγκαινισμὸν τῆς σκηνῆς ἀναφερομένων· « Εἶπε Κύριος πρὸς Μωϋσῆν· ἄρχων εἷς καθ' ἡμέραν προσοίσουσι τὰ δῶρα αὐτῶν. Καὶ ἦν ὁ προσφέρων τῇ ἡμέρᾳ τῇ πρώτῃ τὸ δῶρον αὐτοῦ, Ναασσὼν υἱὸς Ἀμιναδὰβ, ἄρχων τῆς φυλῆς Ἰούδα. » Καὶ ἐν τῇ βίβλῳ δὲ τοῦ Ἰησοῦ τοῦ Ναυῆ τῆς γῆς τῆς ἐπαγγελίας κλήρῳ κατὰ τῶν λοιπῶν φυλῶν διανεμηθείσης, ἀκληρωτὶ καὶ πασῶν πρώτη ἡ τοῦ Ἰούδα φυλὴ τὸ οἰκεῖον μέρος τῆς γῆς ἀπολαμβάνει. Ἀλλὰ καὶ μετὰ τὴν τελευτὴν Ἰησοῦ ἐπηρώτων οἱ υἱοὶ Ἰσραὴλ ἐν Κυρίῳ, λέγοντες· « Τίς ἀναβήσεται ἡμῖν πρὸς τὸν Χαναναῖον, ἀφηγούμενος τοῦ πολεμῆσαι ἐν αὐτῷ; Καὶ εἶπε Κύριος· Ἰούδας ἀναβήσεται. Ἰδοὺ δέδωκα τὴν γῆν εἰς χεῖρας αὐτοῦ. » Σαφῶς οὖν τοῦ παντὸς Ἰσραὴλ ἡγεῖσθαι τὴν τοῦ Ἰούδα φυλὴν ὁ Θεὸς διὰ τούτων προστάττει· ὅθεν ἑξῆς γέγραπται· « Καὶ ἀνέβη Ἰούδας, καὶ παρέδωκε Κύριος τὸν Χαναναῖον καὶ τὸν Φερεζαῖον ἐν χειρὶ αὐτοῦ· » καὶ πάλιν· « Καὶ ἐπολέμησαν οἱ υἱοὶ Ἰούδα ἐν Ἱερουσαλὴμ, καὶ κατελάβοντο αὐτὴν, καὶ κατέβησαν υἱοὶ Ἰούδα, πολεμῆσαι ἐν τῷ Χαναναίῳ. » Καὶ αὖθις· « Καὶ ἐπορεύθη Ἰούδας μετὰ Συμεὼν τοῦ ἀδελφοῦ αὐτοῦ. » Καὶ ἑξῆς· Καὶ ἦν Κύριος μετὰ Ἰούδα, καὶ ἐκληρονόμησε τὸ ὄρος· » καὶ μετὰ ταῦτα· « Καὶ ἀνέβησαν οἱ υἱοὶ Ἰωσὴφ, καί γε αὐτοὶ ἐν Βαιθὴλ, καὶ Ἰούδας μετ' αὐτῶν. » Καὶ ἐν τῇ βίβλῳ δὲ τῶν Κριτῶν διαφόρων κατὰ χρόνους προϊσταμένων τοῦ λαοῦ, εἰ καὶ ἐκ διαφόρων ἐδόκουν εἶναι φυλῶν οἱ κριταὶ, ὅμως δὲ καθόλου ἡ τοῦ Ἰούδα φυλὴ τοῦ παντὸς ἔθνους ἡγεῖτο· πολλῷ δὲ πλέον ἐπὶ τῶν χρόνων τοῦ Δαβὶδ, καὶ τῶν τούτου διαδόχων, ἐκ φυλῆς μὲν τοῦ Ἰούδα γεγονότων, μέχρι δὲ τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας τὴν βασιλείαν διενεγκάντων, μεθ' ἣν τῶν ἐκ τῆς αἰχμαλωσίας ἐπὶ τὴν οἰκείαν γῆν ἐπανιόντων αὖθις ἡγεῖται Ζοροβάβελ, ὁ τοῦ Σαλαθιὴλ ἐκ φυλῆς Ἰούδα, ὁ καὶ τὸν νεὼν ἐγείρας. Ἔνθεν καὶ ἡ τῶν Παραλειπυμένων γραφὴ, τὰς δώδεκα φυλὰς
line was constituted—and at the same time he presents at what times both the predictions of God and the promises to the nations shall set in, and teaches that out of him shall come forth He Who is to become the author for all the nations and for all the tribes of the earth of the blessing like that given to Abraham. All these things, therefore, were what were laid up for Judah, namely the things prophesied of old concerning the nations, and the saying, "Kings shall come forth from your loins" (Gen. 35:11); wherefore also, preferred before his remaining brothers, he was deemed worthy of a royal tribe and one more illustrious than the rest. Straightway at the ordering of the whole people in the times of Moses, God commands this tribe to lead the remaining tribes. For it is written: "And the Lord spoke to Moses and Aaron, saying: Let the sons of Israel encamp, each man keeping to his division, according to standards, according to the houses of their families, before the Lord, round about the tabernacle of witness; and those encamping first towards the east shall be the division of the camp of the sons of Judah, with their host" (Num. 2:1-3). And next, in what refers to the dedication of the tabernacle: "The Lord said to Moses: One ruler each day shall bring their gifts. And he who offered his gift on the first day was Nahshon son of Amminadab, ruler of the tribe of Judah" (Num. 7:11-12). And in the book of Joshua son of Nun as well, when the land of promise was apportioned by lot among the remaining tribes, without lot and first of all the tribe of Judah receives its own portion of the land. Moreover, after the death of Joshua too, the sons of Israel inquired of the Lord, saying: "Who shall go up for us against the Canaanite, leading the way to fight against him? And the Lord said: Judah shall go up. Behold, I have delivered the land into his hands" (Judg. 1:1-2). Clearly, therefore, through these words God commands the tribe of Judah to lead the whole of Israel; whence next it is written: "And Judah went up, and the Lord delivered the Canaanite and the Perizzite into his hand" (Judg. 1:4); and again: "And the sons of Judah fought against Jerusalem, and captured it, and the sons of Judah went down to fight against the Canaanite" (Judg. 1:8-9). And again: "And Judah went with Simeon his brother" (Judg. 1:17). And next: "And the Lord was with Judah, and he inherited the mountain" (Judg. 1:19); and after these things: "And the sons of Joseph went up, they themselves also, to Bethel, and Judah with them" (Judg. 1:22). And in the book of Judges as well, when various men presided over the people from time to time, even though the judges appeared to be from various tribes, nevertheless on the whole the tribe of Judah led the entire nation; and much more so in the times of David and his successors, who were sprung from the tribe of Judah and carried on the kingdom until the captivity into Babylon, after which, when those from the captivity returned to their own land, Zerubbabel son of Shealtiel, of the tribe of Judah, who also raised up the temple, again leads them. Hence also the Scripture of Chronicles, tracing the genealogy of the twelve tribes
Notes, col. 576

On the reading

Printed Παραλειπυμένων, for Παραλειπομένων.

PG 22:577Read from the page
τοῦ Ἰσραὴλ γενεαλογοῦσα, ἀπὸ τῆς τοῦ Ἰούδα τὴν καταρχὴν ἐποιήσατο. Ἕπεται δὴ οὖν τούτοις ἀκολούθως καὶ ἐν τοῖς μετὰ ταῦτα χρόνοις τὴν αὐτὴν φυλὴν τῶν λοιπῶν ὁμολογεῖν ἡγεῖσθαι, εἰ καὶ ἐν μέρει διάφοροι προειστήκεισαν τοῦ λαοῦ· ὧν οὐ καθ' ἡμῖν δυνατὸν ἐξακριβάζεσθαι τὰ γένη, τῷ μηδὲ φέρεσθαι θείαν βίβλον ἐξ ἐκείνου καὶ μέχρι τῶν τοῦ Σωτῆρος χρόνων. Πλὴν εἰς τοσοῦτον διαρκέσαι λόγος φανερὸς αἱρεῖ τὴν τοῦ Ἰούδα φυλὴν, εἰς ὅσον τὸ πᾶν ἔθνος ἐλευθερίᾳ καὶ αὐτονομίᾳ χρώμενον ὑπὸ οἰκείοις ἄρχουσιν καὶ ἡγουμένοις ἐπολιτεύετο. Τοῦτο δὲ αὐτοῖς ἐξ ἀρχῆς ὑπῆρξε, καὶ μέχρι τῶν Αυγούστου χρόνων, καθ' οὓς, Ἰησοῦ τοῦ Σωτῆρος ἡμῶν φανέντος ἐν ἀνθρώποις, τὸ πᾶν ἔθνος δοῦλον Ῥωμαίοις καθίσταται καὶ ἀντὶ τῶν πατρόθεν αὐτοῖς καὶ κατὰ νόμους ἡγουμένων πρῶτος Ἡρώδης ἀλλόφυλος αὐτῶν ἡγεῖται καὶ βασιλεὺς Αὔγουστος. Ἕως μὲν οὖν οὐδέ πω διελελοίπει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, τῶν προφητειῶν οἱ χρόνοι ἐκ τῆς τῶν ἀρχόντων τοῦ ἔθνους παραθέσεως ἀνεγράφοντο. Οὕτως οὖν Ἠσαΐας ἐν βασιλείᾳ Ὀζίου καὶ Ἰωάθαν, καὶ Ἄχαζ, καὶ Ἐζεκίου, οἳ ἐβασίλευσαν τῆς Ἰουδαίας, προφητεύει· ὁμοίως δὲ καὶ Ὡσηέ. Ὁ δὲ Ἀμὼς ἐν ἡμέραις Ὀζίου βασιλέως Ἰούδα, καὶ ἐν ἡμέραις Ἱεροβοὰμ υἱοῦ Ἰωὰς, βασιλέως Ἰσραὴλ, καὶ Σοφονίας ἐν ἡμέραις Ἰωσίου, υἱοῦ Ἀμὼς, βασιλέως Ἰούδα. Ὁμοίως δὲ καὶ Ἱερεμίας. Ἀλλ' ὅτε ἐκλέλοιπεν ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, τῆς διὰ τοῦ Χριστοῦ προφητευομένης προσδοκίας τῶν ἐθνῶν ὅσον οὔπω μελλούσης ἐπιλάμπειν τῷ βίῳ, οὐκέτι μὲν βασιλεῖς ἐχρημάτισαν Ἰούδα, οὐδὲ ἡγούμενοι Ἰσραήλ. Τούτων δὲ ταῖς προφητείαις ἀκολούθως κατὰ τοὺς ὡρισμένους χρόνους διαλελοιπότων, πρῶτος μὲν Αὔγουστος, δεύτερος δὲ Τιβέριος, μετὰ τῶν ἄλλων καὶ τοῦ Ἰουδαίων ἔθνους ἀνηγορεύθησαν βασιλεῖς, οἵ τε κατὰ τούτους τῆς Ἰουδαίας ἐπίτροποι καὶ τετράρχαι, οὐ μὴν ἀλλὰ καὶ Ἡρώδης, ὡς ἔφην ἤδη καὶ πρότερον, οὐ προσήκων Ἰουδαίοις τὸ γένος, ὃς καὶ αὐτὸς παρὰ Ῥωμαίων τὴν ἀρχὴν τὴν κατὰ Ἰουδαίων ἐγχειρίζεται. Τούτων ἡμῖν προτετηρημένων, καιρὸς ἤδη καλεῖ τῆς εἰς τὴν προφητείαν θεωρίας ἐφάψασθαι, « Ἰούδα, σὲ αἰνέσουσιν οἱ ἀδελφοί σου· » δώδεκα τῶν ὅλων ὑπαρχόντων παίδων τῷ Ἰακὼβ, τέταρτος Ἰούδας ἦν, ὡς καὶ φθάσαντες εἰρήκαμεν, εἷς καὶ αὐτὸς ἀρχίφυλος τοῦ Ἑβραίων ἔθνους. Ἀλλ' ὅτι γε οὐκ αὐτὸν ἐκεῖνον ἑώρα τὸν ἄνδρα τὰ ὡς πρὸς αὐτὸν ὑπὸ τοῦ πατρὸς εἰρημένα, σαφὲς ἂν γένοιτο τοῖς ἐπιστήσασι ταῖς λέξεσι τῆς θείας Γραφῆς, πρῶτον τοῦ Ἰακὼβ πρὸς τοὺς υἱοὺς φωνῆς λεγούσης· « Ἐκάλεσε δὲ Ἰακὼβ τοὺς υἱοὺς αὐτοῦ, καὶ εἶπε· Συνάχθητε, καὶ ἀναγγελῶ ὑμῖν, τί ὑμῖν ἀπαντήσεται ἐπ' ἐσχάτων τῶν ἡμερῶν· ἀθροίσθητε, καὶ ἀκούσατε, υἱοὶ Ἰακὼβ, ἀκούσατε Ἰσραὴλ, τοῦ πατρὸς ὑμῶν. » Σαφῶς γὰρ ἐπαγγέλλεται προφητεύειν αὐτοῖς τὰ μέλλοντα αὐτοῖς ἀπαντήσεσθαι μακροῖς ὕστερον χρόνοις, καὶ ὡς αὐτός φησιν, ἐπ' ἐσχάτου τῶν ἡμερῶν. Καὶ ἄλλως δὲ τὰ ὡς πρὸς τὸν Ἰούδαν εἰρημένα οὐκ ἂν εὐλόγως ἐφαρμόσαιεν τῷ πρώτῳ ἐκείνῳ ἀνδρί· οὐ γὰρ ἐκεῖνον τὸν Ἰούδαν
of Israel, made its beginning from that of Judah. It follows consistently upon these facts, therefore, to acknowledge that in the times thereafter as well the same tribe led the rest, even though in particular instances various men had presided over the people; whose lineages it is not possible for us [one] by [one] to trace out accurately, because no divine book is handed down from that point even down to the times of the Saviour. Yet plain reason proves that the tribe of Judah lasted just so long as the entire nation, enjoying freedom and self-government, lived as a commonwealth under its own native rulers and leaders. And this belonged to them from the beginning even down to the times of Augustus, during which, when Jesus our Saviour appeared among men, the entire nation becomes subject to the Romans, and in place of their ancestral and lawful leaders Herod, a foreigner, first leads them, and Augustus as king. So long, then, as a ruler had not yet failed from Judah, nor a leader from his thighs, the times of the prophecies used to be recorded by setting down alongside them the rulers of the nation. Thus, accordingly, Isaiah prophesies in the reign of Uzziah and Jotham and Ahaz and Hezekiah, who reigned over Judaea; and likewise Hosea too. And Amos [prophesies] in the days of Uzziah king of Judah, and in the days of Jeroboam son of Joash, king of Israel; and Zephaniah in the days of Josiah son of Amon, king of Judah. And likewise Jeremiah too. But when a ruler failed from Judah, and a leader from his thighs, as the expectation of the nations prophesied through Christ was on the very point of shining forth upon human life, no longer were any styled kings of Judah, nor leaders of Israel. And once these, in accordance with the prophecies, had failed at the appointed times, Augustus first, and Tiberius second, were proclaimed kings of the nation of the Jews along with the rest, as well as the procurators and tetrarchs of Judaea under them, and moreover Herod too, who, as I already said before, did not belong by race to the Jews, and who himself also has the rule over the Jews entrusted to him from the Romans. Now that these points have been observed by us beforehand, the occasion already calls us to touch upon the examination of the prophecy, "Judah, your brothers shall praise you" (Gen. 49:8): there being twelve sons in all belonging to Jacob, Judah was the fourth, as we have already said before, himself also one of the tribal heads of the nation of the Hebrews. Yet that the words spoken by his father as though to him did not look to that very man himself would become clear to those who attend to the expressions of divine Scripture, first of all the voice of Jacob to his sons saying: "And Jacob called his sons, and said: Gather together, and I will announce to you what will befall you in the last of the days; assemble and hear, sons of Jacob, hear Israel, your father" (Gen. 49:1-2). For he clearly promises to prophesy to them the things that are going to befall them in long times afterwards, and, as he himself says, at the last of the days. And besides, the things spoken as though to Judah could not reasonably fit that first man; for that Judah
Notes, col. 577

On the reading

Printed Αυγούστου, for Αὐγούστου.

PG 22:580Read from the page
ᾔνεσαν οἱ ἀδελφοί. Ἐπὶ ποίῳ γὰρ αὐτοῦ κατορθώματι τοῦτο ἐποίησαν ἄν; οὐδὲ μὴν ἐκείνῳ προσεκύνησαν οἱ υἱοὶ τοῦ πατρός. Μᾶλλον δ' ἂν ὁ λόγος ἥρμοσεν, εἰ τῷ Ἰωσὴφ εἴρητο· ἐπειδὴ τοῦτον ἅμα τοῖς λοιποῖς ἀδελφοῖς καὶ αὐτὸς Ἰούδας προσκυνήσας φαίνεται· πλὴν ἀλλὰ πρὸ τῶν λόγων τῆς προφητείας. Μετὰ γὰρ τούτους οὐδέν τι τοιοῦτον, οὐδὲ περὶ τὸν Ἰωσὴφ, ἥπου γε περὶ τὸν Ἰούδαν γεγονὸς ἡ ἱστορία παρίστησι. Καὶ τὸ, « Ἀναπεσὼν δὲ ἐκοιμήθης ὡς λέων καὶ ὡς σκύμνος, » μείζονος ἂν δέοιτο ἢ κατὰ τὸν Ἰούδαν θεωρίας. Ἀλλὰ καὶ τὸ μετὰ ταῦτα εἰρημένον· « Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν, » τοὺς χρόνους αἰνίττεσθαί μοι δοκεῖ τῆς τοῦ προφητευομένου παρουσίας. Τόδε γὰρ, φησὶν, οὐκ ἔσται, ἔστ' ἂν γένοιτο τόδε· οὐδὲ γὰρ πρότερον παύσονται τοῦ Ἰουδαίων ἔθνους ἄρχοντες καὶ ἡγούμενοι, ἢ τὴν τῶν ἐθνῶν προσδοκίαν ἐλθεῖν, καὶ τὰ ἀποκείμενα τῷ προφητευομένῳ. Ταῦτα δὲ ὁμοίως τοῖς Ἑβδομήκοντα καὶ ὁ Θεοδοτίων ἡρμήνευσεν. Ὁ δὲ Ἀκύλας τοῦτον ἐξέδωκε καὶ τὸν τρόπον· « Οὐκ ἀναστήσεται σκῆπτρον ἀπὸ Ἰούδα, καὶ ἀκριβαζόμενος ἀπὸ μεταξὺ ποδῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ καὶ αὐτῷ σύστημα λαῶν. » Ἔνθα λεγομένου τοῦ, « Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, » πάλιν οὐ περὶ τοῦ Ἰούδα, αὐτοῦ δὴ ἐκείνου τοῦ πρώτου ἀνδρὸς ἀκούειν δεήσει, ὥσπερ οὐδὲ τὸ, « Ἰούδα, σὲ αἰνέσουσιν οἱ ἀδελφοί σου, » καὶ τὰ ἑξῆς, ἐπ' ἐκεῖνον ἀναφέροιτο. Πλείστοις δ' οὖν χρόνοις ἄρχοντες καὶ ἡγούμενοι τοῦ Ἰουδαίων ἔθνους κατέστησαν, οὐκ ἐκ τῆς ἐκείνου τοῦ ἀνδρὸς διαδοχῆς. Πρῶτος μὲν γὰρ Μωϋσῆς αὐτὸς ἡγήσατο τοῦ λαοῦ, μὴ ἐκ τοῦ Ἰούδα, ἀλλ' ἐκ τοῦ Λευῒ γεγονώς. Εἶτα Ἰησοῦς ἐκ φυλῆς Ἐφραίμ, μεθ' ὃν ἦρξεν αὐτῶν Δεββώρα ἐκ φυλῆς Ἐφραὶμ, καὶ Βαρὰκ ἐκ φυλῆς Νεφθαλείμ· μεθ' οὓς Γεδεὼν ἐκ φυλῆς Μανασσῆ· ἔπειτα ὁ τοῦ Γεδεὼν παῖς, καὶ μετ' αὐτὸν Θωλὰ ἐκ φυλῆς τῆς αὐτῆς· ἔπειτα Ἐσεβὼν ἐκ Βηθλεέμ· καὶ μετὰ τοῦτον Αἰλὼν ἐκ φυλῆς Ζαβουλών· ἔπειτα Λαβδὼν ἐκ φυλῆς Ἐφραίμ· καὶ αὖθις Σαμψὼν ἐκ φυλῆς Δάν· ἔπειτα ἀναρχίας αὐτῶν γενομένης, ἡγεῖτο αὐτῶν Ἠλεῖ ὁ ἱερεὺς ἐκ φυλῆς Λευῖ· οὗτοι πάντες κριταὶ κρίναντες τὸν Ἰσραὴλ οὐκ ἐκ διαδοχῆς Ἰούδα, ἐκ διαφόρων δὲ φυλῶν, ἄλλοθεν ἄλλος γενόμενος· καὶ ὅ γε μετὰ τούτους πρῶτος αὐτῶν βασιλεύσας Σαοὺλ ἐκ φυλῆς ἦν Βενιαμίν. Πῶς οὖν τὸ, « Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ (ὡς ἄν τις οἰηθείη), » ἐπὶ τοὺς ἐκ φυλῆς Ἰούδα ἄρχοντας καὶ ἡγουμένους ἀνενεχθήσεται, ὅτε φαίνονται ἀπὸ τῶν χρόνων τῆς τοῦ Ἰακὼβ τελευτῆς ὅλοις ἔτεσιν ἐγγύς που χιλίοις οὐκ ἐκ μόνης τῆς Ἰούδα φυλῆς προαχθέντες. ἀλλ' ἄλλοτε ἐξ ἄλλης, μέχρι τῶν Δαβὶδ χρόνων; Εἰ δὲ μετὰ τοὺς τοσούτους ὁ Δαβὶδ οἵ τε ἐκ τῆς τούτου διαδοχῆς βασιλεύσαντες τοῦ Ἰουδαίων ἔθνους ἐκ φυλῆς γεγόνασιν Ἰούδα, ἀλλὰ χρή σε εἰδέναι ὅτι οὐδὲ ὅλοις πεντακοσίοις ἔτεσι διήρκεσαν οὗτοι, οὐ παντὸς ἔθνους βασιλεύσαντες, ἀλλὰ μόνων φυλῶν τριῶν, καὶ οὐδὲ ὅλων τούτων· καθ' οὓς ἕτεροί τινες ἐτύγχανον τοῦ πλείονος ἔθνους, καὶ ὅλων γε ἐννέα φυλῶν τὴν βασι-
his brothers did [not] praise. For upon what achievement of his would they have done this? Nor yet did his father's sons do obeisance to him. Rather would the saying have fitted if it had been spoken to Joseph, since Judah himself also, along with the rest of his brothers, appears to have done obeisance to him—yet before the words of the prophecy. For after these words history presents nothing of the sort as having happened even concerning Joseph, much less concerning Judah. And the saying, "And lying down you slept as a lion and as a whelp" (Gen. 49:9), would require a weightier interpretation than one according to Judah. Moreover, what is said after these things—"A ruler shall not fail from Judah, nor a leader from his thighs, until the things laid up for Him come, and He Himself is the expectation of nations" (Gen. 49:10)—seems to me to hint at the times of the coming of Him Who is prophesied. For this, he says, shall not be until that comes to pass; for neither shall rulers and leaders of the nation of the Jews cease before the expectation of the nations comes, and the things laid up for Him Who is prophesied. And Theodotion too rendered these words similarly to the Seventy. Aquila, however, set them forth in this manner as well: "A sceptre shall not depart from Judah, and an exact inquirer from between his feet, until there come to Him also a gathering of peoples." Where, when it is said, "A ruler shall not fail from Judah," again one must not understand it of Judah, that very first man himself, just as neither could "Judah, your brothers shall praise you," and what follows, be referred to him. Now for very many times rulers and leaders of the nation of the Jews were appointed not from the succession of that man. For first Moses himself led the people, having been born not from Judah, but from Levi. Next Joshua, of the tribe of Ephraim, after whom Deborah, of the tribe of Ephraim, ruled over them, and Barak, of the tribe of Naphtali; after whom Gideon, of the tribe of Manasseh; next the son of Gideon, and after him Tola, of the same tribe; next Ibzan from Bethlehem; and after him Elon, of the tribe of Zebulun; next Abdon, of the tribe of Ephraim; and again Samson, of the tribe of Dan; next, when they were without a ruler, Eli the priest, of the tribe of Levi, led them: all these were judges who judged Israel not from the succession of Judah, each arising from a different quarter out of various tribes; and he who first after these reigned over them, Saul, was of the tribe of Benjamin. How then shall the saying, "A ruler shall not fail from Judah, nor a leader from his thighs" (as one might suppose), be referred to rulers and leaders from the tribe of Judah, when from the times of the death of Jacob for nearly a thousand whole years they appear to have been brought forward not from the tribe of Judah alone, but now from one tribe and now from another, down to the times of David? And if after so many men David and those of his succession who reigned over the nation of the Jews were sprung from the tribe of Judah, yet you must know that not even for five hundred whole years did these endure, having reigned not over the entire nation, but over three tribes alone, and not even the whole of these; during whose time certain others happened to be over the greater part of the nation, and indeed over nine whole tribes, the king-
PG 22:581Read from the page
λείαν διέποντες· μετὰ γὰρ τὴν τοῦ Σολομῶνος τελευτὴν διαιρεθέντος τοῦ παντὸς ἔθνους ἐξ Ἰούδα, τοῦ Δαβὶδ διάδοχοι τριῶν, ὡς ἔφην, οὐδ' ὅλων φυλῶν ἐπὶ τῆς Ἱερουσαλὴμ ἐβασίλευον μέχρι τῆς εἰς Βαβυλῶνα αἰχμαλωσίας. Κατ' αὐτοὺς δὲ ἐπὶ τούτοις ἐπὶ τῆς Σαμαρείας οὕτω καλουμένης πόλεως, τῶν ἐννέα φυλῶν ἡγούμενοι οὐκ ἐξ Ἰούδα, ἀλλ' ἐξ ἑτέρων φυλῶν ἕτεροι διετέλεσαν, ὧν πρῶτος ἦν Ἱεροβοὰμ ἐκ φυλῆς Ἐφραὶμ, καὶ οἱ καθεξῆς μετὰ τοῦτον· ὡς μηδ' ἐν τοῖς μεταξὺ χρόνοις τοῖς ἀπὸ Δαβὶδ ἐπὶ τὴν εἰς Βαβυλῶνα αἰχμαλωσίαν τοὺς ἐκ φυλῆς Ἰούδα τοῦ παντὸς ἔθνους ἡγήσασθαι. Τί δεῖ λέγειν, ὡς μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον αὖθις ὑπὲρ τὰ πεντακόσια ἔτη μέχρι τῆς τοῦ Χριστοῦ γενέσεως διετέλεσαν πολιτείᾳ χριώμενοι ἀριστοκρατικῇ, τῶν μὲν κατὰ χρόνους ἀρχιερέων ἡγουμένων τοῦ ἔθνους, οὐδενὸς δὲ ἐκ τῆς τοῦ Ἰούδα φυλῆς; ὥστε ἐξ ἁπάντων τούτων παρίστασθαι, μὴ ἐπὶ τὸν πρῶτον ἐκεῖνον ἄνδρα τὸν Ἰούδαν, μηδὲ ἐπὶ τοὺς διαδόχους αὐτοῦ ἀναφέρεσθαι τὸ φάσκον λόγιον· « Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ· » μόνως δ' ἂν συσταίη τὰ κατὰ τὸν τόπον, εἰ κατὰ τὰ πρόσθεν ἡμῖν ἀποδεδομένα, περὶ τῆς φυλῆς ἁπάσης λέγεσθαι ταῦτα νοήσαιμεν. Αὕτη γοῦν ἀρχῆθεν, ἐξ αὐτῶν τῶν κατὰ Μωϋσέα χρόνων, τοῦ παντὸς ἔθνους ἡγήσατο· κατὰ γοῦν τὴν ταύτης ἐπικράτειαν, ὡς ἂν ἀρχῆθεν ἡγεῖσθαι προκεχειρισμένης ὑπὸ τοῦ Θεοῦ, Ἰουδαία τε εἰσέτι νῦν ἀπὸ τῆς φυλῆς ἥ γε χώρα ἐπικέκληται, καὶ τὸ πᾶν αὐτῶν σύστημα Ἰουδαίων προσαγορεύεται. Οὕτω τοίνυν νοήσαιμεν τὸ λεγόμενον, ὡς εἰ σαφέστερον ἔλεγεν· Οὐκ ἐκλείψει τοῦ παντὸς ἔθνους ἡγουμένη ἡ τοῦ Ἰούδα φυλή. Ὁ γοῦν Σύμμαχος, « οὐ περιαιρεθήσεται, φησὶν, ἐξουσία ἀπὸ Ἰούδα, » τὸ ἐξουσιαστικὸν δήπου καὶ ἀρχικὸν ἀξίωμα τῆς μετὰ ταῦτα ὑποστάσης τοῦ Ἰούδα φυλῆς παριστάς. Ταύτης γοῦν οὔτε τὸ σκῆπτρον, ὡς ὁ Ἀκύλας φησὶ (βασιλικῆς δὲ τοῦτο σύμβολον ἦν ἀρχῆς), οὔτε τὴν ἐξουσίαν, κατὰ τὸν Σύμμαχον, περιαιρεθήσεσθαι θεσπίζει, « ἕως ἂν ἔλθῃ, φησὶν, ᾧ ἀπόκειται, » καὶ αὐτὸν ἔσεσθαι τῶν ἐθνῶν προσδοκίαν. Ποίαν ταύτην προσδοκίαν ἢ τὴν πάλαι τῷ Ἀβραὰμ καὶ τοῖς μετ' αὐτὸν προπάτορσι κεχρηματισμένην; Πρῶτον μὲν οὖν θαυμάζειν ἄξιον, ὅπως, δώδεκα οὐσῶν τῶν παρ' Ἑβραίοις φυλῶν, ἐξ οὐδεμιᾶς ἄλλης ἢ ἀπὸ μόνης τῆς Ἰούδα ἡ τοῦ ἔθνους εἰσέτι νῦν ἀναγορεύεται προσηγορία· οὐ δι' ἕτερον ἢ διὰ τὸ τῆς προφητείας λόγιον, τῇ τοῦ Ἰούδα φυλῇ τὸ ἀρχικὸν περιάψαν ἀξίωμα. Ἀλλὰ καὶ τὴν πάτριον αὐτῶν χώραν Ἰουδαίαν διὰ τὴν αὐτὴν ἀποκαλεῖσθαι συμβαίνει αἰτίαν. Ἐπεὶ διὰ τί μὴ ἀπὸ τοῦ πρώτου τῶν δώδεκα, λέγω δὲ ἀπὸ τοῦ Ῥουβὶμ, τὸ ἔθνος αὐτῶν ἐχρημάτισε; Καίτοι παρὰ τῷ θείῳ νόμῳ τῶν πρωτοτόκων τετιμημένων; Διὰ τί δὲ μὴ ἀπὸ τῆς τοῦ Λευῒ, ὁμοῦ καὶ τῷ χρόνῳ καὶ τῷ τῆς ἱερωσύνης τιμήματι τὸν Ἰούδαν παρεξάγοντος; Τί δὲ οὐχὶ μᾶλλον ἀπὸ τοῦ Ἰωσὴφ χρηματίσαι συνέβη τὸ πᾶν ἔθνος καὶ τὴν χώραν, διὰ τὸ καὶ πάλαι πάσης οὐ μόνον Αἰγύπτου, ἀλλὰ καὶ τῶν οἰκείων τὸ κράτος ἀνάψασθαι τοῦτον, τούς τε ἐξ αὐτῶν γενομένους μακροῖς ὕστερον χρόνοις ἐπὶ πλεῖστον ὅσον ὅλων ἐννέα φυλῶν τοῦ
dom administering; for after the death of Solomon, when the entire nation was divided from Judah, the successors of David reigned in Jerusalem over three tribes, as I said, and not even the whole of them, until the captivity into Babylon. And alongside them in addition, in the city called Samaria, leaders of the nine tribes continued who were not from Judah, but others from other tribes, of whom the first was Jeroboam, of the tribe of Ephraim, and those in succession after him; so that not even in the intervening times from David until the captivity into Babylon did those of the tribe of Judah lead the entire nation. What need is there to say how after the return from Babylon again for more than five hundred years until the birth of Christ they continued living under an aristocratic polity, the high priests from time to time leading the nation, and none of them from the tribe of Judah? So that from all these facts it is shown that the oracle saying, "A ruler shall not fail from Judah, nor a leader from his thighs" (Gen. 49:10), does not refer to that first man Judah, nor to his successors; and the sense of the passage would hold together only if, in accordance with what was previously set forth by us, we should understand these things to be spoken concerning the entire tribe. This tribe, at all events, from the beginning, from the very times of Moses, led the entire nation; in accordance, then, with its supremacy, as having been appointed by God from the beginning to lead, both the country itself is even to this day named Judaea after the tribe, and the whole community of them is called that of the Jews. Thus, therefore, we would understand what is said as though he were saying more plainly: The tribe of Judah shall not fail from leading the entire nation. Symmachus, at all events, says, "authority shall not be taken away from Judah," setting forth doubtless the authoritative and ruling dignity of the tribe of Judah that subsisted thereafter. Of this tribe, accordingly, he prophesies that neither the sceptre, as Aquila says (and this was a symbol of royal rule), nor the authority, according to Symmachus, shall be taken away, "until He comes," he says, "for Whom it is laid up," and that He Himself shall be the expectation of the nations. What expectation is this other than that which was divinely promised of old to Abraham and to the forefathers after him? First of all, then, it is worthy of wonder how, there being twelve tribes among the Hebrews, from none other than from that of Judah alone is the appellation of the nation proclaimed even to this day—for no other reason than because of the oracle of the prophecy, which attached the ruling dignity to the tribe of Judah. Moreover, it happens for the same cause that their ancestral country also is called Judaea. Else why was their nation not named after the first of the twelve, I mean after Reuben—even though the firstborn were honoured under the divine law? And why not after the [tribe] of Levi, who surpassed Judah at once both in age and in the honour of the priesthood? And why did it not rather happen that the entire nation and the country were named after Joseph, seeing that of old he had fastened upon himself the sovereignty not only of all Egypt, but also of his own kinsmen, and that those sprung from them in long times afterwards for a very great while [led] nine whole tribes of the
Notes, col. 581

On the reading

Printed χριώμενοι, for χρώμενοι.