Migne Reading Room

PG 22 · cols. 392–401 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:392Read from the page
ὀπτασίας χωροῦντι, τέως τὸν ἐμὸν ἄγγελον ἐβουλήθην ὀφθῆναι, ἐμαυτοῦ τε τοὔνομά σοι μόνον ἐμφανὲς καθίστημι, διδάσκων, ὅτι ἐγώ εἰμι ὁ ὢν, καὶ ὅτι τὸ ὄνομά μού ἐστι Κύριος. Τοῖς δὲ σοῖς πατράσιν οὐ τοῦτο μόνον ἐδήλωσα, ἀλλὰ καὶ τούτου μεῖζον ἐδωρησάμην· ὤφθην γὰρ αὐτοῖς. Τίς δ' ἦν ὁ τοῖς πατράσιν ὀφθεὶς, καὶ ὅτι μὴ ὁ ἐπὶ πάντων Θεὸς, προαποδέδεικται, ἡνίκα τὸν Θεὸν καὶ τὸν Κύριον ἄγγελον Θεοῦ ὠνομάσθαι ἐπεδείκνυμεν. Πῶς οὖν ἐνταῦθα ὁ ἐπέκεινα τῶν ὅλων, αὐτὸς ὢν ὁ μόνος ἐπὶ πάντων Θεὸς, ὦφθαί φησι τοῖς πατράσιν, ζητήσαι ἄν τις εἰκότως. Λυθείη δ' ἂν τὸ ζητηθὲν, εἰ τῇ ἀκριβείᾳ τῆς θείας Γραφῆς ἐπιστήσαιμεν. Λεγομένου γὰρ τοῖς Ἑβδομήκοντα τοῦ, « Καὶ ὤφθην πρὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, Θεὸς αὐτῶν ὢν, » ὁ μὲν Ἀκύλας φησί· « Καὶ ὡράθην πρὸς Ἀβραὰμ, καὶ πρὸς Ἰσαὰκ, καὶ πρὸς Ἰακὼβ ἐν Θεῷ ἱκανῷ· » δι' ὧν σαφῶς παρίστησιν, ὅτι μὴ αὐτὸς ὁ ἐπὶ πάντων Θεὸς, ὁ μόνος ὢν, δι' ἑαυτοῦ ὤφθη. Ἀλλ' οὐδ' ὥσπερ τῷ Μωσεῖ, οὕτω καὶ τοῖς πατράσι, δι' ἀγγέλου, ἢ διὰ βάτου, ἢ πυρὸς, ἀλλ' ἐν Θεῷ ἱκανῷ χρηματίζοντι· ὥστε διὰ τοῦ Υἱοῦ Πατέρα καὶ τοῖς πατράσιν ἑωρᾶσθαι, κατὰ τὸ εἰρημένον ἐν Εὐαγγελίοις πρὸς αὐτοῦ· « Ὁ ἑωρακὼς ἐμὲ ἑώρακε τὸν Πατέρα· » ἐν αὐτῷ γὰρ καὶ δι' αὐτοῦ ἡ τοῦ Πατρὸς ἀπεκαλύπτετο γνῶσις. Ἀλλ' ὅτε μὲν ἀνθρώπων σωτήριος ἀπεφαίνετο, διὰ τῆς τοῦ Υἱοῦ ἀνθρωπείας μορφῆς ἑωρᾶτο, τοῖς θεοφιλέσι τὴν εἰς ἀνθρώπους αὐτοῦ ἐσομένην σωτηρίαν τοῖς πᾶσι παροῦσαν ἐξ ἐκείνου προαῤῥαβωνιζόμενος. Ὅτε δὲ τῶν ἀσεβῶν τιμωρὸς, καὶ κολαστὴς τῶν Αἰγυπτίων ἔμελλεν ἔσεσθαι, οὐκέτι ἐν Θεῷ ἱκανῷ, ἀλλ' ἐν ἀγγέλῳ διακόνῳ τῆς τιμωρίας καὶ ἐν εἴδει πυρὸς, καὶ τῆς ὅσον οὔπω μελλούσης αὐτοὺς δίκην ἀγρίας καὶ ἀκανθώδους ὕλης κατεσθίειν φλογὸς παρεφαίνετο. Αἰνίττεσθαι οὖν φασι τὴν μὲν βάτον, τὴν τῶν Αἰγυπτίων ἀγρίαν καὶ ἀπηνῆ καὶ ἀνήμερον μοχθηρίαν· τὸ δὲ πῦρ, τὴν διαλωβῶσαν αὐτοὺς τιμωρὸν καὶ κολαστήριον δύναμιν.
vision, for the meantime I willed that My angel be seen, and I make manifest to you My name alone, teaching that I am He Who is, and that My name is Lord. But to your fathers I did not manifest this only, rather I bestowed even something greater than this; for I appeared to them. Now Who it was that appeared to the fathers, and that it was not the God over all, has been previously demonstrated, when we showed that the God and the Lord was named angel of God. How then the One beyond the universe, being Himself the only God over all, here says that He appeared to the fathers, someone might reasonably inquire. And the question would be solved, if we should attend to the exactness of divine Scripture. For whereas in the Seventy there is said, "And I appeared to Abraham, and Isaac, and Jacob, being their God," Aquila says: "And I was seen to Abraham, and to Isaac, and to Jacob in a sufficient God;" whereby he clearly presents that the God over all Himself, Who alone is, did not appear by Himself. Nor yet, as to Moses, so also to the fathers, through an angel, or through a bush, or fire, but in a sufficient God giving responses; so that through the Son the Father was seen also by the fathers, according to what was spoken in the Gospels by Him: "He who has seen Me has seen the Father;" for in Him and through Him the knowledge of the Father was uncovered. Yet when He showed Himself saving towards men, He was seen through the human form of the Son, giving beforehand from that time to those dear to God an earnest of His future salvation unto men that is present to all. But when He was about to be an avenger upon the ungodly, and a chastiser of the Egyptians, He appeared from the side no longer in a sufficient God, but in an angel ministering the vengeance and in the form of fire, and of the flame that was all but about to devour them like wild and thorny brushwood. Accordingly they say that the bush riddles the wild and harsh and untamed wickedness of the Egyptians, and the fire the avenging and chastising power that utterly ravages them.
ΚΕΦΑΛΑΙΟΝ ΙΔʹ
Chapter XIV.
Ὡς καθάπερ τοῖς πατράσιν ἐν ἀνθρωπίνῳ σχήματι, οὕτως ἐν εἴδει νεφέλης Μωσεῖ καὶ παντὶ τῷ λαῷ ὁ Θεὸς Λόγος ἐφαίνετο.
How just as to the fathers in human shape, so in the form of a cloud God the Word appeared to Moses and to all the people.
« Εἶπε δὲ Κύριος πρὸς Μωσῆν· Ἰδοὺ ἐγὼ παραγίνομαι πρὸς σὲ ἐν στύλῳ νεφέλης, ἵνα ἀκούσῃ ὁ λαὸς λαλοῦντός μου πρὸς σὲ, καί σοι πιστεύσωσι· » καὶ ἑξῆς· « Ὁ δὲ Θεὸς ἡγεῖτο αὐτῶν ἡμέρας μὲν, ἐν στύλῳ νεφέλης, δεῖξαι αὐτοῖς τὴν ὁδόν· τὴν δὲ νύκτα, ἐν στύλῳ πυρὸς, τοῦ φαίνειν αὐτοῖς. » Καὶ πάλιν· « Κατέβη Κύριος ἐν στύλῳ νεφέλης. » Καὶ αὖθις· « Ἡνίκα δ' ἂν εἰσῆλθε Μωσῆς εἰς τὴν σκηνὴν, κατέβαινεν ὁ στῦλος τῆς νεφέλης, καὶ ἵστατο ἐπὶ τὰς θύρας τῆς σκηνῆς, καὶ ἐλάλει τῷ Μωσεῖ, καὶ ἑώρα πᾶς ὁ λαὸς τὸν στῦλον τῆς νεφέλης ἑστῶτα ἐπὶ τῶν θυρῶν τῆς σκηνῆς· καὶ στάντες πᾶς ὁ λαὸς προσεκύνησαν, ἕκαστος ἀπὸ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ. »
"And the Lord said to Moses: Behold, I come to you in a pillar of cloud, that the people may hear Me speaking to you, and may believe you;" and next: "And God led them by day indeed in a pillar of cloud, to show them the way; and by night, in a pillar of fire, to shine for them." And again: "The Lord came down in a pillar of cloud." And once more: "And whenever Moses entered into the tent, the pillar of the cloud came down, and stood at the doors of the tent, and He spoke to Moses, and all the people saw the pillar of the cloud standing at the doors of the tent; and all the people stood and worshipped, each from the door of his tent."
Ὁ μὲν οὖν λαὸς ἑώρα τὸν στῦλον τῆς νεφέλης, Μω-
The people, then, saw the pillar of the cloud, while to Mo-
PG 22:393Read from the page
σεῖ δ' ἐλάλει. Τίς δ' ἐλάλει, ἢ δηλονότι ὁ στύλος τῆς νεφέλης, ὁ πρότερον τοῖς πατράσιν ἐν ἀνθρώπου φανεὶς σχήματι; Προαποδέδεικται δὲ, ὅτι μὴ ὁ ἐπὶ πάντων Θεὸς οὗτος ἦν, ἕτερος δὲ, ὃν Θεοῦ Λόγον ὑπάρχοντα Χριστὸν ἡμεῖς προσαγορεύομεν· ὃς καὶ τότε τοῦ πλήθους ἕνεκεν Μωσεῖ τε αὐτῷ καὶ τῷ λαῷ ἐν στύλῳ νεφέλης ἐθεωρεῖτο, διὰ τὸ μὴ χωρεῖν αὐτοὺς ὁμοίως τοῖς πατράσιν ἐν ἀνθρώπου σχήματι ὁρᾷν αὐτόν. Τελείων γάρ τι ἦν τὸ προορᾷν δύνασθαι τὴν μέλλουσαν ἔσεσθαί ποτε εἰς ἀνθρώπους ἔνσαρκον ἐπιφάνειαν αὐτοῦ, ἣν, ἐπεὶ μηδὲ τότε οἷός τε ἦν ὁ πᾶς λαὸς χωρεῖν, εἰκότως τοτὲ μὲν αὐτοῖς διὰ πυρὸς, φόβου χάριν καὶ καταπλήξεως, τοτὲ δὲ διὰ νεφέλης, ὡσὰν ἐπεσκιασμένως καὶ κεκαλυμμένως νομοθετῶν αὐτοὺς, ὁρῷτο, ὁμοίως δὲ καὶ τῷ Μωσεῖ δι' αὐτούς.
ses He spoke. And Who was speaking, other than manifestly the pillar of the cloud, Who formerly appeared to the fathers in a man's shape? Now it has been previously demonstrated that this was not the God over all, but another, Whom, as being the Word of God, we address as Christ; Who at that time also on account of the multitude was beheld both by Moses himself and by the people in a pillar of cloud, because they were not able to see Him in a man's shape in the same way as the fathers. For it belonged to the perfect to be able to foresee His incarnate manifestation unto men that was one day to be; which, since not even then was the whole people capable of receiving it, reasonably He would be seen by them at one time through fire, for the sake of fear and amazement, and at another time through a cloud, giving laws to them as if darkly shadowed and veiled, and likewise to Moses on their account.
ΚΕΦΑΛΑΙΟΝ ΙΕʹ.
Chapter XV.
Ὅτι μηδὲ ἀγγελικὴ φύσις ἦν ἡ τῷ Μωσεῖ χρηματίζουσα, κρείττων δέ τις ἦν ἢ κατ' ἄγγελον.
That neither was it an angelic nature giving responses to Moses, but One superior to an angel.
« Εἶπε Κύριος· Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγελόν μου πρὸ προσώπου μου, ἵνα φυλάξῃ σε ἐν τῇ ὁδῷ, ὅπως εἰσαγάγῃ σε εἰς τὴν γῆν, ἣν ἡτοίμασά σοι. Πρόσεχε αὐτῷ καὶ εισάκουε αὐτοῦ, καὶ μὴ ἀπείθει αὐτῷ· οὐ γὰρ μὴ ὑποστείληταί σε· τὸ γὰρ ὄνομά μου ἐστὶν ἐπ' αὐτῷ. » Καὶ ἐν ἑτέρῳ τόπῳ· « Εἶπε δὲ Κύριος πρὸς Μωσῆν· Βάδισον, καὶ ὁδήγησον τὸν λαὸν εἰς τὸν τόπον ὃν εἴρηκά σοι· ἰδοὺ ὁ ἄγγελός μου προπορεύεται πρὸ προσώπου σου. » Καὶ πάλιν· « Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Πορεύου, καὶ ἀνάβηθι ἐντεῦθεν σὺ καὶ ὁ λαός· » καὶ τὰ ἑξῆς· « Καὶ συναποστελῶ πρὸ προσώπου σου τὸν ἄγγελόν μου. » Αὗται ὅτι μὴ ἀγγέλου, μόνου δὲ Θεοῦ γένοιντο ἂν φωναὶ, παντί τῳ πρόδηλον. Θεοῦ δὲ τίνος, ἢ τοῦ τοῖς προπάτορσιν ἑωραμένου; ὃν ἄγγελον Θεοῦ σαφῶς προσεῖπεν ὁ Ἰακώβ. Οὗτος δὲ ἦν ἡμῖν ὁ Θεοῦ Λόγος, ὡσὰν καὶ Θεοῦ παῖς καὶ αὐτὸς, Θεὸς, καὶ Κύριος ὠνομασμένος.
"The Lord said: Behold, I send My angel before My face, that He may guard you in the way, so as to bring you into the land which I prepared for you. Give heed to Him and hearken to Him, and do not disobey Him; for He will by no means shrink before you; for My name is upon Him." And in another place: "And the Lord said to Moses: Go, and lead the people to the place of which I have told you; behold, My angel goes before your face." And again: "And the Lord said to Moses: Go forth, and go up from here, you and the people;" and what follows: "And I will send My angel along with you before your face." That these voices could belong to no angel, but to God alone, is evident to everyone. And to what God, other than the One seen by the forefathers, Whom Jacob clearly addressed as angel of God? And this One was for us the Word of God, inasmuch as He is both Child of God and Himself named God and Lord.
ΚΕΦΑΛΑΙΟΝ ΙϚʹ.
Chapter XVI.
Ὡς ὁ αὐτὸς Κύριος περὶ ἑτέρου διδάσκει Κυρίου. Ἀπὸ τοῦ Δεκαλόγου.
How the same Lord teaches concerning another Lord. From the Decalogue.
« Ἐγώ εἰμι Κύριος ὁ Θεός σου, ὁ ἐξαγαγών σε ἐκ γῆς Αἰγύπτου, ἐξ οἴκου δουλείας. Οὐκ ἔσονταί σοι θεοὶ ἕτεροι πλὴν ἐμοῦ, » καὶ τὰ ἑξῆς· « Ἐγὼ γάρ εἰμι Κύριος ὁ Θεός σου, Θεὸς ζηλωτής. » Καὶ ἐπιλέγει· « Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου ἐπὶ ματαίῳ. Οὐ γὰρ μὴ καθαρίσῃ Κύριος τὸν λαμβάνοντα τὸ ὄνομα αὐτοῦ ἐπὶ ματαίῳ. » Κἀνταῦθα αὐτὸς ὁ Κύριος περὶ ἑτέρου Κυρίου τὰ προκείμενα διδάσκει. Εἰπὼν γοῦν, « Ἐγώ εἰμι Κύριος ὁ Θεός σου, » ἐπιλέγει· « Οὐ λήψῃ τὸ ὄνομα Κυρίου τοῦ Θεοῦ σου· » περὶ τοῦ Πατρὸς δηλαδὴ καὶ Θεοῦ τῶν ὅλων ὁ δεύτερος Κύριος τὸν θεράποντα μυσταγωγῶν. Εὕροις δ' ἂν καὶ ἄλλα μυρία δι' ὅλης τῆς ἱερᾶς Γραφῆς, παραπλησίως τούτοις ἐξενηνεγμένα, δι' ὧν ὁ Θεὸς, ὡς περὶ ἑτέρου Θεοῦ, καὶ αὐτὸς ὁ Κύριος, ὡς περὶ ἑτέρου Κυρίου, τοὺς χρησμοὺς ἐποιεῖτο.
"I am the Lord your God, Who brought you out of the land of Egypt, out of the house of bondage. There shall be to you no other gods beside Me," and what follows: "For I am the Lord your God, a jealous God." And He adds: "You shall not take the name of the Lord your God in vain. For the Lord will by no means hold guiltless him who takes His name in vain." Here too the Lord Himself teaches the matters before us concerning another Lord. Having said, accordingly, "I am the Lord your God," He adds: "You shall not take the name of the Lord your God"—plainly concerning the Father and God of the universe the second Lord initiating His servant into the mystery. And you would find countless other passages as well throughout the whole of sacred Scripture uttered similarly to these, whereby God, as concerning another God, and the Lord Himself, as concerning another Lord, delivered the oracles.
Notes, col. 393

On the reading

Printed στύλος, for στῦλος.

Printed εισάκουε, for εἰσάκουε.

PG 22:396Read from the page
ΚΕΦΑΛΑΙΟΝ ΙΖʹ.
Chapter XVII.
Ὡς αὐτὸς αὖθις ὁ τῷ Μωσεῖ χρηματίζων Κύριος, ἕτερον Κύριον κρείττονα ἑαυτοῦ τὸν Πατέρα γιγνώσκων, τοῦτον ἀληθινὸν Θεὸν ἀνεκαλεῖτο.
How again the very Lord giving responses to Moses, knowing the Father as another Lord superior to Himself, invoked Him as true God.
« Καὶ εἶπε Κύριος πρὸς Μωσῆν· Καὶ τοῦτόν σοι τὸν λόγον, ὃν εἴρηκας, ποιήσω. Εὕρηκας γὰρ χάριν ἐνώπιόν μου, καὶ οἶδά σε παρὰ πάντας. » Καὶ εἶπε Μωσῆς· « Δεῖξόν μοι τὴν σεαυτοῦ δόξαν. » Καὶ εἶπεν· « Ἐγὼ προπορεύσομαι πρότερός σου τῇ δόξῃ μου, καὶ καλέσω ἐν ὀνόματί μου Κύριον ἐναντίον σου, καὶ ἐλεήσω ὃν ἂν ἐλεῶ, καὶ οἰκτειρήσω ὃν ἂν οἰκτείρω. » Καὶ μεθ' ἕτερα ἐπιφέρει λέγων· « Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ ἐλάλησεν ἐν ὀνόματι Κυρίου· καὶ παρῆλθε Κύριος ἐν ὀνόματι αὐτοῦ, καὶ ἐκάλεσε· Κύριε, Κύριε, ὁ Θεὸς οἰκτίρμων καὶ ἐλεήμων, μακρόθυμος καὶ πολυέλεος, καὶ ἀληθινὸς, καὶ δικαιοσύνην διατηρῶν, ποιῶν ἔλεος εἰς χιλιάδας, ἀφαιρῶν ἀνομίας, καὶ ἀδικίας, καὶ ἁμαρτίας· καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἀπάγων ἁμαρτίας πατέρων ἐπὶ τέκνα, καὶ τέκνα τέκνων, ἐπὶ τρίτην καὶ τετάρτην γενεάν· καὶ σπεύσας Μωσῆς, κύψας ἐπὶ τὴν γῆν προσεκύνησεν. » Ὅρα δὴ τίνα τρόπον καὶ νῦν αὐτὸς ὁ Κύριος ὁ καταβὰς ἐκάλεσεν ἐν νεφέλῃ, καὶ τῷ Μωσεῖ παραστὰς ἐν ὀνόματι Κυρίου, ἕτερον παρ' ἑαυτὸν, συνήθως κατὰ ἀναδίπλωσιν δὶς Κύριον ἐπικαλούμενον, ὡσὰν καὶ ἑαυτοῦ καὶ τῶν λοιπῶν ἁπάντων δεσπότην θεολογούμενον, τὸν ἑαυτοῦ Πατέρα· καὶ ὅτι γε ἐν τούτοις οὐ Μωσῆς, ὡς ἂν ὑπολάβοι τις, ἀλλὰ γὰρ αὐτὸς ὁ Κύριος ἕτερον Κύριον τὸν Πατέρα καλεῖ, παραλαβὼν αὐτὸς ὁ χρηματίζων τῷ Μωσεῖ φησιν· « Ἐγὼ παρελεύσομαι πρότερός σου τῇ δόξῃ μου, καλέσω ἐν ὀνόματι Κυρίου. » Τοῦτο γοῦν εἰρηκότος, ἑξῆς ἐπιλέγει ἡ Γραφὴ διηγηματικῶς· « Καὶ κατέβη Κύριος ἐν νεφέλῃ, καὶ παρέστη αὐτῷ ἐκεῖ, καὶ ἐκάλεσεν ἐν ὀνόματι Κυρίου. » Οὐκοῦν αὐτὸς ὁ Κύριος τὴν ὑπόσχεσιν τὴν αὐτοῦ πληρώσων κάτεισι, καὶ ὥσπερ ὁ λόγος φησὶ, πρόεισι πρὸ προσώπου Μωσῆ. Καὶ αὐτὸς δὴ ὁ Κύριος καλεῖ λέγων· « Κύριε ὁ Θεὸς, οἰκτίρμων καὶ ἐλεήμων, » καὶ τὰ ἑξῆς· σαφῶς ὁ Κύριος τὸν θεράποντα, ἑαυτόν τε ὅστις εἴη, καὶ την τοῦ κρείττονος Κυρίου γνῶσιν μυσταγωγῶν. Τοῦτο δέ σοι παραστήσει, ἔνθα, προσευχόμενος ὑπὲρ τού λαοῦ, τῶν προκειμένων τοῦ Κυρίου μνημονεύει φωνῶν, τὸν Κύριον ταῦτα εἰρηκέναι, ἀλλ' οὐκ αὐτὸν, ἐν οἷς φησι· « Καὶ νῦν ὑψωθήτω ἡ χείρ σου, Κύριε, ὃν τρόπον εἶπας λέγων· Κύριος μακρόθυμος καὶ πολυέλεος, καὶ ἀληθινὸς, ἀφαιρῶν ἀνομίας καὶ ἀδικίας, καὶ ἁμαρτίας· καὶ καθαρισμῷ οὐ καθαριεῖ τὸν ἔνοχον, ἀποδιδοὺς ἁμαρτίας πατέρων ἐπὶ τέκνα ἕως ἐπὶ τρίτην καὶ τετάρτην γενεάν. » Ἐπιτήρει δὲ τίνα τρόπον ἐν τούτοις αὐτὸς ὁ Κύριος, τὸν Πατέρα μακρόθυμον καὶ πολυέλεον ἐπειπὼν, προστίθησι λέγων αὐτὸν καὶ ἀληθινὸν, συμφώνως τῷ, « Ἵνα γινώσκωσί σε τὸν μόνον ἀληθινὸν Θεὸν, » ἐν Εὐαγγελίοις ὑφ' ἑνὸς καὶ τοῦ αὐτοῦ Σωτῆρος ἡμῶν εἰρημένῳ. Μόνον γοῦν ἀληθινὸν Θεὸν σφόδρα εὐσε-
"And the Lord said to Moses: This word also which you have spoken, I will do for you. For you have found grace before Me, and I know you above all." And Moses said: "Show me Thy glory." And He said: "I will go before prior to you in My glory, and I will call in My name the Lord before you, and I will have mercy on whomsoever I have mercy, and I will show compassion on whomsoever I show compassion." And after other matters it continues, saying: "And the Lord came down in a cloud, and stood beside him there, and spoke in the name of the Lord; and the Lord passed by in His name, and called: O Lord, Lord, the God compassionate and merciful, long-suffering and abundant in mercy, and true, and keeping righteousness, doing mercy unto thousands, taking away lawlessnesses, and injustices, and sins; and with cleansing He will not cleanse the guilty, bringing sins of fathers upon children, and children of children, unto the third and fourth generation; and Moses made haste, bowed to the earth and worshipped." See now in what manner here also the Lord Himself Who came down called in a cloud, and standing beside Moses in the name of the Lord, invoked another beside Himself, customarily called upon twice as Lord by reduplication, spoken of as God as being Master both of Himself and of all the rest, namely His own Father; and that in these words it is not Moses, as someone might suppose, but the Lord Himself Who calls the Father another Lord, the very One giving responses to Moses takes it up and says: "I will pass by prior to you in My glory, I will call in the name of the Lord." When He has spoken this, accordingly, Scripture next adds by way of narrative: "And the Lord came down in a cloud, and stood beside him there, and called in the name of the Lord." Therefore the Lord Himself comes down to fulfil His promise, and just as the word says, goes forward before the face of Moses. And the Lord Himself indeed calls, saying: "O Lord God, compassionate and merciful," and what follows; the Lord clearly initiating His servant both as to Himself, Who He might be, and into the knowledge of the superior Lord. And he will establish this for you where, praying on behalf of the people, he recalls the aforesaid voices of the Lord, showing that the Lord had spoken these things, and not he himself, where he says: "And now let Thy hand be exalted, O Lord, in the manner Thou hast spoken, saying: The Lord is long-suffering and abundant in mercy, and true, taking away lawlessnesses and injustices, and sins; and with cleansing He will not cleanse the guilty, rendering sins of fathers upon children even unto the third and fourth generation." And observe in what manner in these words the Lord Himself, having called the Father long-suffering and abundant in mercy, adds further by calling Him also true, in harmony with the saying, "That they may know Thee, the only true God," spoken in the Gospels by one and the same Saviour of ours. The only true God, accordingly, very pi-
Notes, col. 396

On the reading

Printed την, for τὴν.

Printed τού, for τοῦ.

PG 22:397Read from the page
βῶς ἀποκαλεῖ τὸν Πατέρα, τὸ προσῆκον ἀπονέμων σέβας τῇ ἀγεννήτῳ φύσει, ἧς αὐτὸν εἰκόνα εἶναι καὶ γέννημα οἱ θεῖοι λόγοι παιδεύουσιν.
ously does He call the Father, rendering the fitting reverence to the unbegotten nature, Whose image and offspring the divine words instruct us that He is.
ΚΕΦΑΛΑΙΟΝ ΙΗʹ.
Chapter XVIII.
Ἀπὸ τῶν Ἀριθμῶν. — Ὡς τὸν Θεὸν τῷ Ἰσραὴλ ὁρατὸν εἶναι ἡ θεία διδάσκει Γραφὴ, τὸν Θεὸν Λόγον αἰνιττομένη.
From Numbers. — How divine Scripture teaches that God is visible to Israel, riddling God the Word.
Ἐν τοῖς Ἀριθμοῖς ὁ Μωσῆς εὐχόμενός φησιν· « Ὅτι σὺ εἶ Κύριος ἐν τῷ λαῷ τούτῳ, ὅστις ὀφθαλμοῖς κατ' ὀφθαλμοὺς ὀπτάνη σὺ, Κύριε· » ἀνθ' οὗ ὁ μὲν Ἀκύλας ἐξέδωκεν· « Ὅτι σὺ εἶ, Κύριε, ἐν ἐγκάτῳ τοῦ λαοῦ τούτου, ὃς ὀφθαλμὸν ἐν ὀφθαλμοῖς ὁρᾷ σὺ, Κύριε· » ὁ δὲ Σύμμαχος· « Ὅτι σὺ εἶ, Κύριε. » Καὶ ἐν Ἐξόδῳ εἴρηται· « Καὶ ἀνέβη Μωσῆς, καὶ Ἀαρὼν, καὶ Ναδὰβ, καὶ Ἀβιοὺδ, καὶ ἑβδομήκοντα τῶν πρεσβυτέρων τοῦ Ἰσραὴλ, καὶ εἶδον τὸν τόπον ὅπου ἕστηκεν ὁ Θεὸς Ἰσραήλ· » ἀνθ' οὗ ὁ μὲν Ἀκύλας· « Καὶ εἶδον, φησὶ, τὸν Θεὸν Ἰσραήλ· » ὁ δὲ Σύμμαχος· « Καὶ εἶδον ὁράματι τὸν Θεὸν Ἰσραήλ. » Διὰ τὸ, « Θεὸν οὐδεὶς ἑώρακε πώποτε, » τάχ' ἄν τις ἐναντίαν εἶναι τῷ σωτηριώδει Λόγῳ τὴν παροῦσαν ὑπολάβοι λέξιν, ὡς ὁρατὸν ὑποτιθεμένην τὸν τὴν φύσιν ἀόρατον. Ἀλλ' εἰ καὶ ταῦτα ἐπὶ τὸν Λόγον τοῦ Θεοῦ, τὸν πολυμερῶς καὶ πολυτρόπως ὀφθέντα τοῖς πατράσιν ἐκλάβοις, ὁμοίως τοῖς προαποδειχθεῖσιν ἡμῖν, οὐκέτ' ἂν δόξειε τοῖς ἐναντίοις περιπίπτειν. Θεὸν Ἰσραὴλ ἐνταῦθ' ὁρώμενον αὐτὸν ἐκεῖνον εἶναι διδάσκει, ὃν καὶ τῷ Ἰσραὴλ ὀφθέντα, ὅτε ἐπάλαιεν ἄνθρωπος μετ' αὐτοῦ, ὃς καὶ πρῶτος αὐτοῦ τὴν προσωνυμίαν ἐκ τοῦ Ἰακὼβ ἐπὶ τὸν Ἰσραὴλ μεταβέβληκεν, εἰπὼν, « Ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, » ὅτε καὶ τῆς θείας αὐτοῦ δυνάμεως αἴσθησιν λαβὼν ὁ Ἰακὼβ, ἐκάλεσε τὸν τόπον ἐκεῖνον Εἶδος Θεοῦ, εἰπὼν, « Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη μου ἡ ψυχὴ, » οὐχ ἕτερον ὑπάρχειν τοῦ Θεοῦ Λόγου, κατὰ τὸν οἰκεῖον καιρὸν παρεστήσαμεν.
In Numbers Moses praying says: "Because Thou art Lord among this people, Who art seen eye to eye, Thou, O Lord;" instead of which Aquila rendered: "Because Thou art, O Lord, in the inward part of this people, Who art seen eye among eyes, Thou, O Lord;" and Symmachus: "Because Thou art, O Lord." And in Exodus it has been said: "And Moses went up, and Aaron, and Nadab, and Abiud, and seventy of the elders of Israel, and they saw the place where the God of Israel stood;" instead of which Aquila says: "And they saw the God of Israel;" and Symmachus: "And they saw in a vision the God of Israel." Because of the saying, "No one has ever seen God," perhaps someone might suppose the present expression to be contrary to the saving Word, as positing to be visible Him Who by nature is invisible. Yet if you should take these things also as referring to the Word of God, Who in many portions and in many ways appeared to the fathers, like the things previously demonstrated by us, it would no longer seem to fall into contradictions. It teaches that the God of Israel seen here is that very One Whom also, having appeared to Israel when a man wrestled with him—Who also first changed his surname from Jacob to Israel, saying, "Because you grew strong with God," when Jacob also, having perceived His divine power, called that place Form of God, saying, "For I saw God face to face, and my soul was saved"—we established at the proper season to be none other than the Word of God.
ΚΕΦΑΛΑΙΟΝ ΙΘʹ.
Chapter XIX.
Δπὸ τοῦ Ἰησοῦ τοῦ Ναυῆ. — Ὡς ὁ Θεὸς Λόγος, ὁ τῷ Μωσεῖ χρηματίζων, ὁμοίως τοῖς πάλαι προπάτορσιν, ὤφθη καὶ Ἰησοῦ τῷ Μωσέως διαδόχῳ ἐν ἀνθρώπου σχήματι
From Joshua the son of Nun. — How God the Word, Who gave responses to Moses, likewise as to the forefathers of old, appeared also to Joshua the successor of Moses in a man's shape
« Καὶ ἐγενήθη, ὡς ἦν Ἰησοῦς ἐν Ἱεριχὼ, καὶ ἀναβλέψας ὁρᾷ ἄνθρωπον ἑστηκότα κατέναντι αὐτοῦ, καὶ ἡ ῥομφαία ἐσπασμένη ἐν τῇ χειρὶ αὐτοῦ. Καὶ προσελθὼν ὁ Ἰησοῦς εἶπεν· Ἡμέτερος εἶ, ἢ τῶν ὑπεναντίων; Καὶ εἶπεν αὐτῷ· Ἐγὼ ἀρχιστράτηγος δυνάμεως Κυρίου παραγέγονα· καὶ Ἰησοῦς ἔπεσεν ἐπὶ πρόσωπον ἐπὶ τὴν γῆν, καὶ εἶπεν αὐτῷ· Δέσποτα, τί προστάσσεις τῷ σῷ οἰκέτῃ; Καὶ λέγει ὁ ἀρχιστράτηγος Κυρίου· « Ἰησοῦ, λῦσαι τὸ ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐφ' ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστίν. » Αὐτὰ δὴ ταῦτα καὶ Μωϋσεῖ ἀρχομένῳ τῆς θεωρίας ἐπὶ τῆς βάτου πρὸς τοῦ Κυρίου εἴρητο, ὡς δηλοῖ ἡ Γραφή· « Ὡς δὲ εἶδε Κύριος, ὅτι προσάγει ἰδεῖν,
"And it came to pass, as Joshua was in Jericho, that looking up he sees a man standing over against him, and the sword drawn in His hand. And Joshua approached and said: Are you on our side, or on that of the adversaries? And He said to him: As chief captain of the host of the Lord I am now come; and Joshua fell on his face upon the earth, and said to Him: Master, what dost Thou command Thy servant? And the chief captain of the Lord says: "Joshua, loose the sandal of your feet; for the place upon which you stand is holy ground." Now these very same things had been spoken by the Lord to Moses also when he was beginning the vision at the bush, as Scripture shows: "And when the Lord saw that he draws near to see,
Notes, col. 397

On the reading

Printed ὀπτάνη, for ὀπτάνῃ.

Printed Δπὸ, for Ἀπὸ.

PG 22:400Read from the page
ἐκάλεσεν αὐτὸν ὁ Κύριος ἐκ μέσου τῆς βάτου λέγων· Μωσῆ, Μωσῆ, μὴ ἐγγίσῃς ὧδε. Λῦσαι τὸ ὑπόδημα τῶν ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας ἐπ' αὐτοῦ γῆ ἁγία ἐστίν. » Εἷς ἄρα καὶ ὁ αὐτὸς ἦν ὁ τοῖς ἀμφοτέροις χρηματίσας Θεὸς, ὡς ἐκ τοῦ παραγγέλματος δείκνυται. Ἀλλὰ νῦν μὲν διὰ τοῦ ἀρχιστρατήγου τῆς δυνάμεως αὐτοῦ, Μωσεῖ δὲ διὰ τοῦ ὀφθέντος ἀγγέλου θεσπίζει. Στρατιῶν δὲ ὑπερουρανίων, καὶ δυνάμεων ὑπερκοσμίων καὶ πνευμάτων ἀοράτων, ἀγγέλων τε θείων καὶ ἀρχαγγέλων τῷ παμβασιλεῖ καὶ πανηγεμόνι Θεῷ λειτουργούντων (κατὰ τὸ εἰρημένον παρὰ τῷ Δανιήλ· « Χίλιαι χιλιάδες ἐλειτούργουν αὐτῷ, καὶ μύριαι μυριάδες παρειστήκεισαν ἔμπροσθεν αὐτοῦ)· » ὁ πάντων ἀνωτάτω τίς ἂν γένοιτο ἕτερος τοῦ Θεοῦ Λόγου, καὶ τῆς πρωτοτόκου Σοφίας, τοῦ τε ἐνθέου γεννήματος; Εἰκότως ἄρα καὶ ἀρχιστράτηγος δυνάμεως Κυρίου ἐπὶ τοῦ παρόντος ἀνείρηται, ὡς καὶ μεγάλης βουλῆς ἄγγελος ἐν ἑτέροις, καὶ σύνθρονος τοῦ Πατρὸς, αἰώνιός τε καὶ μέγας ἀρχιερεύς. Ἀποδέδεικται δὲ, ὅτι καὶ Κύριος καὶ Θεὸς ὁ αὐτὸς, καὶ Χριστὸς ὑπὸ τοῦ Πατρὸς ἐλαίῳ ἀγαλλιάσεως κεχρισμένος. Τῷ μὲν οὖν Ἀβραὰμ παρὰ τῇ δρυῒ φανεὶς ἐν ἀνθρώπου εἴδει γαληνῷ, καὶ εἰρηναίῳ σχήματι, ἑαυτὸν ὑποδείκνυσι, τὴν σωτήριον εἰς ἀνθρώπους αὐτοῦ παρουσίαν ἐξ ἐκείνου προοιμιαζόμενος· τῷ δὲ Ἰακὼβ, ὡς ἀσκητῇ καὶ ἀγωνιστῇ παλαίειν πρὸς ἐχθροὺς καὶ ἀγωνίζεσθαι μέλλοντι, οἷα ἄνθρωπος· Μωσεῖ δὲ καὶ τῷ λαῷ ἐν εἴδει νεφέλης καὶ πυρὸς καθηγεῖτο, φοβερὸν ὁμοῦ καὶ ἐπεσκιασμένον παρέχων ἑαυτόν. Ἐπεὶ δὲ ὁ τοῦ Μωσέως διάδοχος Ἰησοῦς πολεμίοις ἔμελλε παρατάττεσθαι τοῖς, τὸ πρὶν Παλαιστίνων γῆς οἰκήτορσιν, ἀλλοφύλοις ἔθνεσι καὶ ἀσεβεστάτοις, εἰκότως μετὰ ῥομφαίας ἐσπασμένης καὶ κατὰ τῶν πολεμίων ἠκονημένης ὑποφαίνεται, μονονουχὶ διὰ τῆς ὄψεως ἀποδεικνὺς, ὅτι δὴ αὐτὸς ἀοράτῳ ῥομφαίᾳ, ἐνθέῳ δυνάμει, τοὺς ἀσεβεῖς μετιέναι ἔμελλε, τοῖς οἰκείοις συστρατευόμενος καὶ συναγωνιζόμενος. Διὸ κατὰ καιρὸν καὶ ἀρχιστράτηγον Κυρίου ἑαυτὸν ἀνηγόρευσεν.
the Lord called him out of the midst of the bush, saying: Moses, Moses, do not come near here. Loose the sandal of your feet; for the place upon which you stand is holy ground." One and the same, therefore, was the God Who gave responses to them both, as is shown from the command. Yet now through the chief captain of His host, whereas to Moses through the angel that appeared, He utters His oracle. And when supercelestial armies, and supramundane powers and invisible spirits, divine angels too and archangels minister to the All-King and All-Ruler God (according to what is spoken in Daniel: "A thousand thousands ministered to Him, and ten thousand ten thousands stood before Him"), Who could the One supreme over them all be other than the Word of God, and the firstborn Wisdom, and the divine Offspring? Reasonably, therefore, He has also been proclaimed in the present passage chief captain of the host of the Lord, just as in other places Angel of Great Counsel, and sharer of the Father's throne, and eternal and great High Priest. And it has been demonstrated that the same One is both Lord and God, and Christ anointed by the Father with the oil of gladness. To Abraham, then, appearing beside the oak in a calm form of a man, and a peaceful guise, He privately shows Himself, preluding from that time His saving coming unto men; and to Jacob, as to an athlete and combatant about to wrestle against enemies and contend, like a man; while Moses and the people He guided in the form of cloud and fire, presenting Himself at once fearful and darkly shadowed. But since Joshua the successor of Moses was about to array himself for battle against enemies, the former inhabitants of the land of the Palestinians, foreign and most ungodly nations, reasonably He appears with a sword drawn and sharpened against the enemies, all but demonstrating through the sight that He Himself with an invisible sword, by divine power, was about to pursue the ungodly, campaigning and contending alongside His own. Wherefore seasonably He also proclaimed Himself chief captain of the Lord.
ΚΕΦΑΛΑΙΟΝ Κʹ.
Chapter XX.
Ἀπὸ τοῦ Ἰώβ. — Ὡς ὁμοίως τοῖς πατράσι καὶ τῷ Ἰὼβ, αὐτὸς ὁ Δημιουργὸς τῶν ὅλων Θεὸς Λόγος, ἔχρησέ τε καὶ ὀφθαλμοῖς ἑωρᾶσθαι λέγεται.
From Job. — How likewise as to the fathers so also to Job, God the Word Himself, the Creator of the universe, both gave oracles and is said to have been seen with the eyes.
« Εἶπε δὲ Κύριος τῷ Ἰὼβ διὰ λαίλαπος καὶ νεφῶν· Ποῦ ἦς ἐν τῷ θεμελιοῦν με την γῆν; Ἀπάγγειλον δή μοι εἰ ἐπίστασαι σύνεσιν, τίς ἔθετο τὰ μέτρα αὐτῆς, εἰ οἶδας, » καὶ τὰ ἑξῆς· « Ὅτε ἐγενήθησαν, » φησὶν, « ἄστρα, ᾔνεσάν με φωνῇ μεγάλῃ πάντες ἄγγελοί μου. Ἔφραξα δὲ θάλασσαν πύλαις. » Καὶ ἑξῆς· « Ἦ ἐπὶ σοῦ συντέταχα φέγγος πρωϊνόν. Ἑωσφόρος δὲ ἐπεῖδε τὴν ἑαυτοῦ τάξιν; » Καὶ πάλιν· « Ἦ σὺ λαβὼν γῆς πηλὸν ἔπλασας ζῶον, καὶ λαλητὸν αὐτὸν ἔθου ἐπὶ τῆς γῆς; ἀφεῖλες δὲ ἀπὸ ἀσεβῶν τὸ φῶς; βραχίονα δ' ὑπερηφάνων συνέτριψας; ἦλθες δὲ ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτη-
"And the Lord said to Job through tempest and clouds: Where were you when I founded the earth? Declare now to me, if you know understanding, who set its measures, if you know," and what follows: "When stars came into being," He says, "all My angels praised Me with a loud voice. And I shut up the sea with gates." And next: "Was it in your time that I appointed the morning light, and did the Morning Star behold his own post?" And again: "Did you take clay of the earth and fashion a living creature, and set him endowed with speech upon the earth? And did you take away the light from the ungodly, and crush the arm of the proud? And did you come upon the spring of the sea, and in the tracks of the abyss did you walk-
Notes, col. 400

On the reading

Printed την, for τὴν.

PG 22:401Read from the page
σας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου; πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; » Καὶ ἐπὶ τέλει τοῦ παντὸς χρησμοῦ ἀποκρίνεται Ἰὼβ τῷ Κυρίῳ, λέγων· « Ἄκουσον δή μου, Κύριε, ἵνα κἀγὼ λαλήσω. Ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον. Ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νῦν δὲ ὁ ὀφθαλμός μου ἑώρακέ σε. Διὸ ἐφαύλισα ἐμαυτὸν, καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. » Ὅτι μὲν οὖν Κυρίου τοῦ Δημιουργοῦ τυγχάνουσιν αἱ προκείμεναι φωναὶ, οὐκ ἐκ τῶν προτεθέντων μόνον, ἀλλὰ καὶ ἐκ τῶν σοι φαινομένων διαγνῶναι ῥᾴδιον· ὅτι δὲ τὸ, « Ἦλθες ἐπὶ πηγὴν θαλάσσης, ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; » καὶ τὸ, « Ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου; πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; » τὴν εἰς ᾅδου κάθοδον τοῦ Σωτῆρος ἡμῶν θεσπίζει, κατὰ τὸν προσήκοντα καιρὸν ἀποδείξομεν· τοσοῦτον νῦν ἐπισημηνάμενοι, ὡς μᾶλλον τῷ Θεῷ Λόγῳ ἤπερ τῷ Θεῷ τῶν ὅλων τὰ κατὰ τὸν τόπον ἀνατιθέναι προσήκει.
ed? And do the gates of death open to you in fear, and did the gatekeepers of Hades cower on seeing you?" And at the end of the whole oracle Job answers the Lord, saying: "Hear me now, O Lord, that I also may speak; and I will question Thee, and do Thou teach me. By the hearing of the ear I heard of Thee formerly, but now my eye has seen Thee. Wherefore I accounted myself vile, and melted away; and I have esteemed myself earth and ashes." Now that the voices set before us belong to the Lord the Creator is easy to discern not only from what has been set forth, but also from the things visible to you; while that the saying, "Did you come upon the spring of the sea, and in the tracks of the abyss did you walk?" and the saying, "And do the gates of death open to you in fear, and did the gatekeepers of Hades cower on seeing you?" utter an oracle concerning the descent of our Saviour into Hades, we shall demonstrate at the fitting season, having noted only so much for now, that it is fitting to refer the matters in this passage rather to God the Word than to the God of the universe.
Ὁ γοῦν Ἰὼβ, ἑξῆς, ὁμοίως τοῖς πατράσιν αὐτὸν δὴ τοῦτον τὸν ἐν ἀρχαῖς διὰ λαίλαπος καὶ νεφῶν χρηματίζοντα αὐτῷ Κύριον, αὐταψίᾳ τεθεωρηκέναι μαρτυρεῖ, λέγων· « Ἄκουσον δέ μου, Κύριε, ἵνα κἀγὼ λαλήσω. Ἐρωτήσω δέ σε, σὺ δέ με δίδαξον. Ἀκοὴν μὲν ὠτὸς ἤκουόν σου τὸ πρότερον, νῦν δὲ ὁ ὀφθαλμός μου ἑώρακέ σε. Διὸ ἐφαύλισα ἐμαυτὸν, καὶ ἐτάκην· ἥγημαι δὲ ἐμαυτὸν γῆν καὶ σποδόν. » Πῶς δ' ἂν τὸν ἀνωτάτω Θεὸν, τὸν τῶν ὅλων ἐπέκεινα, τὴν ἄτρεπτον καὶ ἀγέννητον οὐσίαν, σάρκα περιβεβλημένη ψυχὴ καὶ ὀφθαλμοὶ θνητῶν ἐθεάσαντο, εἰ μὴ ἄρα σαφῶς κἀνταῦθα ὑποβαίνοντα τοῦ οἰκείου μεγέθους τὸν Θεὸν Λόγον, ὃν διαφόρως ἀποδείκνυμεν Κύριον, εἴποιμεν ἂν παρίστασθαι, ὡς ἔστι καὶ ἐξ αὐτῶν τῶν χρησμῶν μαθεῖν, δι' ὧν αὖθις ὁ Κύριος πρὸς τὸν Ἰὼβ τὰ περὶ τοῦ διαβόλου ὡς περὶ δράκοντος διιὼν ἐπεχείρει; « Οὐ δέδοικας ὅτι ἡτοίμασταί μοι; » Δράκοντα γὰρ ἡτοιμάσθαι ποίῳ Κυρίῳ προσήκει νομίζειν, ἢ τῷ Θεῷ Λόγῳ καὶ Σωτῆρι ἡμῶν, ὃς τὸν ἄρχοντα τοῦ αἰῶνος τούτου, πάλαι πρότερον πολιορκοῦντα τὸ τῶν ἀνθρώπων γένος, καθεῖλε, λύσας τὰς ὠδῖνας τοῦ θανάτου· ὃ καὶ αὐτὸς παρίστησι φήσας, « Ἦλθες δ' ἐπὶ πηγὴν θαλάσσης; ἐν δὲ ἴχνεσιν ἀβύσσου περιεπάτησας; ἀνοίγονται δέ σοι φόβῳ πύλαι θανάτου; πυλωροὶ δὲ ᾅδου ἰδόντες σε ἔπτηξαν; » Ταῦτα δὲ εἰκότως πρὸς τὸν Ἰὼβ χρηματίζει μετὰ τὸν μέγαν πειρασμὸν, ὃν ὑπέμεινε, καὶ ἀγῶνα, διδάσκων αὐτὸν, ὅτι ὑπὲρ μέρους ἠγώνισται, τοῦ μείζονος καὶ κραταιοτέρου πολέμου καὶ ἀγῶνος αὐτῷ τῷ Κυρίῳ πεφυλαγμένου κατὰ τὸν καιρὸν τῆς εἰς τὸν θάνατον αὐτοῦ παρουσίας.
Job accordingly, next, testifies that like the fathers he has beheld with his own eyes this very Lord Who at the beginning gave responses to him through tempest and clouds, saying: "And hear me, O Lord, that I also may speak. I will question Thee, and do Thou teach me. By the hearing of the ear I heard of Thee formerly, but now my eye has seen Thee. Wherefore I accounted myself vile, and melted away; and I have esteemed myself earth and ashes." Yet how could a soul clothed in flesh and the eyes of mortals have beheld the supreme God, the One beyond the universe, the immutable and unbegotten essence, unless clearly here too we should say that God the Word, Whom in diverse ways we demonstrate to be Lord, presents Himself stepping down from His own greatness, as one may learn also from the oracles themselves, whereby the Lord again addressed Job as He went through the matters concerning the devil as concerning a dragon? "Are you not afraid because he has been prepared for Me?" For to what Lord is it fitting to suppose that the dragon has been prepared, other than God the Word and our Saviour, Who cast down the ruler of this age that long before was besieging the race of men, having loosed the pangs of death—which He Himself also presents when He said, "And did you come upon the spring of the sea? And in the tracks of the abyss did you walk? And do the gates of death open to you in fear? And did the gatekeepers of Hades cower on seeing you?" And reasonably He utters these responses to Job after the great trial and contest which he endured, teaching him that he has contended for a part, whereas the greater and mightier war and contest has been reserved for the Lord Himself at the season of His coming unto death.
ΚΕΦΑΛΑΙΟΝ ΚΑʹ.
Chapter XXI.
Ἀπὸ τοῦ ϟʹ ψαλμοῦ. — Ὡς δύο Κυρίους καὶ ὁ προκείμενος οἶδε ψαλμός.
From the 90th Psalm. — How the psalm before us also knows two Lords.
« Ὅτι σὺ, Κύριε, ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Οὐ προσελεύσεται πρὸς σὲ κακὰ, καὶ μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου· ὅτι τοῖς ἀγγέ-
"Because Thou, O Lord, my hope, hast set the Most High as Thy refuge. Evils shall not come near to Thee, and a scourge shall not draw near to Thy tent; because to the an-
Notes, col. 401

On the reading

Printed αὐταψίᾳ, for αὐτοψίᾳ.