Migne Reading Room

PG 22 · cols. 380–389 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:380Read from the page
καὶ τὴν ὑπὲρ τὸ πρῶτον οὐσίαν ἀπονέμων τῷ Πατρί. Τὸ γάρ τοι πρῶτον ἀριθμοῦ πλείονος ἡγεῖται, τιμῇ καὶ τάξει προτεταγμένον· ὅπερ οὐκ ἂν ἐπὶ τοῦ Πατρὸς ἁρμόσειεν· οὐ γὰρ δὴ γεννητῶν πρῶτος ὁ ἐπὶ πάντων Θεὸς, ἐπεὶ μηδ' ἀρχή τις ἐπινοεῖται αὐτοῦ· ἐπέκεινα δ' ἂν εἴη καὶ ἀνωτάτω τοῦ πρώτου, ἅτε δὴ αὐτὸς καὶ τὸ πρῶτον γεννήσας καὶ ὑποστησάμενος, μόνου τοῦ θείου Λόγου πάντων τῶν θνητῶν πρώτου χρηματίζοντος. Ζητουμένου δὲ ἄρα, κατὰ τὸ, « Αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν, » τίνι τὴν τῶν γεννητῶν ἐντέταλται δημιουργίαν, νῦν σαφῶς ἀποδέδεικται, ὅτι τῷ φήσαντι· « Ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν· » ὃς καὶ πρὸς τοῦ κρείττονος ἀπεστάλθαι ὁμολογεῖ λέγων· « Νῦν Κύριος Κύριος ἀπέσταλκέ με, καὶ τὸ πνεῦμα αὐτοῦ. » Εἴη δ' ἂν ὁ Θεὸς Λόγος καὶ ταῦτα φάσκων, « ἐπειδὴ τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, » κατὰ τὴν ἀπὸ τοῦ ψαλμοῦ παράθεσιν. Πλὴν ἀλλὰ, εἰ καὶ αὐτὸς ὁ τοῦ Θεοῦ Λόγος τῇ Κύριος θεολογεῖται προσηγορίᾳ, ὅμως τὸν ἀνωτάτω καὶ κρείττονα Πατέρα αὐτοῦ καὶ Κύριον εὖ μάλα εὐσεβῶς δὶς Κύριον αὐτὸν ἀνακαλεῖ, τῷ διαφόρῳ χρώμενος ἐπ' αὐτοῦ ὀνόματι. « Καὶ νῦν » γὰρ, φησὶ, « Κύριος Κύριος ἀπέσταλκέ με, » ὡσὰν κυρίως ὄντος τοῦ ἐπὶ πάντων Θεοῦ πρώτου, καὶ ἀληθῶς Κυρίου αὐτοῦ τε τοῦ μονογενοῦς αὐτοῦ Λόγου, καὶ τῶν μετ' αὐτὸν γεννητῶν ἁπάντων, καθ' ὧν δευτέρως τὴν κυρίαν καὶ δεσποτείαν παρὰ τοῦ Πατρὸς ὁ τοῦ Θεοῦ Λόγος ἀναδεξάμενος, οἷα γνήσιος Υἱὸς καὶ μονογενὴς, δεύτερος εἰκότως καὶ αὐτὸς ἂν εὐσεβῶς χρηματίζοι Κύριος.
and supra-primal essence to the Father. For indeed the first leads a larger number, being set before them in honour and order; which would not be fitting in the case of the Father; for surely the God over all is not first of begotten beings, since not even any beginning of Him is conceived; rather He would be beyond and supreme above the first, inasmuch as He Himself both begot and established the First, the divine Word alone being styled first of all mortal things. When therefore it was inquired, according to the saying, "He Himself spoke, and they came into being; He Himself commanded, and they were created," to whom He commanded the creation of begotten things, it has now been clearly demonstrated that it was to Him Who said: "My hand founded the earth, and My right hand established the heaven"; Who also confesses that He has been sent by the Greater, saying: "Now the Lord, the Lord, has sent Me, and His Spirit." And God the Word would be the One saying these things also, "since by the Word of the Lord the heavens were established," according to the citation from the Psalm. Nevertheless, even though the Word of God Himself is also spoken of divinely by the title Lord, yet His supreme and greater Father and Lord He very piously invokes twice as Lord, using the distinctive name in His case. For "And now," He says, "the Lord, the Lord, has sent Me," inasmuch as the God over all is properly first and truly Lord both of His only-begotten Word Himself and of all the begotten things after Him, over which the Word of God, having secondarily received authority and lordship from the Father, as genuine and only-begotten Son, would Himself also reasonably and piously be styled second Lord.
ΚΕΦΑΛΑΙΟΝ Ζʹ.
Chapter VII.
Ἀπὸ τῆς Γενέσεως. — Ὡς καὶ ὁ μέγιστος τοῦ Θεοῦ θεράπων Μωσῆς ἐν τῇ κοσμοποίᾳ οἶδε Πατέρα καὶ Θεὸν τῶν ὅλων, ἑτέρῳ κοινολογούμενον ἐπὶ τῇ τοῦ ἀνθρώπου δημιουργίᾳ· τὸν θεῖον δὲ Λόγον τοῦτον εἶναι προμεμαθήκαμεν.
From Genesis. — How Moses also, the greatest servant of God, in the creation of the world knows the Father and God of all conversing with Another at the making of man; and that This is the divine Word we have learned beforehand.
« Καὶ εἶπεν ὁ Θεός· Ποιήσωμεν ἄνθρωπον κατ' εἰκόνα ἡμετέραν καὶ καθ' ὁμοίωσιν· » καὶ αὖθις· « Καὶ εἶπεν ὁ Θεός· Οὐ καλὸν εἶναι τὸν ἄνθρωπον μόνον, ποιήσωμεν αὐτῷ βοηθὸν κατ' αὐτόν. » Καὶ ἵνα γε μή τις πρὸς ἀγγέλους ταῦτα εἰρῆσθαι νομίσειε, παραχρῆμα δηλοῖ τὸν κεκελευσμένον οὐκ ἄγγελον ὄντα Θεοῦ, λέγων· « Καὶ ἐποίησεν ὁ Θεὸς τὸν ἄνθρωπον· κατ' εἰκόνα Θεοῦ ἐποίησεν αὐτόν. »
"And God said: Let Us make man according to Our image and according to likeness"; and again: "And God said: It is not good for the man to be alone; let Us make for him a helper corresponding to him." And lest anyone should suppose these things to have been said to angels, he immediately declares that the One Who received the command was no angel of God, saying: "And God made the man; according to the image of God He made him."
ΚΕΦΑΛΑΙΟΝ Ηʹ.
Chapter VIII.
Ἀπὸ τῆς αὐτῆς. — Ὡς ὁ αὐτὸς Μωσῆς δύο σαφέστατα Κυρίους ἀνεπικαλύπτως θεολογεῖ.
From the same. — How the same Moses most clearly and unveiledly speaks divinely of two Lords.
« Ὁ ἥλιος ἀνέτειλεν ἐπὶ τὴν γῆν, καὶ Λὼτ εἰσῆλθεν εἰς Σηγὼρ, καὶ ἔβρεξε Κύριος ἐπὶ Σόδομα θεῖον καὶ πῦρ παρὰ Κυρίου. » Σαφῶς δεύτερον ἀναγορεύει, ὃν καὶ διδάσκει παρὰ τοῦ μείζονος ἐπιτραπέντα τὴν κατὰ τῶν ἀσεβῶν ποιήσασθαι τιμωρίαν. Πλὴν ἀλλ' εἰ καὶ δύο Κυρίους ἀνεπικαλύπτως ὁμολογοῦμεν, ἀλλ'
"The sun rose upon the earth, and Lot entered into Segor, and the Lord rained upon Sodom brimstone and fire from the Lord." Clearly he proclaims a Second, Whom he also teaches to have been commissioned by the Greater to inflict punishment against the ungodly. Nevertheless, even if we unveiledly confess two Lords, yet
Notes, col. 380

On the reading

Printed κοσμοποίᾳ, for κοσμοποιίᾳ.

PG 22:381Read from the page
οὐ καὶ ταῖς ὁμοίαις ἐπ' ἀμφοτέροις χρώμεθα θεολογίαις· εὐσεβῶς δὲ τῇ τάξει χρώμενοι, τὸν μὲν ἀνωτάτω Πατέρα καὶ Θεὸν καὶ Κύριον, καὶ τοῦ δευτέρου Κύριον καὶ Θεὸν εἶναι πεπαιδεύμεθα· τὸν δὲ τοῦ Θεοῦ Λόγον, τὸν δεύτερον Κύριον, τῶν μὲν ὑπ' αὐτὸν δεσπότην, οὐκ ἔτι δὲ ὁμοίως καὶ τοῦ μείζονος. Οὐ γὰρ τοῦ Πατρὸς Κύριος, οὐδὲ τοῦ Πατρὸς Θεὸς, ὁ Θεὸς Λόγος, ἀλλ' ἐκείνου μὲν εἰκὼν, καὶ Λόγος, καὶ σοφία, καὶ δύναμις, τῶν δὲ μετ' αὐτὸν δεσπότης Κύριος, καὶ Θεός· ὁ δέ γε Πατὴρ καὶ τοῦ Υἱοῦ Πατὴρ, καὶ Κύριος καὶ Θεός. Ὅθεν εἰκότως ἀνατρέχουσιν εἰς μίαν ἀρχήν· καὶ εἰς ἕνα Θεὸν συνίσταται ἡμῖν τὰ τῆς εὐσεβοῦς θεολογίας.
we do not also use the like theological titles in the case of both; but piously observing order, we have been taught that the supreme Father and God and Lord is Lord and God of the Second as well; whereas the Word of God, the second Lord, is master of those under Him, yet no longer in like manner of the Greater also. For God the Word is not Lord of the Father, nor God of the Father, but His image, and Word, and wisdom, and power, while master, Lord, and God of those after Him; whereas the Father is Father of the Son as well, and Lord and God. Hence they reasonably trace back to one principle; and the doctrines of pious theology stand together for us in one God.
ΚΕΦΑΛΑΙΟΝ Θʹ.
Chapter IX.
Ἁπὸ τῆς αὐτῆς. — Ὡς ὁ αὐτὸς θεράπων τὸν Θεὸν Λόγον δηλοῖ δεύτερον Θεὸν καὶ Κύριον προωνομασμένον, ἐν ἀνθρώπου τε μορφῇ καὶ σχήματι ὦφθαί τε καὶ χρηματίσαι τοῖς παλαιοῖς ἱστορεῖ.
From the same. — How the same servant declares that God the Word, previously named second God and Lord, both appeared in human form and fashion and spoke oracularly to the ancients.
« Ὤφθη δὲ Κύριος τῷ Ἀβραὰμ, καὶ εἶπεν αὐτῷ· Τῷ σπέρματί σου δώσω τὴν γῆν ταύτην. » Καὶ πάλιν· « Ἐγένετο Ἁβραὰμ ἐτῶν ἐννενήκοντα ἐννέα, καὶ ὤφθη Κύριος τῷ Ἀβραὰμ, καὶ εἶπεν αὐτῷ· Ἐγώ εἰμι ὁ Θεός. Εὐαρέστει ἐνώπιόν μου, καὶ γίνου ἄμεμπτος, καὶ θήσομαι τὴν διαθήκην μου ἀνὰ μέσον ἐμοῦ καὶ ἀνὰ μέσον σου, καὶ πληθυνῶ σε σφόδρα. » Καὶ αὖθις· « Ὤφθη δὲ ὁ Θεὸς αὐτῷ πρὸς τῇ δρυΐ τῇ Μαμβρῆ, καθημένου αὐτοῦ ἐπὶ τῆς θύρας τῆς σκηνῆς αὐτοῦ μεσημβρίας. Ἀναβλέψας δὲ τοῖς ὀφθαλμοῖς αὐτοῦ, εἶδε· καὶ ἰδοὺ τρεῖς ἄνδρες εἰστήκεισαν ἐπάνω αὐτοῦ. Καὶ ἰδὼν προσέδραμεν εἰς συνάντησιν αὐτοῖς ἀπὸ τῆς θύρας τῆς σκηνῆς, καὶ προσεκύνησε. » Καὶ ἐξῆς μετὰ τὴν ὀπτασίαν ἐπιφέρει· « Ὁ δὲ Κύριος εἶπεν· Οὐ μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ. Ἀβραὰμ δὲ γινόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολὺ, καὶ ἐνευλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς. » Καὶ τούταις αὖθις ἐπιλέγει ὡς περὶ ἑτέρου· « Ἤδειν γὰρ, ὅτι συντάξει τοῖς υἱοῖς αὐτοῦ καὶ τῷ οἴκῳ αὐτοῦ μεθ' αὐτὸν, καὶ φυλάξουσι τὰς ὁδοὺς Κυρίου, ποιεῖν δικαιοσύνην καὶ κρίσιν, ὅπως ἐπαγάγῃ Κύριος ἐπὶ Ἀβραὰμ ἃ ἐλάλησε πρὸς αὐτόν. » Ταῦτα αὐτὸς ἀναγέγραπται λέγων ὁ χρηματίζων τῷ Ἀβραὰμ Κύριος, ἕτερον Κύριον ὁμολογῶν, δηλαδὴ τὸν αὐτοῦ Πατέρα, καὶ ποιητὴν τοῦ παντός. Ὅ γε μὴν Ἁβραὰμ, οἷα προφήτης κατάληψιν ἔχων ἀκριβῆ τοῦ χρηματίζοντος, ἐξῆς τοῖς προεκτεθεῖσι ποτνιᾶται λέγων· « Καὶ μὴ συναπολέσῃς δίκαιον μετ' ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ἀσεβής. Ἐὰν ὦσι πεντήκοντα δίκαιοι ἐν τῇ πόλει, ἀπολεῖς αὐτούς; οὐκ ἀνήσεις πάντα τὸν τόπον ἕνεκεν τῶν πεντήκοντα δικαίων; Μηδαμῶς σὺ ποιήσεις τὸ ῥῆμα τοῦτο, τοῦ ἀποκτεῖναι δίκαιον μετὰ ἀσεβοῦς, καὶ ἔσται ὁ δίκαιος ὡς ὁ ἀσεβής· μηδαμῶς· ὁ κρίνων πᾶσαν τὴν γῆν, οὐ ποιήσεις κρίσιν; » Ἀγγέλοις δὴ φάσκειν ταῦτα, ἤ τινι τῶν τοῦ Θεοῦ λειτουργῶν, οὐχ ἡγοῦμαι λέγεσθαι ἁρμόζειν·
"And the Lord appeared to Abraham, and said to him: To your seed I will give this land." And again: "Abraham was ninety-nine years old, and the Lord appeared to Abraham, and said to him: I am God. Be well-pleasing before Me, and become blameless, and I will set My covenant between Me and between you, and I will multiply you exceedingly." And again: "And God appeared to him by the oak of Mambre, while he was sitting at the door of his tent at midday. And lifting up his eyes, he looked; and behold, three men stood over him. And seeing them, he ran to meet them from the door of the tent, and worshipped." And next after the vision he subjoins: "And the Lord said: I will by no means hide from Abraham My servant what things I am doing. Now Abraham shall surely become a great and populous nation, and in him all the nations of the earth shall be blessed." And to these words again He adds as concerning Another: "For I knew that he will charge his sons and his house after him, and they will keep the ways of the Lord, to do righteousness and judgement, so that the Lord may bring upon Abraham what things He spoke to him." These things the Lord Who spoke to Abraham is Himself recorded as saying, confessing another Lord, namely His Father and Maker of all. Moreover Abraham himself, having as a prophet an exact apprehension of Him Who spoke to him, next after what has been set forth implores Him, saying: "Do not destroy the righteous along with the ungodly, so that the righteous shall be as the ungodly. If there be fifty righteous within the city, wilt Thou destroy them? Wilt Thou not spare the whole place for the sake of the fifty righteous? By no means wilt Thou do this thing, to slay the righteous with the ungodly, so that the righteous shall be as the ungodly; by no means: He Who judges all the earth, wilt Thou not do judgement?" Now to say that these words were addressed to angels, or to some one of God's ministers, I do not think is fitting;
Notes, col. 381

On the reading

Printed Ἁπὸ, for Ἀπὸ.

Printed Ἁβραὰμ, for Ἀβραὰμ.

Printed εἰστήκεισαν, for εἱστήκεισαν.

Printed ἐξῆς, for ἑξῆς.

Printed τούταις, for τούτοις.

PG 22:384Read from the page
οὐδὲ γὰρ τοῦ τυχόντος ἂν εἴη τὸ κρίνειν πᾶσαν τὴν γῆν. Ἀλλ' οὐδ' ἄγγελος ὁ προγραφεὶς ἀνηγόρευται, κρείττων δέ τις ἀγγέλου Θεὸς καὶ Κύριος, πρὸς τῇ ἀναγεγραμμένῃ δρυῖ μετὰ τῶν δυεῖν ἀγγέλων ἐν ἀνθρώπου σχήματι ὁραθείς. Πάλιν γε μὴν οὐδὲ τὸν ἐπὶ πάντων Θεὸν ἡγητέον διὰ τούτων δηλοῦσθαι· μεταβάλλειν γὰρ φάναι τὸ θεῖον, καὶ χρηματίζεσθαι εἰς ἀνδρὸς εἶδος καὶ μορφὴν, οὐκ εὐαγές. Λείπεται δὴ αὐτὸν εἶναι τὸν τοῦ Θεοῦ Λόγον, τὸν διὰ τῶν πρόσθεν τεθεολογημένον, ὁμολογεῖν. Ὅθεν εἰσέτι καὶ νῦν παρὰ τοῖς πλησιοχώροις, ὡσὰν θεῖος ὁ τόπος εἰς τιμὴν τῶν αὐτόθι τῷ Ἀβραὰμ ἐπιφανέντων θρησκεύεται, καὶ θεωρεῖταί γε εἰς δεῦρο διαμένουσα ἡ τερέβινθος· οἱ γὰρ τῷ Ἀβραὰμ ἐπιξενωθέντες, ἐπὶ Γραφῆς ἀνακείμενοι, δύο μὲν ἑκατέρωθεν, μέσος δὲ ὁ κρείττων ὑπερέχων τῇ τιμῇ. Εἴη δ' ἂν ὁ δεδηλωμένος ἡμῖν Κύριος αὐτὸς, ὁ ἡμέτερος Σωτὴρ, ὃν καὶ οἱ ἀγνῶτες σέβουσι, τὰ θεῖα λόγια πιστούμενοι. Οὗτος δὲ οὖν αὐτὸς, ἐξ ἐκείνου τὰ τῆς εὐσεβείας σπέρματα εἰς ἀνθρώπους καταβαλλόμενος, ἀνθρώπειον ὑποδὺς εἶδός τε καὶ σχῆμα, τῷ θεοφιλεῖ προπάτορι Ἀβραὰμ, ὅστις εἴη, αὐτὸν ἐξέφηνε, καὶ τὴν τοῦ Πατρὸς αὐτοῦ παρεδίδου γνώμην
for neither would it belong to any ordinary being to judge all the earth. Nor yet has the One previously described been proclaimed an angel, but Someone greater than an angel, God and Lord, seen in human fashion with the two angels by the oak recorded above. Yet again, neither must the God over all be supposed to be signified through these things; for to say that the Divine changes and is transformed into a man's appearance and form is not holy. It remains, then, to confess that He is the Word of God, Who has been spoken of as God through what went before. Hence even down to the present day among the neighbouring inhabitants the place is revered as divine in honour of Those Who appeared there to Abraham, and the terebinth is seen remaining until now; for those who were entertained as guests by Abraham, reclining in a painting, are two on either side, and in the midst the Greater surpassing in honour. Now the Lord made known to us would be He Himself, our Saviour, Whom even those who know Him not revere, confirming the divine oracles. This very One, therefore, from that time sowing the seeds of piety among men, having put on human appearance and fashion, revealed Himself to the God-beloved forefather Abraham as to Who He was, and imparted to him His Father's counsel.
ΚΕΦΑΛΑΙΟΝ Ιʹ.
Chapter X.
Ἀπὸ τῆς αὐτῆς. — Ὡς ὁ αὐτὸς προφήτης ἐπὶ τοῦ Ἰακὼβ, σαφέστερον ἐμφαίνει τὸν δηλούμενον Κύριον, ὃν δὴ καὶ Θεὸν, καὶ ἄγγελον ἀποκαλεῖ τοῦ ἐπὶ πάντων Θεοῦ προσειπών.
From the same. — How the same prophet in the case of Jacob more clearly exhibits the Lord Who is signified, Whom indeed he calls both God and Angel, addressing Him as Angel of the God over all.
« Καὶ ἐπορεύθη εἰς Χαῤῥὰν, καὶ ἀπήντησε τόπῳ, καὶ ἐκοιμήθη ἐκεῖ· ἔδυ γὰρ ὁ ἥλιος. Καὶ ἔλαβεν ἀπὸ τῶν λίθων, καὶ ἔθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἐκοιμήθη ἐν τῷ τόπῳ ἐκείνῳ, καὶ ἐνυπνιάσθη· καὶ ἰδοὺ κλίμαξ ἐστηριγμένη εἰς τὴν γῆν, ἧς ἡ κεφαλὴ ἀφικνεῖτο εἰς τὸν οὐρανὸν, καὶ οἱ ἄγγελοι τοῦ Θεοῦ ἀνέβαινον, καὶ κατέβαινον ἐπ' αὐτήν. Ὁ δὲ Κύριος ἐπεστήρικτο ἐπ' αὐτῆς, καὶ εἶπεν· Ἐγὼ Κύριος ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαὰκ, μὴ φοβοῦ· ἡ γῆ ἐφ' ἣν σὺ καθεύδεις ἐπ' αὐτὴν, σοὶ δώσω αὐτὴν, καὶ τῷ σπέρματί σου. Καὶ ἔσται τὸ σπέρμα σου ὡς ἡ ἄμμος τῆς θαλάσσης, καὶ πλατυνθήσεται ἐπὶ θάλασσαν καὶ ἀνατολὰς, καὶ ἐπὶ βοῤῥᾶν καὶ λίβα. Καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ ἐν τῷ σπέρματί σου. Καὶ ἰδοὺ ἐγώ εἰμι μετὰ σοῦ, διαφυλάσσων σε ἐν τῇ ὁδῷ πάσῃ, οὕ ἂν πορευθῇς, καὶ ἀποστρέψω σε εἰς τὴν γῆν ταύτην· ὅτι οὐ μή σε ἐγκαταλείπω, ἕως τοῦ ποιῆσαί με πάντα ὅσα ἐλάλησά σοι. Καὶ ἐξηγέρθη Ἰακὼβ ἀπὸ τοῦ ὕπνου αὐτοῦ, καὶ εἶπεν, ὅτι, Ἔστι Κύριος ἐν τῷ τόπῳ τούτῳ, ἐγὼ δὲ οὐκ ᾔδειν. Καὶ ἐφοβήθη, καὶ εἶπεν· Ὡς φοβερὸς ὁ τόπος οὗτος! οὐκ ἔστι τοῦτο ἀλλ' ἢ οἶκος Θεοῦ, καὶ αὕτη ἡ πύλη τοῦ οὐρανοῦ. Καὶ ἀνέστη Ἰακὼβ τὸ πρωΐ, καὶ ἔλαβε τὸν λίθον, ὃν ὑπέθηκε πρὸς κεφαλῆς αὐτοῦ, καὶ ἔστησεν
"And he went to Charran, and came upon a place, and slept there, for the sun had set. And he took of the stones, and put it at his head, and slept in that place, and dreamed; and behold, a ladder fixed upon the earth, whose top reached to heaven, and the angels of God ascended and descended upon it. And the Lord stood fast upon it, and said: I am the Lord, the God of Abraham your father, and the God of Isaac; do not fear: the land upon which you sleep, to you I will give it, and to your seed. And your seed shall be as the sand of the sea, and it shall spread abroad to the sea and the east, and to the north and the south. And in you shall all the tribes of the earth be blessed, and in your seed. And behold, I am with you, keeping you in all the way wherever you may go, and I will bring you back into this land; because I will by no means forsake you, until I have done all that I spoke to you. And Jacob awoke out of his sleep, and said: The Lord is in this place, and I did not know it. And he was afraid, and said: How awesome is this place! This is none other than the house of God, and this is the gate of heaven. And Jacob rose early in the morning, and took the stone which he had put beneath his head, and set
Notes, col. 384

On the reading

Printed οὕ, for οὗ.

PG 22:385Read from the page
αὐτὸν στήλην, καὶ ἐπέχεεν ἔλαιον ἐπὶ τὸ ἄκρον αὐτῆς, καὶ ἐκάλεσε Ἰακὼβ τὸ ὄνομα τοῦ τόπου ἐκείνου, οἶκος Θεοῦ. » Τοῦτον τὸν ἐνταῦθα διὰ τοσούτων χρηματίζοντα Κύριον καὶ Θεὸν, ἄγγελον τοῦ Θεοῦ προϊὼν ἐξῆς εὑρήσεις, ἐν οἷς φησι πρὸς τὰς γυναῖκας αὐτὸς Ἰακώβ· « Καὶ εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ καθ' ὕπνον· Ἰακώβ. Ἐγὼ δὲ εἶπα· Τί ἐστι; » Καὶ ἐξῆς· « Ἐώρακα, » φησὶ, « πάντα ὅσα Λάβαν σοὶ ποιεῖ. Ἐγὼ ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τόπῳ, οὗ ἤλειψάς μοι ἐκεῖ στήλην, καὶ ηὔξω μοι εὐχήν. » Ἄρ' οὖν ὁ ἀνωτέρω φήσας, « Ἐγὼ Κύριος ὁ Θεὸς Ἀβραὰμ τοῦ πατρός σου, καὶ ὁ Θεὸς Ἰσαὰκ, » ᾧ καὶ στήλην ἀνέστησεν ὁ θεοφιλὴς, Θεὸς μὲν ἦν καὶ Κύριος (αὐτῷ γὰρ λέγοντι πιστευτέον), οὐ μὴν ὁ ἐπὶ πάντων, ἀλλ' ὁ ἐκείνου δεύτερος, τὰ τοῦ Πατρὸς εἰς ἀνθρώπους διακονούμενος καὶ διαγγέλλων. Διὸ καὶ ἄγγελον αὐτὸν ὁ Ἰακὼβ ἐπὶ τοῦ παρόντος καλεῖ· « Εἶπέ μοι ὁ ἄγγελος τοῦ Θεοῦ φάσκων καθ' ὕπνον· Ἐγώ εἰμι ὁ Θεὸς ὁ ὀφθείς σοι ἐν τῷ τόπῳ. » Οὐκοῦν ὁ αὐτὸς ἄγγελος Κυρίου καὶ Θεὸς καὶ Κύριος, σαφῶς διὰ τούτων ἀνηγόρευται. Καὶ ἐν Ἠσαΐᾳ δὲ τῷ προφήτῃ, μεγάλης βουλῆς ἄγγελος, ὁμοῦ δὲ καὶ Θεὸς καὶ ἄρχων καὶ ἐξουσιαστὴς προσαγορεύεται, ἐν οἷς τὴν εἰς ἀνθρώπους αὐτοῦ γένεσιν θεσπίζει, λέγων· « Ὅτι παιδίον ἐγεννήθη ἡμῖν, καὶ υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐπὶ τοῦ
it up as a pillar, and poured oil upon the top of it, and Jacob called the name of that place, House of God." This One Who here through so many words speaks as Lord and God, as you go on next you will find to be the Angel of God, where Jacob himself says to his wives: "And the Angel of God said to me in sleep: Jacob. And I said: What is it?" And next: "I have seen," He says, "all that Laban does to you. I am the God Who appeared to you in the place where you anointed a pillar to Me, and vowed a vow to Me." Was not then He Who said above, "I am the Lord, the God of Abraham your father, and the God of Isaac," to Whom also the God-beloved man set up a pillar, indeed God and Lord (for He Himself must be believed when He speaks), yet not the God over all, but the One second to Him, ministering and announcing the things of the Father to men? Wherefore Jacob also in the present passage calls Him Angel: "The Angel of God spoke to me in sleep, saying: I am the God Who appeared to you in the place." Accordingly, the selfsame One has clearly through these words been proclaimed Angel of the Lord, and God, and Lord. And in Isaiah the prophet also He is addressed as Angel of great counsel, and at once God and ruler and potentate, where he foretells His birth among men, saying: "Because a child was born to us, and a son was given to us, Whose government is upon
ΚΕΦΑΛΑΙΟΝ ΙΑʹ.
Chapter XI.
Ὡς καὶ Ἰακὼβ τὸν προδηλωθέντα καὶ Θεὸν καὶ Κύριον, καὶ δὴ καὶ ἄγγελον, ὁμοίως τῷ Ἀβραὰμ ἐν ἀνθρώπου σχήματι θεωρεῖ διὰ τῆς οὕτως ἐχούσης ἱστορίας.
How Jacob also beholds in human fashion, in like manner as Abraham, the One previously shown to be both God and Lord, and indeed also Angel, through the narrative that runs thus.
« Ἀναστὰς δὲ τὴν νύκτα ἐκείνην, ἔλαβε τὰς δύο γυναῖκας, καὶ τὰς δύο παιδίσκας, καὶ τὰ ἕνδεκα παιδία αὐτοῦ, καὶ διέβη τὴν διάβασιν τὴν Ἰακώβ· καὶ ἔλαβεν αὐτοὺς, καὶ διεβίβασε πάντα τὰ ἑαυτοῦ. Ὑπελείφθη δὲ Ἰακὼβ μόνος, καὶ ἐπάλαιε μετ' αὐτοῦ ἄνθρωπος ἕως πρωΐ. Εἶδε δὲ, ὅτι οὐ δύναται πρὸς αὐτὸν, καὶ ἥψατο τοῦ πλάτους τοῦ μηροῦ αὐτοῦ, καὶ ἐνάρκησε τὸ πλάτος τοῦ μηροῦ Ἰακὼβ, ἐν τῷ παλαίειν αὐτὸν μετ' αὐτοῦ. Καὶ εἶπεν αὐτῷ· Ἀπόστειλόν με· ἀνέβη γὰρ ὁ ὄρθρος. Ὁ δὲ εἶπεν· Οὐ μή σε ἀποστείλω, ἐὰν μή με εὐλογήσῃς. Εἶπε δ' αὐτῷ· Τί τὸ ὄνομά σου; Ὁ δὲ εἶπεν· Ἰακώβ. Εἶπε δ' αὐτῷ· Οὐκέτι Ἰακὼβ κληθήσεται τὸ ὄνομά σου, ἀλλ' Ἰσραὴλ ἔσται τὸ ὄνομά σου· ὅτι ἐνίσχυσας μετὰ Θεοῦ, καὶ μετ' ἀνθρώπων δυνατὸς ἔσῃ. Ἠρώτησε δὲ Ἰακὼβ, καὶ εἶπεν· Ἀνάγγειλόν μοι τὸ ὄνομά σου. Καὶ εἶπεν· Ἵνα τί τοῦτο ἐρωτᾷς, τὸ ὄνομά μου; Κπὶ εὐλόγησεν αὐτὸν ἐκεῖ, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Ἰακὼβ, Εἶδος Θεοῦ. Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον, καὶ ἐσώθη ἡ ψυχή μου. Ἀνέτειλε δὲ αὐτῷ ὁ ἥλιος, ἡνίκα παρῆλθε τὸ εἶδος τοῦ Θεοῦ. » Τῷ μὲν Μωσεῖ εἴρητο· « Οὐδεὶς ὄψεται τὸ πρόσωπόν μου καὶ ζήσεται· » ἐν τούτοις δὲ ὁ Ἰακὼβ εἶδε Θεὸν οὐχ ἁπλῶς, ἀλλὰ πρόσωπον πρὸς πρόσωπον· καὶ σωθείς γε οὐ τὸ σῶμα, ἀλλὰ τὴν ψυ-
"And rising up that night, he took his two wives, and the two maidservants, and his eleven children, and crossed over the ford of Jacob; and he took them, and sent across all that was his. And Jacob was left behind alone, and a man wrestled with him until morning. And He saw that He did not prevail against him, and He touched the breadth of his thigh, and the breadth of Jacob's thigh grew numb as he wrestled with Him. And He said to him: Send Me away, for the dawn has gone up. But he said: I will by no means send Thee away, unless Thou bless me. And He said to him: What is your name? And he said: Jacob. And He said to him: Your name shall no longer be called Jacob, but Israel shall be your name; because you have prevailed with God, and with men you shall be mighty. And Jacob asked, and said: Declare to me Thy name. And He said: Why do you ask this, My name? And He blessed him there, and Jacob called the name of that place, Vision of God: For I saw God face to face, and my soul was saved. And the sun rose upon him, when the Vision of God passed by." Now to Moses it had been said: "No one shall see My face and live"; whereas in these words Jacob saw God not simply, but face to face; and having been saved not in body, but in soul
Notes, col. 385

On the reading

Printed ἐξῆς, for ἑξῆς.

Printed Ἐώρακα, for Ἑώρακα.

Printed Ἄρ', for Ἆρ'.

Printed Κπὶ, for Καὶ.

PG 22:388Read from the page
χὴν, τῆς ἐπὶ τὸν Ἰσραὴλ προσωνυμίας ἠξιώθη, φερωνύμου ψυχῶν προσηγορίας, εἴ γε, ἑρμηνευθὲν, ὁρῶντα Θεὸν τὸ Ἰσραὴλ ὄνομα σημαίνει. Οὐκ ἄρα τὸν ἐπὶ πάντων Θεὸν ἑώρα· ἀόρατος γὰρ οὗτος καὶ ἄτρεπτος, καὶ οὐδαμῶς ἂν εἰς ἄνθρωπον μεταβάλλοι, ἁπάσης ὢν ἀνωτάτω οὐσίας. Ἕτερον ἄρα, οὗ καὶ πολυπραγμονοῦντι καιρός πω οὐκ ἦν ἐκφάναι τῷ Ἰακὼβ τὴν προσηγορίαν. Εἰ δὲ ἀγγέλων τινὰ, ἢ τῶν κατ' οὐρανὸν θείων πνευμάτων, τὸν τοῖς ἁγίοις τοὺς χρησμοὺς διακονούμενον ὑπολάβοι τις εἶναι, σαφῶς διέψευσται· τοῦτο μὲν ἀπὸ τοῦ κυριολεκτεῖσθαι, καὶ θεολογεῖσθαι τὸν δηλούμενον· καὶ γὰρ καὶ Θεὸν αὐτὸν ἡ θεία Γραφὴ διαῤῥήδην ἀναγορεύει, καὶ Κύριον ἀποκαλεῖ, τῇ διὰ τῶν τεσσάρων παρ' Ἑβραίοις στοιχείων ἐπισημειώσει τιμῶσα, ἣν ἐπὶ μόνης τῆς ἀνεκφωνήτου καὶ ἀῤῥήτου προσηγορίας τῆς τοῦ Θεοῦ συντιθέναι παῖδες Ἑβραίων εἰώθασι· τοῦτο δὲ καὶ ἀπὸ τοῦ ἀγγέλους σαφῶς διορίζειν, ὅτε δὴ βούλοιτο ἀγγέλους καλεῖν ὁ λόγος, ὥσπερ τοὺς ἐν Σοδόμοις ἀσεβεῖς ὄντας, ὁ μὲν τῷ Ἀβραὰμ χρηματίζων Θεὸς καὶ Κύριος τῆς αὐτοῦ παρουσίας οὐδαμῶς ἀξιοῖ, ὡς αὖθις ἡ θεία Γραφὴ λέγει· « Ὁ μὲν Κύριος ἀπῆλθεν, ὡς ἐπαύσατο λαλῶν τῷ Ἀβραάμ· οἱ δὲ δύο ἄγγελοι ἀπῆλθον εἰς Σόδομα ἑσπέρας. » Καὶ τῷ Ἰακὼβ δὲ « συνήντησαν ἄγγελοι Θεοῦ. Καὶ ἰδὼν εἶπε, Παρεμβολὴ Θεοῦ αὕτη, καὶ ἐκάλεσε τὸ ὄνομα τοῦ τόπου ἐκείνου Παρεμβολαί. » Οὕτω δὲ ὁ θεοφιλὴς εὖ διέκρινε τὰς ὀπτασίας, ὥστε νῦν μὲν τὸ ὄνομα τοῦ τόπου παρεμβολὰς καλεῖν, ἀπὸ τῆς τῶν ἀγγελικῶν παρεμβολῶν θέας. Ὅτε δὲ τῷ Θεῷ προσομιλεῖ, καλεῖ τὸ ὄνομα τοῦ τόπου Εἶδος Θεοῦ, ἐπιλέγων· « Εἶδον γὰρ Θεὸν πρόσωπον πρὸς πρόσωπον. » Ἀλλὰ καὶ τῷ Μωσεῖ, ὅτ' ἄγγελος ἐπιφαίνεται, τοῦτ' αὐτὸ καὶ ἡ θεία Γραφὴ σημαίνει, λέγουσα· « Ὤφθη δὲ ἄγγελος Κυρίου αὐτῷ ἐν φλογὶ πυρὸς βάτου. » Ὅτε δὲ τὸν αὐθέντην, αὐτὸν δὴ τὸν χρηματίζοντα δηλοῖ, Θεὸν καὶ Κύριον, ἀλλὰ οὐκέτι ἄγγελον ὀνομάζει. Ὁμοίως καὶ ἐπὶ τῆς Ἐρυθρᾶς θαλάσσης διορίζει σαφῶς τὸν ἄγγελον καὶ τὸν Κύριον, δι' ὧν φησιν· « Ἐξῆρε δὲ ὁ ἄγγελος τοῦ Θεοῦ ὁ προπορευόμενος τῆς παρεμβολῆς τῶν υἱῶν Ἰσραὴλ, καὶ ἐπορεύθη ἐκ τῶν ὄπισθεν αὐτῶν. Ἐξῆρε δὲ καὶ ὁ στῦλος τῆς νεφέλης ἀπὸ προσώπου αὐτῶν. » Ὥσπερ δὲ ἐπὶ τῶν προτέρων ἐν ἀνθρώπου σχήματι τοῖς παλαιοῖς ὁ Κύριος χρηματίζων εἰσῆκται, οὕτω καὶ ἐνταῦθα διὰ νεφέλης. Καὶ λέλεκται γοῦν ἑξῆς· « Ἐγενήθη δὲ ἐν τῇ φυλακῇ τῇ ἑωθινῇ, καὶ ἐπέβλεψε Κύριος εἰς τὴν παρεμβολὴν τῶν Αἰγυπτίων ἐν στύλῳ πυρὸς καὶ νεφέλης· » δι' ὅλης δὲ τῆς ἐρήμου ἐν στύλῳ τῆς νεφέλης ὁ Θεὸς τῷ Μωσεῖ χρηματίζων. Ἀκριβῶς ἄρα ὅτε μὲν ἀγγέλου φύσιν ὁ λόγος δηλοῦν βούλεται, οὐδέποτε Θεὸν οὐδὲ Κύριον, ἀλλ' ἀνεπικαλύπτως ἄγγελον ὀνομάζει· ὅτε δὲ Κύριον καὶ Θεὸν οἶδε τὸν ἐπιφαινόμενον, ταύταις αὐταῖς σαφῶς κέχρηται ταῖς προσρήρεσι. Κύριον δὲ καὶ Θεὸν ὅτι μὴ τὸν αἴτιον δηλοῖ, προφανῶς ἐπέδειξαν τῆς θείας Γραφῆς αἱ λέξεις, ἄγγελον Θεοῦ προσειποῦσαι τὸν ἐπὶ τοῦ Ἰακὼβ Κύριον καὶ Θεὸν προωνομασμένον.
he was deemed worthy of the surname applied to Israel, an appellation of souls bearing its meaning in its name, since, when translated, the name Israel signifies one seeing God. It was not, then, the God over all Whom he saw; for He is invisible and immutable, and could in no way change into a man, being above every essence. It was another, then, Whose title it was not yet the season to disclose to Jacob even when he inquired closely after it. And if anyone should suppose the One ministering the oracles to the saints to be one of the angels, or of the divine spirits in heaven, he is plainly mistaken: first, from the fact that the One signified is called properly Lord and spoken of as God; for indeed divine Scripture expressly proclaims Him God, and calls Him Lord, honouring Him with the notation of the four letters among the Hebrews, which the children of the Hebrews are accustomed to set down solely for the unutterable and ineffable title of God; and second, from the fact that the word clearly distinguishes angels whenever it wishes to call them angels, just as the God and Lord Who gave responses to Abraham in no way deems the ungodly men in Sodom worthy of His presence, as divine Scripture says again: "And the Lord departed, when He ceased speaking to Abraham; and the two angels went off to Sodom at evening." And to Jacob also "angels of God met him. And seeing them he said, This is the Camp of God, and he called the name of that place Camps." Thus he who was dear to God distinguished the visions well, so that now he calls the name of the place camps, from the sight of the angelic camps. But when he converses with God, he calls the name of the place Form of God, adding: "For I saw God face to face." Moreover, to Moses also, when an angel appears, divine Scripture signifies this very thing too, saying: "And an angel of the Lord appeared to him in a flame of fire out of a bush." But when it signifies the Sovereign, the very One giving the responses, it names Him God and Lord, and no longer an angel. Likewise at the Red Sea too it clearly distinguishes the angel and the Lord, where it says: "And the angel of God that went before the camp of the sons of Israel removed, and went behind them. And the pillar of the cloud also removed from before their face." And just as in the former instances the Lord has been introduced giving responses to the ancients in the form of a man, so here too through a cloud. And accordingly it has been said next: "And it came to pass in the morning watch, that the Lord looked upon the camp of the Egyptians in a pillar of fire and of cloud;" and throughout the whole wilderness God was giving responses to Moses in a pillar of the cloud. Accurately, therefore, whenever the word wishes to signify the nature of an angel, it never names him God or Lord, but undisguisedly angel; whereas whenever it knows the One appearing to be Lord and God, it clearly uses these very forms of address. And that by Lord and God it does not signify the First Cause, the words of divine Scripture manifestly showed, when they addressed as angel of God the One previously named Lord and God in the case of Jacob.
Notes, col. 388

On the reading

Printed προσρήρεσι, for προσρήσεσι.

PG 22:389Read from the page
Λείπεταί τις ἄρα ὢν ἐν τοῖς οὖσι Θεὸς καὶ Κύριος μετὰ τὸν παμβασιλέα καὶ Θεὸν τῶν ὅλων· εἴη δ' ἂν οὗτος ὁ πρὸ αἰώνων τοῦ Θεοῦ Λόγος, ὁ κρείττων μὲν ἢ πᾶσα ἀγγελικὴ φύσις, μείων δὲ ἢ κατὰ τὸ πρῶτον αἴτιον.
There remains, therefore, among existing beings One Who is God and Lord after the All-King and God of the universe; and this would be the Word of God before the ages, Who is superior indeed to every angelic nature, yet lesser than according to the First Cause.
ΚΕΦΑΛΑΙΟΝ ΙΒʹ.
Chapter XII.
Ὡς αὖθις ἐπὶ τοῦ Ἰακὼβ δεύτερον Θεὸν σαφῶς ὁ λόγος παρίστησιν.
How again in the case of Jacob the word clearly presents a second God.
« Εἶπε δὲ ὁ Θεὸς Ἰακώβ· Ἀναστὰς ἀνάβηθι εἰς τὸν τόπον Βαιθὴλ, καὶ οἴκει ἐκεῖ, καὶ ποίησον θυσιαστήριον τῷ Θεῷ, τῷ ὀφθέντι σοι ἐν τῷ ἀποδιδράσκειν σε ἀπὸ προσώπου Ἠσαῦ τοῦ ἀδελφοῦ σου. Εἶπε δὲ Ἰακὼβ τῷ οἴκῳ αὐτοῦ καὶ πᾶσι τοῖς μεθ' αὐτοῦ· Ἄρατε τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου ὑμῶν, καὶ καθαρίσασθε, καὶ ἀλλάξατε τὰς στολὰς ὑμῶν, καὶ ἀναστάντες ἀναβῶμεν εἰς Βαιθήλ· ποιήσωμεν ἐκεῖ θυσιαστήριον τῷ Κυρίῳ, ἐπακούσαντί μου ἐν ἡμέρᾳ θλίψεως, ὃς ἦν μετ' ἐμοῦ, καὶ ἔσωσέ με ἐν τῇ ὁδῷ ᾗ ἐπορεύθην. » Ἐνταῦθα ὁ Θεὸς αὐτὸς ὁ τῶν ὅλων, ὁ μόνος ἀγέννητος καὶ ἀνωτάτω πάντων, οὐκ ὀφθεὶς, ἀλλὰ γὰρ ἀοράτως χρηματίσας τῷ Ἰακὼβ, δυνάμει τε ἀῤῥήτῳ αὐτὸν ἀνακινήσας, περὶ ἑτέρου σαφῶς ποιεῖται τὸν λόγον. Εἶπε γοῦν ὁ Θεὸς αὐτῷ· « Ποίησον θυσιαστήριον τῷ Θεῷ τῷ ὀφθέντι σοι. » Τίς δ' ἦν ὁ προγραφεὶς ὦφθαι αὐτῷ, ἀρτίως παρεστήσαμεν, τὸν Θεὸν Λόγον εἶναι ἀποδείξαντες.
"And God said to Jacob: Arise and go up to the place Bethel, and dwell there, and make an altar to God, Who appeared to you when you were fleeing from the face of Esau your brother. And Jacob said to his house and to all who were with him: Put away the strange gods out of your midst, and purify yourselves, and change your garments, and let us arise and go up to Bethel; let us make there an altar to the Lord, Who heard me in the day of affliction, Who was with me, and saved me in the way in which I went." Here the God of the universe Himself, the only unbegotten One and supreme over all, not having been seen, but having invisibly given the oracle to Jacob and stirred him by an ineffable power, clearly makes His discourse concerning another. Accordingly God said to him: "Make an altar to God Who appeared to you." And Who it was that was previously written to have appeared to him, we have just now established, having demonstrated Him to be God the Word.
ΚΕΦΑΛΑΙΟΝ ΙΓʹ.
Chapter XIII.
Ἀπὸ τῆς Ἐξόδου. — Ὡς ὁ ἐπὶ πάντων Θεὸς, αὐτὸς ὢν ὁ δι' ἀγγέλου τῷ Μωσεῖ χρηματίζων, ὦφθαι τοῖς πατράσιν, οὐκέτι δι' ἀγγέλου, διὰ δὲ τοῦ Υἱοῦ διδάσκει.
From Exodus. — How the God over all, being Himself the One giving responses to Moses through an angel, teaches that He appeared to the fathers no longer through an angel, but through the Son.
« Καὶ Μωσῆς ἦν ποιμαίνων τὰ πρόβατα Ἰωθὼρ τοῦ γαμβροῦ αὐτοῦ· καὶ ἦλθεν εἰς τὸ ὄρος τὸ ἐν Χωρήβ. Ὤφθη δὲ αὐτῷ ἄγγελος Κυρίου ἐν πυρὶ φλογὸς βάτου. » Καὶ μεθ' ἕτερα· « Ὡς δὲ εἶδεν, ὅτι προσάγει ἰδεῖν, ἐκάλεσεν αὐτὸν ἐκ μέσου τῆς βάτου λέγων· Μωσῆ, Μωσῆ, μὴ ἐγγίσῃς ὧδε. Λῦσαι τὸ ὑπόδημα ποδῶν σου· ὁ γὰρ τόπος ἐν ᾧ σὺ ἕστηκας, γῆ ἁγία ἐστί. » Καὶ μετ' ὀλίγα· « Καὶ εἶπε Κύριος πρὸς αὐτόν· Ἐγώ εἰμι ὁ ὤν. » Καὶ αὖθις· « Ἐλάλησε Κύριος πρὸς Μωσῆν, καὶ εἶπε πρὸς αὐτόν· Ἐγὼ Κύριος ὤφθην πρὸς Ἀβραὰμ, καὶ Ἰσαὰκ, καὶ Ἰακὼβ, Θεὸς ὢν αὐτῶν, καὶ τὸ ὄνομά μου οὐκ ἐδήλωσα αὐτοῖς, καὶ ἔστησα τὴν διαθήκην μου πρὸς αὐτούς. » Ὥσπερ ἐπὶ τῶν ἐν ἀνθρώποις προφητῶν, Ἠσαΐου, φέρε εἰπεῖν, καὶ Ἱερεμίου, καὶ τῶν παραπλησίων, ἄνθρωπος μὲν ἦν τὸ ὁρώμενον, Θεὸς δὲ ὁ διὰ τοῦ φαινομένου, ὡσὰν δι' ὀργάνου θεσπίζων· καὶ τοτὲ μὲν Χριστοῦ πρόσωπον, τοτὲ δὲ Πνεύματος ἁγίου, τοτὲ δὲ τοῦ ἐπὶ πάντων Θεοῦ ἦν, διὰ τοῦ προφήτου χρηματίζον· οὕτω δὴ καὶ νῦν εισαγομένῳ τῷ Μωσεῖ ὁ ἀνωτάτω καὶ ἐπὶ πάντων Θεὸς διὰ τοῦ φανέντος ἀγγέλου τὰ προκείμενα θεσπίζει· ὧν γένοιτο ἂν ὁ νοῦς τοιόσδε· Σοὶ μὲν, ὦ προφῆτα, ὡσὰν εἰσαγομένῳ καὶ μηδὲν πλέον ἀγγελικῆς
"And Moses was tending the sheep of Jothor his father-in-law; and he came to the mountain that is in Choreb. And an angel of the Lord appeared to him in a fire of flame out of a bush." And after other matters: "And when He saw that he draws near to see, He called him out of the midst of the bush, saying: Moses, Moses, do not come near here. Loose the sandal of your feet; for the place on which you stand is holy ground." And a little further on: "And the Lord said to him: I am He Who is." And again: "The Lord spoke to Moses, and said to him: I the Lord appeared to Abraham, and Isaac, and Jacob, being their God, and My name I did not manifest to them, and I established My covenant with them." Just as in the case of the prophets among men, Isaiah, say, and Jeremiah, and those like them, what was seen was a man, while God was the One uttering oracles through him who appeared as if through an instrument—and at one time it was the person of Christ, at another time of the Holy Spirit, and at another time of the God over all, giving responses through the prophet—so indeed now also to Moses as a beginner the supreme God Who is over all utters the words set before us through the angel that appeared; of which the sense would be such as this: To you indeed, O prophet, as to a beginner and one capable of nothing more than an angelic
Notes, col. 389

On the reading

Printed εισαγομένῳ, for εἰσαγομένῳ.