Migne Reading Room

PG 22 · cols. 368–377 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:368Read from the page
καὶ οἶνον. Ἦν δὲ ἱερεὺς τοῦ Θεοῦ τοῦ ὑψίστου, καὶ εὐλόγησε τὸν Ἀβραάμ. » Εἰκότως οὖν καὶ μεθ' ὅρκου παραλήψεως μόνῳ τῷ δηλουμένῳ « ὤμοσε Κύριος ὁ Θεὸς, καὶ οὐ μεταμεληθήσεται· Σὺ εἶ, » λέγων, « ἱερεὺς εἰς τὸν αἰῶνα, κατὰ τὴν τάξιν Μελχισεδέκ. » Ἐπάκουσον δὲ οἷα καὶ περὶ τῶνδε ὁ Ἀπόστολός φησιν· « Ἐν ᾧ, περισσότερον βουλόμενος ὁ Θεὸς ἐπιδεῖξαι τοῖς κληρονόμοις τῆς βασιλείας τὸ ἀμετάθετον τῆς βουλῆς αὐτοῦ, ἐμεσίτευσεν ὅρκῳ, ἵνα διὰ δύο πραγμάτων ἀμεταθέτων, ἐν οἷς ἀδύνατον ψεύσασθαι Θεὸν, ἰσχυρὰν παράκλησιν ἔχωμεν οἱ προκαταφυγόντες κρατῆσαι τῆς προκειμένης ἐλπίδος. » Καὶ ἐπιφέρει λέγων· « Καὶ οι μὲν πλείονές εἰσι γεγονότες ἱερεῖς, διὰ τὸ θανάτῳ κωλύεσθαι παραμένειν· ὁ δὲ, διὰ τὸ μένειν αὐτὸν, ἀπαράβατον ἔχει τὴν ἱερωσύνην. Ὅθεν καὶ σώζειν εἰς τὸ παντελὲς δύναται τοὺς προσερχομένους δι' αὐτοῦ τῷ Θεῷ, πάντοτε ζῶν εἰς τὸ ἐντυγχάνειν ὑπὲρ αὐτῶν. Τοιοῦτος γὰρ ἡμῖν καὶ ἔπρεπεν ἀρχιερεὺς, ὅσιος, ἄκακος, ἀμίαντος, κεχωρισμένος ἀπὸ τῶν ἁμαρτωλῶν, καὶ ὑψηλότερος τῶν οὐρανῶν γενόμενος. » Καὶ ἐπιλέγει· « Κεφάλαιον δὲ ἐπὶ τοῖς εἰρημένοις, τοιοῦτον ἔχομεν ἀρχιερέα, ὃς ἐκάθισεν ἐν δεξιᾷ τῆς μεγαλοσύνης ἐν ὑψηλοῖς, τῶν ἁγίων λειτουργὸς, καὶ τῆς σκηνῆς τῆς ἀληθινῆς, ἣν ἔπηξεν ὁ Κύριος, οὐκ ἄνθρωπος. » Ταῦτα μὲν ὁ Ἀπόστολος. Ὁ δὲ ψαλμὸς ὑποβὰς, καὶ τὸ πάθος ἐπικεκαλυμμένως τοῦ προφητευομένου δηλοῖ, λέγων· « Ἐκ χειμάῤῥου ἐν ὁδῷ πίεται, διὰ τοῦτο ὑψώσει κεφαλήν. » Χείμαῤῥον δὲ τὸν καιρὸν τῶν πειρασμῶν καὶ ἄλλος δηλοῖ ψαλμὸς, λέγων· « Χειμάῤῥου διῆλθεν ἡ ψυχὴ ἡμῶν. Ἄρα διῆλθεν ἡ ψυχὴ ἡμῶν τὸ ὕδωρ τὸ ἀνυπόστατον. » Ἐν τῷ χειμάῤῥῳ τοίνυν πίεται, φησὶ, τὸ ποτήριον δηλονότι, ὃ ᾐνίττετο πρὸς τῷ καιρῷ τοῦ πάθους, λέγων· « Πάτερ, εἰ δυνατὸν, παρελθέτω τὸ ποτήριον τοῦτο ἀπ' ἐμοῦ. » Καὶ πάλιν· « Εἰ μὴ δυνατόν ἐστιν αὐτὸ παρελθεῖν, ἐὰν μὴ αὐτὸ πίω, γενηθήτω τὸ θέλημά σου. » Τοῦτο δὴ οὖν ἐκπιὼν τὸ ποτήριον, ὕψωσε κεφαλὴν, καὶ κατὰ τὸν Ἀπόστολον, ἐπεὶ γὰρ « γέγονεν ὑπήκοος τῷ Πατρὶ μέχρι θανάτου, θανάτου δὲ σταυροῦ, διὰ τοῦτο, » φησὶν, « ὑπερύψωσεν αὐτὸν ὁ Θεὸς, ἐγείρας ἀυτὸν ἐκ τῶν νεκρῶν, καὶ καθίσας αὐτὸν ἐν δεξιᾷ αὐτοῦ, ὑπεράνω πάσης ἀρχῆς, καὶ ἐξουσίας, καὶ δυνάμεως, καὶ κυριότητος, καὶ παντὸς ὀνόματος ὀνομαζομένου, οὐ μόνον ἐν τῷ αἰῶνι τούτῳ, ἀλλὰ καὶ ἐν τῷ μέλλοντι. Καὶ πάντα ὑπέταξε, » φησὶν, « ὑπὸ τοὺς πόδας αὐτοῦ, » κατὰ τὴν πρὸς ἀυτὸν ἐπαγγελίαν, ἣν διὰ τοῦ ψαλμοῦ παρίστησι, λέγων· « Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου. » Πρόδηλον παντὶ, ὡς ἔτι νῦν ἡ τοῦ Σωτῆρος ἡμῶν δύναμις καὶ ὁ τῆς διδασκαλίας αὐτοῦ λόγος, ἐν μέσοις τοῖς ἐχθροῖς καὶ πολεμίοις αὐτοῦ, καὶ τῶν πεπιστευκότων εἰς αὐτὸν ἁπάντων κατακυριεύει.
and wine. And he was priest of God Most High, and he blessed Abraham. » Fittingly therefore with the taking of an oath as well, to Him alone Who is signified « the Lord God swore, and will not repent: You are, » saying, « a priest forever, according to the order of Melchisedec. » Hear too what things the Apostle also says concerning these matters: « Wherein God, wishing more abundantly to show to the heirs of the kingdom the immutability of His counsel, interposed with an oath, that through two immutable things, in which it is impossible for God to lie, we who have fled beforehand for refuge might have a strong encouragement to lay hold of the hope set before us. » And he goes on, saying: « And the many indeed have become priests because they were hindered by death from continuing; whereas He, because He continues, holds His priesthood untransferable. Whence also He is able to save completely those who approach God through Him, ever living to intercede on their behalf. For such a high priest indeed befitted us, holy, guileless, undefiled, separated from sinners, and made higher than the heavens. » And he adds: « Now the main point upon the things spoken: we have such a high priest, Who sat down at the right hand of the majesty in the heights, a minister of the sanctuary, and of the true tabernacle, which the Lord pitched, not man. » Thus far the Apostle. And the psalm, descending further, indicates in veiled manner also the passion of Him Who is prophesied, saying: « From a torrent in the way He shall drink; on account of this He shall lift up the head. » Now another psalm too indicates the season of trials as a torrent, saying: « Our soul passed through a torrent. Truly our soul passed through the irresistible water. » In the torrent therefore He shall drink, it says—plainly the cup at which He hinted near the season of His passion, saying: « Father, if it is possible, let this cup pass from me. » And again: « If it is not possible for this to pass, unless I drink it, Thy will be done. » Having drained this cup, accordingly, He lifted up the head, as according to the Apostle as well; for since « He became obedient to the Father unto death, even death on a cross, on account of this, » he says, « God highly exalted Him, having raised Him from the dead, and having seated Him at His right hand, far above every rule, and authority, and power, and lordship, and every name that is named, not only in this age, but also in that which is to come. And He subjected all things, » he says, « under His feet, » according to the promise towards Him which He presents through the psalm, saying: « Sit at My right hand, until I make your enemies a footstool for your feet. Hold sway in the midst of your enemies. » It is manifest to everyone how even now the power of our Saviour and the word of His teaching holds sway in the midst of His enemies and foes, and over all who have believed in Him.
Notes, col. 368

On the reading

Printed οι, for οἱ.

Printed ἀυτὸν, for αὐτὸν.

Printed ἀυτὸν, for αὐτὸν.

PG 22:369Read from the page
ΚΕΦΑΛΑΙΟΝ Δ.
Chapter IV.
Ὡς καὶ Ἠσαΐας, προφητῶν μέγιστος, σαφῶς οἶδε Θεὸν ἐν Θεῷ εἶναι, λέγων ὁμοίως ἡμῖν δοξάζουσι Πατέρα ἐν Υἱῷ, καὶ Υἱὸν ἐν Πατέρι.
How Isaiah also, greatest of prophets, clearly knows that God is in God, speaking in like manner with us who hold the Father to be in the Son, and the Son in the Father.
« Ἐγὼ Κύριος ἐποίησα γῆν, καὶ ἄνθρωπον ἐπ' αὐτῆς· ἐγὼ τῇ χειρί μου ἐστερέωσα τὸν οὐρανὸν, ἐγὼ πᾶσι τοῖς ἄστροις ἐνετειλάμην, ἐγὼ ἤγειρα τὸν μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι. Οὗτος οἰκοδομήσει τήν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ ἐπιστρέψει, οὐ μετὰ λύτρων, οὐδὲ μετὰ δώρων, εἶπε Κύριος Σαβαώθ. » Τέως μὲν ταῦτα ὁ τῶν ὅλων ποιητὴς Θεὸς, περί τινος βασιλέως καὶ Σωτῆρος μέλλοντος οἰκοδομεῖν τὸ τῆς εὐσεβείας πολίτευμα, λυτρώσασθαι τὴν ἐπισυμβᾶσαν ἀνθρώποις ὑπὸ τῆς δαιμονικῆς πλάνης αἰχμαλωσίαν, διὰ τοῦ προφήτου θεσπίζει· ἑξῆς δὲ τούτοις τὸ προφητικὸν πνεῦμα τὴν ὑποταγὴν τῶν ἀλλοφύλων ἐθνῶν αἰνίττεται, ἣν ὑποταγήσονται τῷ προφητευομένῳ, καὶ ὡς προσκυνήσουσιν αὐτῷ οἷα Θεῷ οἱ ὑποταγησόμενοι, καὶ ὡς προσεύξονται ἐν αὐτῷ, διὰ τὸ μείζονα κατοικεῖν ἐν αὐτῷ Θεὸν, τὸν ἀνωτάτω δηλαδὴ Πατέρα, καὶ Θεὸν τῶν ὅλων. Τὰ δὲ τῆς λέξεως οὕτως ἔχει· « Οὕτω λέγει Κύριος· Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ σοὶ ἔσονται δοῦλοι, καὶ ὀπίσω σοῦ ἀκολουθήσουσι, δεδεμένοι χειροπέδαις, καὶ προσκυνήσουσι νέοι, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. Σὺ γὰρ εἶ Θεὸς, καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ. Αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πορεύσονται ἐν αἰσχύνῃ. » Ταῦτα μὲν ἡ προφητεία. Οὐχ ἡγοῦμαι δὲ ἀντωπήσειν δύνασθαί τινα, κἂν σφόδρα ᾖ ἀγνώμων, τῷ προδήλῳ καὶ σαφεῖ τῆς λέξεως, ἐναργῶς οὕτως εἰσαγούσης Θεὸν τοῦ Ἰσραὴλ Σωτῆρα, καὶ ἕτερον ἐν αὐτῷ Θεόν· « Προσκυνήσουσί σοι, » φησὶν, « οἱ δίκαιοι, καὶ ἐν σοὶ προσεύξονται, ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ· σὺ γὰρ εἶ ὁ Θεὸς, καὶ οὐκ ᾔδειμεν, Θεὸς τοῦ Ἰσραὴλ Σωτήρ. » Τὸ δὲ, « οὐκ ᾔδειμεν, » ἐκ προσώπου τῶν πρὶν αὐτὸν μὴ ἐπεγνωκότων παρὰ μόνοις τοῖς Ἑβδομήκοντα εἰρημένον, ἑτέρως εἶχε τὸ Ἑβραϊκὸν, ὃ μεταλαβὼν ὁ μὲν Ἀκύλας φησί· « Θεὸς ἄρα ἰσχυρὸς ἀποκρυπτόμενος, Θεὸς
« I the Lord made earth, and man upon it; I with My hand established the heaven, I gave command to all the stars, I raised up the King with righteousness, and all His ways are straight. This One shall build My city, and shall turn back the captivity of the people, not with ransoms, nor with gifts, said the Lord Sabaoth. » Thus far God the Maker of all things prophesies through the prophet concerning a certain King and Saviour about to build the commonwealth of godliness, and to ransom the captivity that befell human beings at the hands of demonic error; and next after these things the prophetic spirit hints at the subjection of the foreign nations wherewith they shall be subjected to Him Who is prophesied, and how those who will be subjected shall worship Him as God, and how they shall pray in Him, because a greater God dwells in Him, namely the supreme Father and God of all things. And the wording of the passage stands thus: « Thus says the Lord: Egypt has laboured, and the merchandise of the Ethiopians, and the Sabaeim, tall men, shall pass over to Thee, and shall be servants to Thee, and shall follow behind Thee bound in handcuffs, and young men shall worship, and in Thee shall they pray, because God is in Thee, and there is no God beside Thee. For Thou art God, and we did not know, God of Israel, Saviour. All who oppose Him shall be ashamed and confounded, and shall walk in shame. » Such is the prophecy. And I do not suppose anyone, even were he exceedingly perverse, can look directly in the face the manifestness and plainness of the wording, which so vividly introduces God the Saviour of Israel, and another God in Him: « The righteous shall worship Thee, » he says, « and in Thee shall they pray, because God is in Thee, and there is no God beside Thee; for Thou art God, and we did not know, God of Israel, Saviour. » Now the phrase « we did not know, » spoken from the person of those who previously had not recognized Him among the Seventy alone, the Hebrew had differently, rendering which Aquila indeed says: « Truly Thou art a strong God hiding Himself, God
Notes, col. 369

On the reading

Printed Πατέρι, for Πατρί.

Printed τήν, for τὴν.

PG 22:372Read from the page
Ἰσραὴλ σώζων· » ὁ δὲ Θεοδοτίων· « Διὰ τοῦτο ἰσχυρὸς κρυφαῖος Θεὸς σώζων. » Σφόδρα θαυμαστῶς κρυφαῖον Θεὸν τὸν Χριστὸν ὀνομάζει· καὶ τὴν αἰτίαν δὲ, δι' ἣν Θεὸν αὐτὸν μόνον ὡς ἐν γεννητοῖς μετὰ τὸ πρῶτον καὶ ἀγέννητον ἀποκαλεῖ, σαφῶς ἐκδιδάσκει, τὴν τοῦ Πατρὸς ἐν αὐτῷ κατοίκησιν· « Ἐν τούτῳ γὰρ, » κατὰ τὸν θεῖον ἀπόστολον, « εὐδόκησε πᾶν τὸ πλήρωμα τῆς θεότητος κατοικῆσαι. » Τοῦτο δηλοῖ φάσκουσα ἡ λέξις· « Ὅτι ἐν σοὶ ὁ Θεός ἐστι, καὶ οὐκ ἔστι Θεὸς πλὴν σοῦ. » Ἀντὶ δὲ τοῦ, « πλὴν σοῦ, » « πλὴν αὐτοῦ, » ὁ Θεοδοτίων πεποίηκεν, ἵν' ᾖ· « Οὐκ ἔστι Θεὸς πλὴν αὐτοῦ, » δηλαδὴ τοῦ ἐν σοὶ Θεοῦ, δι' ὃν καὶ σὺ τυγχάνεις ὢν Θεός. Κατὰ δὲ τὸν Ἀκύλαν οὕτως ἔχει· « Πλὴν ἐν σοὶ ἰσχυρὸς, καὶ οὐκ ἔστιν ἔτι παρὰ σοί. Θεὸς ἄρα ἰσχυρὸς καὶ ἀποκρυπτόμενος, Θεὸς σώζων. » Κατὰ δὲ τὸν Σύμμαχον μόνον· « Ἐν σοὶ Θεὸς, καὶ οὐκ ἔστιν ἔτι, οὐδ' ὑπάρχει Θεός· ὄντως σὺ Θεὸς κρυφαῖος, Θεὸς Ἰσραὴλ σώζων. » Δι' ὧν τὸ αἴτιον τοῦ εἶναι Θεὸν τὸν Χριστὸν τοῦ Θεοῦ, σαφῶς ὁ λόγος παρέστησεν. « Ἐπεὶ γὰρ ἐν σοὶ, » φησὶν, « ἐστὶ Θεὸς, διὰ τοῦτο σὺ Θεὸς ἰσχυρὸς καὶ κρυφαῖος. » Οὐκοῦν διὰ τούτων ὁ μὲν ἀληθὴς καὶ μόνος Θεὸς, εἷς ἂν εἴη, μόνος κυρίως τυγχάνων τῆς προσηγορίας· ὁ δὲ δεύτερος μετουσίᾳ τοῦ ἀληθοῦς τῆς κοινωνίας ἠξίωται, οὔτε ὢν καθ' ἑαυτὸν, οὔτε ὑφεστὼς δίχα τοῦ θεοποιοῦντος αὐτὸν Πατρὸς, οὔτ' ἄνευ τοῦ Πατρὸς θεολογούμενος, ἀλλ' ὅλον αὐτὸ τοῦτο ὤν τε καὶ ζῶν καὶ ὑφεστὼς, διὰ τὸν ἐν αὐτῷ Πατέρα, συνών τε τῷ Πατρὶ, καὶ ἐξ αὐτοῦ, καὶ δι' αὐτὸν θεοποιούμενος, τό τε εἶναι ὁμοῦ καὶ τὸ Θεὸς εἶναι οὐκ ἐξ ἑαυτοῦ, παρὰ δὲ τοῦ Πατρὸς ἐσχηκώς. Διὸ δὴ μετὰ τὸν Πατέρα τιμᾷν καὶ αὐτὸν ὡς Θεὸν ἐδιδάχθημεν, διὰ τὸν ἐν αὐτῷ κατοικοῦντα Θεὸν, ὡσπεροῦν αἱ μετὰ χεῖρας περιέχουσι προφητεῖαι. Ὡς γὰρ ἂν τιμηθείη βασιλέως εἰκὼν διὰ τὸν, οὗ τοὺς χαρακτῆρας καὶ τὴν ὁμοίωσιν φέρει (τιμωμένης δὲ τῆς εἰκόνος, καὶ τοῦ βασιλέως αὐτοῦ, εἷς ἂν ὁ τιμώμενος καὶ οὐ δύο. Οὐ γὰρ δύο βασιλεῖς, ὅ τε πρῶτος καὶ ἀληθὴς, καὶ ὁ ἐπὶ τῆς εἰκόνος τετυπωμένος, εἷς δ' ὁ κατ' ἀμφοτέρων, οὐ μόνον νοούμενος, ἀλλὰ καὶ ὀνομαζόμενος καὶ τιμώμενος), οὕτω δῆτα καὶ ὁ μονογενὴς Υἱὸς, εἰκὼν ὢν μόνος τοῦ Θεοῦ τοῦ ἀοράτου, εἰκότως διὰ τὸν, οὗ φέρει ὁμοίωσιν, εἰκών τε ἀνηγόρευται τοῦ ἀοράτου Θεοῦ, θεοποιεῖταί τε πρὸς αὐτοῦ τοῦ Πατρός· οὕτω πεφυκὼς τὴν οὐσίαν, αὐτόθεν τε ἀπὸ πρώτης ὑπάρξεως φυσικὴν, ἀλλ' οὐκ ἐπίκτητον τὴν εἰκόνα τοῦ Πατρὸς ἐπαγόμενος. Διὸ καὶ φύσει Θεὸς ὁμοῦ καὶ μονογενὴς Υἱὸς ὢν τυγχάνει, οὐχὶ δὲ ὁμοίως τοῖς ἔξωθεν εἰσποιουμένοις, ἐπισυμβεβηκός τε τὸ ἀξίωμα τῆς τοῦ Θεοῦ προσηγορίας ἐπέχουσι. Πλὴν εἰ καὶ φύσει μονογενὴς Υἱὸς καὶ Θεὸς ἡμῶν ἀνευφημεῖται, ἀλλὰ οὐχ ὁ πρῶτος Θεὸς, πρῶτος δὲ τοῦ Θεοῦ μονογενὴς Υἱὸς, καὶ διὰ τοῦτο Θεός. Καὶ ὅλον γε τοῦτο αἴτιον ἂν εἴη τοῦ καὶ αὐτὸν εἶναι Θεὸν, τὸ μόνον εἶναι φύσει τοῦ Θεοῦ Υἱὸν, καὶ μονογενῆ χρηματίζειν, καὶ τὸ δι' ὅλου σώζειν τοῦ μόνου Θεοῦ τὴν ἔμψυχον καὶ ζῶσαν νοερὰν
Israel, Who saves"; and Theodotion: "Therefore a strong, hidden God Who saves." Very marvellously does it name Christ a hidden God; and it also clearly teaches the reason why, among begotten beings after the First and Unbegotten, it calls Him alone God, namely the Father's indwelling in Him: "For in Him," according to the divine Apostle, "all the fullness of deity was pleased to dwell." The wording declares this when it says: "Because in Thee is God, and there is no God beside Thee." And instead of "beside Thee," Theodotion has made it "beside Him," so that it may be: "There is no God beside Him," namely the God Who is in Thee, on Whose account Thou also art indeed God. And according to Aquila it runs thus: "Only, a strong One is in Thee, and there is none any more beside Thee. God therefore is strong and hidden, a God Who saves." And according to Symmachus alone: "In Thee is God, and there is none any more, nor does a God exist; truly Thou art a hidden God, the God of Israel, Who saves." Through these words the discourse has clearly presented the cause of the Christ of God's being God. "For since in Thee," it says, "is God, therefore Thou art a strong and hidden God." Accordingly, through these things, the true and only God would be One, alone properly possessing the title; while the Second, by participation in the True, has been deemed worthy of the fellowship, neither existing of Himself, nor subsisting apart from the Father Who makes Him God, nor spoken of as God without the Father, but being and living and subsisting in this whole very thing on account of the Father Who is in Him, both being with the Father, and from Him, and made God through Him, having received both His being and His being God together not from Himself, but from the Father. Wherefore indeed after the Father we have been taught to honour Him also as God, on account of God Who dwells in Him, just as the prophecies now in hand contain. For as a king's image might be honoured on account of him whose features and likeness it bears (yet when both the image and the king himself are honoured, he who is honoured would be one and not two; for there are not two kings, the first and true one, and the one stamped upon the image, but one spoken of across both, not only conceived in thought, but also named and honoured), so indeed the only-begotten Son also, being alone the image of the invisible God, reasonably on account of Him Whose likeness He bears, has both been proclaimed image of the invisible God, and is made God by the Father Himself; being thus constituted in His essence, and bringing with Him directly from His first existence the Father's image as natural, and not acquired. Wherefore He happens to be by nature at once God and only-begotten Son, and not in like manner with those who are adopted from without and hold the dignity of the title of God as something supervenient. Yet even though by nature He is acclaimed only-begotten Son and our God, still He is not the first God, but the first only-begotten Son of God, and on this account God. And this whole thing altogether would be the cause of His also being God: that He alone is by nature Son of God, and is styled Only-begotten, and preserves throughout the only God's animate and living rational
PG 22:373Read from the page
εἰκόνα, κατὰ πάντα τῷ Πατρὶ παρωμοιωμένην, καὶ τῆς θεότητός τε αὺτῆς τὴν ὁμοίωσιν ἐπιφερομένην. Ταύτῃ τοιγαροῦν καὶ αὐτὸν, ὡσὰν μόνον Υἱὸν καὶ μόνον εἰκόνα ὄντα τοῦ Θεοῦ, καὶ τῆς ἀγεννήτου καὶ ἀνάρχου τοῦ Πατρὸς οὐσίας τὰς δυνάμεις κατὰ τὸ παράδειγμα τῆς ὁμοιώσεως περιβεβλημένον, ὑπό τε τοῦ πάντων τεχνικωτάτου καὶ πανεπιστήμονος ζωγράφου τε καὶ ζωοποιοῦ Πατρὸς εἰς τὸ ἔτι ἀκριβὲς τῆς ὁμοιώσεως ἀπειργασμένον, Θεὸν εἰκότως οἱ θεῖοι ἀναγορεύουσι λόγοι, ὡς καὶ ταύτης μετὰ τῶν ἄλλων παρὰ τοῦ Πατρὸς ἠξιωμένον προσηγορίας, εἰληφότα τε, ἀλλ' οὐκ ἰδιόκτητον αὐτὴν ἐσχηκότα. Ὁ μὲν γὰρ δίδωσιν, ὁ δὲ λαμβάνει· ὥστε κυρίως καὶ ἕνα ἐκεῖνον εἶναι Θεὸν, καὶ μόνον μὲν καὶ φύσει ὄντα, καὶ μὴ παρ' ἑτέρου λαβόντα· τὸν δὲ τῶν δευτερείων ἠξιῶσθαι, καὶ τὸ Θεὸν εἶναι λαβόντα παρὰ τοῦ Πατρὸς ἔχειν, ὡσὰν εἰκόνα τοῦ Θεοῦ, μιᾶς ἐπ' ἀμφοῖν κατὰ τὸ παράδειγμα τῆς θεότητος ἐπινοουμένης, ἑνός τε ὄντες Θεοῦ τοῦ καθ' ἑαυτὸν ἀνάρχως καὶ ἀγεννήτως ὄντος, διὰ δὲ τοῦ Υἱοῦ, ὡσὰν δι' ἐσόπτρου καὶ εἰκόνος, ἐπιθεωρουμένου. Τοῦτό τοι καὶ τὸ πνευματικὸν παιδεύει λόγιον, οὐκ ἄλλως φάσκον Θεὸν εἶναι προσκυνητὸν τὸν δηλούμενον, ἀλλ' ἢ διὰ τὸν ἐνοικοῦντα αὐτῷ Πατέρα· « Ἐν σοὶ » γὰρ, φησὶ, « προσεύξονται· ὅτι ἐν σοὶ ὁ Θεός ἐστι. » Καὶ σὺ δὲ αὐτὸς, Θεὸς ὢν, Σωτὴρ τοῦ Ἰσραὴλ τυγχάνεις· καὶ διὰ τοῦτο ἰσχυρὸς καὶ κρυφαῖος Θεὸς εἶ· « ἐπεὶ ἐν σοὶ ὁ Θεὸς, καὶ οὐκ ἔστιν ἔτι πλὴν αὐτοῦ. » Ἀντὶ δὲ τοῦ, « ἐκοπίασεν Αἴγυπτος, » τὸ Ἑβραϊκὸν, καὶ οἱ λοιποὶ πάντες ἑρμηνευταὶ, « κόπος Αἰγύπτου, » ἐκδεδώκασιν, ἵν' ᾖ τὸ λεγόμενον τοιοῦτον· « Σοὶ προσκυνήσουσι, καὶ σοὶ ἔσονται δοῦλοι, ὁ κόπος Αἰγύπτου, καὶ ἡ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σεβωείμ· » δι' ὧν βάρβαρα, οἶμαι, καὶ ἄσημά τινα ἔθνη δηλοῦσθαι, καὶ πάντα ὅσα ἤδη πάλαι πρότερον τῇ δαιμονικῇ τετρύχωτο δεισιδαιμονίᾳ. Ἐπειδὴ γὰρ Αἰγύπτιοι ἐδόκουν πάντων τῶν ἐθνῶν δεισιδαιμονέστατοι τυγχάνειν, πρῶτοί τε κατάρξαι τῆς εἰδωλολάτρου πλάνης, εἰκότως πρώτους αὐτοὺς τίθησιν ὑποταγησομένους τῷ Χριστῷ· καὶ δι' αὐτῶν καὶ τὰ περὶ τῶν λοιπῶν εἰδωλαλατρῶν φανερὰ καθιστᾶσα. Καὶ ταῦτα πεπλήρωται ἐπὶ τοῦ Σωτῆρος καὶ Κυρίου ἡμῶν, τῷ ἐν πᾶσιν ἔθνεσι προσκυνεῖσθαι καὶ δουλεύειν αὐτῷ μυρία πλήθη τῶν ἀνὰ τὴν οἰκουμένην ἐθνῶν. Αἰθίοπας δὲ καὶ Σεβωεὶμ, τοὺς ἐνταῦθα προσκυνήσειν τῷ Χριστῷ προφητευομένους, καὶ διὰ τοῦ οαʹ ψαλμοῦ ἡγοῦμαι δηλοῦσθαι, δι' ὧν εἴρηται· « Ἐνώπιον αὐτοῦ προσπεσοῦνται Αἰθίοπες, καὶ βασιλεῖς Ἀράβων, καὶ Σαβὰ δῶρα προσάξουσι· καὶ προσκυνήσουσιν αὐτῷ. » Δῆλον ἐκ τῆς συμφράσεως, ὅτι τῷ ἐν ἐκείνοις προφητευομένῳ Χριστῷ προσκυνήσουσιν.
image, assimilated in all respects to the Father, and bearing upon it the likeness of very deity itself. In this way therefore the divine oracles reasonably proclaim Him also God, inasmuch as He alone is Son and alone image of God, and is clothed with the powers of the Father's unbegotten and unoriginate essence according to the pattern of likeness, and has been wrought to the still greater exactness of likeness by the Father Who is of all the most skilful and all-wise painter and life-giver, as having been deemed worthy by the Father of this title also along with the rest, and having received it, yet not having possessed it as His own private property. For the One gives, and the Other receives; so that properly that One alone is God, existing both alone and by nature, and not having received from another; whereas the Other has been deemed worthy of the second rank, and holds His being God as received from the Father, inasmuch as He is the image of God, one deity being conceived in both according to the pattern, and God being One, Who exists of Himself without beginning and unbegottenly, and is contemplated through the Son as through a mirror and image. This indeed the spiritual oracle also teaches, saying that He Who is signified is an adorable God in no other way than on account of the Father Who dwells in Him; for "In Thee," it says, "shall they pray, because in Thee is God." And Thou Thyself also, being God, art indeed Saviour of Israel; and on this account Thou art a strong and hidden God: "since in Thee is God, and there is none any more beside Him." And instead of "Egypt has laboured," the Hebrew and all the rest of the translators have rendered "the labour of Egypt," so that what is said may be such as this: "Thee shall they worship, and to Thee shall they be servants, the labour of Egypt, and the merchandise of the Ethiopians, and the Seboim"; by which I think certain barbarous and obscure nations are signified, and all such as long ago before this had been worn down by demonic superstition. For since the Egyptians seemed to be the most superstitious of all nations, and first to have begun idolatrous error, the prophecy reasonably sets them down first as about to be subjected to Christ, through them making plain also what concerns the rest of the idolaters. And these things have been fulfilled in the case of our Saviour and Lord, in that among all nations countless multitudes of the nations throughout the inhabited world worship and serve Him. And the Ethiopians and Seboim, who are here prophesied as about to worship Christ, I think are also signified through the 71st Psalm, in the words where it is said: "Before Him the Ethiopians shall fall down, and the kings of the Arabs and Saba shall bring gifts; and they shall worship Him." It is clear from the context that they will worship the Christ prophesied in those words.
Notes, col. 373

On the reading

Printed αὺτῆς, for αὐτῆς.

Printed ὄντες, for ὄντος.

Printed εἰδωλαλατρῶν, for εἰδωλολατρῶν.

PG 22:376Read from the page
ΚΕΦΑΛΑΙΟΝ Εʹ.
Chapter V.
Ψαλμοῦ λβʹ. — Ὡς Θεοῦ Λόγον οὐσιώδη κατ' ἐπικέλευσιν τοῦ Πατρὸς, ὁμοίως ἡμῖν οἶδε δημιουργὸν τῶν ἁπάντων ὁ Δαβίδ· καὶ ὡς τὸν αὐτὸν τοῦ Θεοῦ Λόγον ὁ αὐτὸς προφήτης ἐπὶ θεραπείᾳ τῶν ἀνθρώπων ἐκ τοῦ Πατρὸς ἀπεστάλθαι μαρτυρεῖ· καὶ ὡς ἐν βραχεῖ χρόνῳ τὴν σύμπασαν γῆν πληρώσειν τῆς αὐτοῦ διδασκαλίας θεσπίζει.
From Psalm 32. — How David, in like manner as we, knows the substantial Word of God as Maker of all things at the Father's bidding; and how the same prophet testifies that the same Word of God was sent forth from the Father for the healing of men; and how he foretells that in a brief time He will fill the whole earth with His teaching.
« Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, καὶ τῷ πνεύματι τοῦ στόματος αὐτοῦ πᾶσα ἡ δύναμις αὐτῶν. » Καὶ ἐν ρϛʹ δὲ ψαλμῷ εἴρηται· « Ἀπέστειλε τὸν Λόγον αὐτοῦ, καὶ ἰάσατο αὐτοὺς, καὶ ἐῤῥύσατο αὐτοὺς ἐκ τῶν διαφθορῶν αὐτῶν. » Καὶ πάλιν ἐν ρμζʹ· « Ὁ ἀποστέλλων τὸ λόγιον αὐτοῦ τῇ γῇ, ἕως τάχους δραμεῖται ὁ λόγος αὐτοῦ. » Ἀλλὰ γὰρ τῷ μετὰ χεῖρας ψαλμῷ, φάσκοντι, « Τῷ Λόγῳ Κυρίου οἱ οὐρανοὶ ἐστερεώθησαν, » συνᾴδει τὸ ἱερὸν Εὐαγγέλιον, διαῤῥήδην λέγον· « Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λόγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Οὗτος ἦν ἐν ἀρχῇ πρὸς τὸν Θεόν· πάντα δι' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. » Θεὸν εἰκότως τὸ Εὐαγγέλιον ὀνομάζει· ἐπεὶ καὶ διὰ τῶν πρόσθεν αὐτὸς οὗτος ὁ νῦν θεολογούμενος Λόγος, καὶ σοφία, καὶ γέννημα Θεοῦ, καὶ ἱερεὺς, καὶ Χριστὸς, καὶ βασιλεὺς, καὶ Κύριος, καὶ Θεὸς, καὶ εἰκὼν ἀνηγόρευτο τοῦ Θεοῦ. Καὶ ὅτι γε, ἕτερος ὢν τοῦ Πατρὸς, ὑπουργὸς ἦν αὐτοῦ, ὥστε ἐπικελευομένου τοῦ μείζονος αὐτὸν δημιουργεῖν, ἐξῆς κατὰ τὸν παρόντα ἐπιλέγει ψαλμόν· « Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ· ὑπ' αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες οἰκουμένην. Ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. » Πρόδηλον γὰρ, ὡς ὁ λέγων, ἑτέρῳ λέγει· καὶ ὁ ἐντελλόμενος, ἑτέρῳ παρ' ἑαυτὸν ἐντέλλεται. Σαφῶς δὲ ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν ἐνανθρωπήσει, μυρία πλήθη ἐκ πάσης τῆς γῆς, τοῦτ' ἔστιν ἐξ ἁπάντων τῶν ἐπὶ τῆς γῆς ἐθνῶν, οὐκέτι ὡς τὸ πρὶν τοὺς δαίμονας, ἀλλ' αὐτὸν ἐφοβήθη τὸν Κύριον Ἰησοῦν· πάντες τε οἱ κατοικοῦντες τὴν οἰκουμένην ἐσαλεύθησαν ἐπὶ τῷ τοῦ Χριστοῦ ὀνόματι, ἀκολούθως τῷ νῦν φάσκοντι λογίῳ· « Φοβηθήτω τὸν Κύριον πᾶσα ἡ γῆ, ὑπ' αὐτοῦ δὲ σαλευθήτωσαν πάντες οἱ κατοικοῦντες τὴν οἰκουμένην. » Ταῦτα μὲν οὖν ἐκ τοῦ βʹ καὶ λʹ ψαλμοῦ. Σύμφωνα δὲ τούτοις εὕροις ἂν καὶ ἐν ρμηʹ ψαλμῷ, ὃς διδάσκει οὐ τὰ περὶ γῆν μόνα, ἀλλὰ καὶ τὰ κατ' οὐρανὸν, καὶ συλλήβδην ἅπασαν τὴν κτίσιν, κατ' ἐπικέλευσιν τοῦ τῶν ὅλων Θεοῦ γεγονέναι. Λέγει δ' οὖν· « Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν, αἰνεῖτε αὐτὸν ἐν τοῖς ὑψίστοις. Αἰνεῖτε αὐτὸν πάντες ἄγγελοι αὐτοῦ, αἰνεῖτε αὐτὸν πᾶσαι αἱ δυνάμεις αὐτοῦ. Αἰνεῖτε αὐτὸν ἥλιος καὶ σελήνη, αἰνεῖτε αὐτὸν πάντα τὰ ἄστρα καὶ τὸ φῶς· ὅτι αὐτὸς εἶπε, καὶ ἐγενήθησαν· αὐτὸς ἐνετείλατο, καὶ ἐκτίσθησαν. » Εἰ γὰρ αὐτὸς ἐνετείλατο, καὶ τίς ἦν τοσοῦτος, ὡς τὴν περὶ τῶν τηλικούτων ἐντολὴν ὑποδέξασθαι, ἢ ὁ τοῦ Θεοῦ Λόγος; ὁ ποικίλως διὰ τῆς παρούσης ἡμῖν ὑποθέσεως θεολογούμενος, καὶ Λόγος Θεοῦ προσαγορευόμενος εἰκότως, ὅτι δὴ τοὺς τῶν ἁπάντων δημιουργικούς τε καὶ
"By the Word of the Lord the heavens were established, and all their power by the spirit of His mouth." And in the 106th Psalm also it is said: "He sent forth His Word, and healed them, and delivered them out of their destructions." And again in the 147th: "He Who sends forth His oracle to the earth, swiftly shall His word run." Moreover, with the Psalm now in hand, which says, "By the Word of the Lord the heavens were established," the sacred Gospel agrees, expressly saying: "In the beginning was the Word, and the Word was with God, and the Word was God. This One was in the beginning with God; all things came into being through Him, and apart from Him not even one thing came into being." Reasonably does the Gospel name Him God; since through what went before as well, this very Word Who is now spoken of as God had been proclaimed both wisdom, and offspring of God, and priest, and Christ, and king, and Lord, and God, and image of God. And that, being other than the Father, He was His minister, so that at the bidding of the Greater He Himself created, the prophet next subjoins in the present Psalm: "Let all the earth fear the Lord, and by Him let all who inhabit the world be shaken. Because He Himself spoke, and they came into being; He Himself commanded, and they were created." For it is manifest that he who speaks, speaks to another; and he who commands, commands another beside himself. And clearly, at our Saviour's incarnation, countless multitudes from all the earth, that is, from all the nations upon the earth, no longer feared the demons as formerly, but the Lord Jesus Himself; and all who inhabit the world were shaken at the name of Christ, in accordance with the oracle now saying: "Let all the earth fear the Lord, and by Him let all who inhabit the world be shaken." These things, then, are from the 32nd Psalm. And things consonant with these you would find also in the 148th Psalm, which teaches that not only the things upon earth, but also the things in heaven, and summarily the whole creation, came into being at the bidding of the God of all. Accordingly it says: "Praise the Lord from the heavens, praise Him in the highest. Praise Him, all His angels; praise Him, all His powers. Praise Him, sun and moon; praise Him, all the stars and the light; because He Himself spoke, and they came into being; He Himself commanded, and they were created." For if He Himself commanded, who indeed was so great as to receive the command concerning things so mighty, save the Word of God? Who in manifold ways throughout our present treatise is spoken of as God, and is reasonably addressed as Word of God, because indeed the creative and
Notes, col. 376

On the reading

Printed ἐξῆς, for ἑξῆς.

PG 22:377Read from the page
ποιητικοὺς λόγους ὁ παντοκράτωρ ἐν αὐτῷ καταβέβληται, λόγῳ καὶ τάξει τὰ σύμπαντα διέπειν αὐτῷ καὶ διακυβερνᾷν παραδούς. Μὴ γὰρ οὖν τις ὑπολάβοι τῷ παρὰ ἀνθρώποις ἐκ συλλαβῶν συνεστῶτι, ἔκ τε ὀνομάτων καὶ ῥημάτων συγκειμένῳ, ἐνάρθρῳ καὶ προφορικῷ λόγῳ τὸν τοῦ Θεοῦ παρόμοιον τυγχάνειν· ὅτι δὴ ὁ παρ' ἡμῖν λόγος ἐν φωναῖς καὶ συλλαβαῖς, καὶ τοῖς διὰ τούτων σημαινομένοις κέκτηται τὴν οὐσίαν, διὰ γλώττης καὶ ἀρτηριῶν, φάρυγγός τε καὶ στόματος προφερόμενος· ὁ δὲ τῆς ἀϊδίου καὶ ἀσωμάτου φύσεως, πάντη κατὰ πάντα τοῦ καθ' ἡμᾶς παρηλλαγμένος, οὐδὲν ἀνθρώπειον ἐπάγοιτ' ἂν, μόνῃ κεχρημένος τῇ τῆς προσρήσεως ὁμωνυμίᾳ· ἐπεὶ μήτε φωνὴν τὴν δι' ἀέρος κρούσεως ὑφισταμένην, μήτε ῥήματα, μήτε συλλαβὰς, μήτε γλῶτταν, μήτε στόμα, μήτε ὅλως τι τῶν ἀνθρωπείων καὶ θνητῶν ἐπὶ τοῦ τῶν ὅλων Θεοῦ παραληπτέον. Ψυχῆς γὰρ ἂν εἴη ὁ λόγος οὗτος, ὁ οὐδαμῶς οἷός τε καθ' ἑαυτὸν δίχα ψυχῆς εἶναι, ἢ ὑποστῆναι. Τοιόσδε γὰρ ὁ ἐν ἀνθρώποις λόγος, ἰδίως μὲν ἀνούσιος ὢν καὶ ἀνυπόστατος, ὅλον δὲ αὐτὸ κίνησίς τε καὶ ἐνέργεια διανοίας τυγχάνων. Ἀλλὰ γὰρ οὐ καὶ ὁ τοῦ Θεοῦ τοιοῦτος, ἔχων δὲ καθ' ἑαυτὸν οἰκείαν ὑπόστασιν πάνυ θείαν καὶ νοερὰν, ἰδίως μὲν ὑφεστῶσαν, ἰδίως δ' αὖ πάλιν ἐνεργοῦσαν, ἄϋλόν τε οὖσαν καὶ ἀσώματον, καὶ κατὰ πάντα τῇ τοῦ πρώτου καὶ ἀγεννήτου καὶ μόνου Θεοῦ φύσει παρωμοιωμένην, τοὺς τῶν γεννητῶν ἁπάντων λόγους, καὶ τὰς τῶν ὁρωμένων ἀσωμάτους τε καὶ ἀοράτους ἰδέας ἐν αὐτῇ φέρουσαν. Διὸ καὶ σοφίαν αὐτὴν, καὶ Θεὸν Λόγον οἱ θεῖοι χρησμοὶ προσαγορεύουσιν.
productive principles of all things the Almighty has deposited in Him, handing over all things to Him to administer and govern by reason and order. Let no one, then, suppose that the Word of God happens to be like the articulate and uttered word among men, which consists of syllables and is compounded of nouns and verbs; because indeed the word among us possesses its being in vocal sounds and syllables and the things signified through these, being uttered through tongue and windpipes, throat and mouth; whereas That of the eternal and incorporeal nature, differing altogether in all respects from the word among us, could bring in nothing human, using only the homonymy of the address; since neither voice subsisting through the striking of air, nor verbs, nor syllables, nor tongue, nor mouth, nor anything at all of human and mortal things is to be assumed in the case of the God of all. For such a word would belong to a soul, being in no way able of itself apart from a soul either to be or to subsist. For of such a kind is the word among men, privately being unsubstantial and non-subsistent, and in its whole self happening to be a movement and activity of thought. Yet the Word of God is not also such, but possesses of Himself His own proper hypostasis, altogether divine and rational, both subsisting individually and again acting individually, being immaterial and incorporeal, and assimilated in all respects to the nature of the first and unbegotten and only God, bearing within itself the principles of all begotten things and the incorporeal and invisible forms of things seen. Wherefore the divine oracles address it both as Wisdom and as God the Word.
ΚΕΦΑΛΑΙΟΝ Ϛʹ.
Chapter VI.
Ὡς καὶ Ἠσαΐας δύο Κυρίους ὁμοίως τῷ Δαβὶδ ὁμολογεῖ, καὶ τὸν δεύτερον δημιουργὸν εἶναι τῶν ὅλων, ὡσπεροῦν καὶ αὐτοὶ δοξάζομεν.
How Isaiah also, in like manner as David, confesses two Lords, and the Second to be Maker of all things, just as we ourselves also hold.
« Ἄκουέ μου, Ἰακὼβ καὶ Ἰσραὴλ, ὃν ἐγὼ καλῶ. Ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσε τὸν οὐρανόν. Καλέσω αὐτοὺς, καὶ στήσονται ἅμα, καὶ συναχθήσονται πάντες, καὶ ἀκούσονται, τίς αὐτοῖς ἀνήγγειλε ταῦτα. Κύριος ἀγαπῶν σε, ἐποίησε τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα, τοῦ ἆραι σπέρμα Χαλδαίων. Ἐγὼ ἐλάλησα, καὶ ἐγὼ ἐκάλεσα. Ἤγαγον αὐτὸν, καὶ εὐώδωσα τὴν ὁδὸν αὐτοῦ. Προσαγάγετε πρὸς μὲ, καὶ ἀκούσατε ταῦτα. Οὐκ ἀπ' ἀρχῆς ἐν κρυφῇ λελάληκα. Ἡνίκα ἐγένετο, ἐκεῖ ἤμην. Καὶ νῦν Κύριος Κύριος ἀπέσταλκέ με, καὶ τὸ πνεῦμα αὐτοῦ. » Ὅρα δὴ καὶ νῦν τίνα τρόπον ὁ φήσας, « Ἐγώ εἰμι ὁ πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα, ὁ τὴν γῆν καὶ τὸν οὐρανὸν συστησάμενος, » ἐναργῶς οὕτως ἀπεστάλθαι ὁμολογεῖ ὑπὸ Κυρίου Κυρίου, οὕτω τὸν Πατέρα συνήθως δὶς Κύριον ἀναγορεύων, ὡς ἂν ἔχοις καὶ ταύτην ἀναμφίλεκτον τοῦ ζητουμένου τὴν μαρτυρίαν. Πρῶτον δὲ αὐτὸν ὡς ἐν γεννητοῖς εὐσεβῶς εἶναι λέγει, τὴν ἄναρχον καὶ ἀγέννητον
"Hearken to Me, Jacob, and Israel whom I call. I am first, and I am for ever, and My hand founded the earth, and My right hand established the heaven. I will call them, and they shall stand together, and all shall be gathered, and shall hear who declared these things to them. Out of love for you, the Lord has done your will upon Babylon, to take away the seed of the Chaldeans. I spoke, and I called. I led him, and prospered his way. Draw near to Me, and hear these things. From the beginning I have not spoken in secret; when it came to be, there I was. And now the Lord, the Lord, has sent Me, and His Spirit." See now too in what manner He Who said, "I am the first, and I am for ever, Who framed the earth and the heaven," confesses that He has thus manifestly been sent by the Lord, the Lord, thus customarily proclaiming the Father twice Lord, so that you may have this testimony also as an indisputable proof of what is sought. And he piously says that He is first as among begotten beings, assigning the unoriginate and unbegotten