Migne Reading Room

PG 22 · cols. 344–353 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:344Read from the page
μεγάλοις συνετελεῖτο. Οὐ γὰρ ἐπὶ μαντείᾳ τῶν ἐφημέρων καὶ πρὸς τὸν παρόντα καιρὸν ἐπιζητουμένων, οὐδέ γε σμικρῶν καὶ ταπεινῶν τὰ τῆς θεοφορίας ἠξιοῦντο· ἀλλ' ἐπὶ τοῦ παντὸς ἀνθρώπων γένους ἡ τοῦ θείου Πνεύματος ἐν αὐτοῖς ἔλλαμψις, μεγίστην ὑπόθεσιν περιέχουσα, οὐ περὶ νοσοῦντος ἀνθρώπου τὸ σῶμα, οὐδὲ περὶ τῆς προσκαίρου καὶ πολυπαθοῦς ταύτης ζωῆς τὴν πρόῤῥησιν ἐπαγγελλομένη, οὐδὲ περί τινος ἀπολωλότος, οὐδ' ἄλλως περί τινων μέσων καὶ ἀδιαφόρων, ἃ οὔτε παρόντα ψυχῆς βελτιώσει συμβάλλεται, οὔτε μὴ παρόντα ζημίαν ἢ βλάβην περιποιεῖ (ἀλλ' ἦν μὲν, ὡς ἔφην, ὅτε καὶ ταῦτα προὔλεγον, οὐ κατὰ τὸν προηγούμενον δὲ λόγον· ἀλλὰ κατὰ ἀκολουθίαν τῆς τῶν κρειττόνων καταλήψεως)· μείζονα μὲν ὑπόθεσιν ἢ κατὰ τὰ εἰρημένα περιεῖχεν. Εἰ δ' οὖν τις τὴν πᾶσαν περιοχὴν τῆς Μωσέως γραφῆς, καὶ τῶν μετ' αὐτὸν ἀκριβῶς διερευνήσειεν, εὕροι ἂν προτροπὴν καὶ διδασκαλίαν εὐσεβείας τῆς εἰς τὸν τῶν ὅλων Θεὸν, αὐτὸν δὴ τὸν δημιουργὸν ἁπάντων περιέχουσαν, γνῶσίν τε καὶ θεολογίαν τὴν ἀνωτάτω τοῦ δευτέρου αἰτίου, πάσης δὲ πολυθέου πλάνης ἀποτροπὴν, εἶτα τῶν πάλαι θεοφιλῶν ἀνδρῶν τῶν δὴ καὶ ἀπαρξαμένων τῆς εἰρημένης εὐσεβείας μνήμην, προῤῥήσεις τε καὶ ἀναφωνήσεις κατὰ τὸν ἐκείνων βίον, ὑστέροις ποτὲ χρόνοις μελλόντων βιώσεσθαι, δι' ἐπιφανείας καὶ παρουσίας εἰς ἀνθρώπους Θεοῦ, αὐτοῦ δὴ τοῦ δευτέρου Κυρίου, καὶ Θεοῦ μετὰ τὸν ἀνωτάτω Πατέρα, καὶ αὐτοῦ χρηματίζοντος διδασκάλου τῆς αὐτῆς εὐσεβείας, καὶ Σωτῆρος ἐπιφανησομένου τῷ τῶν ἀνθρώπων βίῳ, δι' οὗ πᾶσι τοῖς ἔθνεσιν, Ἕλλησιν ὁμοῦ καὶ βαρβάροις, προὔλεγον τὸν τῆς θεοσεβείας τῶν πάλαι θεοφιλῶν Ἑβραίων τρόπον παραδοθήσεσθαι. Ταῦτα Μωσῆς, ταῦτα δὲ καὶ τῶν λοιπῶν προφητῶν παῖδες, οἱ πάντες ἐξ ἑνὸς στόματος προεκήρυττον. Καὶ τοῦτ' ἦν τὸ τῆς εἰς ἀνθρώπους τοῦ θείου Πνεύματος ἐπιφορᾶς αἴτιον, διδάξαι θεογνωσίαν ἀνθρώπους, καὶ τὴν ἀνωτάτω περὶ Πατρὸς καὶ Υἱοῦ θεολογίαν, παιδεῦσαί τε τρόπον ἀληθοῦς εὐσεβείας, καὶ μνημονεῦσαι τῶν πάλαι κατωρθωκότων, τόν τε μετὰ τούτων ἔλεγχον διὰ μακρῶν ἐκφᾷναι λόγων, θεσπίσαι τε τὴν παρουσίαν τοῦ Σωτῆρος καὶ διδασκάλου τοῦ παντὸς ἀνθρώπων γένους, καὶ τὴν δι' αὐτοῦ τῆς παλαιᾶς ἐξ Ἑβραίων θεοσεβείας εἰς πάντα τὰ ἔθνη μετάδοσιν προκηρύξαι. Ταῦτα ἦν τὰ ἐξ αἰῶνος στήλαις καὶ βίβλοις ἱεραῖς τῶν προφητῶν συμφώνως ἀναπεφωνημένα. Αὐτὰ δὴ ταῦτα, ἃ καὶ ἡμῖν, αὐτοῖς ὀφθαλμοῖς μετὰ τὸν μακρὸν αἰῶνα, εἰσέτι νῦν πληρούμενα συνορᾶται· μιᾷ δὲ φωνῇ πάντες οὗτοι καὶ θείῳ Πνεύματι κάτοχοι, πᾶσιν ἀνθρώποις τὸ φῶς τῆς ἀληθοῦς προεκήρυττον εὐσεβείας· ἁγνείαν τε ψυχῆς καὶ σώματος, παντελῆ τε κάθαρσιν διανοίας, ἣν αὐτοὶ πρότερον ἠσκηκότες, τοῖς ὑπηκόοις προὐβάλλοντο, πάσης ἀκολάστου πράξεως τοὺς προσιόντας ἀπείργοντες, μηδὲ τῆς πολυθέου πλάνης ἀπομιμεῖσθαι τὰς ἐκθέσμους ἐπιτηδεύσεις, προτροπάδην δὲ φεύγειν διδάσκοντες πᾶσαν δαιμονικὴν ἐγχείρησιν, καὶ τὰς πάλαι περισπουδάστους ἐκείνας ἀνθρωποθυσίας, τάς τε αἰσχρὰς καὶ ἐπιῤῥήτους περὶ θεῶν διηγήσεις, ὧν ἀπείργοντες, μόνῳ προσ-
great matters was consummated. For it was not for divination of daily matters sought after for the present occasion, nor indeed of small and lowly things, that they were deemed worthy of the divine inspiration; rather, over the whole race of men the illumination of the divine Spirit within them, embracing a very great subject—not professing foretelling concerning a man sick in body, nor concerning this transitory life subject to many sufferings, nor concerning something lost, nor otherwise concerning certain intermediate and indifferent things, which neither when present contribute to the betterment of the soul, nor when absent produce loss or harm (though there was indeed, as I said, a time when they foretold these things too, yet not according to their primary purpose, but as a consequence of their apprehension of higher things)—embraced indeed a greater subject than accords with the things mentioned. If, then, someone were to search out accurately the whole compass of the writing of Moses and of those after him, he would find it embracing exhortation and teaching of piety towards the God of the universe, even Him Who is the Artificer of all things, and knowledge and the supreme theology of the second Cause, and deterrence from all polytheistic error, then remembrance of the men dear to God of old who indeed also began the aforesaid piety, and foretellings and proclamations of those who in later times hereafter were about to live according to their manner of life, through the manifestation and coming among men of God, even the second Lord Himself, and God after the supreme Father, He Himself also being styled Teacher of the same piety and Saviour about to appear to human life, through Whom they foretold that to all the nations, Greeks and barbarians alike, the way of godliness of the Hebrews dear to God of old would be handed down. These things Moses, and these things also the sons of the remaining prophets, one and all out of a single mouth proclaimed beforehand. And this was the cause of the descent of the divine Spirit unto men: to teach men the knowledge of God and the supreme theology concerning the Father and the Son, and to train them in the way of true piety, and to call to remembrance those who of old lived uprightly, and to set forth in lengthy discourses the reproof along with these, and to utter oracles of the coming of the Saviour and Teacher of the whole race of men, and to proclaim beforehand the imparting through Him of the ancient godliness from the Hebrews unto all the nations. These were the things proclaimed aloud harmoniously from of old on tablets and in sacred books of the prophets—the very things which even by us, with our own eyes after the long age, are still even now beheld being fulfilled; and with one voice all these men, possessed by the divine Spirit, proclaimed beforehand to all men the light of true piety; and purity of soul and body, and complete cleansing of mind, which they themselves having practised beforehand set before their hearers, holding back those who approached from every licentious deed, and teaching them not even to imitate the lawless pursuits of polytheistic error, but to flee headlong from every demonic enterprise, and those human sacrifices eagerly pursued of old, and the shameful and infamous narratives concerning gods; holding them back from which, solely to
PG 22:345Read from the page
ανέχειν συνεβούλευον τῷ πάντων δημιουργῷ Θεῷ, οἷα ἐφόρῳ καὶ κριτῇ τυγχάνοντι τῶν ἐν ἀνθρώποις πραττομένων· μηδὲ ἀγνοεῖν τὸν μέλλοντα εἰς ἀνθρώπους ἐπιδημεῖν Χριστὸν τοῦ Θεοῦ, Σωτῆρα παντὸς γένους ἀνθρώπων, καὶ διδάσκαλον βαρβάρων ὁμοῦ καὶ Ἑλλήνων εὐσεβείας τῆς ἀληθοῦς καταστησόμενον. Τοσοῦτόν τι ἦν τὸ διάφορον τῶν ὑπὸ τοῦ θείου Πνεύματος κατόχων καὶ τῶν ὑπὸ δαιμονικῆς ἐνεργείας μαντεύεσθαι προσποιουμένων. Εἶτα τὸ μὲν πονηρὸν δαιμόνιον, οἷα σκότους οἰκεῖον, σκότον καὶ ἀχλὺν περιβάλλον τῇ ψυχῇ διὰ τῆς ἐμφοιτήσεως, τοῦ ὑποφήτου οἷα νεκρὸν ἐξήπλου τοῦ κατὰ φύσιν λογισμοῦ παρενηνεγμένον, οὐδ' ἑπόμενον τοῖς λεγομένοις ἢ πραττομένοις δι' αὐτοῦ, παντελῶς δ' ἀναίσθητον καὶ παράφρονα· παρ' ὃ καὶ μαντείαν, ὥσπερ τινὰ μανίαν, εἰκότως ἐοίκασι τὴν τοιάνδε κατάπτωσιν ἐπικεκληκέναι· τὸ δέ γε ἀληθῶς καὶ ἔνθεον Πνεῦμα, φωτοειδὲς, μᾶλλον δὲ φῶς αὐτὸ τυγχάνον, ᾗ ἂν ἐπέλθῃ ψυχῇ, καινὴν παραχρῆμα καὶ λαμπροτάτην φωτὸς ἡμέραν ἐν αὐτῇ κατειργάζετο, διαυγεστέραν τε καὶ θεωρητικωτέραν πολὺ πλέον νῦν ἢ πρότερον αὐτὴν αὐτῆς ἀποφαῖνον, ὥστε νήφειν καὶ ἐγρηγορέναι, συνορᾷν τε πάντων μάλιστα καὶ συγκρίνειν τὰ θεσπιζόμενα· παρ' ὅ μοι δοκοῦμεν εὖ καὶ ἀληθῶς προφήτας ἀποκαλεῖν τοὺς τοιούσδε, παρὰ τὸ προφαίνειν καὶ προφωτίζειν ἐν αὐτοῖς τὸ θεῖον Πνεῦμα μὴ μόνον τὰ παρόντα, ἀλλὰ καὶ τῶν μελλόντων ἀληθῆ καὶ ἀκριβῆ γνῶσιν. Σκέψασθε δὲ εἰ μὴ πολὺ κρείττων οὗτος καὶ ἀληθὴς ὁ λόγος, φάσκων Πνεῦμα θεῖον ψυχαῖς ἐπιφοιτᾷν κεκαθαρμέναις, καὶ νῷ λογικῷ καὶ διαυγεῖ πρὸς ὑποδοχὴν τοῦ Θείου παρεσκευασμέναις, ἢ ὁ τῶν ἐν ἀψύχῳ ὕλῃ καὶ σκοτίοις μυχοῖς ἐναποκλειόντων τὸ Θεῖον, ἔν τε γυναικῶν καὶ ἀνδρῶν οὐ καθαραῖς ψυχαῖς, ἤδη δὲ καὶ ἐπὶ κόρακας καὶ ἱέρακας καὶ ἄλλους οἰωνοὺς, ἐπί τε αἶγας καὶ ἄλλα ζῶα, ναὶ μὴν καὶ ἐπὶ ὑδάτων συστάσεις, ἔν τε ἡπατοσκοπίαις, καὶ αἵμασι νοσερῶν καὶ εἰδεχθῶν κνωδάλων, ἑρπετῶν τε ἰοβόλων σώμασιν, οἷον δρακόντων καὶ γαλῶν, καί τινων ἄλλων τοιουτοτρόπων, δι' ὧν τὴν τῶν μελλόντων πρόγνωσιν οἱ θαυμάσιοι τὸν ἐπὶ πάντων Θεὸν ἐκφαίνειν ὑπειλήφασι. Τοῦτο δ' ἀνδρῶν ἦν μὴ συνεωρακότων Θεοῦ φύσιν, μηδέ γε θείου Πνεύματος δύναμιν ἐπινενοηκότων, οὐδαμῶς μὲν ἐμφιλοχωροῦσαν ἀψύχοις ἢ ἀλόγοις ζώοις, ἀλλ' οὐδ' ἐν λογικοῖς ἅπασιν, εἰ μή ποτε ἄρα ἢ μόνων ψυχῶν καὶ ἐναρέτοις ψυχαῖς, οἵους ἡμῖν ἀρτίως ὁ λόγος τοὺς Ἑβραίων ὑπέγραψε προφήτας· οὓς τοῦ θείου Πνεύματός φαμεν ἀξιωθῆναι μεγάλων ἕνεκεν πραγμάτων οἰκουμένης ἁπάσης ἀνθρώπων βελτιώσει συμβαλλομένων. Εἰ δέ ποτ' αὐτοῖς σκιᾶς δίκην ἐπηκολούθει τὸ καὶ τὰ παρόντα τῶν μέσων καὶ ἀδιαφόρων γνωρίζειν, καὶ προλέγειν κατὰ καιρὸν τὰ ἀγνοούμενα τοῖς ἐρωτῶσιν ἀναγκαίως καὶ τοῦτο τοῖς πάλαι αὐτοῖς πλησιάζουσι παρεῖχον, ὡς ἂν μὴ δοκοῖεν οἱ λίχνοι περὶ τὰς προγνώσεις εὐλόγως ἀποκλίνειν ἐπὶ τὰ ἔξω τῶν ἀλλοφύλων ἐθνῶν μαντεῖα σπάνει προφητῶν οἰκείων. Ἀλλὰ ταῦτα μὲν ὧδε τέλος ἐχέτω, τῆς ἐν τοῖς Ἑβραίων προφήταις θείας δυνάμεως ὄντα παραστατικά. Ὥρα δὴ οὖν αὐτοῖς, οἷα δὴ ἐνθέοις ἀνδράσι καὶ σοφοῖς, οὐ κατ' ἄνθρωπον γέ-
cleave they counselled them unto God the Artificer of all things, as being Overseer and Judge of the things done among men; and not to be ignorant of the Christ of God Who was about to sojourn among men, destined to be established as Saviour of the whole race of men, and Teacher of true piety for barbarians and Greeks alike. So great indeed was the difference between those possessed by the divine Spirit and those pretending to prophesy by demonic working. Next, the wicked demon, as belonging to darkness, casting darkness and gloom around the soul through its haunting, stretched out him of the mouthpiece like a corpse, distraught from natural reasoning, nor following the things said or done through him, and utterly senseless and beside himself; on account of which they naturally seem to have called such a prostration divination, as though a kind of madness; whereas the truly and divinely inspired Spirit, being light-like, or rather light itself, upon whatsoever soul it came, straightway wrought in it a new and most radiant day of light, rendering it far more pellucid and contemplative now than it was before, so as to be sober and awake, and above all to perceive together and compare the things uttered in oracle; on account of which we seem to me well and truly to call such men prophets, from the divine Spirit's shining forth beforehand and illuminating beforehand within them not only things present, but also true and accurate knowledge of things to come. And consider whether this account is not far better and true, affirming that a divine Spirit visits purified souls, prepared with rational and pellucid mind towards the reception of the Divine, than that of those who shut up the Divine in inanimate matter and dark recesses, and in impure souls of women and men, and even now extending to ravens and hawks and other birds of omen, and to goats and other animals, yea indeed even to gatherings of waters, and in inspections of livers, and blood of diseased and loathsome beasts, and bodies of venomous reptiles, such as serpents and weasels, and certain others of like kind, through which these marvellous men have supposed that the God over all manifests foreknowledge of things to come. Yet this belonged to men who had neither perceived the nature of God, nor indeed conceived the power of the divine Spirit, which in no way delights to dwell in inanimate things or irrational animals, nay, nor even in all rational beings, save perhaps indeed than of souls alone and in virtuous souls, such as our discourse just now sketched out for us the prophets of the Hebrews to be; whom we affirm to have been deemed worthy of the divine Spirit for the sake of great matters contributing to the betterment of men of the whole inhabited world. And if ever there followed them like a shadow the knowing even present intermediate and indifferent things, and foretelling in season things unknown to inquirers, of necessity they provided this too to those who approached them of old, lest those greedy concerning foreknowledge should seem with good reason to turn aside to the outside oracle-shrines of foreign nations through scarcity of prophets of their own. Let these remarks, however, here come to an end, as establishing the divine power in the prophets of the Hebrews. It is seasonable, then, indeed for them, as men divinely inspired and wise, who not after a human manner came
Notes, col. 345

On the reading

Printed αὐτῆς, for αὑτῆς.

Printed γέ-, for γε-.

PG 22:348Read from the page
νομένοις, κατ' ἐπίπνοιαν δὲ θείου Πνεύματος πείθεσθαι διδάσκουσι, παιδεύεσθαί τε τὰ παρ' αὐτοῖς δόγματα, καὶ τὰς εὐσεβεῖς καὶ ἀδιαπτώτους θεολογίας, οὐκέτ' ἀμφιβολίαν ἔχοντα, μή πη ἀρετῆς καὶ ἀληθείας ἀλλότριον ἐπάγονται. Φέρ' οὖν ἤδη λοιπὸν, ἀναλαβόντες ἐξ ὑπαρχῆς τὸν λόγον, τὴν ἐν τοῖς Εὐαγγελίοις περὶ τὴν τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ θεολογίαν, ἀπὸ τῆς προφητικῆς μαρτυρίας πιστωσώμεθα. Ἡ μὲν οὖν εὐαγγελικὴ μαρτυρία ὧδε τὸν Χριστὸν θεολογεῖ· « Ἐν ἀρχῇ ἦν ὁ Λόγος, καὶ ὁ Λάγος ἦν πρὸς τὸν Θεὸν, καὶ Θεὸς ἦν ὁ Λόγος. Πάντα δε' αὐτοῦ ἐγένετο, καὶ χωρὶς αὐτοῦ ἐγένετο οὐδὲ ἕν. » Καλεῖ δ' αὐτὸν καὶ φῶς νοερὸν, καλεῖ δὲ καὶ Κύριον, ὡσπεροῦν καὶ Θεόν. Καὶ ὁ θεσπέσιος δὲ Παῦλος, οἷα τοῦ Χριστοῦ μαθητὴς ὢν καὶ ἀπόστολος, συνᾴδει τῇ θεολογίᾳ, ταῦτα περὶ αὐτοῦ διεξιών· « Ὅς ἐστιν εἰκὼν τοῦ Θεοῦ ἀοράτου, Πρωτότοκος πάσης κτίσεως, ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τοῖς οὐρανοῖς καὶ τὰ ἐπὶ τῆς γῆς, εἴτε θρόνοι, εἴτε κυριότητες, εἴτε ἀρχαὶ, εἴτε ἐξουσίαι. Τὰ πάντα δι' αὐτοῦ καὶ εἰς αὐτὸν ἔκτισται, καὶ αὐτός ἐστι πρὸ πάντων, καὶ τὰ πάντα δι' αὐτοῦ συνέστηκε. » Κέκληται καὶ Θεοῦ δύναμις καὶ Θεοῦ σοφία. Αὐτὰ δὴ οὖν ταῦτα πρόκειται καὶ νῦν ἀπὸ τῶν παρ' Ἑβραίοις προφητικῶν γραφῶν ἐξανθίσασθαι, ὡς ἂν διὰ τῆς ἐν ἑκατέροις τοῖς μέρεσι συμφωνίας ἡ τοῦ ἀληθοῦς ἀπόδειξις παρασταθείη. Χρὴ δὲ μὴ ἀγνοεῖν, ὅτι οἱ μὲν θεῖοι χρησμοὶ, πολὺ τὸ καὶ πρὸς λέξιν καὶ πρὸς διάνοιαν ὑπερφυὲς τῇ Ἑβραίων φωνῇ περιέχοντες, διαφόρου τῆς ἐπὶ τὸ Ἑλληνικὸν ἑρμηνείας τετυχήκασι, τοῦ δυσθεωρήτου χάριν. Οἱ δ' οὖν ἄνδρες ἀθρόως Ἑβραῖοι συμφώνως αὐτὰς μεταβεβλήκασιν, οἷς μάλιστα τὸν νοῦν προσέξομεν, ὅτι δὴ καὶ τῇ τοῦ Χριστοῦ Ἐκκλησίᾳ τούτοις κεχρῆσθαι φίλον. Εἰ δέ που γίνοιτο χρεία, οὐδὲ τὰς τῶν μετὰ ταῦτα νεωτέρων ἑρμηνευτῶν ἐκδόσεις, αἷς εἰσέτι νῦν Ἰουδαίοις χρῆσθαι φίλον, παραιτησόμεθα· ὡς ἂν πανταχόθεν τὰ τῆς ἀποδείξεως ἡμῖν βεβαιοτέρας τύχοι παραστάσεως. Τούτων ἡμῖν πεπροοιμιασμένων, καὶ τῶν ἐνθέων φωνῶν ἤδη λοιπὸν ἐφαψόμεθα.
to be, and teaching according to the inspiration of the divine Spirit, to yield obedience, and to be instructed in the doctrines held among them, and the pious and unerring theologies, no longer having any doubt lest perchance they bring in something alien to virtue and truth. Come, then, now hereafter, taking up the argument afresh from the beginning, let us confirm from the prophetic testimony the theology in the Gospels concerning our Saviour Jesus the Christ. Now the evangelic testimony theologizes the Christ thus: 'In the beginning was the Word, and the Word was with God, and the Word was God. All things came into being through Him, and apart from Him came into being not even one thing.' And it calls Him also intellectual light, and calls Him also Lord, even as indeed God too. And the divinely inspired Paul also, as being a disciple and apostle of the Christ, harmonizes with this theology, recounting these things concerning Him: 'Who is the image of the invisible God, Firstborn of all creation, because in Him were all things created, the things in the heavens and the things upon the earth, whether thrones, or lordships, or principalities, or authorities. All things have been created through Him and unto Him, and He is before all things, and through Him all things consist.' He has also been called Power of God and Wisdom of God. These very things, then, it now lies before us to cull like flowers from the prophetic writings among the Hebrews as well, so that through the harmony in both parts the demonstration of the truth may be established. Now one must not be ignorant that the divine oracles, containing much that is transcendent both as to wording and as to meaning in the speech of the Hebrews, have met with varied translation into Greek on account of the difficulty of contemplating them. However, the Hebrew men all together have translated them harmoniously, to whom we shall pay heed most of all, since indeed it is pleasing to the Church of the Christ also to make use of these. Yet if anywhere need should arise, neither shall we decline the editions of the more recent translators after these, which it is pleasing to the Jews even unto now to use; so that from every side the matters of our demonstration may obtain a firmer presentation. Now that these things have been prefaced by us, let us henceforth lay hold already of the divinely inspired utterances as well.
Notes, col. 348

On the reading

Printed Λάγος, for Λόγος.

Printed δε', for δι'.

PG 22:349Read from the page
ΚΕΦΑΛΑΙΟΝ Αʹ.
Chapter I.
Ὡς παρ' Ἑβραίοις ὁ σοφώτατος Σολομὼν ἐν Παροιμίαις οἶδέ τινα πρωτότοκον τοῦ Θεοῦ δύναμιν, ἣν καὶ σοφίαν Θεοῦ, καὶ γέννημα αὐτοῦ προσαγορεύει, ὡσπεροῦν καὶ ἡμεῖς δοξάζομεν.
How among the Hebrews the most wise Solomon in Proverbs knows a certain firstborn power of God, which he addresses both as wisdom of God and as His offspring, even as indeed we also hold.
« Ἐγὼ ἡ Σοφία κατεσκήνωσα βουλὴν, καὶ γνῶσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην. Φόβος Κυρίου μισεῖ ἀδικίαν, ὕβριν τε καὶ ὑπερηφανίαν, καὶ ὁδοὺς πονηρῶν. Μεμίσηκα δὲ ἐγὼ διεστραμμένας ὁδοὺς κακῶν. Ἐμὴ βουλὴ καὶ ἀσφάλεια, ἐμὴ φρόνησις, ἐμὴ δὲ ἰσχύς. Δι' ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην· δι' ἐμοῦ μεγιστᾶνες μεγαλύνονται, καὶ τύραννοι δι' ἐμοῦ κρατοῦσι γῆς· ἐγὼ τοὺς ἐμὲ φιλοῦντας ἀγαπῶ· οἱ δὲ ἐμὲ ζητοῦντες εὑρήσουσι χάριν· πλοῦτος καὶ δόξα ἐμοὶ ὑπάρχει, καὶ κτῆσις πολλῶν καὶ δικαιοσύνη. Βέλτιον ἐμὲ καρπίζεσθαι ὑπὲρ χρυσίον καὶ λίθον τίμιον πολύν· τὰ δὲ ἐμὰ γεννήματα κρεῖσσον ἀργυρίου ἐκλεκτοῦ. Ἐν ὁδοῖς δικαιοσύνης περιπατῶ, καὶ ἐν ὁδοῖς δικαιοσύνης ἀναστρέφομαι, ἵνα μερίσω τοῖς ἐμὲ ἀγαπῶσιν ὕπαρξιν, καὶ τοὺς θησαυροὺς αὐτῶν ἐμπλήσω ἀγαθῶν· ἐὰν ἀναγγείλω ὑμῖν τὰ καθ' ἡμέραν γινόμενα, μνημονεύσω τὰ ἐξ αἰῶνος ἀριθμῆσαι. Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με, ἐν ἀρχῇ πρὸ τοῦ τὴν γῆν ποιῆσαι, καὶ πρὸ τοῦ τὰς ἀβύσσους ποιῆσαι, πρὸ τοῦ προελθεῖν τὰς πηγὰς τῶν ὑδάτων, πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. Κύριος ἐποίησε χώρας ἀοικήτους καὶ ἄκρα οἰκούμενα τῆς ὑπ' οὐρανόν. Ἡνίκα ἡτοίμαζε τὸν οὐρανὸν, συμπαρήμην αὐτῷ, καὶ ὅτε ἀφώριζε τὸν ἑαυτοῦ θρόνον ἐπ' ἀνέμων· ἡνίκα ἰσχυρὰ ἐποίει τὰ ἄνω νέφη, καὶ ὡς ἀσφαλεῖς ἐτίθει πηγὰς τῆς ὑπ' οὐρανὸν, ἐν τῷ τιθέναι τῇ θαλάσσῃ ἀκριβασμὸν αὐτοῦ, καὶ ὕδατα οὐ παρελεύσονται στόμα αὐτοῦ· ἡνίκα ἰσχυρὰ ἐποίει τὰ θεμέλια τῆς γῆς, ἤμην παρ' αὐτῷ ἁρμόζουσα. Ἐγὼ ἤμην ᾗ προσέχαιρε. Καθ' ἡμέραν δὲ εὐφραινόμην ἐν προσώπῳ αὐτοῦ, ἐν παντὶ καιρῷ, ὅτε ηὐφραίνετο τὴν οἰκουμένην συντελέσας, καὶ ηὐφραίνετο ἐν υἱοῖς ἀνθρώπων. Ἡ πρὸ τῶν γεννητῶν θεία καὶ πανάρετος οὐσία, ἡ νοερὰ καὶ πρωτότοκος τῆς ἀγεννήτου φύσεως εἰκὼν, ὁ γνήσιος καὶ μονογενὴς τοῦ τῶν ὅλων Θεοῦ Υἱὸς, πολυώνυμός τις ὢν, καὶ διὰ πλείστων προσρήσεων θεολογούμενας, τῷ τῆς σοφίας ἐπὶ τοῦ παρόντος ἀξιώματί τε καὶ προσηγορίᾳ τετίμηται. Λόγον δὲ Θεοῦ αὐτὸν, καὶ Φῶς, καὶ Ζωὴν, καὶ Ἀλήθειαν, καὶ ἐπὶ πᾶσι Χριστὸν Θεοῦ δύναμιν καὶ Θεοῦ Σοφίαν προσαγορεύειν μεμαθήκαμεν. Εἰ δὴ οὖν τὰ μετὰ χεῖρας αὐτὸς περὶ ἑαυτοῦ, ὡς ἂν Θεοῦ Σοφία ζῶσα καὶ καθ' αὐτὴν ὑφεστῶσα, διὰ τοῦ σοφωτάτου Σολομῶντος διεξέρχεται λέγων, « Ἐγὼ ἡ Σοφία κατεσκήνωσα βουλὴν, καὶ γνῶσιν, καὶ ἔννοιαν ἐγὼ ἐπεκαλεσάμην » καὶ τὰ τούτοις ἐπαγόμενα· ἀλλὰ καὶ ὡς τὴν τῶν ὅλων διοίκησιν καὶ πρόνοιαν ἀναδεδεγμένος ἐπιφέρει· « Δι' ἐμοῦ βασιλεῖς βασιλεύουσι, καὶ οἱ δυνάσται γράφουσι δικαιοσύνην· δι' ἐμοῦ μεγιστᾶνες μεγαλύνονται· » εἶτα, εἰ-
'I, Wisdom, have dwelt with counsel, and knowledge and understanding have I called upon. The fear of the Lord hates unrighteousness, both insolence and pride, and the ways of wicked men. And I have hated the perverse ways of evil men. Mine is counsel and security, mine is prudence, and mine is strength. Through me kings reign, and potentates write righteousness; through me great ones are magnified, and sovereigns through me hold sway over earth; I love those who love me, and those who seek me shall find grace; wealth and glory belong to me, yea, possession of many things and righteousness. It is better to reap my fruit than gold and much precious stone; and my offspring are better than choice silver. In ways of righteousness I walk, and in ways of righteousness I move, that I may apportion substance to those who love me, and fill their treasuries with good things; if I declare to you the things that come to pass daily, I shall remember to recount the things from eternity. The Lord created me the beginning of His ways unto His works; before eternity He founded me, in the beginning before He made the earth, and before He made the depths, before the springs of the waters came forth, before the mountains were settled, and before all hills He begets me. The Lord made uninhabited regions and inhabited heights of that which is under heaven. When He prepared the heaven, I was present with Him, and when He marked out His own throne upon the winds; when He made strong the clouds above, and set secure the springs of that which is under heaven, in setting for the sea His exact bound, and the waters shall not pass His mouth; when He made strong the foundations of the earth, I was beside Him fitting things together. I was the one in whom He delighted. And daily I rejoiced before His face at every season, when He rejoiced having completed the inhabited world, and rejoiced among the sons of men.' The divine and all-virtuous essence before things begotten, the intellectual and firstborn image of the unbegotten nature, the true and only-begotten Son of the God of the universe, being One of many names and theologized through very many appellations, has in the present passage been honoured with the dignity and title of Wisdom. And we have learned to address Him as Word of God, and Light, and Life, and Truth, and over all as Christ the Power of God and Wisdom of God. Behold then how He Himself goes through the words in hand concerning Himself, as living and self-subsisting Wisdom of God, through the most wise Solomon, saying, 'I, Wisdom, have dwelt with counsel, and knowledge and understanding have I called upon,' and what follows upon these; nay more, as having taken upon Himself the administration and providence of the universe, He adds: 'Through me kings reign, and potentates write righteousness; through me great ones are magnified;' then, having
Notes, col. 349

On the reading

Printed θεολογούμενας, for θεολογούμενος.

Printed αὐτὴν, for αὑτὴν.

PG 22:352Read from the page
πὼν μνημονεύσειν τὰ ἐξ αἰῶνος, ἐπάγει λέγων· « Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· πρὸ τοῦ αἰῶνος ἐθεμελίωσέ με· » δι' ὧν ὁμοῦ καὶ γενητὸν ἑαυτὸν, οὐχὶ δὲ τὸν αὐτὸν ὄντα τῷ Ἀγεννήτῳ διδάσκει, πρὸ παντὸς αἰῶνος οὐσιωμένον, θεμελίου τε τρόπαν τῶν γεννητῶν ἁπάντων προβεβλημένον. Ὅθεν τὸν θεῖον Ἀπόστολον εἰκὸς ὁρμώμενον περὶ αὐτοῦ φάναι· « Ὅς ἐστιν εἰκὼν τοῦ Ἀοράτου, πρωτότοκος πάσης κτίσεως· ὅτι ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, τὰ ἐν τῷ οὐρανῷ καὶ τὰ ἐπὶ τῆς γῆς. » Πρωτότοκος μὲν γὰρ πάσης ἀνείρηται κτίσεως, κατὰ τὸ, « Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ· » νοοῖτο δ' ἂν εἰκότως εἰκὼν τοῦ Θεοῦ, ὡς ἂν γέννημα τῆς ἀγεννήτου φύσεως τυγχάνων. Τοῦτο δὲ οὖν ἐν τοῖς μετὰ χεῖρας ὁμολογεῖ, δι' ὧν φησι· « Πρὸ τοῦ ὄρη ἑδρασθῆναι, » καὶ, « Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με. » Ἔνθεν αὐτὸν Υἱὸν μανογενῆ, καὶ πρωτότοκον τοῦ Θεοῦ Λόγον ἀναγορεύομεν τὸν αὐτὸν ὄντα τῇ δηλουμένῃ Σοφίᾳ. Ὅπως δὲ γέννημα Θεοῦ αὐτὸν εἶναί φαμεν, ἰδίας ἂν δέοιτο ἐξετάσεως· ἐπεὶ μήτε κατὰ διάστασιν, ἢ διαίρεσιν, ἢ μείωσιν, ἢ τομὴν, ἢ κατά τι ὅλως τῶν ἐπὶ τῆς θνητῆς γενέσεως ἐπιτελουμένων, τὴν ἀπόῤῥητον αὐτοῦ γενεσιουργίαν ἐπινοοῦμεν. Οὐδὲ γὰρ θέμις τῶν ἐν γενητοῖς τισι τὴν ἄῤῥητον καὶ ἀκατονόμαστον αὐτοῦ γένεσίν τε καὶ οὐσίωσιν ἀφομοιοῦν, οὐδέ τινα τῶν ἐπικαίρων καὶ θνητῶν παραβάλλειν αὐτῷ εἰκόνα· ἐπεὶ μηδὲ κατὰ τὰς παρ' ἡμῖν τῶν ζώων γενέσεις οὐσίαν ἐξ οὐσίας κατὰ πάθος ἢ διαίρεσιν, μεριστὴν καὶ χωριστὴν ἐκ τοῦ Πατρὸς προεληλυθέναι τὸν Υἱὸν φάναι ὅσιον. Ἀμερὲς γὰρ καὶ ἄτομον τὸ Θεῖον, οὐ τεμνόμενον, οὐ διαιρούμενον, οὐκ ἐκτεινόμενον, οὐ μειούμενον, οὐ συστελλόμενον, οὐ μεῖζον, οὐ χεῖρον, οὐ κρεῖττον αὐτοῦ γινόμενον, οὐκ ἔχον τι ἐν ἑαυτῷ ἕτερόν τι αὐτοῦ, ἵνα καὶ πρόηται τοῦτο. Πᾶν γὰρ τὸ ἔν τινι ὂν, ἢ ὡς συμβεβηκὸς, οἷον λευκὸν ἐν σώματι, ἢ ὡς ἕτερον ἐν ἑτέρῳ τυγχάνει, ὡς τὸ ἐν τῇ κυοφορούσῃ κατὰ γαστρὸς κυοφορούμενον, ἢ ὡς μέρος ἐν τῷ ὅλῳ, ὡς ἂν ἐν σώματι χεὶρ ἢ ποῦς, ἢ δάκτυλος τοῦ παντὸς ὄντα μέρη, ὧν ἀποκοπὴν ἤ τινα τομὴν ἢ διαίρεσιν πεπονθότων, ἀτελὲς καὶ κολοβὸν, ὡς ἂν τοῦ μέρους ἠκρωτηριασμένου, ἀπολέλειπται τὸ πᾶν. Ἀλλὰ γὰρ καὶ τὸ εἰκόνι τοιᾷδε καὶ ὁμοιώσει χρῆσθαι ἐπὶ τῆς ἀγεννήτου φύσεως τοῦ τῶν ὅλων Θεοῦ, καὶ τῆς τοῦ Μονογενοῦς αὐτοῦ καὶ Πρωτοτόκου γενέσεως, πάντων ἂν εἴη ἀσεβέστατον. Οὐ τοίνυν ὡς ἕτερον ἐν ἑτέρῳ, ἐξ ἀπείρων καὶ ἀνάρχων αἰώνων ἦν ὁ Υἱὸς ἀγέννητος ἐν τῷ Πατρὶ, μέρος ὢν αὐτοῦ, ὃ μεταβληθὲν ὕστερον καὶ κενωθὲν ἐκτὸς αὐτοῦ γέγονε· τροπῇ γὰρ αὐτῇ ἤδη τοῦτο οἰκεῖον· καὶ δύο γ' ἂν οὕτως ἀγέννητα εἶεν, τὸ προβεβληκὸς καὶ τὸ προβεβλημένον. Καὶ τίς ἦν κατάστασις κρείττων; Ἆρα ἡ πρὸ τῆς τροπῆς τῆς κατὰ τὴν προβολὴν διαστάσεως; Οὔκουν ὡς μέρος ἢ μέλος ἀγεννήτως ἡνωμένον ἀεὶ πρότερον, ἔπειτα δὲ διαστὰν καὶ χωρὶς γενόμενον τοῦ ὅλου, τὸν Υἱὸν ἀπὸ τοῦ Πατρὸς οἷόν τε ἐπινοεῖν. Ἄῤῥητα γὰρ καὶ ἄντικρυς ἀσεβῆ ταῦτα, ὕλης μὲν
said that He will remember to recount the things from eternity, He adds, saying: 'The Lord created me the beginning of His ways unto His works; before eternity He founded me;' through which He teaches at once both that He Himself is originate and not the same as the Unbegotten, having been brought into essence before every age, and put forward after the manner of a foundation of all things begotten. Setting out from whence, it is likely that the divine Apostle spoke concerning Him: 'Who is the image of the Invisible, firstborn of all creation; because in Him were all things created, the things in the heaven and the things upon the earth.' For He has been proclaimed Firstborn of all creation according to the saying, 'The Lord created me the beginning of His ways unto His works;' and He would reasonably be understood to be the image of God, inasmuch as He is the offspring of the unbegotten nature. This, then, He confesses in the words in hand, through which He says: 'Before the mountains were settled,' and, 'And before all hills He begets me.' Hence we proclaim Him Only-begotten Son, and Firstborn Word of God, being the same as the Wisdom indicated. How, however, we affirm Him to be the offspring of God would require a special inquiry; since neither by separation, nor division, nor diminution, nor cutting, nor altogether according to anything of the things accomplished in mortal generation, do we conceive His unutterable origination. For neither is it lawful to liken His ineffable and unnameable generation and coming into essence to any among things originate, nor to compare any transitory and mortal image unto Him; since not even after the generations of animals among us is it pious to say that essence out of essence according to passion or division, divisible and separable, the Son has come forth out of the Father. For partless and indivisible is the Divine, neither cut, nor divided, nor extended, nor diminished, nor contracted, becoming neither greater, nor worse, nor better than Itself, having nothing within Itself other than Itself, so that It might also put this forth. For everything that is in something exists either as an accident, like white in a body, or as one thing in another, like the fetus carried in the womb in her who is pregnant, or as a part in the whole, as in a body hand or foot or finger, being parts of the whole, when which have suffered amputation or some cutting or division, the whole is left behind incomplete and maimed, inasmuch as the part has been mutilated. Yet indeed even to employ such an image and likeness in the case of the unbegotten nature of the God of the universe, and of the generation of His Only-begotten and Firstborn, would be the most impious of all things. Not, therefore, as one thing in another from infinite and beginningless ages was the Son unbegotten in the Father, being a part of Him, which afterwards having been changed and emptied out came to be outside Him; for this already belongs properly to mutability itself; and thus indeed there would be two unbegotten things, that which put forth and that which was put forth. And which state was better? Was it that before the change of the separation by projection? Not, therefore, as a part or member unbegottenly united ever beforehand, and afterwards parted asunder and come to be separate from the whole, is it possible to conceive the Son from the Father. For ineffable and downright impious are these things, to matter indeed
Notes, col. 352

On the reading

Printed τρόπαν, for τρόπον.

Printed μανογενῆ, for μονογενῆ.

Printed αὐτοῦ, for αὑτοῦ.

PG 22:353Read from the page
ὄντα σωμάτων οἰκεῖα, τῆς δὲ ἀσωμάτου καὶ ἀΰλου φύσεως ἀλλότρια. Διὸ κατὰ καιρὸν εἰκότως ἄν τις ἐνταῦθα πάλιν τὸ, « Τὴν γένεσιν αὐτοῦ τίς διηγήσεται; » ἀναφθέγξαιτο ἄν· ἐπειδὴ καὶ τὴν ἐναντίαν ἐλθεῖν οὐκ ἀκίνδυνον, καὶ ἁπλῶς οὕτως ἐξ οὐκ ὄντων γεννητὸν τὸν Υἱὸν τοῖς λοιποῖς γεννητοῖς ὁμοίως ἀποφήνασθαι· ἄλλη γὰρ Υἱοῦ γένεσις, καὶ ἄλλη ἡ διὰ τοῦ Υἱοῦ δημιουργία. Ἀλλὰ γὰρ ὥσπερ ἡ θεία Γραφὴ τοτὲ μὲν πρωτότοκον πάσης κτίσεως τὸν Υἱὸν ἀναγορεύει ἐξ αὐτοῦ προσώπου, τὸ, « Κύριος ἔκτισέ με ἀρχὴν ὁδῶν αὐτοῦ, » φάσκουσα· τοτὲ δὲ γέννημα τοῦ Πατρὸς εἶναι, λέγει κατὰ τὸ, « Πρὸ δὲ πάντων βουνῶν γεννᾷ με· » ταύτῃ καὶ ἡμῖν ἕπεσθαι ὑγιῶς ἂν ἔχοι, καὶ τὸ πρὸ πάντων αἰώνων εἶναι Λόγον ὄντα Θεοῦ δημιουργικὸν, καὶ τὸ Πατρὶ συνεῖναι, μονογενῆ τε Υἱὸν εἶναι τοῦ τῶν ὅλων Θεοῦ, ὑπουργόν τε καὶ συνεργὸν τῷ Πατρὶ τῆς τῶν ὅλων οὐσιώσεώς τε καὶ διακοσμήσεως γεγεννημένον ὁμολογεῖν, Εἰ γὰρ οὖν καὶ ἄλλο τι ἄῤῥητον καὶ ἀκατάληπτον ἡμῖν ἐν τῇ τῶν ὅλων ἀπολέλειπται φύσει, μυρία δὲ τὰ τοιαῦτα, ὁποῖα καὶ τὰ τοῖς θεοφιλέσιν ἐπηγγελμένα τυγχάνει, « Ἃ ὀφθαλμὸς οὐκ εἶδε, καὶ οὖς οὐκ ἤκουσε, καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, » κατὰ τὸν ἱερὸν Ἀπόστολον· πολὺ πρότερον πάσης ἐννοίας ἐπέκεινα, ἄῤῥητα καὶ ἀκατονόμαστα, ἀνεπινόητά τε καὶ ἀνενθύμητα γένοιτο ἂν τὰ περὶ τῆς πρώτης τοῦ Μονογενοῦς τοῦ Θεοῦ γενέσεως, ἄλλο μηδὲν πλέον ἐχόντων ἡμῶν περὶ αὐτοῦ λέγειν τε καὶ νοεῖν ἤ· « Τὴν γενεὰν αὐτοῦ τίς διηγήσεται; » Εἰ δέ τις τούτου περαιτέρω χωρῶν τόλμῃ προαχθείη τὰ πάντη ἀπερινόητα ὁρατικοῖς καὶ σωματικοῖς παραβάλλειν ὑποδείγμασι, τάχα ἂν εἴποι τῆς τοῦ Πατρὸς ἀγεννήτου φύσεως καὶ τῆς ἀνεκφράστου οὐσίας, ὥσπερ εὐωδίαν τινὰ καὶ φωτὸς αὐγὴν τὸν Υἱὸν ἐξ ἀπείρων αἰώνων, μᾶλλον δὲ πρὸ πάντων αἰώνων ὑποστῆναι, γενόμενόν τε συνεῖναι, καὶ συγγενόμενον ἀεὶ τῷ Πατρὶ ὡς τῷ μύρῳ τὸ εὐῶδες, καὶ τῷ φωτὶ τὴν αὐγὴν, ἀλλ' οὐ τοῖς ὑποδείγμασι κατὰ πάντα τρόπον ὁμοίως, ὡσπεροῦν ἤδη πρότερον εἴρηται. Τὰ μὲν γὰρ ἄψυχα σώματα τὸ συμβεβηκὸς ἐν ποιότησι κέκτηνται· ἥ τε γὰρ αὐγὴ, σύμφυτος οὖσα τῇ τοῦ φωτὸς φύσει, καὶ οὐσιωδῶς συνυπάρχουσα τῷ φωτὶ, οὐκ ἂν δύναιτο ἐκτὸς ὑφεστάναι τοῦ ἐν ᾧ ἐστιν· ὁ δέ γε τοῦ Θεοῦ Λόγος καθ' ἑαυτὸν οὐσίωταί τε καὶ ὑφέστηκε, καὶ οὐκ ἀγεννήτως συνυπάρχει τῷ Πατρὶ, ἀλλ' ὡς μονογενὴς Υἱὸς μόνος πρὸ πάντων τῶν αἰώνων ἐκ τοῦ Πατρὸς γεγεννημένος· ἥ τε εὐωδία, ἀποῤῥοή τις οὖσα σωματικὴ τοῦ ὑποκειμένου, καθ' ἑαυτὴν ἐκτὸς τοῦ πρώτου αἰτίου τὸ πλησιάζον πληροῦσα, οὐδὲν ἧττον σωματικὴ οὖσα καὶ αὐτὴ τυγχάνει. Οὐ ταύτῃ οὖν ἡμῖν νοηθήσεται καὶ τὰ περὶ τῆς πρώτης οὐσιώσεως τοῦ Σωτῆρος ἡμῶν. Οὐδὲ γὰρ ἐξ οὐσίας τῆς ἀγεννήτου κατά τι πάθος ἢ διαίρεσιν οὐσιωμένος, οὐδέ γε ἀνάρχως συνυφέστηκε τῷ Πατρί· ἐπεὶ ὁ μὲν ἀγέννητος, ὁ δὲ γεννητός· καὶ ὁ μὲν Πατὴρ, ὁ δὲ Υἱός. Προϋπάρχειν δὲ καὶ προϋφεστάναι Πατέρα Υἱοῦ, πᾶς ὁστισοῦν ὁμολογήσειεν. Εἴη δ' ἂν ταύτῃ καὶ εἰκὼν Θεοῦ, ἀῤῥήτως πάλιν καὶ
and to bodies belonging as proper, but alien to the incorporeal and immaterial nature. Wherefore seasonably might someone here again utter aloud the saying, 'His generation who shall declare?' since to go the opposite way is also not without danger, and thus simply to pronounce the Son begotten out of things that are not, in like manner with the rest of things begotten; for one thing is the generation of the Son, and another the creation through the Son. For indeed just as Sacred Scripture sometimes proclaims the Son Firstborn of all creation in His own person, uttering the saying, 'The Lord created me the beginning of His ways,' and sometimes says that He is the offspring of the Father, according to the saying, 'And before all hills He begets me,' in this way for us also it would be sound to follow, and both to confess that before all ages He is the creative Word of God, and that He coexists with the Father, and is the only-begotten Son of the God of the universe, begotten as minister and fellow-worker with the Father of the bringing into essence and ordering of the universe. For if indeed even something else ineffable and incomprehensible to us has been left in the nature of the universe—and countless are such things, of what sort also happen to be the things promised to those dear to God, 'Which eye saw not, and ear heard not, and upon the heart of man came not up,' according to the sacred Apostle—far more beforehand beyond every conception, ineffable and unnameable, inconceivable and unimaginable would be the things concerning the primal generation of the Only-begotten of God, since we have nothing else further concerning Him either to speak or to think than: 'His generation who shall declare?' Yet if someone advancing further than this should be led on in boldness to compare things altogether inconceivable with visible and bodily examples, perhaps he might say that of the Father's unbegotten nature and inexpressible essence, like a certain fragrance and radiance of light, the Son subsisted from infinite ages, or rather before all ages, and having come to be coexists, and has ever been together with the Father as fragrance with ointment and radiance with light, yet not in every way alike to the examples, even as indeed has already been said beforehand. For inanimate bodies possess their accident in qualities: for radiance, being connatural with the nature of light and essentially coexisting with the light, could not subsist outside that in which it is; whereas the Word of God has been brought into essence and subsists by Himself, and coexists with the Father not unbegottenly, but as only-begotten Son alone begotten out of the Father before all the ages; and fragrance, being a certain bodily efflux of the underlying subject, filling by itself what is nearby outside the first cause, none the less happens itself also to be bodily. Not in this way, then, shall the matters concerning the primal bringing into essence of our Saviour also be understood by us. For neither has He been brought into essence out of the unbegotten essence according to any passion or division, nor indeed has He co-subsisted beginninglessly with the Father; since the One is unbegotten, and the Other begotten; and the One is Father, and the Other Son. And that the Father pre-exists and pre-subsists before the Son, everyone whatsoever would confess. And in this way He would also be the image of God, ineffably again and
Notes, col. 353

On the reading

Printed ὁμολογεῖν,, for ὁμολογεῖν..