ἐκ περιτομῆς λαοῦ, ἀπόστολοί τε αὐτοῦ καὶ μάθηταὶ, καὶ εὐαγγελισταὶ, ἢ καὶ πάντες οἱ τὸν ἐν κρυπτῷ Ἰουδαῖον καὶ τὸν ἀληθινὸν Ἰσραὴλ τὸν κατὰ διάνοιαν ὁρῶντα Θεὸν ἀποσώζοντες. « Οὐ γὰρ ὁ ἐν φανερῷ Ἰουδαῖός ἐστι, » φησὶν ὁ Ἀπόστολος, « οὐδὲ ἡ ἐν τῷ φανερῷ ἐν σαρκὶ περιτομὴ, ἀλλ' ὁ ἐν τῷ κρυπτῷ Ἰουδαῖος, καὶ περιτομὴ καρδίας ἐν πνεύματι, οὐ γράμματι, οὗ ὁ ἔπαινος οὐκ ἐξ ἀνθρώπων, ἀλλὰ ἐκ τοῦ Θεοῦ. » Τούτους οὖν διὰ τῆς τοῦ Χριστοῦ κλήσεως τὸν ἐν κρυπτῷ Ἰουδαῖον καὶ τὸν ἀληθῶς Ἰσραὴλ φέροντας ἑτέρῳ φησὶ κληθήσεσθαι ὀνόματι, οὐχὶ δὲ τῷ τοῦ Ἰουδαίου, οὐδὲ τῷ τοῦ Ἰσραὴλ, ἀλλὰ ξένῳ τινὶ παρὰ ταῦτα. Τοῦτο γάρ φησι τὸ ὄνομα, ὃ καλέσει αὐτοὺς Κύριος Ἰωσεδεκεὶμ, ὅπερ ἑρμηνεύεται, οἱ τοῦ Θεοῦ δίκαιοι. Ἐφίστημι δὲ μή ποτε πεποιημένον ἐστὶ τοὔνομα ἀπὸ τοῦ Ἰοσουὲ Ἰωσεδεκεὶμ, ὃ παρὰ τῷ Θεῷ οἱ τοῦ Ἰησοῦ μαθηταὶ κέκληνται, παρ' ἀνθρώποις μὴν ἑλληνικώτερον προσαγορευόμενοι ἀπὸ τῆς τοῦ Χριστοῦ παρωνυμίας, κατὰ δὲ τὴν Ἑβραίων φωνὴν καὶ παρὰ αὐτοῖς τοῖς προφήταις, ἀπὸ τοῦ Ἰησοῦ, ὡς ἂν δι' αὐτοῦ σεσωσμένοι, Ἰωσεδεκείμ. Διὸ λέλεκται, «καὶ τοῦτο τὸ ὄνομα ὃ καλέσει αὐτοὺς Κύριος, Ἰωσεδεκεὶμ ἐν τοῖς προφήταις.» Ὁ δὴ οὖν μέλλων, φησὶ, διὰ τοῦ προφητευομένου λαὸς, κατὰ διάνοιαν Ἰούδας ὄντες καὶ Ἰσραὴλ, ὀνομασθήσονται ἀπὸ τοῦ Ἰοσουὲ Ἰωσεδεκεὶμ, καὶ τούτῳ γέ φησι, κληθήσονται τῷ προσρήματι οὐ παρ' ἀνθρώποις, ἀλλὰ παρ' αὐτῷ τῷ Θεῷ, καὶ παρὰ ταῖς προφήταις αὐτοῦ. Ἐπιμελῶς γὰρ πρόσχες τῷ λόγῳ φήσαντι, « καὶ τοῦτο τὸ ὄνομα, ὃ καλέσει αὐτοὺς Κύριος, Ἰωσεδεκεὶμ ἐν τοῖς προφήταις. » Μεταλαμβάνεται δὲ, ὡς ἔφην, τοὔνομα εἰς τὴν Ἑλλήνων φωνὴν, οἱ τοῦ Θεοῦ δίκαιοι· τούτων δὲ οὕτως σωθησομένων, τὸν παλαιὸν καὶ βαρὺν τῶν πικρῶν δαιμόνων ζυγὸν συντρίψειν καὶ τοὺς οἷς τὸ πρὶν συνείχοντο, δεσμοὺς τῶν ἀσεβημάτων διαῤῥήξειν ὁ Θεὸς ἐπαγγέλλεται, ὡς μηκέτι θεοῖς ἀλλοτρίοις δουλεύειν αὐτοὺς, μόνῳ δὲ αὐτῷ καρποφορεῖν ἀρεσκόντως. Παράθες δὲ τούτοις τὸ ἐν δευτέρῳ ψαλμῷ ἐπὶ τῇ τοῦ Χριστοῦ παρουσίᾳ, καὶ τῇ τῶν ἐθνῶν κλήσει φάσκον λόγιον, « Διαῤῥήξωμεν τοὺς δεσμοὺς αὐτῶν, καὶ ἀπαῤῥίψωμεν ἀφ' ἡμῶν τὸν ζυγὸν αὐτῶν, » ᾧ συγγενὲς, ἡγοῦμαι, τυγχάνει τὸ μετὰ χεῖρας λέγον· « Ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, εἶπε Κύριος, συντρίψω ζυγὸν ἀπὸ τραχήλου αὐτῶν, καὶ τοὺς δεσμοὺς αὐτῶν διαῤῥήξω, καὶ οὐκ ἐργῶνται ἔτι θεοῖς ἀλλοτρίοις, ἀλλ' ἐργῶνται Κυρίῳ τῷ θεῷ αὐτῶν. » Ἀλλ' ὅτι μὲν ἐκ καρποῦ τῆς κοιλίας Δαβὶδ καὶ ἐκ σπέρματος Σολομῶνος, καὶ ἐκ ῥίζης Ἰεσσαὶ ὁ Χριστὸς τοῦ Θεοῦ γεννηθήσεσθαι προείρηται, ὅπερ καὶ γέγονεν, ὅτι μετὰ μυρίων ἄλλων προσηγοριῶν καὶ Δαβὶδ αὐτὸν ὀνομάζουσιν οἱ θεῖοι λόγοι, αὐτάρκη πιστώσασθαι τὰ εἰρημένα. Ὅτι δὲ καὶ ἐκ φυλῆς Ἰούδα λέγεται προελεύσεσθαι, οὐδ' ἂν ζητηθείη, τῷ μηδ' ἑτέρας ἢ τῆς δηλωθείσης φυλῆς καὶ αὐτὸν εἶναι τὸν Δαβίδ. Γένοιτο δ' ἂν ἐκ περιουσίας καὶ τούτου παραστατικὸν τὸ παρὰ Μωϋσεῖ λόγιον, τοῦτον ἔχον τὸν τρόπον.
people of the circumcision who have come over to the godliness taught through Him—both His apostles and disciples, and evangelists, or indeed all who preserve the Jew in secret and the true Israel that sees God according to understanding. « For he is not a Jew who is one outwardly, » says the Apostle, « nor is circumcision that which is outward in the flesh, but he is a Jew who is one in secret, and circumcision is of the heart, in spirit, not in letter, whose praise is not from men, but from God. » These, therefore, who through the calling of Christ bear the character of the Jew in secret and the true Israel, it says shall be called by another name, and not by that of the Jew, nor by that of Israel, but by a certain new one beside these. For this, it says, is the name by which the Lord shall call them, Josedekim, which is interpreted, the righteous of God. And I suggest whether perhaps the name Josedekim has been formed from Josue, by which the disciples of Jesus have been called before God—being indeed addressed among men in more Greek fashion by a name derived from Christ, whereas according to the tongue of the Hebrews and among the prophets themselves, from Jesus, as having been saved through Him, Josedekim. Wherefore it has been said, «and this is the name by which the Lord shall call them, Josedekim among the prophets.» Now then, the future people, it says, arising through the One prophesied, being Judah and Israel according to understanding, shall be named from Josue Josedekim, and by this appellation, it says, they shall be called not among men, but before God Himself, and before His prophets. For attend carefully to the word that spoke, « and this is the name by which the Lord shall call them, Josedekim among the prophets. » And the name is rendered, as I said, into the tongue of the Greeks, the righteous of God; and when these are thus saved, God promises that He will shatter the ancient and heavy yoke of the bitter demons and burst asunder the bonds of ungodliness by which they were formerly held fast, so that they no longer serve foreign gods, but bear fruit pleasingly to Him alone. And set beside these words the oracle in the Second Psalm speaking over the coming of Christ, and the calling of the nations, « Let us burst their bonds asunder, and cast away their yoke from us, » to which, I suppose, the passage in hand happens to be akin, saying: « In that day, said the Lord, I will shatter the yoke from off their neck, and will burst their bonds asunder, and they shall no longer serve foreign gods, but shall serve the Lord their God. » Now that the Christ of God has been foretold as going to be born from the fruit of David's belly and from the seed of Solomon, and from the root of Jesse—which indeed came to pass—and that along with ten thousand other appellations the divine oracles also name Him David, what has been said is sufficient to confirm. And that He is also said to be going to come forth from the tribe of Judah could not even be called in question, seeing that David himself was of none other than the tribe signified. Yet by way of superabundance the oracle in Moses would also serve to establish this, running in this manner.