Migne Reading Room

PG 22 · cols. 584–593 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:584Read from the page
ἔθνους ἡγήσασθαι, δι' οὓς καὶ μᾶλλον εἰκὸς ἦν τὴν τοῦ προπάτορος ἐπωνυμίαν τὸ πᾶν ἔθνος καὶ τὴν χώραν ἐπιγράψασθαι; Τίς δ' οὐκ ἂν ὁμολογήσαι παρὰ τούτους ἅπαντας εὐλόγως ἂν ἐκ τοῦ Βενιαμὶν τὴν ἐπωνυμίαν αὐτοὺς λαβεῖν, ἐπειδήπερ τῇ τούτου φυλῇ ἡ περιβόητος αὐτῶν βασιλικὴ μητρόπολις, ὅ τε ἐπὶ ταύτης ἁγιώτατος τοῦ Θεοῦ νεὼς κεκλήρωτο; Ἀλλ' ὅμως οὐδ' ἐκ τούτων, οὐδ' ἐξ ἑτέρας ἢ μόνης ἐκ τῆς Ἰούδα φυλῆς ἡ τῆς χώρας καὶ τοῦ παντὸ⟨ς⟩ ἔθνους προσηγορία διέπρεψε τῇ προφητείᾳ ἀκολούθως. Οὕτω γέ τοι τὸ, « Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, » ἐπὶ τὴν φυλὴν ἡμῖν ἀνενήνεκται, καὶ μόνως οὕτως ἀληθῶς ἡ πρόῤῥησις ἀποδέδοται. Ἀπὸ γοῦν τῶν Μωϋσέως χρόνων καθεξῆς οὐ διέλιπον μερικοὶ μὲν αὐτῶν ἄρχοντες, ἐκ διαφόρων, ὡς ἔφην, φυλῶν ἡγησάμενοι, καθόλου δὲ ἡ τοῦ Ἰούδα φυλὴ παντὸς προεστῶσα τοῦ ἔθνους. Παραδείγματι δὲ καταδέξῃ τὸ εἰρημένον. Ὡς γὰρ ἐπὶ τῆς Ῥωμαίων ἀρχῆς οἱ μὲν κατ' ἔθνος ἐπίτροποί τε καὶ ἡγούμενοι, ἔπαρχοί τε καὶ στρατοπεδάρχαι, οἵ τε πάντων ἀνωτάτω βασιλεῖς, οὐ πάντες ἐκ τῶν Ῥωμαίων ὁρμῶνται πόλεως, οὐδε ἀπὸ τοῦ Ῥώμου καὶ Ῥωμύλου σπορᾶς, ἀλλ' ἐκ μυρίων, ἄλλος ἄλλοθεν, ἐθνῶν, ὅμως δὲ οἱ πάντες βασιλεῖς τε, καὶ οἱ μετ' αὐτοὺς ἄρχοντες καὶ ἡγούμενοι τῶν Ῥωμαίων ἐπιγράφονται προσηγορίαν, Ῥωμαίων τε τὸ κράτος ἐπωνόμασται, καὶ ταύτης ἐξῆπται τῆς ἐπωνυμίας ἡ καθ' Ἑβραίους χρὴ νοεῖν πραγμάτων· μιᾶς μὲν καθόλου τῆς τοῦ Ἰούδα φυλῆς κατὰ τοῦ παντὸς ἔθνους ἐπιπεφημισμένης, τῶν δὲ κατὰ μέρος ἡγουμένων τε καὶ βασιλέων ἐκ διαφόρων καθισταμένων φυλῶν, καθόλου δὲ τῇ τοῦ Ἰούδα τιμωμένων προσηγορίᾳ. Λεγέσθω τοίνυν ὡς πρὸς τὴν ὅλην φυλὴν ὑπὸ τοῦ προφήτου τὸ. « Ἰούδα, σὲ αἰνέσουσιν οἱ ἀδελφοί σου. » Οἶδε γὰρ αὐτὴν, ἅτε προνομίας ἠξιωμένην, πρὸ τῶν λοιπῶν φυλῶν τετιμῆσθαι· καὶ ἐπεὶ ἐξῆρχεν ἐν πολέμοις, καὶ μόνη τοῦ παντὸς ἔθνους ἡγεῖτο ἐν ταῖς πρὸς τοὺς ἐχθροὺς παρατάξεσιν, εἰκότως ἐπιλέγεται πρὸς αὐτήν· « Αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου. » Εἶτα διὰ τὸ ἀρχικὸν καὶ βασιλικὸν ἀξίωμα, « σκύμνος λέοντος » εἶναι λέγεται. Σεμνυνόμενος δὲ ὁ προπάτωρ ὁμοῦ καὶ προφήτης ἐπὶ τῷ τῆς φυλῆς ἀξιώματι, προστίθησι λέγων· « Ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης. » Τὸ δὲ, « Ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος λέοντος, » τὸ γαῦρον ὁμοῦ καὶ θαρσαλέον, καὶ τὸ τῶν ἔξωθεν ἐπιόντων ἀκατάπληκτον, τό τε ἄφοβον καὶ τῶν ἐχθρῶν καταφρονητικὸν παρίστησι. Τοιοῦτον δὲ αὐτὸν ὄντα, μᾶλλον δὲ τοιαύτην οὖσαν τὴν φυλὴν, « Τίς, φησὶν, ἀναστήσει; » μέγαν τινὰ καὶ θαυμαστὸν, σπάνιόν τε καὶ δυσθεώρητον ἔσεσθαι τὸν μέλλοντα ἀναστήσειν τοῦ θρόνου, καὶ μεταστήσειν τοῦ ἀρχικοῦ ἀξιώματος τὴν δηλωθεῖσαν φυλὴν αἰνιξάμενος. Τίς δὲ ἄρα οὗτος ἦν, ἑξῆς ἡμᾶς ἐφίστησι, τοῦτον εἶναι διδάσκων τὸν μέλλοντα προσδοκίαν ἔσεσθαι τῶν ἐθνῶν, ὃς οὐ πρότερον φανήσεσθαι ἐν ἀνθρώποις, ἢ ἐκλείπειν ἄρχοντα, καὶ ἡγούμενον μετασταθήσεσθαι, καὶ ἀπαναστήσεσθαι τῆς ἀρχῆς τὴν τοῦ Ἰούδα φυλὴν προφητεύεται. Τίς δὲ οὗτος ἦν ἢ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστός; οὗ ἐπὶ τῆς γενέσεως, ἀκολούθως τῇ προ-
nation, on whose account it was all the more reasonable for the entire nation and the country to bear the surname of their forefather? And who would not admit that beyond all these they would reasonably have taken their surname from Benjamin, seeing that to his tribe had been allotted their celebrated royal metropolis and the most holy temple of God upon it? Yet nevertheless neither from these, nor from any other save from the tribe of Judah alone, did the appellation of the country and of the entire nation shine forth, in accordance with the prophecy. Thus indeed the saying, "A ruler shall not fail from Judah" (Gen. 49:10), has been referred by us to the tribe, and in this way alone has the prediction been truly explained. From the times of Moses onwards, at all events, particular rulers of theirs did not cease leading from various tribes, as I said, while on the whole the tribe of Judah presided over the entire nation. And by an example you will accept what has been said. For just as in the empire of the Romans the procurators and governors in each nation, the prefects and commanders of the camps, and the supreme emperors over all do not all spring from the city of the Romans, nor from the seed of Remus and Romulus, but from countless nations, one from one quarter and another from another, yet nevertheless all the emperors and the rulers and leaders after them bear the appellation of the Romans, and the sovereignty is named that of the Romans, and upon this surname depends the—regarding the affairs among the Hebrews one must understand: the one tribe of Judah on the whole having given its name over the entire nation, while the particular leaders and kings were appointed from various tribes, yet on the whole were honoured with the appellation of Judah. Let, therefore, the saying, "Judah, your brothers shall praise you" (Gen. 49:8), be spoken by the prophet as to the whole tribe. For he knows that it, as having been deemed worthy of pre-eminence, has been honoured before the remaining tribes; and since it took the lead in wars, and alone led the entire nation in battle-arrays against the enemies, fittingly is there said in addition to it: "Your hands shall be upon the back of your enemies" (Gen. 49:8). Next, because of its ruling and royal dignity, it is said to be "a lion's whelp" (Gen. 49:9). And glorying, at once forefather and prophet, in the dignity of the tribe, he adds, saying: "From a shoot, my son, you went up" (Gen. 49:9). And the saying, "Lying down you slept as a lion, and as a lion's whelp" (Gen. 49:9), presents what is at once proud and bold, unshaken by assailants from without, fearless, and contemptuous of enemies. And seeing that he is such—or rather that the tribe is such—"Who," he says, "shall rouse [him]?" (Gen. 49:9), hinting that he who is going to rouse from the throne and remove from its ruling dignity the tribe set forth will be someone great and marvellous, rare and hard to behold. And Who indeed this was, he next directs our attention, teaching that this is He Who is going to be the expectation of the nations, Who is prophesied as not going to appear among men before a ruler fails, and a leader is removed, and the tribe of Judah is made to rise up from its rule. And Who was this other than our Saviour and Lord Jesus the Christ? At Whose birth, in accordance with the pro-
Notes, col. 584

On the reading

Printed οὐδε, for οὐδὲ.

PG 22:585Read from the page
κειμένῃ προῤῥήσει, ἐξέλιπον μὲν ἄρχοντες καὶ ἡγούμενοι ἐξ αὐτῶν Ἰουδαίων ἐπὶ τὸ ἔθνος αὐτῶν καθιστάμενοι, ἡ δὲ τοῦ Ἰούδα φυλὴ αὐτῷ ἔθνει παντὶ, τοῦ ἐξ αἰῶνος ἀρχικοῦ καὶ βασιλικοῦ ἀξιώματος καθαιρεθεῖσα, τοῖς ἔτι καὶ νῦν κρατοῦσιν ἐξ ἐκείνου καὶ εἰς δεῦρο δουλεύει Ῥωμαίοις, μετὰ τῶν λοιπῶν καὶ τὸ Ἰουδαίων ἔθνος χειρωσαμένοις. Παρ' ὧν Ἡρώδης πρῶτος, ἐξ ἀλλοφύλου γένους ὑπάρχων ἰδίως τοῦ ἔθνους αὐτῶν, ὑπό τε Αὐγούστου καὶ τῆς Ῥωμαίων συγκλήτου βουλῆς βασιλεὺς ἀναδέδεικται. Ἦν γοῦν ὁ Ἡρώδης Ἀντιπάτρου παῖς. Ὁ δὲ Ἀντίπατρος Ἀσκαλωνίτης, ἔκ τινος τῶν περὶ τὸν νεὼν τοῦ Ἀπόλλωνος ἱεροδούλων καλουμένων, ὃς δὴ Κυπρίνην ὀνόματι, τὸ γένος τῶν ἐξ Ἀραβίας, γυναῖκα πρὸς γάμον ἀγαγόμενος, τὸν Ἡρώδην ποιεῖται. Οὗτος δὴ οὖν πρῶτος ἐκ τοιούτου γένους ὁρμώμενος, τὸν ἐκ διαδοχῆς τῶν ἀρχιερέων ὕστατον ἡγησάμενον Ὑρκανὸν, ἐφ' ὃν τὰ τῆς οἰκείας ἀρχῆς τοῦ Ἰουδαίων ἔθνους κατέληξεν, ἐκποδὼν μεθίστησιν ἀνελὼν, πρῶτός τε αὐτὸς, ὡς ἔφην, ἐξ ἀλλοφύλου γένους Ἰουδαίων ἀναγορεύεται βασιλεύς· καθ' ὃν γεννηθέντος Ἰησοῦ τοῦ Χριστοῦ, καθῄρητο μὲν ὁμοῦ καὶ τῆς Ἰούδα φυλῆς τὸ ἀξίωμα, καθήρητο δὲ καὶ ἡ τῶν Ἰουδαίων ἀρχή τε καὶ βασιλεία, πεπλήρωτο δὲ καὶ ἡ προτεταγμένη προφητεία· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, οὐδὲ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ,» φήσασα, «ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ·» ὃν καί φησι γενήσεσθαι οὐ τοῦ Ἰουδαίων ἔθνους, ἀλλὰ τῶν ἐθνῶν προσδοκίαν. Ἐπειδὴ τοίνυν ἀπέκειτο ἡ πρόπαλαι τῷ Ἀβραὰμ χρηματισθεῖσα τῶν ἐκ τοῦ Ἰουδαίων ἔθνους ἀρχόντων τε καὶ ἡγουμένων μετάστασις τῆς κατ' αὐτοὺς ἀρχῆς ἐπὶ Ῥωμαίους, καὶ τὸν ἐξ ἐθνῶν δεδηλωμένον Ἡρώδην, εἰκότως ὁ μὲν εὐαγγελιστὴς Λουκᾶς, ἐπισημαινόμενος τοὺς χρόνους τῆς ἐκλείψεως τῶν Ἰουδαίων ἀρχόντων, τὴν καταρχὴν τῆς Χριστοῦ διδασκαλίας ἱστορεῖ γεγονέναι ἐν ἔτει πεντεκαιδεκάτῳ τῆς ἡγεμονίας Τιβερίου Καίσαρος, ἡγεμονεύοντος Ποντίου Πιλάτου τῆς Ἰουδαίας· καὶ Ματθαῖος δὲ τοῦτο αὐτὸ αἰνιττόμενος σημαίνει. Ὑπογράψας γοῦν τὴν τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν γένεσιν, ἐπιλέγει· «Τοῦ δὲ Ἰησοῦ γεννηθέντος ἐν Βηθλεὲμ τῆς Ἰουδαίας ἐν ἡμέραις Ἡρώδου τοῦ βασιλέως, ἰδοὺ μάγοι ἀπὸ ἀνατολῶν παρεγένοντο εἰς Ἱεροσόλυμα, λέγοντες· Ποῦ ἐστιν ὁ τεχθεὶς βασιλεὺς τῶν Ἰουδαίων;» δι' ὧν σαφῶς παρίστησι, καὶ τοῦ ἀλλοφύλου τὴν κατ' αὐτῶν ἀρχὴν, καὶ τῶν ἐξ ἀνατολῆς ἀλλοφύλων ἐθνῶν τὴν ὑπὸ τοῦ Θεοῦ κλῆσιν. Ὁμοῦ τε γὰρ Ἰουδαίων ἀλλόφυλοι ἐκράτουν, καὶ τὸν πάλαι προφητευόμενον Χριστὸν τοῦ Θεοῦ ἐγίγνωσκόν τε καὶ προσεκύνουν ἀλλόφυλοι, ἐξ ἀνατολῶν ἐπιστάντες. Οὐκοῦν σαφῶς διὰ τούτων τέλος ἔχουσα τοῦ Ἰακὼβ ἡ προφητεία δείκνυται, ἐπ' ἐσχάτου τῆς συστάσεως τοῦ Ἰουδαίων ἔθνους ἀποτελεσθεῖσα, ὡσπεροῦν αὐτὸς τοῖς ἑαυτοῦ παισὶν ἐθέσπισεν, εἰπών· «Συνάχθητε ἵνα ἀπαγγείλω ὑμῖν τί συμβήσεται ὑμῖν ἐπ' ἐσχάτου τῶν ἡμερῶν·» ἐσχάτας ἡμέρας νοούντων ἡμῶν τὰ ἔσχατα τῆς συστάσεως τοῦ Ἰουδαίων ἔθνους. Τί δῆτα
prediction standing before us, rulers and leaders appointed from the Jews themselves over their nation failed, and the tribe of Judah with the whole nation itself, stripped of its ancestral ruling and royal dignity, has from that time even until now served as slaves to the Romans who still hold sway, who along with the rest subdued the nation of the Jews also. From whom Herod first, being of a foreign race distinct from their own nation, was proclaimed king both by Augustus and by the senate council of the Romans. Now Herod was the son of Antipater. And Antipater was an Ascalonite, sprung from one of the so-called temple-servants about the temple of Apollo, who indeed, taking in marriage a woman named Cyprine, by race of those from Arabia, begot Herod. This man, therefore, setting out first from such a lineage, put out of the way by slaying Hyrcanus, the last from the succession of the high priests to lead them, at whom the native rule of the nation of the Jews came to an end, and he himself first, as I said, of a foreign race is proclaimed king of the Jews; in whose time, when Jesus the Christ had been born, the dignity of the tribe of Judah was pulled down together with it, and pulled down also were the rule and kingdom of the Jews, and fulfilled too was the aforesaid prophecy, saying: "A ruler shall not fail from Judah, nor a leader from his thighs," "until the things laid up for Him come"; Whom also it says shall be the expectation not of the nation of the Jews, but of the nations. Since, therefore, there was laid up the transfer, divinely declared of old to Abraham, of the rulers and leaders from the nation of the Jews with respect to the rule among them over to the Romans, and to the aforesaid Herod of the nations, reasonably does the evangelist Luke, marking the times of the failing of the rulers of the Jews, record the beginning of the teaching of Christ to have taken place in the fifteenth year of the reign of Tiberius Caesar, when Pontius Pilate was governor of Judaea; and Matthew too, intimating this very thing, signifies it. Having sketched, accordingly, the nativity of our Lord and Saviour, he adds: "Now when Jesus had been born in Bethlehem of Judaea in the days of Herod the king, behold, Magi from the east arrived at Jerusalem, saying: Where is He Who has been born King of the Jews?" through which he clearly sets forth both the rule of the foreigner over them and the calling by God of the foreign nations from the east. For at one and the same time foreigners held sway over the Jews, and foreigners arriving from the east both recognized and worshipped the Christ of God prophesied of old. Clearly, therefore, through these things the prophecy of Jacob is shown as having its end, brought to completion at the last of the polity of the nation of the Jews, just as he himself uttered oracularly to his own children, saying: "Gather together that I may declare to you what will befall you at the last of the days"; we understanding by "last days" the last times of the polity of the nation of the Jews. What then
Notes, col. 585

On the reading

Printed καθήρητο, for καθῄρητο.

PG 22:588Read from the page
αὐτοῖς ἀπαντᾷν ἔμελλεν; ἔκλειψις μὲν τῆς ἀρχῆς Ἰούδα, καὶ τοῦ παντὸς ἔθνους αὐτῶν καθαίρεσις, παῦλά τε καὶ λῆξις τῶν ἡγουμένων αὐτῶν, καὶ τῆς φυλῆς αὐτοῦ τοῦ βασιλικοῦ καὶ ἀρχικοῦ ἀξιώματος κατάλυσις, Χριστοῦ δὲ ἀρχὴ καὶ βασιλεία, οὐ τοῦ Ἰσραὴλ, ἀλλὰ τῶν ἐθνῶν ἁπάντων ἄρχουσα, κατὰ τό· «Καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Τίς δ' οὐκ ἂν ὁμολογήσειε ταῦτα οὕτω σαφῶς ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν ἐπιφανείᾳ πεπληρῶσθαι; ὅτε οἱ πάλαι πρὸ τῆς τοῦ Χριστοῦ γενέσεως ἐπ' οἰκείοις ἄρχουσι καὶ ἡγουμένοις, καὶ συνετοῖς τῶν θείων ἀναγνωσμάτων ἀκροαταῖς, βασιλεῦσί τε ἰδίοις καὶ ἀρχιερεῦσι καὶ προφήταις λαμπρυνόμενοι, αὐτή τε ἡ τοῦ Ἰούδα φυλὴ βασιλικὴ οὖσα, τῶν ἐχθρῶν καὶ πολεμίων ἐπικρατοῦσα, κατάρχουσά τε καὶ ἡγουμένη τοῦ παντὸς ἔθνους, οἵ τε ἐν αὐτοῖς πάλαι διαπρέποντες, ἐξ ἐκείνου καὶ εἰς δεῦρο Ῥωμαίοις ὑποτελεῖς καθεστήκασιν. Ἐπεφάνη γὰρ σαφῶς ὁ Χριστὸς τοῦ Θεοῦ, καὶ ἐξ ἐκείνου ἡ λεγομένη προσδοκία τῶν ἐθνῶν εἰς πάντα τὰ ἔθνη ἀνακεκήρυκται. Ἢ λεγέτω τις, εἰ μὴ κατὰ τὴν ἐπιφάνειαν Ἰησοῦ τοῦ Σωτῆρος ἡμῶν, τὰ μὲν παρὰ Ἰουδαίοις σεμνὰ, ἥ τε μητρόπολις αὐτῶν ἅμα τῷ ἱερῷ, καὶ τῇ ἐν τούτῳ συντελουμένῃ ἁγιστείᾳ, μετὰ καὶ τῶν οἰκείων ἡγουμένων τε καὶ ἀρχόντων διαλέλοιπεν· ἀναδέδεικται δὲ ἐξ ἐκείνου τὰ τῆς ἐλπίδος, καὶ προσδοκία τῶν ἐθνῶν τῶν καθ' ὅλης τῆς οἰκουμένης, ὅτε καὶ ἐλήλυθε τὰ ἀποκείμενα τῷ Κυρίῳ. Τίνα δὲ ἢ τὰ δηλούμενα διὰ τοῦ· «Ἰούδα, σὲ αἰνέσουσιν οἱ ἀδελφοί σου, αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου. Σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης. Ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς υκύμνος λέοντος. Τίς ἐγερεῖ αὐτόν;» Ταῦτα γὰρ καθ' ἑτέραν διάνοιαν τὰ αὐτῷ ἀποκείμενα· ἃ καὶ αὐτὰ, φέρε, κατανοήσωμεν, πρῶτον τούτῳ ἐπιστήσαντες, ὡς διαφόροις τὸν Χριστὸν ὀνόμασι προσαγορεύειν εἰώθασιν οἱ θεῖοι χρησμοί. Τοτὲ μὲν γὰρ αὐτὸν καλοῦσιν Ἰακώβ· «Ἰακὼβ ὁ παῖς μου, ἀντιλήψομαι αὐτοῦ, Ἰσραὴλ ὁ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἡ ψυχή μου· κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει,» καὶ τὰ ἑξῆς· οἷς ἐπείρηται· «Ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ἔθνη ἐλπιοῦσι·» τοτὲ δὲ αὐτὸν Σολομῶνα καὶ Δαβὶδ ὀνομάζουσι· Σολομῶνα μὲν, ὡς ἐν οαʹ ψαλμῷ, ἐπιγεγραμμένῳ μὲν Εἰς Σολομῶνα, σαφῶς δὲ τὰ περὶ τοῦ Χριστοῦ περιέχοντι· τὸ γὰρ, «Κατακυριεύσει ἀπὸ θαλάσσης ἕως θαλάσσης, καὶ ἀπὸ ποταμοῦ ἕως περάτων τῆς οἰκουμένης, καὶ πάντα ἔθνη δουλεύσουσιν αὐτῷ,» καὶ ὅσα τούτοις ἑξῆς ὁ ψαλμὸς περιέχει, μόνῳ τῷ Χριστῷ ἁρμόζοι ἄν· Δαβὶδ δὲ ἐν πηʹ ψαλμῷ πάλιν ὁ Χριστὸς ἀνηγόρευται· ἐπεὶ μὴ τῷ Δαβὶδ, μόνῳ δὲ αὐτῷ κατάλληλα ἂν εἴη καὶ τὰ ἐν τούτῳ λεγόμενα, οἷον τό· «Αὐτὸς ἐπικαλέσεταί με· Πατήρ μου εἶ σὺ, κἀγὼ πρωτότοκον θήσομαι αὐτὸν, ὑψηλὸν παρὰ τοῖς βασιλεῦσι τῆς γῆς. Εἰς τὸν αἰῶνα φυλάξω αὐτῷ τὸ ἔλεός μου·» καὶ πάλιν· «Τὸ σπέρμα αὐτοῦ εἰς τὸν αἰῶνα μενεῖ, καὶ ὁ θρόνος αὐτοῦ ὡς ὁ ἥλιος ἐναντίον μου, καὶ ὡς ἡ σελήνη κατηρτισμένη εἰς τὸν αἰῶνα.»
was about to meet them? The failing of the rule of Judah, and the pulling down of their whole nation, the cessation and termination of their leaders, and the dissolution of the royal and ruling dignity of his tribe, and on the other hand the rule and kingdom of Christ, ruling not over Israel, but over all the nations, according to the saying: "And He is the expectation of nations." And who would not confess that these things have thus clearly been fulfilled at the manifestation of our Saviour? When those who of old before the nativity of Christ were illustrious in native rulers and leaders, and in intelligent hearers of the divine readings, and in their own kings and high priests and prophets, and the tribe of Judah itself being royal, prevailing over enemies and foes, and ruling and leading the whole nation, and those who of old were distinguished among them, have from that time even until now been made tributary to the Romans. For clearly the Christ of God has appeared, and from that time what was called the expectation of the nations has been proclaimed unto all the nations. Or let someone say whether at the manifestation of Jesus our Saviour the venerable things among the Jews, both their metropolis together with the temple and the sacred service performed therein, along with their native leaders and rulers also, have not failed; while from that time there have been displayed the things of hope, and the expectation of the nations throughout the whole inhabited earth, when also the things laid up for the Lord have come. And what were they save the things signified through the saying: "Judah, your brethren shall praise you, your hands shall be upon the back of your enemies. A lion's whelp is Judah; from a shoot, my son, you went up. Lying down you slept as a lion, and as a lion's whelp. Who shall rouse him?" For according to another sense these are the things laid up for Him; which very things, come, let us consider, fixing our attention first on this, that the divine oracles are accustomed to address the Christ by diverse names. For at one time they call Him Jacob: "Jacob is My servant, I will uphold Him; Israel is My chosen, My soul has accepted Him; He shall bring forth judgement to the nations," and what follows; to which is added: "Until He set judgement upon the earth, and in His name shall nations hope"; and at another time they name Him Solomon and David: Solomon, as in the 71st Psalm, entitled indeed Unto Solomon, yet clearly containing the things concerning the Christ; for the saying, "He shall have dominion from sea to sea, and from the river unto the ends of the inhabited earth, and all nations shall serve Him," and whatsoever things next after these the psalm contains, would fit Christ alone; and David again in the 88th Psalm the Christ is proclaimed; since not to David, but to Him alone would the things said in this psalm also correspond, such as the saying: "He Himself shall call upon Me: Thou art My Father, and I will set Him as firstborn, high among the kings of the earth. Forever will I keep My mercy for Him"; and again: "His seed shall abide forever, and His throne as the sun before Me, and as the moon established forever."
Notes, col. 588

On the reading

Printed υκύμνος, for σκύμνος.

PG 22:589Read from the page
Οὕτως οὖν μετὰ μυρίων ἄλλων τοῦ Χριστοῦ προσηγοριῶν, δι' ὧν αὐτὸν οἱ θεῖοι λόγοι σημαίνουσι, καὶ Ἰούδας ὁμοίως διὰ τῶν προκειμένων ἀνειρῆσθαι δύναται, ὅτι καὶ ἐκ τῆς Ἰούδα γέγονε φυλῆς. Πρόδηλον γὰρ κατὰ τὸν Ἀπόστολον, ὅτι ἐκ φυλῆς Ἰούδα ἀνατέταλκεν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν. Τούτῳ δὴ οὖν κατὰ διάνοιαν τῷ Ἰούδα ἀποκείμενα ἦν τὰ προφητευόμενα. Τίνα δὲ ἦν ταῦτα; πρῶτον μὲν τὸ ἐπαινεθῆναι ὑπὸ τῶν ἀδελφῶν αὐτοῦ· δεύτερον κατὰ νώτου τῶν ἐχθρῶν αὐτοῦ τὰς χεῖρας ἐπιβαλεῖν· τρίτον προσκυνηθῆναι ὑπὸ τῶν υἱῶν τοῦ πατρὸς αὐτοῦ. Ἃ καὶ τέλους ἐτύγχανεν ὁπηνίκα τέως μὲν τὰς παραδόξους δυνάμεις, καὶ τὰ τεράστια θαύματα ἐπιτελῶν ἐθαυμάζετο, καὶ ἐπῃνεῖτο, καὶ προσεκυνεῖτο πρὸς τῶν ἑαυτοῦ μαθητῶν τε καὶ ἀποστόλων, οὓς καὶ ἀδελφοὺς ἀποκαλεῖν οὐκ ὤκνει, διὰ μὲν τοῦ ψαλμοῦ λέγων, «Ἀπαγγελῶ τὸ ὄνομά σου τοῖς ἀδελφοῖς μου, ἐν μέσῳ Ἐκκλησίας ὑμνήσω σε·» ταῖς δὲ ἀμφὶ τὴν Μαριὰμ προστάττων εὐαγγελίζεσθαι αὐτοῖς ὡς ἀδελφοῖς· «Ἀπαγγείλατε,» γάρ φησι, «τοῖς ἀδελφοῖς μου, ὅτι ἀνέρχομαι πρὸς τὸν Πατέρα μου, καὶ Πατέρα ὑμῶν, καὶ Θεόν μου, καὶ Θεὸν ἡμῶν.» Οὕτω δῆτα αὐτὸν οἱ ἀδελφοὶ τὰ μὲν πρῶτα ἐπὶ τοῖς παραδόξοις ὡς θαυμάσιον ἄνδρα μόνον ἐπῄνουν, ἕνα τινὰ, ὡς εἰκὸς, τῶν προφητῶν εἶναι ὑπειληφότες· ἐπεὶ δὲ ἐν τῷ μεταξὺ τὰς θαυμασίους παραδοξοποιίας αὐτοῦ ὁρῶντες, καὶ ὡς καθεῖλεν ἐχθρόν τε καὶ ἐκδικητὴν, τόν γε θάνατον ἄρχοντα τοῦ αἰῶνος τούτου, ἅμα ταῖς λοιπαῖς ἀοράτοις καὶ ἐχθραῖς δυνάμεσι, τὸ τηνικάδε Θεὸν αὐτὸν εἶναι πιστεύσαντες, προσεκύνησαν. Αἱ δὲ χεῖρες τοῦ Σωτῆρος ἡμῶν κατὰ νώτου τῶν ἐχθρῶν αὐτοῦ ἐγίνοντο, ὅτε πάσας τὰς πράξεις αὐτοῦ, τάς τε δυνάμεις καὶ παραδοξοποιίας, ἐπὶ καθαιρέσει τῶν δαιμόνων καὶ τῶν πονηρῶν πνευμάτων ἐποιεῖτο. Ἀλλὰ καὶ ὁπηνίκα ἐξεπέτασε τὰς χεῖρας αὐτοῦ ἐπὶ τοῦ σταυροῦ, καὶ οὕτως αἱ χεῖρες αὐτοῦ, φευγόντων τῶν ἐχθρῶν καὶ τὰ νῶτα παραχωρούντων αὐτῷ, κατὰ νώτου τῶν ἐχθρῶν ὲγίνοντο, καὶ μᾶλλον ὅτε τὸ πνεῦμα παραδοὺς τῷ Πατρὶ, ἄσαρκος καὶ γυμνός οὗ ἀνειλήφει σώματος, ἐπὶ τὸ τῶν ἐχθρῶν κατήει χωρίον, αὐτοζωὴ τυγχάνων, θάνατον καταλύσων, καὶ τὰς ἐπανισταμένας αὐτῷ δυνάμεις, ἃς εἰκός κατ' ἀρχὰς μὲν κοινόν ἄνθρωπον, καὶ τοῖς πολλοῖς ὅμοιον αὐτὸν ὑπειληφέναι, οὕτω τε κυκλῶσαι αὐτόν καὶ ὡσὰν τῷ τυχόντι ἐφορμῆσαι· ἐπεὶ δὲ ἔγνωσαν κρείττονα ἢ κατ' ἄνθρωπον καὶ θειοτέραν φύσιν, τραπῆναι καὶ τὰ νῶτα παραχωρῆσαι αὐτῷ, καθ' ὧν τὰς χεῖρας ἀφεὶς, τοῖς ἐνθέοις αὐτοῦ καὶ ἠκονημένοις βέλεσι φεύγοντας ἤλαυνεν, ὡς διὰ τοῦτο εἰρῆσθαι· «Αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου.» Εἰ δὲ καὶ εἰσέτι νῦν μυρίοι τοῦ Σωτῆρος ἡμῶν ἐχθροὶ, τὴν Ἐκκλησίαν αὐτοῦ κατὰ καιροὺς πολεμεῖν ἐπιχειροῦσιν, ἀλλὰ καὶ τούτους ἀοράτῳ χειρὶ καὶ ἐνθέῳ δυνάμει τροποῦται, ὡς καὶ περὶ αὐτῶν εἰρῆσθαι τό· «Αἱ χεῖρές σου ἐπὶ νώτου τῶν ἐχθρῶν σου.» Ἐπειδὴ δὲ ἤδη λοιπόν τὰ κατὰ τῶν ἐχθρῶν νικητήρια ἀπειλήφει, τηνικαῦτα ἐπληροῦτο καὶ τὸ, «Προσκυνήσουσί σε οἱ υἱοὶ τοῦ Πατρός σου,»
Thus therefore along with countless other appellations of the Christ, through which the divine words signify Him, He can likewise through the passages before us be proclaimed Judah also, because He also sprang from the tribe of Judah. For it is evident according to the Apostle that our Saviour and Lord has sprung out of the tribe of Judah. For this Judah, therefore, according to the sense, were laid up the things prophesied. And what were these? First, to be praised by His brethren; second, to lay His hands upon the back of His enemies; third, to be worshipped by the sons of His Father. Which things also attained their end when for a time, working His marvellous mighty works and wondrous miracles, He was marvelled at, and praised, and worshipped by His own disciples and apostles, whom He did not hesitate to call brethren as well, saying on the one hand through the psalm, "I will declare Thy name to My brethren, in the midst of the Church I will hymn Thee"; and on the other hand commanding the women around Mary to bring the good tidings to them as brethren: "Declare," for He says, "to My brethren, that I ascend to My Father, and your Father, and My God, and our God." Thus indeed His brethren at first praised Him for His marvellous works as a wonderful man only, having supposed Him, as was likely, to be some one of the prophets; but when in the meantime, beholding His wonderful working of marvels, and how He pulled down the enemy and avenger, even death the ruler of this age, together with the remaining invisible and hostile powers, they then believed that He is God, and worshipped Him. And the hands of our Saviour came to be upon the back of His enemies when He wrought all His deeds, and His mighty works and working of marvels, for the pulling down of the demons and the wicked spirits. Nay more, when He stretched out His hands upon the cross, thus also His hands, as the enemies fled and yielded their backs to Him, came to be upon the back of the enemies, and all the more when, having delivered up His spirit to the Father, fleshless and stripped of the body which He had assumed, He went down to the place of the enemies, being Life itself, to dissolve death and the powers rising up against Him, whom it is likely at the beginning to have supposed Him a common man and like the many, and thus to have surrounded Him and rushed upon Him as upon any ordinary person; but when they perceived a nature superior to man and more divine, to have turned and yielded their backs to Him, against whom letting fly His hands, He drove them fleeing with His divine and sharpened shafts, so that on this account it was said: "Your hands shall be upon the back of your enemies." And even if still now countless enemies of our Saviour attempt from time to time to make war on His Church, yet these too with an invisible hand and divine power He routs, so that concerning them also has been said the word: "Your hands shall be upon the back of your enemies." And when at length He had now received the trophies of victory against the enemies, at that time was being fulfilled also the saying, "The sons of your Father shall worship you,"
Notes, col. 589

On the reading

Printed ὲγίνοντο, for ἐγίνοντο.

Printed γυμνός, for γυμνὸς.

Printed κατήει, for κατῄει.

Printed εἰκός, for εἰκὸς.

Printed κοινόν, for κοινὸν.

Printed αὐτόν, for αὐτὸν.

Printed λοιπόν, for λοιπὸν.

PG 22:592Read from the page
πάντες δηλαδὴ οἱ κατ' οὐρανὸν ἄγγελοι, τά τε πνεύματα τὰ λειτουργικὰ, καὶ αἱ θεῖαι δυνάμεις, οἵ τε ἐπὶ γῆς ἀπόστολοι καὶ εὐαγγελισταὶ, καὶ μετὰ τούτους ἅπαντες οἱ ἐξ ἐθνῶν δι' αὐτοῦ, τὸν ἕνα καὶ μόνον ἀληθῆ Πατέρα Θεὸν ἐπιγραψάμενοι, οἵτινες, Θεὸν Λόγον ὄντα τὸν Χριστὸν μεμαθηκότες, ὡς Θεὸν προσκυνεῖν αὐτὸν ὁμολογοῦνται. Ἀλλ' ἐπεὶ ἐχρῆν καὶ τὰ τῆς γενέσεως αὐτοῦ καὶ τὰ τοῦ θανάτου μυστήρια τῇ περὶ αὐτοῦ προφητείᾳ συμπεριλαβεῖν, εἰκότως μετὰ τὰ προειρημένα θεσπίζων ὁ Ἰακὼβ ἐπιλέγει· «Σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος· τίς ἐγερεῖ αὐτόν;» Σκύμνον μὲν οὖν λέοντος αὐτὸν ὀνομάζει, διὰ τὸ ἐκ βασιλικῆς αὐτὸν γεγονέναι φυλῆς· ἐκ σπέρματος γοῦν ἦν τοῦ Δαβὶδ κατὰ σάρκα· «Ἐκ βλαστοῦ δὲ ἀνέβης, υἱέ μου,» φησὶν, ἐπείπερ ἐκ σπέρματος καὶ ῥίζης τοῦ ταῦτα προαναφωνοῦντος Ἰακὼβ ἀνέφυ, πρότερον μὲν Θεὸς Λόγος ὢν, γενόμενος δὲ δεύτερον υἱὸς ἀνθρώπου, δι' ἣν ἀνεδέξατο ὑπὲρ ἡμῶν οἰκονομίαν. Εἴη δ' ἂν καὶ τοῦ θανάτου αὐτοῦ δηλωτικὸν τὸ, «Ἀναπεσὼν ἐκοιμήθης ὡς λέων, καὶ ὡς σκύμνος,» ἐξ ἔθους τῆς Γραφῆς, κατά τι οἰκεῖον θεώρημα, τὸν θάνατον καὶ ἐπὶ μυρίων ἄλλων κοίμησιν ἀποκαλούσης. Τὸ δὲ, «Τίς ἐγερεῖ αὐτόν;» περὶ τῆς ἐκ νεκρῶν ἀναστάσεως αὐτοῦ θαυμαστικῶς εἴρηται. Ἐγερθησόμενον γὰρ αὐτὸν σαφῶς οἶδεν ὁ φάσκων, «Τίς ἐγερεῖ αὐτόν;» θαυμαστικῶς δὲ ἐπιλέγει τὸ, Τίς ἄρα ὁ τοῦτο ποιήσων καὶ ἀναστήσων αὐτὸν, ἡμᾶς ἐπὶ τὸ ζητεῖν διεγείρων, τίς ἂν εἴη ὁ τὸν Κύριον ἡμῶν τὸν ὑπὲρ ἡμῶν θάνατον ἀναδεξάμενον, ἐκ νεκρῶν ἀναστήσων. Τίς δ' ἂν εἴη ἄλλος ἢ ὁ τῶν ὅλων Θεὸς καὶ Πατὴρ αὐτοῦ, ᾧ μόνῳ ἀναθετέον τὴν τοῦ Σωτῆρος ἡμῶν ἀνάστασιν, καπὰ τὴν λέγουσαν Γραφὴν, «Ὃν ὁ Πατὴρ ἤγειρεν ἐκ νεκρῶν;» Ἀντὶ δὲ τοῦ, «Σκύμνος λέοντος Ἰούδα, ἐκ βλαστοῦ, υἱέ μου, ἀνέβης, ἀναπεσὼν ἐκοιμήθης,» ἐμφαντικώτατα ὁ μὲν Ἀκύλας φησί· «Σκύλαξ λέοντος Ἰούδα, ἀπὸ ἁλώσεως, υἱέ μου, ἀνέβης, κάμψας κατεκλίθης·» ὁ δὲ Σύμμαχός φησι· «Σκύμνος λέοντος Ἰούδα, ἐκ θηριαλώσεως, υἱέ μου, ἀνέβης, ὀκλάσας ἡδράσθης·» δι' ὧν σαφῶς παρίσταται ἡ ἐκ νεκρῶν ἀνάστασις, καὶ ἡ ἐξ ᾇδου, ὥσπερ ἔκ τινος θηριαλώσεως, τοῦ Σωτῆρος ἡμῶν ἀποφυγή. Τὸ δὲ ὀκλάσαι, καὶ ἑδρασθῆναι, ἀλλὰ μὴ καταπεσεῖν, ὁμοῦ τὸν θάνατον ἔδειξε διὰ τοῦ ὀκλάσαι· καὶ τὸ μὴ ὑποσυρῆναι ὁμοίως ταῖς τῶν λοιπῶν ἀνθρώπων ψυχαῖς, διὰ τοῦ ἡδράσθαι. Ταῦτα μὲν οὖν πάντα προαπέκειτο τῷ Χριστῷ· πλὴν ἕως οὐδέπω τέλους ἐτύγχανε, τὸ Ἰουδαίων συνειστήκει ἔθνος, καὶ οἱ ἐξ αὐτῶν ἄρχοντες καὶ ἡγοίμενοι, οἵ τε ἐξακριβαζόμενοι τὰς θείας συνετῶς περὶ τοῦ Χριστοῦ προφητείας διέπρεπον ἐν αὐτοῖς. Ἐπεὶ δὲ ἐλήλυθε τὰ ἀποκείμενα τῷ Ἰούδᾳ, ἐφάνη τε ἐπὶ γῆς ὁ προφητευόμενος ἐκ σπέρματος καὶ βλαστοῦ γενόμενος τοῦ ταῦτα τεθεσπικότος, ἀναπεσών τε καὶ κοιμηθεὶς, ἢ ὀκλάσας κατὰ τὸν Σύμμαχον, ἡδράσθη καὶ ἀνηγέρθη, τὰς χεῖρας αὐτοῦ κατὰ νώτου τῶν ἀοράτων καὶ νοητῶν ἐχθρῶν ἐπιβαλών· οἵ τε ἀδελφοὶ αὐτοῦ καὶ μαθηταὶ πρότερον ἐπαινοῦντες αὐτὸν καὶ θαυμάζοντες, ὕστερον καὶ ὡς Θεὸν ὡμολόγησαν εἶναι,
all the angels in heaven, manifestly, and the ministering spirits, and the divine powers, and the apostles and evangelists upon earth, and after these all those from the nations who through Him have enrolled the one and only true Father as God, who, having learned that the Christ is God the Word, confess that they worship Him as God. But since it was necessary to comprehend both the mysteries of His nativity and those of His death in the prophecy concerning Him, reasonably does Jacob, uttering his oracle after what was said above, add: "A lion's whelp is Judah; from a shoot, my son, you went up; lying down you slept as a lion, and as a whelp; who shall rouse him?" Now he names Him a lion's whelp on account of His having sprung from a royal tribe; for He was of the seed of David according to the flesh; and "From a shoot you went up, my son," he says, inasmuch as He sprang up from the seed and root of Jacob who foretold these things, being first God the Word, and having become secondarily Son of man, on account of the dispensation which He took upon Himself on our behalf. And indicative of His death also would be the saying, "Lying down you slept as a lion, and as a whelp," after the custom of the Scripture, which according to a certain proper contemplation of its own calls death a sleep in countless other passages as well. And the saying, "Who shall rouse him?" has been spoken with wonder concerning His resurrection from the dead. For he who says, "Who shall rouse him?" clearly knows that He will be roused; yet with wonder he adds the words, Who then is He Who will do this and raise Him up, stirring us up to seek who He might be Who will raise from the dead our Lord Who took upon Himself death on our behalf. And who else might He be than the God of the universe and His Father, to Whom alone must be ascribed the resurrection of our Saviour, according to the Scripture which says, "Whom the Father raised from the dead"? And instead of the saying, "A lion's whelp is Judah; from a shoot, my son, you went up; lying down you slept," most expressively Aquila on the one hand says: "A lion's cub is Judah; from the prey, my son, you went up; bending you reclined"; while Symmachus says: "A lion's whelp is Judah; from the capture of prey, my son, you went up; crouching on the knees you were firmly seated"; through which are clearly set forth the resurrection from the dead, and the escape of our Saviour out of Hades as if out of some capture of prey. And the crouching on the knees and being firmly seated, yet not falling down, showed at once His death through the crouching on the knees, and His not being swept away in like manner as the souls of the rest of men through the having been firmly seated. All these things, therefore, were laid up beforehand for the Christ; yet so long as they had not yet attained their end, the nation of the Jews stood together, and the rulers and leaders from among them, and those who intelligently investigated with exactness the divine prophecies concerning the Christ, were distinguished among them. But when the things laid up for Judah have come, and He Who was prophesied appeared upon earth having sprung from the seed and shoot of him who had uttered these oracles, and having lain down and slept, or crouched on the knees according to Symmachus, He was firmly seated and rose up again, laying His hands upon the back of the invisible and intelligible enemies; and His brethren and disciples, previously praising Him and marvelling, afterwards also confessed Him to be as God,
Notes, col. 592

On the reading

Printed καπὰ, for κατὰ.

Printed ᾇδου, for ᾅδου.

Printed ἡγοίμενοι, for ἡγούμενοι.

PG 22:593Read from the page
καὶ ὡς Θεὸν προσεκύνησαν· τηνικαῦτα ἐπληροῦτο τὰ ἀποκείμενα αὐτῷ, ὡς διὰ τοῦτο ἀνειρῆσθαι τό· «Ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ.» Ἐξ ἐκείνου γάρ τοι καὶ εἰς δεῦρο εἰς πέρας ἐλθόντων τῶν ἀποκειμένων αὐτῷ, διαλελοίπασι μὲν οἱ ἄρχοντες καὶ ἡγούμενοι τοῦ Ἰουδαίων ἔθνους, κατέστησάν τε ἐπὶ κεφαλῆς αὐτῶν ἄρχοντες ἐθνῶν, ἔμπαλιν δὲ τὰ ἔθνη τὸν Χριστὸν ἐπιγνόντα τοῦ Θεοῦ, αὐτὸν ἐπεγράψαντο Σωτῆρα καὶ προσδοκίαν. Μετὰ ταῦτα πάντα ἐπιλέγεται· «Δεσμεύων πρὸς ἄμπελον τὸν πῶλον αὐτοῦ, καὶ τῇ ἕλικι τὸ ὑποζύγιον τῆς ὄνου αὐτοῦ, πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ. Χαροποιοὶ οἱ ὀφθαλμοὶ αὐτοῦ ἀπὸ οἴνου, καὶ λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα.» Αἰνίττεσθαι δὲ ἡγοῦμαι διὰ τούτων τὸν μὲν πῶλον αὐτὸν τὸν τῶν ἀποστόλων καὶ μαθητῶν τοῦ Σωτῆρος ἡμῶν χορόν· τὴν δὲ ἄμπελον ἐν ᾗ τὸν πῶλον προσέδησε, τὴν ἔνθεον καὶ ἀόρατον αὐτοῦ δύναμιν, ἣν αὐτὸς παριστὰς ἐδίδασκε, λέγων· «Ἐγώ εἰμι ἡ ἄμπελος ἡ ἀληθινὴ, ὁ Πατήρ μου ὁ γεωργός ἐστιν.» Ἕλιξ δὲ τῆς ἀμπέλου τῆς ἀποδοθείσης εἴη ἂν ἡ τοῦ Θεοῦ Λόγου διδασκαλία, ἐν ᾗ τὸν πῶλον τῆς ὄνου κατεδήσατο, τὸν νέον ἐξ ἐθνῶν λαὸν, γέννημα τυγχάνοντα τῶν ἀποστόλων αὐτοῦ. Εἴποι δ' ἄν τις καὶ πρὸς λέξιν ταῦτα τέλους τετυχηκέναι, ὅτε κατὰ τὸν Ματθαῖον εἶπεν ὁ Κύριος τοῖς ἑαυτοῦ μαθηταῖς· «Πορεύεσθε εἰς τὴν κατέναντι ὑμῶν κώμην, καὶ εὐθέως εὑρήσετε ὄνον δεδεμένην, καὶ πῶλον μετ' αὐτῆς· λύσαντες ἀγάγετέ μοι.» Καὶ ἔστι γε ἀληθῶς τῷ λόγῳ ἐπιστήσαντα ἀποθαυμάσαι τὴν τοῦ προφήτου πρόῤῥησιν, τῷ θείῳ Πνεύματι προτεθεωρηκότος, ὅτι δὴ μελλήσει ὁ προφητευόμενος, οὐχ οἷά τις ἐπίδοξος ἐν ἀνθρώποις βασιλεὺς, ἐφ' ἁρμάτων καὶ ἵππων ὀχήσεσθαι, ἀλλὰ ἐπὶ ὄνου καὶ πώλου, οἷά τις τῶν πολλῶν κοινὸς ἀνὴρ καὶ πένης. Τοῦτο γὰρ καὶ ἄλλος προφητῶν ἐθαύμασε, φήσας· «Χαῖρε σφόδρα, θύγατερ Σιὼν, ἰδοὺ ὁ βασιλεύς σου ἔρχεταί σοι πρᾶος, ἐπιβεβηκὼς ἐπὶ ὑποζύγιον καὶ πῶλον νέον.» Τὸ δὲ, «Πλυνεῖ ἐν οἴνῳ τὴν στολὴν αὐτοῦ, καὶ ἐν αἵματι σταφυλῆς τὴν περιβολὴν αὐτοῦ,» σκέψαι καὶ αὐτὸς μήποτε ὡς ἐν ἀποῤῥήτοις τὸ μυστικὸν αἰνίττεται πάθος αὐτοῦ, ἐν ᾧ τὴν στολὴν αὐτοῦ καὶ τὸ περιβόλαιον ἀπέπλυνε λουτρῷ, δι' οὗ τῶν εἰς αὐτὸν πεπιστευκότων ἀποπλύνειν τὰ παλαιὰ ῥύπη δηλοῦται. Διὰ γὰρ τοῦ οἴνου, ὅπερ ἦν τοῦ αἵματος αὐτοῦ σύμβολον, τοὺς εἰς τὸν θάνατον αὐτοῦ βαπτιζομένους, καὶ ἐπὶ τὸ αἷμα αὐτοῦ πεπιστευκότας τῶν πάλαι κακῶν ἀποκαθαίρει, ἀποπλύνων αὐτῶν καὶ ἀποσμήχων τὴν παλαιὰν αὐτῶν στολὴν καὶ τὸ περιβόλαιον· ὥστε αὐτοὺς τῷ τιμίῳ αἵματι τῆς ἐνθέου καὶ πνευματικῆς σταφυλῆς, τῷ τε ἐκ τῆς ἀποδοθείσης ἀμπέλου οἴνῳ λελυτρωμένους ἀποδύσασθαι μὲν τὸν παλαιὸν ἄνθρωπον σὺν ταῖς πράξεσιν αὐτοῦ, ἐνδύσασθαι δὲ τὸν νέον, τὸν ἀνακαινούμενον εἰς ἐπίγνωσιν κατ' εἰκόνα τοῦ κτίσαντος. Καὶ τὸ, «Χαροποιοὶ αὐτοῦ οἱ ὀφθαλμοὶ ἀπὸ οἴνου,» καὶ τὸ, «Λευκοὶ οἱ ὀδόντες αὐτοῦ ἢ γάλα,» πάλιν ἀποῤῥήτως τῆς Καινῆς τοῦ Σωτῆρος ἡμῶν Διαθήκης τὰ μυστήρια
and worshipped Him as God; at that time were being fulfilled the things laid up for Him, so that on this account was proclaimed the saying: "Until the things laid up for Him come." For from that time indeed even until now, since the things laid up for Him have come to their issue, the rulers and leaders of the nation of the Jews have failed, and rulers of the nations have been set over their head, while conversely the nations, having recognized the Christ of God, enrolled Him as Saviour and expectation. After all these things it is added: "Binding His foal to the vine, and the foal of His ass to the tendril, He shall wash His robe in wine, and His garment in the blood of the grape. Gladdening are His eyes from wine, and white are His teeth more than milk." Now I consider that through these things the foal intimates the very choir of the apostles and disciples of our Saviour; and the vine to which He bound the foal, His divine and invisible power, which He Himself setting forth taught, saying: "I am the true vine, My Father is the husbandman." And the tendril of the vine just explained would be the teaching of God the Word, to which He bound fast the foal of the ass, the new people from the nations, being the offspring of His apostles. And one might say that according to the letter also these things attained their end, when according to Matthew the Lord said to His own disciples: "Go into the village opposite you, and straightway you will find an ass tied, and a colt with her; loose them and bring them to Me." And truly, fixing one's attention on the word, one may marvel exceedingly at the prediction of the prophet, who foresaw by the divine Spirit that He Who was prophesied would ride, not like some illustrious king among men upon chariots and horses, but upon an ass and a foal, like some common and poor man among the multitude. For at this another of the prophets also marvelled, saying: "Rejoice exceedingly, daughter of Zion; behold, your King comes to you meek, mounted upon a beast of burden and a young foal." And as for the saying, "He shall wash His robe in wine, and His garment in the blood of the grape," consider yourself also whether perhaps as in secret mysteries it intimates His mystical passion, in which He washed off His robe and His vesture in a laver, through which He is signified to wash away the ancient filth of those who have believed in Him. For through the wine, which was the symbol of His blood, He cleanses away from their ancient evils those who are baptized into His death and have believed on His blood, washing off and wiping clean for them their ancient robe and vesture; so that, redeemed by the precious blood of the divine and spiritual grape, and by the wine from the vine just explained, they put off the old man with his deeds, and put on the new, who is being renewed unto full knowledge according to the image of Him Who created him. And the saying, "Gladdening are His eyes from wine," and the saying, "White are His teeth more than milk," again ineffably the mysteries of the New Covenant of our Saviour