μάζει, οὕτω τὸν χρόνον τῆς εἰς ἀνθρώπους τοῦ Χριστοῦ παρουσίας σημαίνων· καὶ σαφῶς δηλῶν, ὡς ἄρα ὁ Κύριος αὐτὸς, οἷα φῶς ἀληθινὸν τυγχάνων, ἰδίων ποιητής ποτε γενήσεται ἡμερῶν. Τοῖς δὲ ἐπὶ γῆς ἅπασιν ἀνθρώποις ἐπιλάμψει τῶν ἐθνῶν ἁπάντων, αὐτόν τε καὶ τὰς ἀκτῖνας τοῦ φωτὸς αὐτοῦ καταδεξαμένων, ὅτε, τῶν ἐθνῶν ἁπάντων φωτιζομένων κατὰ τὸ, « Τέθεικά σε εἰς φῶς διαθήκης γένους, » τὸ Ἰουδαίων ἔθνος διὰ τὴν εἰς αὐτὸν ἀπιστίαν, τοῖς ἐσχάτοις περιπεσεῖται δεινῶν. Τοιοῦτον γάρ ἐστι τό· « Ἰδοὺ ἡμέρα ἔρχεται τοῦ Κυρίου, καὶ διαμερισθήσονται τὰ σκῦλά σου ἐν σοὶ, καὶ ἐπισυνάξω πάντα τὰ ἔθνη ἐπὶ Ἱερουσαλὴμ εἰς πόλεμον, καὶ ἁλώσεται ἡ πόλις, καὶ διαρπαγήσονται αἱ οἰκίαι, καὶ αἱ γυναῖκες μολυνθήσονται, καὶ ἐξελεύσεται τὸ ἥμισυ τῆς πόλεως ἐν αἰχμαλωσίᾳ. » Μετὰ δὲ τὴν κατὰ τῆς Ἱερουσαλὴμ πολιορκίαν, καὶ τὴν μετ' αὐτὴν αἰχμαλωσίαν τοῦ Ἰουδαίων ἔθνους, ἐπιλέγει ἑξῆς, ἀγαθὰ τοῖς πᾶσι θεσπίζων· « Καὶ ἔσται Κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν· » καὶ πάλιν· « Ἔσται Κύριος εἷς, καὶ τὸ ὄνομα αὐτοῦ ἓν, κυκλοῦν πᾶσαν τὴν γῆν καὶ τὴν ἔρημον. » Ἀλλὰ γὰρ καὶ τὸ Ἰουδαίων ἔθνος τοιαῦτα πείσεσθαι ἐν ταῖς τοῦ Κυρίου ἡμέραις τῆς προῤῥήσεως ἀποφηναμένης, τίς οὐκ ἂν θαυμάσειε τῆς προῤῥήσεως τὸ ἀποτέλεσμα; Ἅμα γὰρ Ἰησοῦς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν παρῆν, ἠσέβουν τε εἰς αὐτὸν οἱ ἐκ περιτομῆς, καὶ πάντα αὐτοῖς ἀθρόως τὰ προηγορευμένα, μετὰ πεντακοσιοστὸν ἔτος τῆς προῤῥήσεως, τέλους ἐτύγχανεν, ἐξ αὐτοῦ Πιλάτου, καὶ μέχρι τῆς κατὰ Νέρωνα καὶ Τίτον καὶ Οὐεσπασιανὸν πολιορκίας, οὐ διαλελοιπότων αὐτοὺς παντοίων καὶ ἐπαλλήλων συμφορῶν, ὡς πάρεστιν ἐκ τῆς Φλαυΐου Ἰωσήπου γραφείσης ἱστορίας ἀναλέξασθαι. Τότε μὲν οὖν εικὸς τὸ ἥμισυ τῆς πόλεως ἀπολωλέναι τῇ πολιορκίᾳ, ὥς φησιν ἡ προφητεία· μετ' οὐ πολὺν δὲ χρόνον, κατὰ Ἀδριανὸν αὐτοκράτορα, κινήσεως αὖθις Ἰουδαϊκῆς γενομένης, τὸ λοιπὸν τῆς πόλεως μέρος ἥμισυ, πολιορκηθὲν αὖθις ἐξελαύνεται, ὡς ἐξ ἐκείνου καὶ εἰς δεῦρο πάμπαν ἄβατον αὐτοῖς γενέσθαι τὸν τόπον. Εἰ δὲ λέγοι τις κατὰ Ἀντίοχον τὸν Ἐπιφανῆ ταῦτα πεπληρῶσθαι, σκεψάσθω, ει οἷός τέ ἐστιν ἀποδιδόναι καὶ τὰ λοιπὰ τῆς προφητείας κατὰ τοὺς Ἀντιόχου χρόνους· οἷον τὸ αἰχμαλωσίαν πεπονθέναι τὸν λαὸν, καὶ τὸ στῆναι τοὺς πόδας Κυρίου ἐπὶ τὸ τῶν Ἐλαιῶν ὄρος, καὶ εἰ γέγονε Κύριος εἰς βασιλέα ἐπὶ πᾶσαν τὴν γῆν ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ εἰ τὸ ὄνομα Κυρίου ἐκύκλωσε τὴν γῆν πᾶσαν, καὶ τὴν ἔρημον, ὅτε τῆς Συρίας Ἀντίοχος ἐκράτει. Καὶ τὰ λοιπὰ δὲ τῆς προῤῥήσεως, ὁποίου τέλους ἔτυχεν, Ἀντιόχου βασιλεύοντος, πῶς τις ἀποδώσει; Καθ' ἡμᾶς δὲ ταῦτα, καὶ πρὸς λέξιν μὲν ἀποδέδοται, καὶ καθ' ἑτέραν δὲ διάνοιαν. Μετὰ γὰρ τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν, ἡ πόλις αὐτῶν, αὕτη γε ἡ Ἱερουσαλὴμ, καὶ τὸ πᾶν σύστημα, καὶ πολίτευμα τῆς κατὰ τὸν νόμον Μωσέως θρησκείας καθηρεῖτο. Αὐτίκα δὲ τὴν κατὰ διάνοιαν αἰχμαλωσίαν πρὸς τῇ σωματικῇ πεπόνθασι, τὸν Σωτῆρα καὶ Λυτρωτὴν
names, thus signifying the time of the coming of Christ among men; and clearly showing that indeed the Lord Himself, being as a true light, will one day become the maker of His own days. And He will shine upon all men on earth when all the nations receive both Him and the rays of His light, when, as all the nations are enlightened according to the saying, "I have set Thee for a light of a covenant of a race," the nation of the Jews, because of their unbelief towards Him, will fall into the extremity of evils. For such is the saying: "Behold, a day of the Lord comes, and your spoils shall be divided within you, and I will gather all the nations against Jerusalem for war, and the city shall be taken, and the houses shall be plundered, and the women shall be defiled, and half of the city shall go forth in captivity." And after the siege against Jerusalem, and the captivity of the nation of the Jews after it, it adds next, prophesying good things for all: "And the Lord shall be for king over all the earth"; and again: "The Lord shall be one, and His name one, encircling all the earth and the wilderness." Now indeed, when the prophecy declared beforehand that the nation of the Jews also would suffer such things in the days of the Lord, who would not marvel at the fulfilment of the prophecy? For as soon as Jesus our Saviour and Lord was present, and those of the circumcision acted impiously towards Him, all the things foretold came to pass upon them all at once, after the five-hundredth year of the prophecy, from Pilate himself, and down to the siege under Nero and Titus and Vespasian, calamities of every kind and one upon another never leaving them, as one may gather from the history written by Flavius Josephus. At that time, then, it is likely that half of the city perished in the siege, as the prophecy says; and after no long time, under the Emperor Hadrian, when a Jewish uprising again broke out, the remaining half part of the city, having been besieged again, is driven out, so that from that time even until now the place has become altogether untrodden by them. And if someone should say that these things were fulfilled under Antiochus Epiphanes, let him consider whether he is able to account also for the rest of the prophecy in the times of Antiochus: such as that the people suffered captivity, and that the feet of the Lord stood upon the Mount of Olives, and whether the Lord became king over all the earth in that day, and whether the name of the Lord encircled all the earth, and the wilderness, when Antiochus ruled Syria. And as for the rest of the prophecy too, what fulfilment it obtained while Antiochus was reigning, how will anyone explain? According to us, however, these things have been explained both according to the letter, and also according to another sense. For after the coming of our Saviour Jesus Christ, their city, Jerusalem itself, and the whole system, and polity of the worship according to the law of Moses was pulled down. And straightway they have suffered captivity in mind in addition to bodily captivity, the Saviour and Redeemer