Migne Reading Room

PG 22 · cols. 440–449 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:440Read from the page
μου; » ἐκ δὲ προσώπου τοῦ Θεοῦ τοιάνδε αὐτοῖς τὴν ἀπόκρισιν ποιούμενος· « Εἰ ἀναγγείλῃ σοι, ἄνθρωπε, τί καλὸν, καὶ τί Κύριος ἐκζητεῖ παρὰ σοῦ, ἀλλ' ἢ τοῦ ποιεῖν κρίμα, καὶ ἀγαπᾷν ἔλεος, καὶ ἕτοιμον εἶναι πορεύεσθαι ὀπίσω Κυρίου τοῦ Θεοῦ σου; » Ἔχεις τοιγαροῦν κἀνταῦθα ἐπὶ τῇ προφητευομένῃ τοῦ Κυρίου ἐξ οὐρανῶν εἰς ἀνθρώπους καθόδῳ, ὁμοῦ καὶ κατὰ τὸ αὐτὸ πλεῖστα ὅσα σημαινόμενα· Ἰουδαίων ἀποβολὴν, ἐλέγχους τῶν ἀσεβῶν αὐτῶν, καθαίρεσιν τῆς βασιλικῆς αὐτῶν μητροπόλεως, τῆς τε πάλαι πρότερον παρ' αὐτοῖς ἐπιτελουμένης κατὰ Μωσέα λατρείας παραίτησιν· ἔμπαλιν δὲ περὶ τῶν ἐθνῶν, ἀγαθὰς ἐπαγγελίας, ἐπίγνωσιν Θεοῦ, καινὸν τρόπον εὐσεβείας, νόμον καινὸν, καὶ Λόγον ἐκ μὲν τῆς Ἰουδαίων χώρας προελευσόμενον, εἰς πάντα δὲ τὰ ἔθνη διαδοθησόμενον· ἅπερ ὁποῖον τέλος καὶ ὁποίαν ἔκβασιν τῶν λόγων μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ παρουσίαν ἐπιδέδεκται, σοὶ καταλείπω σκοπεῖν.
of me?" and in the person of God making to them an answer of this sort: "Has it been told to you, O man, what is good, and what the Lord seeks from you, other than to do judgement, and to love mercy, and to be ready to walk after the Lord your God?" Here too, therefore, at the prophesied descent of the Lord out of the heavens unto men, you have very many things signified together and in the same place: the rejection of the Jews, reproofs of their ungodly deeds, the destruction of their royal metropolis, and the setting aside of the worship according to Moses formerly performed among them of old; and conversely, concerning the nations, good promises, knowledge of God, a new manner of godliness, a new law, and a Word to come forth indeed out of the land of the Jews, and to be spread abroad unto all the nations—what sort of fulfilment and what sort of outcome of the words these things have received after the coming of our Saviour Jesus Christ, I leave to you to consider.
ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ.
Chapter XIV.
Ἀπὸ Ἀμβακούμ.—Ὡς ἐρχόμενος ἥξειν, καὶ οὐ χρονίσειν ὁ τοῦ Θεοῦ Λόγος προεφητεύετο.
From Habakkuk.—How the Word of God was prophesied as coming that He would come, and would not tarry.
« Καὶ ἀπεκρίθη Κύριος πρός με, καὶ εἶπε· Γράψον ὅρασιν σαφῶς ἐν πυξίῳ, ὅπως διώκῃ ὁ ἀναγινώσκων αὐτά· διότι ἔτι ὅρασις εἰς καιρὸν, καὶ ἀνατελεῖ εἰς πέρας, καὶ οὐκ εἰς κενόν. Ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτόν· ὅτι ὁ ἐρχόμενος ἥξει, καὶ οὐ μὴ χρονίσῃ. Ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. Ὁ δὲ δίκαιος ἐκ πίστεώς μου ζήσεται. » Καὶ ἐνταῦθα διαῤῥήδην ἐρχόμενον ἥξειν τὸν προφητευόμενον θεσπίζει. Τίς δ' ἦν οὗτος, ἢ ὁ ἀνωτέρω δηλωθεὶς, κατὰ τὸ, « Εὐλογημένος ὁ ἐρχόμενος ἐν ὀνόματι Κυρίου, Θεὸς Κύριος καὶ ἐπέφηνεν ἡμῖν; » Τοῦτον δὲ, οἷα φῶς τυγχάνοντα, εἰς πέρας ἀνατελεῖν φησιν, ἐπὶ συντελείᾳ τῶν αἰώνων. ᾯ συνᾴδει καὶ ὁ Ζαχαρίας, λέγων· « Ἰδοὺ ἀνὴρ, Ἀνατολὴ ὄνομα αὐτῷ, καὶ ὑποκάτωθεν αὐτοῦ ἀνατολή. » Καὶ τὸν χρόνον ὑποσημαίνων ὁ αὐτὸς ἐπιλέγει· « Τὸ πρὸς ἑσπέραν ἔσται φῶς. Ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτόν· » ἀνθ' οὗ ὁ Ἀκύλας πεποίηκεν· « Ἐὰν δὲ μελλήσῃ, προσδέχου αὐτὸν, ὅτι ἐρχόμενος ἥξει, καὶ οὐ βραδυνεῖ. » Τούτου δὲ μέμνηται καὶ ἡ πρὸς Ἑβραίους Ἐπιστολὴ δι' ὧν φησι· « Μὴ ἀποβάλητε οὖν τὴν παῤῥησίαν ὑμῶν, ἥτις ἔχει μεγάλην μισθαποδοσίαν. Ὑπομονῆς γὰρ ἔχετε χρείαν, ἵνα, τὸ θέλημα τοῦ Θεοῦ ποιήσαντες, κομίσησθε τὴν ἐπαγγελίαν. Ἔτι γὰρ μικρὸν ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονιεῖ. Ὁ δὲ δίκαιος ἐκ πίστεώς μου ζήσεται· καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. » Καὶ ὅρα γε, ὅπως διὰ τούτων ἀσαφῶς κείμενον τὸ προφητικὸν, διὰ τὸ καθ' ὑπερβατὸν εἰρῆσθαι, ἐπὶ τὸ σαφέστερον ἡ ἐπιστολὴ
"And the Lord answered me, and said: Write a vision clearly on a tablet, so that he who reads these things may pursue them; because the vision is yet for a season, and it shall rise unto an end, and not in vain. If He should delay, wait for Him; because He Who comes will come, and will by no means tarry. If anyone draws back, My soul is not well pleased in him. But the righteous shall live by faith in Me." Here too he expressly utters the oracle that He Who is prophesied as coming will come. And who was this, other than He Who was shown above, according to: "Blessed is He Who comes in the name of the Lord; the Lord is God and has appeared to us"? And Him, inasmuch as He is light, he says to rise unto an end, at the consummation of the ages. With whom Zechariah also accords, saying: "Behold a man, Dayspring is His name, and from beneath Him He shall spring up." And intimating the time, the same adds: "Towards evening there shall be light. If He should delay, wait for Him;" instead of which Aquila rendered: "And if He should linger, await Him, because coming He will come, and will not be slow." And of this the Epistle to the Hebrews also makes mention through the words in which it says: "Cast not away therefore your boldness, which has a great recompense of reward. For you have need of endurance, so that, having done the will of God, you may receive the promise. For yet how very little a while, He Who comes will come, and will not tarry. But the righteous shall live by faith in Me; and if he draws back, My soul is not well pleased in him." And see indeed how through these words the prophetic saying, which lay obscurely because of having been spoken by hyperbaton, the epistle towards greater clarity
PG 22:441Read from the page
εἴληφεν. Ἡ μὲν γὰρ τῆς προφητείας λέξις, « Ὁ ἐρχόμενος, » φησὶν, « ἥξει, καὶ οὐ χρονίσει. » Καὶ ἐπιφέρει· « Ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ, » ὅπερ συναπτόμενον, ἀνάγεσθαι δόξειεν ἂν ἐπὶ τὸν ἐρχόμενον, καὶ οὐ χρονίζοντα, ὅπερ ἐστὶν ἄτοπον. Πῶς γὰρ ἐπ' ἐκεῖνον ἁρμόσει τὸ λέγεσθαι μὴ εὐδοκεῖν ἐν αὐτῷ τὸν Θεόν; Ἀλλ' ἡ τῆς διαστολῆς παράθεσις ἐναλλάξασα τὴν τοῦ λόγου σύνταξιν, τὴν διάνοιαν ἐσώσατο. Μετὰ γὰρ τὸ, « Ἔτι μικρὸν ὅσον, ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονίσει, » ἑξῆς συνῆψε τὸ, « Ὁ δὲ δίκαιος ἐκ πίστεως ζήσεται. » Εἶτα τὸ ἐν τῇ προφητείᾳ πρῶτον κείμενον, ὑπέταξε δεύτερον ἐν τῷ, « Καὶ ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. » Ἅπαξ γὰρ θεσπίσας ὁ λόγος διὰ τῆς προφητείας, ὅτι δὴ τὸ φῶς τὸ πᾶσι τοῖς ἔθνεσιν ἐπηγγελμένον, διὰ τῆς Χριστοῦ παρουσίας ὀψέ ποτε καὶ ἑσπέρας ἀνατελεῖ, καὶ οὐ διαψεύσεται (οὕτω γὰρ ἀντὶ τοῦ, « καὶ οὐκ εἰς κενὸν, » ὁ Ἀκύλας ἡρμήνευσεν)· ἔπειτα διὰ τὸ μέλλειν ὀψὲ καὶ ἑσπέρας ἔσεσθαι τὴν τοῦ προφητευομένου παρουσίαν, εἰς ὑπομονὴν παρακαλέσας διὰ τοῦ, « Ἐὰν ὑστερήσῃ, ὑπόμεινον αὐτὸν, » ἢ, « ἐὰν μελλήσῃ προσδέχου αὐτόν· ὅτι ὁ ἐρχόμενος ἥξει καὶ οὐ μὴ χρονίσῃ, » ἐπὶ τὴν πίστιν τῆς προῤῥήσεως τὸν ἀκροατὴν παρορμᾷ λέγων· Ὁ δὴ τούτοις πιστεύων, ἐξ αὐτῆς τῆς πίστεως αὐτοῦ δίκαιος ἀναδειχθεὶς, τὴν κατὰ Θεὸν ζήσεται ζωήν· ὡς ἔμπαλιν ὁ ἀπιστῶν, ἐν οἷς ὑποστείληται μὴ θαρσήσας, μηδὲ ἐμπιστεύσας τοῖς εἰρημένοις, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. Οὐκοῦν καὶ αὐτοὶ τούτοις ἀκολούθως, ἐναλλάξαντες τὸ πρῶτον ὕστερον, καὶ μεταθέντες τὸ ὕστερον ἐπὶ τὸ πρῶτον, σώσομεν τὸν νοῦν τῆς λέξεως, μετὰ τὸ, « Ὅτι ὁ ἐρχόμενος ἥξει, καὶ οὐ χρονίσει, » καθ' ὑπερβατὸν συνάπτοντες τὸ, « Ὁ δὲ δίκαιός μου ἐκ πίστεως ζήσεται, » καὶ τούτῳ ἐπιλέγοντες τὸ, « Ἐὰν ὑποστείληται, οὐκ εὐδοκεῖ ἡ ψυχή μου ἐν αὐτῷ. » Ταύτῃ δὲ καὶ ὁ Ἀκύλας τῇ διανοίᾳ συντρέχει λέγων· « Ἐὰν μελλήσῃ, προσδέχου αὐτὸν, ὅτι ἐρχόμενος ἐλεύσεται, καὶ οὐ βραδυνεῖ· ἰδοὺ νωχελευομένου, οὐκ εὐθεῖα ἡ ψυχή μου ἐν αὐτῷ, καὶ δίκαιος ἐν πίστει αὐτοῦ ζήσεται. »
has taken. For the wording of the prophecy says: "He Who comes will come, and will not tarry." And it subjoins: "If he draws back, My soul is not well pleased in him," which, when joined directly on, might seem to be referred to Him Who comes and does not tarry, which is absurd. For how will it fit to be said of Him that God is not well pleased in Him? Rather, the application of punctuation, altering the arrangement of the discourse, preserved the thought. For after "Yet how very little a while, He Who comes will come, and will not tarry," it next joined on "But the righteous shall live by faith." Then what stood first in the prophecy it placed second in "And if he draws back, My soul is not well pleased in him." For the word through the prophecy, having once uttered the oracle that the light promised to all the nations will rise late at last and at evening through the coming of Christ, and will not prove false (for thus Aquila translated instead of "and not in vain"), afterwards, because the coming of Him Who is prophesied was going to be late and at evening, having exhorted to endurance through "If He should delay, wait for Him," or, "if He should linger await Him; because He Who comes will come and will by no means tarry," urges the hearer on towards faith in the prediction, saying: He indeed who believes these things, being shown forth righteous from this very faith of his, shall live the life according to God; whereas conversely he who disbelieves, inasmuch as he has drawn back through not taking courage nor trusting the things spoken, My soul is not well pleased in him. Accordingly we ourselves too, agreeably to these things, interchanging the first as last and transposing the last to the first, shall preserve the sense of the wording, after "Because He Who comes will come, and will not tarry" joining on by hyperbaton "But My righteous one shall live by faith," and adding to this "If he draws back, My soul is not well pleased in him." And with this thought Aquila too concurs, saying: "If He should linger, await Him, because coming He will come, and will not be slow; behold, when one is sluggish, My soul is not upright in him, and the righteous shall live in his faith."
ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ.
Chapter XV.
Ἀπὸ τοῦ αὐτοῦ. — Ὡς ἐπίφοβος ἡ περὶ τῆς ἐξ οὐρανῶν καθόδου τοῦ Κυρίου ἀκοὴ τυγχάνει, καὶ μετὰ ἐκπλήξεως τὰ ἔργα αὐτοῦ, ἐλθόντος τε αὐτοῦ ἡ σύμπασα γῆ τῆς αἰνέσεως αὐτοῦ πλησθήσεται, ὅ τέ γε τῆς Καινῆς Διαθήκης αὐτοῦ λόγος εἰς πάντας ἀνθρώπους διαδραμεῖται.
From the same. — How fearful is the report concerning the descent of the Lord out of the heavens, and His works with amazement, and when He has come the whole earth together shall be filled with His praise, and the word of His New Covenant shall run throughout unto all men.
« Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην. Κύριε, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην· ἐν μέσῳ δύο ζωῶν γνωσθήσῃ· ἐν τῷ ἐγγίζειν τὰ ἔτη, ἐπιγνωσθήσῃ· ἐν τῷ παρεῖναι τὸν καιρὸν, ἀναδειχθήσῃ· ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ,
"O Lord, I have heard Thy report, and was afraid. O Lord, I considered Thy works, and was amazed: in the midst of two lives Thou shalt be known; when the years draw near, Thou shalt be recognized; when the season is present, Thou shalt be shown forth; when my soul is troubled in wrath,
PG 22:444Read from the page
ἐλέους μνησθήσῃ. Ὁ Θεὸς ἐκ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου, δασέος. Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ· καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται. Κέρατα ἐν χερσὶν αὐτοῦ, καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ. Πρὸ προσώπου αὐτοῦ προπορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς πεδία. » Ἐπακούσας δὲ αὐτὸς ἑαυτοῦ, μᾶλλον δὲ τοῦ ἐμπνέοντος καὶ ἐνθεσπίζοντος ἐν αὐτῷ θείου Πνεύματος, ὁ ἱερὸς προφήτης περὶ τοῦ προφητευομένου φήσαντος, ὅτι, « Ἐρχόμενος ἥξει, καὶ οὐ μὴ χρονίσῃ· ὁ δὲ δίκαιος ἐκ πίστεώς μου ζήσει, » πιστεύσας τε ὡς δίκαιος τῷ χρησμῷ, διὰ τῶν μετὰ χεῖράς φησι· « Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην, » καὶ τὰ ἑξῆς· δι' ὧν σαφῶς Θεὸν εἰς ἀνθρώπους ἥξειν καταγγέλλει. Τίς δὲ ἂν οὗτος εἴη ὁ πάλαι γνωριζόμενος, ὕστερον δέ ποτε ἐν τῷ ἐγγίζειν τὰ ἔτη γνωσθησόμενος, καὶ κατὰ τὸν προφητευόμενον χρόνον ἀναδειχθησόμενος, ἢ ὁ αὐτὸς ἐκεῖνος ὁ προδηλωθεὶς δεύτερος τῶν ὅλων Κύριος, ὁ καὶ τῇ προῤῥήσει ἀκολούθως, ἐπὶ συντελείᾳ τῶν αἰώνων, εἰς ἐξάκουστον πᾶσιν ἀνθρώποις κηρυχθείς; Τούτου δὴ οὖν τὰ ἀνάγραπτα ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις ἔργα, τὴν ἐκ Παρθένου δηλονότι, οὗ ἀνείληφε σκήνους, γένεσιν, καὶ « ὡς ἐν μορφῇ Θεοῦ ὑπάρχων, οὐχ ἁρπαγμὸν ἡγήσατο τὸ εἶναι ἴσα Θεῷ, ἀλλὰ ἑαυτὸν ἐκένωσε μορφὴν δούλου λαβὼν, » τάς τε ἐπιτελεσθείσας αὐτῷ εἰς ἀνθρώπους παραδοξοποιῖας, καὶ τὰ κατ' αὐτοῦ γε τετολμημένα τῷ Ἰουδαίων ἔθνει, τοῖς τῆς ψυχῆς ὀφθαλμοῖς προλαβὼν, τά τε μέλλοντα συμβήσεσθαι κεκαθαρμέναις ταῖς διανοίαις παρὰ τοῦ διδάσκοντος αὐτὸν θείου Πνεύματος μαθὼν, ἐκστῆναι ὁ προφήτης ἐπὶ τοῖς ἀκουσθεῖσι καὶ πεφοβῆσθαι ὁμολογεῖ, φάσκων· « Κύριε, εἰσακήκοα τὴν ἀκοήν σου, καὶ ἐφοβήθην· Κύριε, κατενόησα τὰ ἔργα σου, καὶ ἐξέστην. » Ὁ Σωτὴρ δὲ καὶ Κύριος ἡμῶν, αὐτὸς οὗτος ὁ τοῦ Θεοῦ Λόγος, ἐν μέσῳ δύο ζωῶν ἐγνώσθη· πληθυντικῶς ἐνταῦθα καὶ περισπωμένως τῶν ζωῶν, ἀπὸ ἑνικοῦ τοῦ τῆς ζωῆς ὀνόματος ἐξακουομένων. Οὐ γὰρ παροξυτόνως τῶν ζώων, ἀπὸ οὐδετέρου τοῦ ζώου λέγεται, ἀλλὰ ζωῶν περισπωμένως ἀπὸ πληθυντικῆς εὐθείας τῆς, αἱ ζωαί. Δύο οὖν, φησὶ, ζωῶν μέσον γνωσθήσῃ. Μιᾶς γὰρ οὔσης τῆς κατὰ Θεὸν ζωῆς, καὶ θατέρας τῆς κατὰ ἄνθρωπον· καὶ τῆς μὲν θνητῆς, τῆς δὲ ἀϊδίου· ἀμφοτέρων εἰκότως ὁ Κύριος διὰ πείρας ἐλθὼν, ἐν μέσῳ δύο ζωῶν γνωσθῆναι λέγεται, κατὰ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν. Κατὰ γὰρ τὸν Ἀκύλαν οὐχ οὕτως, ἀλλ', « Ἐν τῷ ἐγγίζειν τὰ ἔτη, ζώωσον αὐτὸ, » εἴρηται. Τί δὲ αὐτὸ, ἢ « Τὸ κάτεργόν σου; » φησί· Καὶ ὁ Θεοδοτίων δέ φησιν· « Ἐν μέσῳ ἐτῶν ζώωσον αὐτόν. » Καὶ ὁ Σύμμαχος, « Ἐντὸς τῶν ἐνιαυτῶν ἀναζώωσον αὐτὸν, » ἐκδέδωκε. Πάντες οὖν « ζώωσον αὐτὸν » εἰπόντες, σαφῶς, ὅτι μὴ περὶ οἷον ἀλόγων τινῶν ἢ λογικῶν ζώων ὁ λόγος τυγχάνει παρέστησαν. Διὸ παρὰ τοῖς Ἑβδομήκοντα λεγομένου τοῦ, « Ἐν μέσῳ δύο ζωῶν γνωσθήσῃ, » οὐ κατὰ τοὺς πρὸ ἡμῶν ἐξειλήφαμεν, ἀλλὰ δύο ζωὰς τοῦ προφητευομένου δηλοῦσθαι ἔφαμεν· μίαν μὲν τὴν ἔν-
Thou wilt remember mercy. God shall come out of Thaeman, and the Holy One out of a shady, thickly wooded mountain. His virtue covered the heavens, and the earth is full of His praise; and His brightness shall be as light. Horns are in His hands, and He established a mighty love of His strength. Before His face shall go a word, and it shall go forth into the plains." Having hearkened to himself, or rather to the divine Spirit breathing within him and uttering the oracle in him, when the sacred prophet had spoken concerning Him Who was prophesied, that "Coming He will come, and will by no means tarry; and the righteous shall live by faith in Me," and having as a righteous man believed the oracle, through the words in hand he says: "O Lord, I have heard Thy report, and was afraid," and what follows; through which he clearly proclaims that God will come unto men. Now who would this be Who was made known of old, and afterwards at some time when the years draw near is to be known, and at the prophesied season is to be shown forth, other than that very same second Lord of the universe shown beforehand, Who also agreeably to the prediction, at the consummation of the ages, was proclaimed in the hearing of all men? Having therefore anticipated with the eyes of his soul His works recorded in the sacred Gospels—namely the birth from a Virgin of the tabernacle which He assumed, and how "being in the form of God, He counted it not a prize to be on an equality with God, but emptied Himself, taking the form of a servant," and the marvellous works performed by Him among men, and the things dared against Him by the nation of the Jews—and having learned with purified thoughts from the divine Spirit teaching him the things that were going to come to pass, the prophet confesses that he was amazed at the things heard and was afraid, declaring: "O Lord, I have heard Thy report, and was afraid; O Lord, I considered Thy works, and was amazed." Now our Saviour and Lord, this very Word of God Himself, was made known in the midst of two lives—zōōn here being understood in the plural and with a circumflex accent from the singular noun zōē ("life"). For it is not spoken paroxytone, zōōn, from the neuter zōon ("animal"), but zōōn with a circumflex from the nominative plural hai zōai ("the lives"). Between two lives, therefore, he says, Thou shalt be known. For since there is one life according to God, and the other according to man—and the one mortal, the other everlasting—having reasonably passed through experience of both, the Lord is said to have been made known in the midst of two lives, according to the translation of the Seventy. For according to Aquila it is not spoken thus, but: "When the years draw near, make it live." And what is "it," he says, other than "Thy work"? And Theodotion also says: "In the midst of years make him live." And Symmachus has rendered: "Within the years restore him to life." All of them, therefore, having said "make him live," clearly established that the discourse is not about some irrational or rational animals, as it were. Wherefore, when it is said among the Seventy, "In the midst of two lives Thou shalt be known," we did not understand it according to those before us, but said that two lives of Him Who is prophesied are signified: the one di-
Notes, col. 444

On the reading

Printed παραδοξοποιῖας, for παραδοξοποιίας.

PG 22:445Read from the page
θεον, ἑτέραν δὲ τὴν ἀνθρωπίνην. Τούτοις ὁ προφήτης ἐπιλέγει· « Ἐν τῷ ταραχθῆναι τὴν ψυχήν μου ἐν ὀργῇ, ἐλέους μνησθήσῃ· » διδάσκων, ὅτι τὸν τοῦ πάθους τοῦ προφητευομένου καιρὸν συνιδὼν τῷ πνεύματι, τεθορύβητο. Πλὴν ἀλλ' ἐν αὐτῷ τούτῳ, φησὶ, τῷ καιρῷ, ἐφ' ᾧ τὴν ψυχὴν ἐταράχθην, ὀργῆς τοῖς ἀνθρώποις οὐδεπώποτε ἄλλοτε ἐπαιωρηθείσης διὰ τὰς τολμηθείσας κατὰ τοῦ Κυρίου δυσσεβείας, ἐλέους αὐτὸς ὁ φιλανθρωπότατος Κύριος ἀντὶ ὀργῆς ἐμνήσθη, ὡσὰν ἀγαθοῦ τυγχάνων Πατρὸς Υἱός. Τὸ γοῦν πάθος αὐτοῦ τῷ παντὶ κόσμῳ σωτηρίας τῆς κατὰ Θεὸν, καὶ ἐλέους κατέστη αἴτιον. Τούτοις ἐπιλέγεται· « Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει. » Τὸ δὲ Θαιμὰν μεταλαμβάνεται εἰς τὴν Ἑλλάδα φωνὴν συντέλεια· ὡς μηδὲν διαφέρειν, εἰ σαφῶς ἐλέγετο· Ὁ Θεὸς ἐπὶ συντελείᾳ ἥξει. Ἐπὶ γὰρ συντελείᾳ τοῦ αἰῶνος καὶ ἐν ταῖς ἐσχάταις ταύταις ἡμέραις ἐπέφηνεν ἡμῖν ἡ τοῦ Θεοῦ τῶν ὅλων διὰ τοῦ Σωτῆρος ἡμῶν εὐεργεσία. Τάχα δὲ καὶ τὴν δευτέραν αὐτοῦ καὶ ἔνδοξον ἐν τούτοις ἄφιξιν θεσπίζει· ὥστε ἀπὸ ἑτέρας ἀναγινώσκεσθαι ἀρχῆς τὰ ἀπὸ τοῦ, « Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει, » ὡς ἐπὶ συντελείᾳ τοῦ αἰῶνος ἥξοντος αὐτοῦ, ἀπὸ τῶν κατὰ τὰ νότια μέρη τοῦ οὐρανοῦ. Μεταλαμβάνεται γὰρ Θαιμὰν εἰς τὸν Νότον. Διόπερ ὁ Θεοδοτίων τοῦτον ἑρμηνεύει τὸν τρόπον· « Ὁ Θεὸς ἀπὸ Νοτίου ἥξει. » Τὸ δὲ ἑξῆς εἰρημένον, « Καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου, δασέος, » νοήσεις, παραθεὶς τὰς οὕτως ἐχούσας ἐν τῷ Ζαχαρίᾳ φωνάς· « Ἑώρακα τὴν νύκτα, καὶ ἰδοὺ ἀνὴρ ἐπιβεβηκὼς ἐπὶ ἵππον πυῤῥὸν, καὶ οὗτος εἱστήκει ἀνὰ μέσον τῶν ὀρέων τῶν κατασκίων. » Τοῦτον γοῦν τὸν ἐπιβεβηκότα ἐπὶ ἵππον πυῤῥὸν, καὶ ἑστῶτα ἀνὰ μέσον τῶν ὀρέων τῶν κατασκίων, αὐτὸν ἡγοῦμαι εἶναι τὸν ἐν τῇ μετὰ χεῖρας δηλούμενον προφητείᾳ, φασκούσῃ τὸν ἅγιον ἥξειν ἐξ ὄρους κατασκίου, δασέος. Ἐν ἑκατέροις γοῦν ὄρη κατάσκια λέλεκται· καὶ ἡγοῦμαι τοῦ παραδείσου τοῦ Θεοῦ τυγχάνειν, ὃν ἐφύτευσεν ἐν Ἐδὲμ κατὰ ἀνατολὰς, ἢ καὶ τῆς ἐπουρανίου Ἱερουσαλήμ· ὄρη γὰρ κύκλῳ αὐτῆς, καὶ Κύριος κύκλῳ τοῦ λαοῦ αὐτοῦ. Ταῦτα γοῦν διὰ τὸ πλήρη τυγχάνειν θείων δυνάμεων καὶ πνευμάτων ἁγίων, ὡσὰν σύμφυτα καὶ ἀμφιλαφῆ, κατάσκια λέγεται. Ἀλλ' ἐν μὲν τῷ Ζαχαρίᾳ σαφῶς ἀνὴρ ἐποχούμενος ἵππῳ πυῤῥῷ θεωρεῖται αὐτῷ, τῆς τοῦ Σωτῆρος ἡμῶν ἐνανθρωπήσεως, καὶ τῆς σαρκὸς, ᾗ ἐπωχήσατο, δηλουμένης. Ἐνταῦθα δὲ Κύριος καὶ ἅγιος ὠνόμασται. Ὡς γὰρ ἐκ Θεοῦ εἰς ἀνθρώπους τὴν ἄφιξιν πεποιημένος, καὶ ὡσὰν ἐκ τῶν θειοτέρων χωρίων ἐπιφοιτήσας, λέγεται· « Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει, καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου, δασέος. » Εἶτα ἑξῆς ἐπιλέγει « Ἐκάλυψεν οὐρανοὺς ἡ ἀρετὴ αὐτοῦ, καὶ τῆς αἰνέσεως αὐτοῦ πλήρης ἡ γῆ, καὶ φέγγος αὐτοῦ ὡς φῶς ἔσται. » Δι' ὧν ἥ τε εἰς οὐρανοὺς ἔνδοξος αὐτοῦ βασιλεία παρίσταται, καὶ ἡ μετὰ ταῦτα γενομένη τε καὶ ἐπὶ πλεῖον γενησομένη εἰς πᾶσαν τὴν γῆν τῆς περὶ αὐτοῦ διδασκαλίας αἴνεσις. Τὸ δὲ, « Κέρατα ἐν ταῖς χερσὶν αὐτοῦ, » τῆς βασιλείας αὐτοῦ τὰ σύμβολα δηλοῖ· δι' ὧν κεράτων τὰς
vine, and the other human. To these words the prophet adds: "When my soul is troubled in wrath, Thou wilt remember mercy;" teaching that, having perceived in spirit the season of the passion of Him Who was prophesied, he had been disturbed. Nevertheless in this very season, he says, at which I was troubled in soul, when wrath such as never at any other time was suspended over men on account of the impieties dared against the Lord, the Lord Himself Who loves mankind exceedingly remembered mercy instead of wrath, inasmuch as He is the Son of a good Father. At any rate His passion became for the whole world the cause of salvation according to God, and of mercy. To these words is added: "God shall come from Thaeman." Now Thaeman is rendered into the Greek tongue "consummation"; so that it differs in nothing from its being said explicitly: God shall come at the consummation. For at the consummation of the age and in these last days the beneficence of the God of the universe has appeared to us through our Saviour. And perhaps in these words he also utters an oracle concerning His second and glorious arrival, so that the words from "God shall come from Thaeman" are read from a fresh beginning, as though at the consummation of the age He will come from the parts in the southern regions of heaven. For Thaeman is rendered "the South". Wherefore Theodotion translates in this manner: "God shall come from the South." And what is spoken next, "And the Holy One out of a shady, thickly wooded mountain," you will understand on setting beside it the voices in Zechariah that run thus: "I have seen the night, and behold a man mounted upon a red horse, and he stood in the midst of the shady mountains." This one at any rate who is mounted upon a red horse, and standing in the midst of the shady mountains, I consider to be the very one signified in the prophecy in hand, which declares that the Holy One will come out of a shady, thickly wooded mountain. In both passages at any rate shady mountains are spoken of; and I consider them to be those of the paradise of God, which He planted in Edem towards the east, or even of the heavenly Jerusalem; for mountains are round about her, and the Lord is round about His people. These at any rate, because of their being full of divine powers and holy spirits, as though thickly grown and luxuriant, are called shady. Yet in Zechariah a man riding upon a red horse is clearly beheld by him, the incarnation of our Saviour and the flesh upon which He rode being signified; whereas here He has been named Lord and Holy One. For as having made His arrival unto men from God, and as having visited from the more divine regions, it is said: "God shall come from Thaeman, and the Holy One out of a shady, thickly wooded mountain." Then next he adds: "His virtue covered the heavens, and the earth is full of His praise, and His brightness shall be as light." Through which words both His glorious kingdom reaching unto the heavens is presented, and the praise of the teaching concerning Him which has arisen after these things and will arise still further unto all the earth. And the clause, "Horns are in His hands," signifies the symbols of His kingdom; through which horns the
PG 22:448Read from the page
ἀοράτους καὶ ἀντικειμένας δυνάμεις ὠθούμενος κα⟨…⟩ κερατίζων, ἀπελαύνει. Ἀκολούθως τούτοις ἐπιλέγει « Καὶ ἔθετο ἀγάπησιν κραταιὰν ἰσχύος αὐτοῦ. Καὶ τῆς γε εἰς ἀνθρώπους κραταιᾶς διαθέσεω⟨…⟩ αὐτοῦ, καὶ ἀγάπης δεῖγμα μέγιστον ἦν τὸ πρ⟨…⟩ προσώπου αὐτοῦ πορευθῆναι λόγον, δηλονότι τὸ⟨…⟩ σωτήριον καὶ εὐαγγελικὸν, ἐξελθόντα τε τοῦτον διαδραμεῖν εἰς πεδία, ὥστε ἐν ὀλίγῳ πᾶσαν πληρῶσαι τὴν οἰκουμένην τῆς ὑπ' αὐτοῦ προξενηθείσης ἅπασιν ἀνθρώποις σωτηρίας, ἀκολούθως τῇ προφητείᾳ φησάσῃ· « Πρὸ προσώπου αὐτοῦ προπορεύσεται λόγος, καὶ ἐξελεύσεται εἰς πεδία. » Κατὰ τὴν δευτέραν δὲ αὐτοῦ παρουσίαν, ἔτι μᾶλλον καὶ κυριώτερον ὁ Λόγος αὐτοῦ πέρας ἐπιθήσει τοῖς τε εἰρημένοις καὶ τοῖς ἑξῆς ἐπιφερομένοις, ἃ καὶ οὐ νῦν ἐξετάζειν καιρός.
invisible and opposing powers He pushes back [and], goring them with horns, drives away. Agreeably to these things he adds: "And He established a mighty love of His strength. And of His mighty disposition towards men, and of His love, the greatest proof was that [before] His face there went a word, namely the saving and evangelical one, and that having gone forth this word ran throughout into the plains, so as in a short time to fill the whole inhabited earth with the salvation procured by Him for all men, agreeably to the prophecy which declared: "Before His face shall go a word, and it shall go forth into the plains." And at His second coming, still more and more strictly His Word will put a fulfilment both to the things spoken and to the things brought forward next, which things indeed it is not now the season to examine.
ΚΕΦΑΛΑΙΟΝ ΙϚʹ.
Chapter XVI.
Ἀπὸ τοῦ Ζαχαρίου. — Ὡς ὁ Κύριος ὁ παντοκράτωρ ὁμολογεῖ ὑφ' ἑτέρου Κυρίου παντοκράτορος ἐπὶ καθαιρέσει τῶν φαύλων ἀπεστάλθαι.
From Zechariah. — How the Lord Almighty confesses that He has been sent by another Lord Almighty for the overthrow of the wicked.
« Τάδε λέγει Κύριος παντοκράτωρ· Ὀπίσω δόξης ἀπέσταλκέ με ἐπὶ τὰ ἔθνη, τὰ σκυλεύσαντα ὑμᾶς· διότι ὁ ἁπτόμενος ὑμῶν, ὡς ὁ ἁπτόμενος τῆς κόρης τοῦ ὀφθαλμοῦ αὐτοῦ. Διότι ἰδοὺ ἐγὼ ἐπιφέρω τὴν χεῖρά μου ἐπ' αὐτοῖς, καὶ ἔσονται σκῦλα τοῖς δουλεύσασιν αὐτοῖς, καὶ γνώσεσθε, ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με. » Κύριος αὐτὸς ὁ παντοκράτωρ ἐν τούτοις ἑαυτὸν ἀπεστάλθαι φησὶ, καὶ τὸν ἀποστείλαντα, ὅστις εἴη, διδάσκει λέγων· « Καὶ γνώσεσθε, ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με. » Οὐκοῦν καὶ ἐνταῦθα δύο σαφῶς ἔχεις, μιᾷ χρωμένους προσηγορίᾳ, τόν τε ἀποστείλαντα Κύριον παντοκράτορα, καὶ τὸν ἀποστελλόμενον, ὁμώνυμον τῷ ἀποστείλαντι. Τίνα δ' ἂν ἕτερον εἴποις τὸν ἀποστελλόμενον, ἢ τὸν διὰ πλειόνων ἡμῖν προηγορευμένον Θεὸν Λόγον, πρὸς τοῦ Πατρὸς ἀπεστάλθαι ὁμολογοῦντα, σαφῶς δὲ εἰρηκότα, « Ὀπίσω δόξης ἀπέσταλκέ με, » δηλοῦντα, ὅτι προϋπάρχων ἐν δόξῃ τῇ παρὰ τῷ Πατρὶ, μετὰ ταῦτα ἀπέσταλτο ἐπὶ τὰ ἔθνη τὰ σκυλεύσαντα ὑμᾶς; Ἐπὶ γὰρ τὰ πρότερον ἐχθρὰ καὶ πολέμια τοῦ λαοῦ τοῦ Θεοῦ ἔθνη ἀποσταλεὶς ὁ τοῦ Θεοῦ Λόγος, ταῦθ' ὑφ' ἑαυτὸν ἠγάγετο, σκυλεύσας αὐτὰ διὰ τῶν αὐτοῦ μαθητῶν, οἵτινες ἦσαν μέρος τοῦ ἐκ περιτομῆς λαοῦ, ὅντινα πάλαι καταδεδούλωντο τὰ ἔθνη, σκυλεύσαντα αὐτὸν τῇ οἰκείᾳ εἰδωλολατρείᾳ. Τοῦτ' οὖν φησι πείσεσθαι τὰ ἔθνη, ἅπερ διατέθεικεν. Ὡς γὰρ τὸν λαὸν τοῦ Θεοῦ, τῆς πατρῴας εὐσεβείας μεταστησάμενα, σκῦλα τοῖς ἰδίοις δαίμοσι κατεστήσατο, οὕτω ποτὲ καὶ αὐτὰ τῆς πατρικῆς εἰδωλολατρείας πρὸς τῶν πάλαι δεδουλευκότων αὐτοῖς σκυλευθήσεται, καὶ ὑπὸ τὸν ζυγὸν τῆς καθ' Ἑβραίους εὐσεβείας μεταστήσεται. Τοῦτο δὲ ἔσεσθαί φησιν ὁ
"Thus says the Lord Almighty: After glory He has sent Me against the nations that despoiled you; because he who touches you is as he who touches the pupil of His eye. Because behold, I bring My hand upon them, and they shall be spoils to those who served them, and you shall know that the Lord Almighty has sent Me forth." The Lord Almighty Himself in these words says that He Himself has been sent, and teaches Who He is Who sent Him, saying: "And you shall know that the Lord Almighty has sent Me forth." Accordingly here too you clearly have two using one appellation: both the Lord Almighty Who sent, and Him Who is sent, bearing the same name as Him Who sent. And whom else would you call Him Who is sent, other than God the Word spoken of beforehand by us at length, confessing that He has been sent by the Father, and having clearly said, "After glory He has sent Me," signifying that, pre-existing in the glory with the Father, after these things He had been sent against the nations that despoiled you? For having been sent against the nations formerly hostile and at war with the people of God, the Word of God brought these under Himself, having despoiled them through His disciples, who were a part of the people of the circumcision, whom of old the nations had enslaved, having despoiled them by their own idolatry. This, therefore, He says the nations will suffer, the very things which they have inflicted. For just as, having removed the people of God from their ancestral godliness, they made them spoils for their own demons, so one day they themselves too shall be despoiled of their paternal idolatry by those who of old had been enslaved to them, and shall pass over under the yoke of the godliness according to the Hebrews. And this, He says, will come to pass—the
PG 22:449Read from the page
Κύριος δι' ἑαυτοῦ, ἐπὶ τῷ τοιῷδε κατορθώματι πρὸς τοῦ Πατρὸς ἀποσταλησομένου. Εἴποι δ' ἄν τις καὶ νοητάς τινας καὶ ἀοράτους δυνάμεις, ἔθνη νῦν ὀνομάζεσθαι, τὰ σκυλεύσαντα, καὶ αἰχμαλωτεύσαντα τὰς τῶν ἀνθρώπων ψυχὰς, ὧν ψυχῶν οὕτω φησὶ κήδεσθαι ὁ φιλάνθρωπος τοῦ Θεοῦ Λόγος, ὡσεί τις ἰδίας ὀφθαλμοῦ κόρης. Καὶ δεῖγμα τῆς τοιᾶσδε αὐτοῦ περὶ τὸ τῶν ἀνθρώπων γένος κηδεμονίας, τὸ μηδ' ὑποστείλασθαι αὐτὸν, Θεοῦ Λόγον ὄντα καὶ ἐν δόξῃ τῇ παρὰ τῷ Πατρὶ τυγχάνοντα, τὴν εἰς ἀνθρώπους ἐπιδημίαν τε καὶ οἰκονομίαν ἀναδέξασθαι.
Lord through Himself, Who was going to be sent by the Father for such an achievement. And one might also say that certain intelligible and invisible powers are now named nations—those that despoiled and led captive the souls of men, for which souls the philanthropic Word of God says He cares thus, as one does for the pupil of his own eye. And a proof of such care of His concerning the race of men is that He did not even shrink back, though being the Word of God and existing in the glory with the Father, from taking upon Himself the sojourn among men and the dispensation.
ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ.
Chapter XVII.
Ἀπὸ τοῦ αὐτοῦ. — Ὡς αὐτὸς ὁ Κύριος ἥξειν οὐρανόθεν, καὶ ἐν ἀνθρώποις κατασκηνώσειν, τά τε ἔθνη εἰς αὐτὸν καταφεύξεσθαι θεσπίζει, καὶ ὡς ἀπεστάλθαι ὑπό τινος κρείττονος Κυρίου παντοκράτορος ὁμολογεῖ.
From the same. — How the Lord Himself utters the oracle that He will come from heaven and pitch His tent among men, and that the nations will flee for refuge unto Him, and how He confesses that He has been sent by a certain greater Lord Almighty.
« Τέρπου καὶ εὐφραίνου, θύγατερ Σιὼν, διότι ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος, καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαὸν, καὶ κατασκηνώσω ἐν μέσῳ σου, καὶ γνώσῃ, ὅτι Κύριος παντοκράτωρ ἐξαπέσταλκέ με πρὸς σέ. » Ἐπεὶ πρόκειται νῦν τὸ δεύτερον αἴτιον ἐκ τῶν προφητῶν ἀποδεῖξαι, ἀνθρώποις μέλλον ἐπὶ γῆς συμπολιτεύεσθαι, οἶμαι τούτου παραστατικὸν εἶναι καὶ τὴν παροῦσαν προφητείαν, ὡς διὰ τὸ πρόδηλον μηδὲ πλείονος ἐξεργασίας δεῖσθαι. Τηρήσεις δὲ, ὅτι καὶ τὴν αἰτίαν αὖθις τῆς ἀφίξεως αὐτοῦ δηλοῖ ἐν οἷς φησι· « Καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ἔσονται αὐτῷ εἰς λαόν. » Ταῦτα δὲ ὁ λόγος, τὴν θυγατέρα Σιὼν εὐαγγελίζεται, οὕτω τὴν Ἐκκλησίαν τοῦ Θεοῦ προσαγορεύων, διὰ τὸ τῆς ἐπουρανίου Ἱερουσαλὴμ θυγατέρα εἶναι δοκεῖν, μητρὸς οὔσης ἐκείνης τῶν ἁγίων, κατὰ τὸν ἱερὸν Ἀπόστολον. Ἢ καὶ ἄλλως θυγάτηρ Σιὼν ἡ Ἐκκλησία Χριστοῦ λεχθείη ἂν, ὡσὰν ἐκ τῆς προτέρας συναγωγῆς τῶν ἐκ περιτομῆς, διά τε ἀποστόλων, καὶ εὐαγγελιστῶν ὑποστᾶσα, οἳ καὶ γεννήματα ἐτύγχανον μητρὸς τῆς ἀποῤῥιφείσης διὰ τὰς οἰκείας δυσσεβείας, καὶ χήρας γεγενημένης, διὰ τὸ ἀπελάσαι τὸν ἄνδρα, διὰ τῶν προφητῶν ἐπιμεμψάμενον αὐτῇ καὶ φήσαντα· « Οὐχ ὡς ἄνδρα με ἐκάλεσας, καὶ πατέρα, καὶ ἀρχηγὸν τῆς παρθενίας σου· » ὃς καὶ τοῖς ἐξ αὐτῆς γενομένοις τὸν τρόπον τῆς μητρὸς διαβάλλων, φησί· « Ποῖον τοῦτο τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν; » Καὶ πάλιν· « Κριθῆτε πρὸς τὴν μητέρα ὑμῶν, κριθῆτε, ὅτι αὕτη οὐ γυνή μου, κἀγὼ οὐκ ἀνὴρ αὐτῆς. » Εἰκότως δῆτα ὡσὰν τὴν μητέρα ἀπαρνησαμένου τοῦ Κυρίου, πρὸς τὴν θυγατέρα ἡ παροῦσα προφητεία εὐαγγελίζεται τὴν αὐτοῦ τοῦ Κυρίου παρουσίαν. Εἴη δ' ἂν αὕτη ἡ ἐξ ἐθνῶν Ἐκκλησία, ἐν χώρᾳ θυγατρὸς τῆς προτέρας, διὰ τοὺς ἀποστόλους τοῦ Σωτῆρος ἡμῶν, λελογισμένη.
"Rejoice and be glad, O daughter of Sion, because behold, I come, and I will pitch My tent in the midst of you, says the Lord; and many nations shall flee for refuge to the Lord in that day, and they shall be to Him for a people, and I will pitch My tent in the midst of you, and you shall know that the Lord Almighty has sent Me forth to you." Since it is now set before us to demonstrate from the prophets the second cause as going to live as a fellow-citizen with men upon earth, I think the present prophecy also is indicative of this, so as because of its obviousness not even to need fuller elaboration. And you will observe that it also signifies again the cause of His arrival in the words in which it says: "And many nations shall flee for refuge to the Lord in that day, and they shall be to Him for a people." Now the word brings these glad tidings to the daughter of Sion, thus addressing the Church of God, because she seems to be a daughter of the heavenly Jerusalem, since that city is the mother of the saints, according to the sacred Apostle. Or in another way also the Church of Christ might be called daughter of Sion, as having taken her subsistence out of the former synagogue of those of the circumcision through apostles and evangelists, who indeed were offspring of the mother who was cast away on account of her own impieties and had become a widow because of having driven away her husband, Who reproached her through the prophets and said: "Did you not call Me as husband, and father, and leader of your virginity?" Who also, denouncing the manner of their mother to those born of her, says: "What sort of bill of divorce of your mother is this, wherewith I sent her forth?" And again: "Plead against your mother, plead, because she is not My wife, and I am not her husband." Reasonably indeed, as though the Lord had disowned the mother, to the daughter the present prophecy brings the glad tidings of the coming of the Lord Himself. And this would be the Church from the nations, reckoned in the place of a daughter of the former one through the apostles of our Saviour.