Migne Reading Room

PG 22 · cols. 356–365 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:356Read from the page
ἀνεπιλογίστως ἡμῖν, ζῶντος Θεοῦ ζῶσά τις, καὶ καθ' αὑτὴν ὑφεστῶσα ἀΰλως, καὶ ἀσωμάτως, καὶ τοῦ ἐναντίου παντὸς ἀμιγῶς, ἀλλ' οὐχ οἵα τις πάλιν ἡ παρ' ἡμῖν εἰκὼν, ἕτερον μὲν ἔχουσα τὸ κατ' οὐσίαν ὑποκείμενον, ἕτερον δὲ τὸ εἶδος, ἀλλ' ὅλον αὐτὸ, εἶδος ὢν, καὶ αὐτοουσία τῷ Πατρὶ ἀφομοιούμενος. Οὕτω δὲ καὶ ζωτικωτάτη τοῦ Πατρὸς εὐωδία τυγχάνει, ἀῤῥήτως ἡμῖν πάλιν καὶ ἀνεπιλογίστως· ἐπεὶ καὶ πάντα ὅσα ἐστὶ περὶ αὐτὸν ἀληθῆ, ἄῤῥητα ἂν εἴη ἀνθρώπων φωναῖς, καὶ λογισμοῖς θνητῶν ἀνεπιλόγιστα, κατὰ τὸν ἀκριβῆ λόγον. Ἀλλὰ γὰρ ὡς ἡμῖν ἀκούειν φίλον, τοιῶσδε καὶ τὰ λόγια παιδεύει. Ἢ οὐχὶ καὶ Χριστοῦ εὐωδίαν αὐτὸς ἑαυτὸν, καὶ τοὺς αὐτῷ παραπλησίους ὁ ἱερὸς Ἀπόστολος προσεῖπε διὰ τὴν τοῦ Χριστοῦ πνεύματος μετοχήν; μύρον τε ἐκκενωθὲν ὁ οὐράνιος Νυμφίος ἐν τοῖς Ἄσμασιν ἀνηγόρευται; Διὸ τῆς αὐτοῦ ἐκκενώσεως τὰ πάντα, ὁρατά τε καὶ ἀόρατα, σώματά τε καὶ ἀσώματα, λογικά τε καὶ ἄλογα, μετασχόντα, ἀναλόγως κατηξίωται μετουσίας καὶ τῆς τοῦ θείου Λόγου μετείληφε κοινωνίας. Ταύτης γε τῆς ἐνθέου πνοῆς τὴν ἀντίληψιν τοῖς τὰς λογικὰς αἰσθήσεις μὴ πεπηρωμένοις ὁ σύμπας ἀποδίδωσι κόσμος, ὡς τὰ τῇ φύσει γεώδη καὶ φθαρτὰ σώματα τῆς ἀΰλου καὶ ἀκηράτου εὐωδίας ἀποπνεῖν, πηγάζοντος μὲν ἄνωθεν τοῦ τῶν ὅλων Θεοῦ, ὃς, τοῦ μονογενοῦς αὐτοῦ Λόγου Πατὴρ ὢν, αὐτὸς ἂν εἴη τὸ πρῶτον καὶ κύριον καὶ μόνον ἀληθῶς ἀγαθὸν, ἀγαθοῦ γεννητικὸν, δευτερεύοντος δὲ, καὶ ὡσὰν ἀπὸ πρώτης καὶ ἡγουμένης οὐσίας ἐπιχορηγουμένου τοῦ Υἱοῦ, ὃς καὶ μόνος τῆς πατρικῆς οὐσίας εὐωδία τις ἡμῖν ἀνείρηται δουλεύουσι λογίῳ παιδεύοντι περὶ αὐτοῦ, ὅτι δὴ, « Ἀτμίς ἐστι τῆς τοῦ Θεοῦ δυνάμεως, καὶ ἀπόῤῥοια τῆς τοῦ Παντοκράτορος δόξης εἰλικρινὴς, καὶ ἀπαύγασμα φωτὸς ἀϊδίου, καὶ ἔσοπτρον ἀκηλίδωτον τῆς τοῦ Θεοῦ ἐνεργείας, καὶ εἰκὼν τῆς ἀγαθότητος αὐτοῦ. » Πλὴν ἀλλὰ ταῦτα ὅπη ἄν τις καὶ θέλοι, ταύτῃ τιθέσθω· ἡμῖν δὲ ἐξαρκεῖ τὸ ἀληθὲς ἐκεῖνο καὶ εὐσεβὲς αὖθις ἐπαναλαμβάνειν ῥῆμα, δι' οὗ καὶ τὴν λύσιν ἐπιθήσομεν τοῖς ἐξητημένοις πολλάκις ἤδη ἐπειπόντες· « Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; » Ἀνέφικτος γὰρ ὡς ἀληθῶς, καὶ οὐκ ἀνθρώποις μόνον, ἀλλὰ καὶ ταῖς πάσης ἐπέκεινα οὐσίας δυνάμεσιν, ἡ τοῦ Μονογενοῦς τοῦ Θεοῦ τυγχάνει γένεσις, ὡσπεροῦν καὶ αὐτὸς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν τοὺς οἰκείους μαθητὰς αὐτὰ δὴ ταῦτα μυσταγωγῶν, « Οὐδεὶς ἔγνω, » φησὶ, « τὸν Πατέρα, εἰ μὴ ὁ Υἱός· » ᾧ καὶ ἐπιλέγει· « Καὶ οὐδεὶς ἔγνω τὸν Υἱὸν, εἰ μὴ ὁ Πατήρ. » Ἀγνώστου τοίνυν ὁμοίως τῆς τε περὶ τοῦ Πατρὸς καὶ τῆς περὶ τοῦ Υἱοῦ θεολογίας τοῖς πᾶσι, πλὴν αὐτοῖς τυγχανούσης, ὡς ἐν ἀποῤῥήτοις ἐν ταῖς παρατεθείσαις τοῦ Σολομῶντος λέξεσι, τῆς Σοφίας ἀκουστέον λεγούσης· « Πρὸ τοῦ ὄρη ἑδρασθῆναι καὶ πλασθῆναι τὴν γῆν, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. » Ἔτι δέ φησι συμπαρεῖναι τῷ Πατρὶ τὸν οὐρανὸν κατασκευάζοντι· « Ἡνίκα γοῦν ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ. » Καὶ τὸ ἐξ ἀπείρων δὲ αἰώνων ἀΐδιον τῆς σὺν Πατρὶ διαμονῆς ἐμφαίνει, οἷς
unaccountably to us, a living one of the living God, and subsisting by itself immaterially, and incorporeally, and unmixed with anything contrary, yet not again such as the image among us, having one underlying substrate according to essence and another form, but being wholly that very thing, form and very essence, assimilated to the Father. Thus also He is a most life-giving fragrance of the Father, ineffably to us again and unaccountably; since indeed all things that are true concerning Him would be ineffable to human voices, and unaccountable to the reasonings of mortals, according to exact reckoning. Nevertheless, as it is dear to us to hear, in such manner also the oracles instruct us. Or did not the sacred Apostle also address himself, and those like him, as a fragrance of Christ because of their participation in the Spirit of Christ; and has not the heavenly Bridegroom been proclaimed in the Canticles as ointment poured out? Wherefore all things, visible and invisible, bodily and bodiless, rational and irrational, having partaken of His outpouring, have proportionally been counted worthy of participation and have shared in the fellowship of the divine Word. Of this divine breath indeed the whole world renders the perception to those not maimed in their rational senses, so that bodies by nature earthy and corruptible breathe forth the immaterial and undefiled fragrance, the God of the universe welling forth from above, Who, being Father of His only-begotten Word, would Himself be the first and principal and sole truly good, generative of good, while the Son holds the second place, and is supplied as it were from the first and leading essence, Who also alone has been proclaimed by us a certain fragrance of the paternal essence, as we serve an oracle instructing us concerning Him that « He is a breath of the power of God, and a pure effluence of the glory of the Almighty, and a radiance of everlasting light, and an unspotted mirror of the working of God, and an image of His goodness. » Yet let anyone place these matters in whatever way he may wish; for us it suffices to take up once more that true and pious saying, through which we shall also set the solution upon the things investigated, having already said it many times over: « Who shall declare His generation? » For truly unattainable, not to human beings only, but even to the powers beyond all essence, is the generation of the Only-begotten of God, just as also our Saviour and Lord Himself, initiating His own disciples into these very mysteries, says, « No one knows the Father, except the Son; » to which He also adds: « And no one knows the Son, except the Father. » Since, therefore, the theology both concerning the Father and concerning the Son is alike unknown to all except to Themselves, we must hear Wisdom speaking, as in mysteries in the cited words of Solomon: « Before the mountains were settled and the earth was formed, and before all hills, He begets me. » Moreover she says that she was present with the Father as He fashioned heaven: « When indeed He prepared the heaven, I was present with Him. » And she indicates the everlastingness, from infinite ages, of her abiding with the Father, by the words which
PG 22:357Read from the page
ἐπιλέγει· « Ἤμην παρ' αὐτῷ ἁρμόζουσα· ἐγὼ ἤμην ᾗ προσέχαιρε· καθ' ἡμέραν δὲ προσώπῳ αὐτοῦ προσέχαιρον. » Καὶ ἀβύσσους δὲ καὶ πηγὰς ὑδάτων, ὄρη τε καὶ βουνοὺς, καὶ ὅσα ἄλλα κατὰ τὸν τόπον κοινοῖς ῥήμασιν οἷς ἐπωνόμασται, ἤτοι περὶ τῆς τοῦ κόσμου συστάσεως, ἐκ μέρους τὸ πᾶν δηλοῦντος ἀκουστέον, ἢ τροπικώτερον ἐκληπτέον, ταῦτα μεταφέροντα τὰ σημαινόμενα ἐπὶ νοητὰς οὐσίας καὶ θείας δυνάμεις, ὧν πάντων πρωτότοκος Σοφία καὶ μονογενὴς καὶ πρωτόγονος τοῦ Θεοῦ προϋπέστη Λόγος, ὅντινα Χριστὸν ἡμεῖς προσαγορεύομεν, διδασκάλῳ μαθητευόμενοι τῷ Ἀποστόλῳ λέγοντι· « Χριστὸς Θεοῦ δύναμις, καὶ Θεοῦ σοφία. » Κέκληται δὲ ἐνταῦθα τῷ τῆς Σοφίας εἰκότως προσρήματι, ὡς τοῦ μόνου σοφοῦ Πατρὸς τὰς πανσόφους καὶ ἐπιστημονικὰς τῶν ὅλων θεωρίας τε... Λείπει τᾶλλα.
she adds: « I was beside Him fitting things together; I was she in whom He rejoiced; and daily I rejoiced before His face. » And abysses and springs of waters, mountains and hills, and whatever else in the passage has been named in common terms, must either be heard concerning the constitution of the world, as signifying the whole from a part, or be taken more figuratively, transferring the things signified to intelligible essences and divine powers, before all of which Wisdom the firstborn and only-begotten and first-begotten Word of God pre-existed, Whom we address as Christ, being instructed as disciples by the Apostle our teacher when he says: « Christ the power of God, and the wisdom of God. » And He has fittingly been called here by the appellation of Wisdom, as of the sole wise Father the all-wise and scientific contemplations of all things and... The rest is lacking.
ΚΕΦΑΛΑΙΟΝ Βʹ.
Chapter II.
(Ἀκέφαλον.)
(Lacking the beginning.)
Ἐν δὲ τῷ δευτέρῳ σκήπτρῳ βασιλικῷ τιμᾷ· ἐν δὲ τῷ τρίτῳ, τὴν κατ' ἀρετὴν αὐτῷ τελείωσιν μαρτυρεῖ· εἶτ' ἐπὶ τούτοις αὐτὸν δὴ τοῦτον τὸν Θεὸν καὶ βασιλέα κεχρίσθαι πρὸς τοῦ ἀνωτάτου διδάσκει Θεοῦ, καὶ ταύτῃ γε Χριστὸν γεγονέναι. Τί γὰρ ἂν καὶ ὀνομάσαιτό τις τὸν μὴ ὑπ' ἀνθρώπων μὲν, ὑπ' αὐτοῦ δὲ τοῦ ἐπὶ πάντων Θεοῦ κεχρισμένον; ἐπὶ τούτῳ γοῦν φησιν· « Ὦ Θεὲ (πρὸς τὸν χρισθέντα ἀποτεινόμενος), ἠγάπησας δικαιοσύνην, καὶ ἐμίσησας ἀδικίαν· διὰ τοῦτο γὰρ ἔχρισέ σε ὁ Θεὸς ὁ Θεός σου. » Ὡσεὶ ἔλεγεν· Ὁ ἐπὶ πάντων Θεὸς ἔχρισέ σε ἔλαιον ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου· ὥστε οὐδὲ κοινὸν καὶ γεῶδες τὸ δηλούμενον τοῦτο χρίσμα ἦν, οὐδὲ ὅμοιον τῷ παρὰ Μωσεῖ νενομοθετημένῳ καὶ φθαρτῆς ἐξ ὕλης κατεσκευασμένῳ, ᾧ φίλον ἦν τοὺς παλαιοὺς Ἑβραίων ἱερέας καὶ βασιλέας χρίεσθαι. Ἔνθεν ἡμῖν εἰκότως καὶ Θεὸς ὁμοῦ καὶ Χριστὸς ἀνηγόρευται, ὡσὰν μόνος μὴ δι' ἀνθρώπων, μηδ' ἐξ ἀνθρώπων, πρὸς αὐτοῦ δὲ τοῦ τῶν ὅλων Ποιητοῦ τῆς ἐνθέου χαρᾶς καὶ ἀγαλλιάσεως ἀσωμάτῳ καὶ θεοπρεπεῖ χρίσματι κεχρισμένος· διόπερ ἐνδίκως μόνος ἀγαθῶς καὶ κυρίως παρὰ τοὺς ὀνομαζομένους αὐτοῦ μετόχους Χριστὸς ἂν ἀναγορευθείη. Οἱ μέτοχοι δὲ αὐτοῦ τίνες ἂν εἶεν, ἢ οἱ οἷοί τε λέ-
And in the second He honours Him with a royal sceptre; and in the third He bears witness for Him to perfection according to virtue; then after these things he teaches that this very God and King has been anointed by the supreme God, and in this way indeed has become Christ. For what else could one even call Him Who has been anointed, not by human beings, but by the God over all Himself? Over this at least he says: « O God (directing his speech towards Him Who was anointed), Thou loved righteousness, and hated iniquity; for on account of this God, Thy God, anointed Thee. » As though he were saying: The God over all anointed Thee with oil of gladness beyond Thy fellows; so that this anointing here signified was neither common and earthy, nor like that enacted in the law under Moses and prepared out of corruptible matter, wherewith it was customary for the ancient priests and kings of the Hebrews to be anointed. Hence by us He has fittingly been proclaimed at once both God and Christ, inasmuch as He alone, not through human beings, nor from human beings, but by the Maker of the universe Himself, has been anointed with an incorporeal and divinely fitting anointing of divine joy and gladness; wherefore justly He alone in a goodly and proper sense beyond those named His fellows would be proclaimed Christ. And who would His fellows be, other than those able to
Notes, col. 357

On the reading

Printed τᾶλλα, for τἆλλα.

PG 22:360Read from the page
γειν· « Μέτοχοι γὰρ γεγόναμεν Χριστοῦ; » περὶ ὧν εἴρηται· « Μὴ ἅπτεσθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε. » Καὶ δὴ πεφηνότος διὰ τούτων σαφῶς τοῦ Χριστοῦ ἀγαπητοῦ, καὶ Θεοῦ, καὶ βασιλέως, ὥρα σε ζητεῖν, ὁ τηλικοῦτος πῶς ἐχθροὺς ἔχειν λέγεται, καὶ τίνας, καὶ δι' ἣν αἰτίαν, καθ' ὧν τὰ ἑαυτοῦ βέλη, καὶ τὴν ἑαυτοῦ ῥομφαίαν ἠκονήσατο, ὅπως τε οὐ δι' ὁπλιτικῆς παρατάξεως, ἀλλ' ἕνεκεν ἀληθείας καὶ πραότητος καὶ δικαιοσύνης μυρίους ὑπηγάγετο ἑαυτῷ λαούς. Ζητοῦντας γὰρ ἀκριβῶς ταῦτα, καλῶς ἂν ἔχοι μεταφέρειν αὐτὰ ἐπὶ τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν Ἰησοῦν τὸν Χριστὸν τοῦ Θεοῦ, ἀνατρέχοντα ἐπὶ τὰ διεξωδευμένα περὶ τῆς εἰς ἀνθρώπους αὐτοῦ παρόδου, καθ' ἣν τὰς ἐχθρὰς καὶ ἀοράτους δυνάμεις τῶν μοχθηρῶν καὶ λυμαντικῶν δαιμόνων, τῶν τε πονηρῶν καὶ ἀκαθάρτων πνευμάτων τροπωσάμενος, μυρίους ὅσους ἑαυτῷ λαοὺς ἐξ ἁπάντων τῶν ἐθνῶν συνεστήσατο· ὃν καὶ Χριστὸν ἀληθῆ προσήκοι ἂν τοῦ Θεοῦ ἐνθεῦθεν ἀναγορεύειν, οὐ κοινῷ μὲν ἐλαίῳ τῶν πάλαι συνήθως χρισθέντα (οὔτε οὖν ἱστορεῖταί τι περὶ αὐτοῦ τοιοῦτον), κρείττονι δὲ καὶ ἐνθέῳ χρίσματι, παρ' ὃ δὴ καὶ διὰ Ἠσαΐου φησί· « Πνεῦμα Κυρίου ἐπ' ἐμὲ, οὗ εἵνεκεν ἔχρισέ με. » Ὅθεν καὶ μᾶλλον ἁπάντων τῶν πώποτε παρ' Ἑβραίοις σωματικώτερον χρισθέντων μόνος ἀνὰ πᾶσαν τὴν οἰκουμένην Χριστὸς παρὰ τοῖς πᾶσι βεβόηται, καὶ τῆς ἐξ αὐτοῦ Χριστιανῶν προσηγορίας τὴν σύμπασαν ἔπλησεν οἰκουμένην. Ὅπως δέ φαμεν αὐτὸν κεχρίσθαι, καὶ τί τὸ χρίσμα, καὶ τίς ὁ τῆς χρίσεως τρόπος, αὐτάρκως ἐν τῷ πρὸ τούτου συγγράμματι διειλήφαμεν. Τούτου δὲ ἐν τοῖς χείλεσι καὶ ἐν τῇ διδασκαλίᾳ τοσαύτη κατεχύθη χάρις, ὡς ἐν ὀλίγῳ πάντα τόπον ἐμπλῆσαι τῆς πρὸς αὐτοῦ καταγγελθείσης εὐσεβείας· ὥστε ἤδη ἐν πᾶσιν ἔθνεσι, παρὰ τοῖς τὴν διδασκαλίαν αὐτοῦ μετιοῦσιν, ἀκολούθως τῇ μετὰ χεῖρας προφητείᾳ, καὶ βασιλέως καὶ Θεοῦ δόξαν περιβεβλῆσθαι, καὶ παρὰ πᾶσιν ἀνθρώποις Χριστὸν ἀναγορεύεσθαι. Πρόδηλοι δὲ καὶ οἱ ἐχθροὶ, οὐ μόνον οἱ πρὶν γεγονότες αὐτοῦ, ἀλλὰ καὶ οἱ ἀεὶ προσπολεμοῦντες αὐτοῦ τῷ λόγῳ, εἴτε ἐν ἀνθρώποις, εἴτε καὶ ἐν ἀοράτοις δυνάμεσιν, οὓς ἀοράτῳ καὶ λεληθυίᾳ δυνάμει πάντοτε καθαιρῶν ἐξ ἁπάντων τῶν ἐθνῶν παντοίους ἑαυτῷ λαοὺς ὑποχειρίους πεποίηται. Τὰ δὲ ἑξῆς ἐν τῷ ψαλμῷ, « Σμύρνα, καὶ στακτὴ, καὶ κασσία ἀπὸ τῶν ἱματίων σου, » τά τε ἐπὶ τούτοις, ὡς περὶ βασιλίδος δηλούμενα καὶ θυγατρὸς τὸν πατρῷον οἶκον ἀπολιπούσης, καὶ τῷ προδηλωθέντι Χριστῷ, καὶ βασιλεῖ, καὶ Θεῷ νυμφευθείσης, Κύριόν τε αὐτὸν ἀναγορευούσης, ἐπὶ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν, τὴν πατρῴαν καὶ δαιμονικὴν ἀποστραφεῖσαν πλάνην, καθηραμένην τε, καὶ τῇ τοῦ θείου λόγου κοινωνίᾳ καθαρμοσαμένην, ἀναφέροιτ' ἂν τῆς προσηκούσης τυγχάνοντα κατὰ σχολὴν ἑρμηνείας.
say: « For we have become fellows of Christ? » concerning whom it has been said: « Touch not my anointed ones, and among my prophets act not wickedly. » Now since through these things the Beloved, both God and King, has clearly appeared as the Christ, it is time for you to inquire how One so great is said to have enemies, and who they are, and for what cause, against whom He sharpened His arrows and His broadsword, and how not through armed battle-array, but for the sake of truth and meekness and righteousness He brought countless peoples into subjection to Himself. For when investigating these things accurately, it would be well to refer them to our Saviour and Lord Jesus the Christ of God, recurring to what has been set forth at length concerning His coming among human beings, wherein having routed the hostile and invisible powers of wicked and baneful demons, and of evil and unclean spirits, He gathered together for Himself countless peoples out of all the nations; Whom also it would be fitting thence to proclaim the true Christ of God, anointed not indeed with common oil as those of old customarily were (nor in fact is anything of the sort recorded concerning Him), but with a superior and divine anointing, in view of which indeed He says also through Isaiah: « The Spirit of the Lord is upon me, on account of which He anointed me. » Whence even more than all those ever anointed more bodily among the Hebrews, He alone throughout the whole inhabited earth is celebrated among all as Christ, and has filled the entire inhabited earth with the appellation of Christians derived from Him. In what manner we say that He has been anointed, and what the anointing is, and what the mode of the anointing is, we have sufficiently discussed in the treatise before this. And upon His lips and in His teaching so great a grace was poured out as in a short time to fill every place with the godliness proclaimed by Him; so that already among all nations, among those pursuing His teaching, in accordance with the prophecy in hand, He has been clothed with the glory both of King and of God, and is proclaimed Christ among all human beings. Manifest too are the enemies, not only those of His who arose formerly, but also those ever warring against His word, whether among human beings or also among invisible powers, whom by an invisible and hidden power continually casting down, He has made peoples of every kind out of all the nations subject to Himself. And what follows next in the psalm, « Myrrh, and stacte, and cassia from Thy garments, » and what comes after these, indicated as concerning a queen and a daughter leaving her paternal house, and espoused to the aforesaid Christ, and King, and God, and proclaiming Him Lord, might be referred to the Church from the nations, which turned away from ancestral and demonic error, and was cleansed, and joined itself in harmony to the fellowship of the divine word, receiving their fitting interpretation at leisure.
Notes, col. 360

On the reading

Printed ἐνθεῦθεν, for ἐντεῦθεν.

PG 22:361Read from the page
ΚΕΦΑΛΑΙΟΝ Γʹ.
Chapter III.
Ὡς ο αυτὸς προφήτης καὶ ἐν ρθʹ ψαλμῷ δύο Κυρίους ἐμφανῶς ὁμολογεῖ· ἕνα τὸν πρῶτον καὶ ἀνωτάτω Θεὸν, δεύτερον, ὃν αὐτὸς ἑαυτοῦ ἀναγορεύει Κύριον. Καὶ ὡς γενέσθαι ὑπὸ τοῦ Θεοῦ πρὸ τῆς τοῦ κόσμου συστάσεως καὶ αὐτὸς τὸν δεύτερον Κύριον οἶδε, καὶ ὡς αιώνιον τοῦ Πατρὸς ιερέα, καὶ ὡς σύνθρονον τοῦ ἐπὶ πάντων Θεοῦ, ὅμοια ἡμῖν περὶ τοῦ Χριστοῦ δοξάζων.
How the same prophet in the 109th Psalm also manifestly confesses two Lords: one the first and supreme God, a second Whom he himself proclaims his own Lord. And how he too knows that the second Lord came into being from God before the constitution of the world, and as everlasting priest of the Father, and as sharer of the throne of the God over all, holding the like beliefs with us concerning the Christ.
« Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου. Ῥάβδον δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιὼν, καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου. Μετὰ σοῦ ἡ ἀρχὴ ἐν ἡμέρᾳ τῆς δυνάμεώς σου, ἐν ταῖς λαμπρότησι τῶν ἁγίων σου. Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου γεγέννηκά σε. Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. Κύριος ἐκ δεξιῶν σου. » Τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν, τὸν πρωτότοκον πάσης κτίσεως Θεοῦ Λόγον, τὴν πρὸ αἰῶνος σοφίαν, τὴν ἀρχὴν τῶν ὁδῶν τοῦ Θεοῦ, τὸ πρωτότοκον καὶ μονογενὲς τοῦ Πατρὸς γέννημα, τὸν τῇ τοῦ Χριστοῦ τιμώμενον προσηγορίᾳ, καὶ ὁ παρὼν ψαλμὸς Κύριον ἀποκαλεῖ, διδάσκων αὐτὸν εἶναι σύνθρονον ὁμοῦ καὶ Υἱὸν τοῦ ἐπὶ πάντων Θεοῦ τε καὶ Κυρίου τῶν ὅλων, αἰώνιόν τε τοῦ Πατρὸς ἱερέα. Πρῶτον δὴ οὖν ἐπίστησον, ὡς ἤδη τοῦτο δεύτερον γέννημα Θεοῦ προσηγόρευται, καὶ ἐπεὶ Θεοῦ γε πνεύματι τὰ τῆς προφητείας ἡμῖν εἰρῆσθαι πεπίστευται, ὅρα εἰ μὴ αὐτὸ δὴ τὸ ἐν τῷ προφήτῃ Πνεῦμα ἅγιον, ἑαυτοῦ Κύριον δεύτερον μετὰ τὸν τῶν ὅλων ἀναγορεύει· « Εἶπε » γὰρ, φησὶν, « ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου. » Τὸν πρῶτον Κύριον, ὡσὰν καθόλου τῶν ἁπάντων Δεσπότην, Ἑβραῖοι ἀνεκφωνήτῳ προσρήσει τῇ διὰ τῶν τεσσάρων στοιχείων ἀνηγόρευον· τὸν δὲ δεύτερον οὐκέθ' ὁμοίως, ἰδίως δ' αὐτὸν Κύριον ὠνόμαζον. Εἰκότως οὖν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν αὐτὸς Ἰησοῦς ὁ Χριστὸς τοῦ Θεοῦ, ἐρόμενός ποτε τοὺς Φαρισαίους, « Τί ὑμῖν περὶ τοῦ Χριστοῦ δοκεῖ; τίνος ἐστὶν υἱός; » εἰπόντων, τοῦ Δαβὶδ, ἐπιλέγει, « Πῶς οὖν Δαβὶδ ἐν πνεύματι Κύριον αὐτὸν καλεῖ, λέγων, Εἶπεν ὁ Κύριος τῷ Κυρίῳ μου· Κάθου ἐκ δεξιῶν μου; » μονονουχὶ ἑρμηνεύων τὴν λέξιν, ὡς οὐ μόνον τοῦ Δαβὶδ Κύριον αὐτὸν ἀναγορεύουσαν, ἀλλὰ γὰρ καὶ τοῦ ἐν τῷ προφήτῃ πνεύματος. Εἰ δὲ τὸ πνεῦμα τὸ προφητικὸν (τοῦτο δὴ ἡμῖν εἶναι πεπίστευται τὸ ἅγιον Πνεῦμα) ὁμολογεῖ τοῦτον εἶναι Κύριον, ὃν σύνθρονον εἶναι τοῦ Πατρὸς ἐκδιδάσκει, καὶ οὐκ ἀπολύτως, ἀλλὰ καὶ ἑαυτοῦ Κύριον, κατὰ πολὺ πλέον καὶ μᾶλλον τοῦτ' ἂν εἴποιεν αἱ μετὰ τὸ ἅγιον Πνεῦμα λογικαὶ δυνάμεις, ἥ τε σύμπασα ὁρωμένη τε ἐν σώμασι, καὶ ἐν ἀσωμάτοις ἑστῶσα δημιουργία, ἧς ἁπάσης εἰκότως ἂν καταδειχθείη Κύριος ὁ μόνος τοῦ Πατρὸς σύνθρονος, δι' οὗ τὰ σύμπαντα ἐγένετο, ὅτι δὴ, κατὰ τὸν θαυμάσιον ἀπόστολον, « ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε ὁρατὰ εἴτε ἀόρατα. » Μόνον γοῦν εἰκὸς αὐτὸν τῆς τοῦ Πατρὸς ὁμοιώσεως ἔχειν τὸ κῦρος, ὡσὰν καὶ μόνον σύνθρονον τοῦ Πατρὸς ἀναδεδειγμένον. Πρόδηλον οὖν, ὅτι οὐδενὶ τῶν γεννητῶν θέμις τῶν δεξιῶν λαχεῖν τῆς παντοκρατο-
« The Lord said to my Lord: Sit at My right hand, until I make your enemies a footstool for your feet. A rod of power the Lord shall send forth for you out of Sion, and you shall hold sway in the midst of your enemies. With you is the dominion in the day of your power, in the splendours of your saints. From the womb before the Morning Star I have begotten you. The Lord swore, and will not repent: You are a priest forever according to the order of Melchisedec. The Lord is at your right hand. » Our Saviour and Lord, the Word of God firstborn of all creation, the wisdom before the age, the beginning of the ways of God, the firstborn and only-begotten offspring of the Father, Him Who is honoured with the appellation of Christ, the present psalm also calls Lord, teaching that He is at once sharer of the throne and Son of the God over all and Lord of the universe, and everlasting priest of the Father. First then observe how already here a second offspring of God has been proclaimed, and since we believe the words of prophecy to have been spoken by the Spirit of God, see whether the very Holy Spirit in the prophet does not proclaim Him a second Lord of His own after the God of the universe; for « The Lord said, » he says, « to my Lord: Sit at My right hand. » The first Lord, inasmuch as He is universally Master of all things, the Hebrews proclaimed by an unutterable appellation, the one through the four letters; whereas the second no longer in the same way, but specifically they named Him Lord. Fittingly therefore our Saviour and Lord Himself, Jesus the Christ of God, having once asked the Pharisees, « What do you think concerning the Christ? whose son is He? » when they said, David's, adds, « How then does David in spirit call Him Lord, saying, The Lord said to my Lord: Sit at My right hand? » all but interpreting the expression as proclaiming Him Lord not only of David, but indeed also of the spirit in the prophet. Now if the prophetic spirit (and this we believe to be the Holy Spirit) confesses Him to be Lord, Whom He teaches to be sharer of the throne of the Father, and not absolutely, but also His own Lord, by far more and all the rather would the rational powers after the Holy Spirit say this, and the whole creation both seen in bodies and subsisting among incorporeal beings, of all of which He Who alone shares the Father's throne would fittingly be shown Lord, through Whom all things came to be, because indeed, according to the admirable apostle, « in Him were created all things, those in the heavens and those upon the earth, whether visible or invisible. » It is reasonable, at any rate, that He alone holds the authority of likeness to the Father, inasmuch as He alone has also been declared sharer of the throne of the Father. It is manifest, therefore, that for none of begotten beings is it lawful to obtain the right hand of the all-sover-
Notes, col. 361

On the reading

Printed ο, for ὁ.

Printed αυτὸς, for αὐτὸς.

Printed αιώνιον, for αἰώνιον.

Printed ιερέα, for ἱερέα.

PG 22:364Read from the page
ρικῆς ἀρχῆς τε καὶ βασιλείας, ει μὴ ἄρα ἑνὶ μόνῳ τῷ διὰ τῶν προκειμένων ποικίλως θεολογουμένῳ. Ἐπίστησον οὖν, ὡς πρὸς ἕνα καὶ τὸν αὐτὸν ὁ ἀνωτάτω καὶ ἐπὶ πάντων Κύριος καὶ τὴν, « Κάθου ἐκ δεξιῶν μου, » δωρεῖται φωνὴν, καὶ τὴν, « Πρὸ Ἑωσφόρου γενέννηκά σε. » Μεθ' ὅρκου δὲ διαβεβαιώσεως, ἄσειστον καὶ ἀπαράβατον αὐτῷ τὴν τιμὴν τῆς εἰς ἄπειρον αἰῶνα διαρκοῦς ἱερωσύνης παραδίδωσιν· « Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εις αἰῶνα. » Τίς δ' ἂν ἐπινοοῖτο; οὔτι δὴ θνητὸς ἀνὴρ, ἀλλὰ οὐδὲ τῆς ἀγγελικῆς φύσεως, ὑπὸ Θεοῦ μὲν γεγεννημένος, εἰς αἰῶνα δὲ ἱερωμένος, ὁ καὶ ἐν τοῖς πρόσθεν εἰπών· « Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ. Πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. » Καὶ πρόσχες δὲ ἐπιμελῶς τὸν νοῦν, ἐπιστήσας τῷ τε παρόντι ψαλμῷ, καὶ ταῖς ἐν τῷ πρὸ τούτου παρατεθείσαις φωναῖς. Ἐν μὲν γὰρ τούτῳ ὁ ἀνωτάτω Θεὸς σύνθρονον τὸν δεύτερον, καὶ ἡμῶν Κύριον, ἑαυτοῦ καθίστησι, λέγων· « Κάθου ἐκ δεξιῶν μου· » ἐν δὲ τῷ πρὸ τούτου τὸν θρόνον εἰς αἰῶνα αἰῶνος διαμένειν, ὁ λόγος ἔφησεν, ὁμοῦ Θεὸν αὐτὸν ἀναγορεύων δι' ὧν φησιν· « Ὁ θρόνος σου, ὁ Θεὸς, εἰς τὸν αἰῶνα τοῦ αἰῶνος. » Πάλιν ἐν μὲν τῷ μετὰ χεῖρας, « Ῥάβδον, » φησὶ, « δυνάμεως ἐξαποστελεῖ σοι Κύριος ἐκ Σιών· » ἐν δ' ἐκείνῳ, « Ῥάβδος εὐθύτητος ἡ ῥάβδος τῆς βασιλείας σου. » Καὶ αὖθις ὁ μὲν παρὼν φησι· « Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου, καὶ κατακυριεύσεις ἐν μέσῳ τῶν ἐχθρῶν σου· » ὁ δὲ πρόσθεν· « Τὰ βέλη σου ἠκονημένα, δυνατὰ ἐν καρδίᾳ τῶν ἐχθρῶν τοῦ βασιλέως. » Οὐκοῦν καὶ τὰ περὶ τῶν ἐχθρῶν τοῦ δηλουμένου ἐν ἀμφοτέροις συνᾴδει. Τίς δῆτα οὖν, ὀφθαλμοῖς ὁρῶν ἐν μέσαις ταῖς πόλεσιν, ἔν τε κώμαις καὶ χώραις, καθ' ὅλης τε τῆς οἰκουμένης, ἀνθούσας τὰς τοῦ Σωτῆρος ἡμῶν Ἐκκλησίας, τούς τε πρὸς αὐτοῦ κυριευομένους λαοὺς, καὶ μυρίανδρα πλήθη τῶν αὐτῷ καθωσιωμένων, πανταχόθεν ὑπὸ τῶν ὁρωμένων τε ἐν ἀνθρώποις, ἀοράτων τε καὶ ἀφανῶν ἐχθρῶν, καὶ πολεμίων τῆς τοῦ Χριστοῦ διδασκαλίας κυκλούμενα, οὐκ ἂν θαυμάσειε τὸν παρόντα χρησμὸν, εἰς πρόσωπον ἀναφωνηθέντα τοῦ θεσπιζομένου, τό· « Κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου; » Καὶ ἐπειδήπερ ἐν τῷ πρόσθεν κεχρίσθαι τῷ ἐλαίῳ τῆς ἀγαλλιάσεως παρὰ τοὺς μετόχους σου, ἱερέων δὲ οἰκεῖον ἦν παρ' Ἑβραίοις τὸ χρίεσθαι· εἰκότως ὁ μετὰ χεῖρας ἤδη λευκότερον ἱερέα αὐτὸν ἐπιφημίζει, πλείονα προτιθεὶς περὶ αὐτοῦ διδασκαλίαν, δι' ἧς μόνον αὐτὸν παρὰ τοὺς πώποτε αἰώνιον ἱερέα εἶναι παιδεύει, ὅπερ οὐδεμιᾷ ἀνθρώπου φύσει δυνατὸν ἐφαρμόζειν. Κατὰ τὴν τάξιν Μελχισεδὲκ ἱερᾶσθαί φησιν αὐτὸν, πρὸς ἀντιδιαστολὴν τοῦ κατὰ τὴν Μωσέως διάταξιν ἱερέως, ἤτοι τοῦ Ἀαρὼν, ἢ και τινος τῶν ἐξ ἐκείνου· ὧν ἕκαστος μὴ ὢν πρότερον ἱερεὺς, ὕστερόν ποτε δι' ἀνθρώπων ἀλοιφῇ τινι σκευαστῇ χριόμενος, ὡς ἐν τύποις εἰπεῖν καὶ συμβόλοις, σκιώδης τις καὶ εἰκονικὸς Χριστὸς ἀπετελεῖτο· ἀλλὰ καὶ ἅτε θνητὸς ὢν οὐκ εἰς μακρὸν ἀπετίθετο τὴν ἱερωσύνην.
eign dominion and kingdom, except indeed for that One alone Who through the foregoing passages is in manifold ways spoken of as God. Observe therefore how towards one and the same Person the supreme Lord over all bestows both the utterance, « Sit at My right hand, » and the utterance, « Before the Morning Star I have begotten you. » And with the confirmation of an oath, He commits to Him, unshaken and untransferable, the honour of a priesthood enduring unto an infinite age: « The Lord swore, and will not repent: You are a priest forever. » Yet who could be conceived—certainly no mortal man, nor even anyone of the angelic nature—who has been begotten by God and is consecrated a priest forever, save He Who also in the earlier passages said: « The Lord created me the beginning of His ways for His works. Before the age He founded me, in the beginning before the mountains were settled, and before all hills He begets me. » And apply your mind attentively, fixing your thought both upon the present psalm and upon the utterances cited in the one before this. For in this one the supreme God sets the second, Who is also our Lord, as sharer of His own throne, saying: « Sit at My right hand; » whereas in the one before this the word declared that the throne abides forever and ever, at the same time proclaiming Him God through the words in which it says: « Thy throne, O God, is forever and ever. » Again, in the one in hand, « A rod, » it says, « of power the Lord shall send forth for you out of Sion; » whereas in that one, « A rod of uprightness is the rod of Thy kingdom. » And again the present one says: « Sit at My right hand, until I make your enemies a footstool for your feet, and you shall hold sway in the midst of your enemies; » whereas the earlier one: « Thy arrows are sharpened, mighty in the heart of the enemies of the King. » Accordingly what concerns the enemies of Him Who is signified agrees in both. Who then indeed, seeing with his eyes in the midst of cities, and in villages and countrysides, and throughout the whole inhabited earth, the flourishing Churches of our Saviour, and the peoples ruled by Him, and ten-thousandfold multitudes of men consecrated to Him, surrounded on every side by enemies both seen among human beings and unseen and hidden, and by foes of the teaching of Christ, would not marvel at the present oracle, uttered unto the person of Him prophesied, namely: « Hold sway in the midst of your enemies? » And inasmuch as in the earlier psalm it was said to have been anointed with the oil of gladness beyond Thy fellows, and among the Hebrews being anointed belonged properly to priests, fittingly the psalm in hand now more plainly acclaims Him a priest, setting forth fuller teaching concerning Him, through which it instructs us that He alone beyond all who ever were is an everlasting priest, a thing impossible to fit to any human nature. According to the order of Melchisedec it says that He exercises the priesthood, in contradistinction to the priest according to the ordinance of Moses, whether Aaron or also someone of those sprung from him; each of whom, not being a priest beforehand, afterwards at some time being anointed through human beings with a certain prepared unguent, as one might say in types and symbols, was rendered a shadowy and figurative anointed one; yet also, inasmuch as he was mortal, after no long time laid aside the priesthood.
Notes, col. 364

On the reading

Printed ει, for εἰ.

Printed γενέννηκά, for γεγέννηκά.

Printed εις, for εἰς.

Printed και, for καί.

PG 22:365Read from the page
Καὶ παρὰ μὲν τῷ Ἰουδαίων μόνῳ ἱερᾶτο λαῷ, οὐ μὴν καὶ παρὰ τοῖς ἄλλοις ἔθνεσιν. Ἀλλὰ οὐδὲ μεθ' ὁρκωμοσίας Θεοῦ ἐπὶ τὴν λειτουργίαν παρῄει, κρίσει δὲ ἀνθρώπων τιμώμενος· ὡς καί ποτε μὴ ἄξιον εὑρίσκεσθαι ἐν αὐτοῖς τῆς τοῦ Θεοῦ θεραπείας, οἷος ἀναγέγραπται ὁ Ἠλεί. Ἔτι πρὸς τούτοις ὁ παλαιὸς ἐκεῖνος ἱερεὺς, ὁ κατὰ τὴν Μωσέως διάταξιν, ἐκ μόνης ἐξεκρίνετο φυλῆς τῆς Λευΐ· ἔδει δὲ ἐξ ἅπαντος καὶ τὸ γένος ἐκ τῆς τοῦ Ἀαρὼν διαδοχῆς αὐτὸν φέρειν, θύμασί τε ζώων ἀλόγων καὶ αἵμασι, σωματικῇ γε λατρείᾳ θεραπεύειν τὸ θεῖον. Ὁ δὲ Μελχισεδὲκ ὠνομασμένος, ὃ μεταλαμβάνεται εἰς τὴν Ἑλλάδα φωνὴν, βασιλεὺς δικαιοσύνης, ἔπειτα βασιλεὺς Σαλὴμ, ὃ καὶ αὐτὸ ἂν εἴη βασιλεὺς εἰρήνης, ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, οὐκ ἔχων κατὰ τὴν ἱστορίαν οὐκ ἀρχὴν ἡμερῶν, οὐ ζωῆς τέλος, ἀλλ' οὐδὲ κοινόν τι φέρων πρὸς τὸν τῆς τοῦ Ἀαρὼν ἱερωσύνης τρόπον. Οὔτε γὰρ ὑπ' ἀνθρώπων ᾕρητο, οὐκ ἐλαίῳ σκευαστῷ κέχριστο, οὐ γένος ἦν τῶν μηδὲ φανέντων πω· καὶ τὸ πάντων γε παραδοξότατον, ὅτι μηδὲ τὴν σάρκα περιτέτμητο, καὶ ὅμως τὸν Ἀβραὰμ εὐλογεῖ, ὡσὰν πολὺ κρείττων αὐτοῦ τυγχάνων. Ἀλλὰ οὐδὲ θυσίαις καὶ σπονδαῖς τῷ ὑψίστῳ ἱερᾶτο Θεῷ, οὐδὲ μὴν παρὰ τῷ ἐν Ἱερουσαλὴμ ναῷ τὴν λειτουργίαν ἐξετέλει· πῶς γὰρ τῷ μηδὲ ὄντι; Εἰκότως οὖν, ἐπεὶ καὶ τῷ ἡμετέρῳ Σωτῆρι τῷ Χριστῷ, οὐδὲν μὲν τῷ Ἀαρὼν ἐμφερὲς ἔμελλε συμβήσεσθαι. Οὔτε γὰρ μὴ ὢν πρότερον, ὕστερόν ποθ' ἱερεὺς ἀναδέδεικται, καὶ ἱερεὺς οὐ γενόμενος, ἀλλὰ ὤν. Προσεκτέον γὰρ ἐπιμελῶς τῷ· « Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα. » Οὐ γὰρ ἔσῃ, φησὶ, μὴ ὢν πάλαι· ἀλλ' οὐδ' ἦσθα μὲν πάλαι, νῦν δὲ οὔ· ἀλλὰ παρὰ τοῦ φήσαντος, « Ἐγώ εἰμι ὁ ὢν, » σὺ εἶ, καὶ ἱερεὺς εἰς τὸν αἰῶνα διαμένεις. Ἐπεὶ οὖν οὔτε ἀπὸ χρόνου τῆς ἱερωσύνης ἀπήρξατο, οὔτε ἐκ φυλῆς ἱερωμένων ὁ Χριστὸς, οὐδὲ διὰ σκευαστοῦ καὶ σωματικοῦ ἐλαίου κέχριστο, οὐδὲ τέλος ἕξειν ἔμελλε τῆς ἱερωσύνης, οὐδὲ μόνοις Ἰουδαίοις, ἀλλὰ καὶ πᾶσιν ἔθνεσι καταστήσεσθαι· τούτων ἕνεκα πάντων εἰκότως αὐτὸν τῆς μὲν κατὰ τὸν τύπον Ἀαρὼν λειτουργίας ἀπαλλάττει, κατὰ τὴν τάξιν δὲ Μελχισεδὲκ ἱερέα φησὶν ἔσεσθαι. Καὶ τό γε ἀποτέλεσμα τοῦ χρησμοῦ θαυμάσιον συνορῶντι, ὅπως ὁ Σωτὴρ ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ Θεοῦ, τῷ τοῦ Μελχισεδὲκ τρόπῳ τὰ τῆς ἐν ἀνθρώποις ἱερουργίας εἰσέτι καὶ νῦν διὰ τῶν αὐτοῦ θεραπευτῶν ἐπιτελεῖ. Ὥσπερ γὰρ ἐκεῖνος, ἱερεὺς ἐθνῶν τυγχάνων, οὐδαμοῦ φαίνεται θυσίαις σωματικαῖς κεχρημένος, οἴνῳ δὲ μόνῳ καὶ ἄρτῳ τὸν Ἀβραὰμ εὐλογῶν, τὸν αὐτὸν δὴ τρόπον πρῶτος μὲν αὐτὸς ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, ἔπειτα οἱ ἐξ αὐτοῦ πάντες ἱερεῖς ἀνὰ πάντα τὰ ἔθνη τὴν πνευματικὴν ἐπιτελοῦντες κατὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς ἱερουργίαν, οἴνῳ καὶ ἄρτῳ, τοῦ τε σώματος αὐτοῦ καὶ τοῦ σωτηρίου αἵματος αἰνίττονται τὰ μυστήρια, τοῦ Μελχισεδὲκ ταῦτα πνεύματι θείῳ προτεθεωρηκότος, καὶ τῶν μελλόντων ταῖς εἰκόσι προκεχρημένου, ὡς ἡ Μωσέως Γραφὴ μαρτυρεῖ, λέγουσα· « Καὶ Μελχισεδὲκ βασιλεὺς Σαλὴμ ἐξήνεγκεν ἄρτους
And among the people of the Jews alone did he exercise the priesthood, yet not among the other nations as well. Nor indeed did he enter upon the ministry with the swearing of an oath by God, being honoured rather by the judgement of human beings; so that at times there was even found among them one unworthy of the service of God, such as Eli is recorded to have been. Furthermore, in addition to these things, that ancient priest according to the ordinance of Moses was chosen out of the tribe of Levi alone; and he had by all means also to trace his lineage from the succession of Aaron, and with victims of irrational animals and with blood, by a bodily worship indeed, to serve the Deity. Whereas he who is named Melchisedec, which is rendered into the Greek tongue king of righteousness, and thereafter king of Salem, which very thing would also be king of peace, fatherless, motherless, without genealogy, having according to the history neither beginning of days nor end of life, bears nothing at all in common either towards the manner of Aaron's priesthood. For neither had he been chosen by human beings, nor had he been anointed with prepared oil, nor was he of the lineage of those who had not even yet appeared; and what is most paradoxical of all, he had not even been circumcised in the flesh, and nevertheless he blesses Abraham, inasmuch as he was far superior to him. Moreover neither with sacrifices and libations did he minister as priest to the Most High God, nor yet beside the temple in Jerusalem did he perform his ministry; for how could he beside what did not even exist? Fittingly therefore, since to our Saviour the Christ also nothing resembling Aaron was going to happen. For neither, not having been beforehand, has He afterwards at some time been declared priest, being a priest too who did not become such, but who is. For one must attend carefully to the saying: « You are a priest forever. » For it does not say, You shall be, not having been of old; nor yet, You were indeed of old, and now are not; but from Him Who said, « I am He Who is, » You are, and abide a priest forever. Since therefore neither from a point in time did the Christ begin His priesthood, nor out of a tribe of consecrated priests, nor had He been anointed through prepared and bodily oil, nor was He going to have an end of His priesthood, nor be appointed for Jews alone, but also for all nations; on account of all these things it fittingly releases Him from the ministry after the type of Aaron, and says that He shall be a priest according to the order of Melchisedec. And the fulfilment of the oracle is wonderful to one who observes how our Saviour Jesus the Christ of God, after the manner of Melchisedec, still even now accomplishes the rites of His priestly ministration among human beings through His servants. For just as that man, being a priest of nations, nowhere appears to have used bodily sacrifices, blessing Abraham with wine alone and bread, in the very same manner first our Saviour and Lord Himself, and thereafter all the priests deriving from Him throughout all the nations, accomplishing the spiritual priestly rite according to the ecclesiastical ordinances, with wine and bread signify the mysteries both of His body and of the saving blood, Melchisedec having foreseen these things by a divine spirit, and having used beforehand the images of things to come, as the Scripture of Moses bears witness, saying: « And Melchisedec king of Salem brought out loaves