γνοὺς καὶ πτύξας τὸ βιβλίον, καὶ ἀποδοὺς τῷ ὑπηρέτῃ, ἐκάθισε· καὶ πάντων οἱ ὀφθαλμοὶ ἐν τῇ συναγωγῇ ἦσαν ἀτενίζοντες αὐτῷ, ἤρξατο δὲ λέγειν πρὸς αὐτοὺς, ὅτι « Σήμερον πεπλήρωται ἡ Γραφὴ αὕτη ἐν τοῖς ὠσὶν ὑμῶν. » Ἐπὶ τούτοις ἅπασι καὶ τὰ Μωσέως αὖθις παραθετέον, ὃς κατὰ τὸν δειχθέντα αὐτῷ τύπον, τὸν ἴδιον ἀδελφὸν τὸν Ἀαρὼν ἀρχιερέα καταστησάμενος, ἀκολούθως τῷ φήσαντι πρὸς αὐτὸν χρησμῷ, « Ποιήσεις πάντα κατὰ τὸν τύπον τὸν δειχθέντα σοι ἐν τῷ ὄρει, » δῆλός ἐστιν, ὡς τοῖς τῆς διανοίας ὄμμασι καὶ τῷ θείῳ Πνεύματι συνιδὼν τὸν μέγαν τῶν ὅλων ἀρχιερέα, τὸν ἀληθῆ Χριστὸν τοῦ Θεοῦ, ωὗ μετὰ τῆς ἄλλης σωματικῆς καὶ τυπικῆς λατρείας τὴν εἰκόνα διαγράφων, τὸν δηλωθέντα τῇ τοῦ ἀληθοῦς Χριστοῦ προσωνυμίᾳ τετίμηκε. Τοῦτο δὲ παρίστησι καὶ ὁ θεῖος ἀπόστολος, λέγων περὶ τῶν κατὰ τὸν Μωσέως νόμον, τὸ, « Οἵτινες ὑποδείγματι καὶ σκιᾷ λατρεύουσι τῶν ἐπουρανίων. » Καὶ πάλιν· « Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν. » Καὶ πάλιν· « Μὴ οὖν τις ὑμᾶς κρινέτω ἢ ἐν βρώσει, ἢ ἐν πόσει, ἢ ἐν μέρει ἑορτῆς, ἢ νουμηνίας, ἢ σαββάτων, ἅ ἐστι σκιὰ τῶν μελλόντων. » Εἰ γὰρ τὰ περὶ τῆς τῶν βρωμάτων ἀδιαφορίας, καὶ τὰ περὶ ἑορτῶν καὶ σαββάτου νενομοθετημένα, ὡς ἂν σκιώδη ὄντα, ὑπογραμμὸν ἑτέρων ἀληθῶν καὶ μυστικῶν πραγμάτων ἔσωζεν, οὐκ ἀπεικότως ἐρεῖς καὶ τὸν ἀρχιερέα εἰς ἑτέρου ἀρχιερέως παρειλῆφθαι σύμβολον, καὶ Χριστὸν αὐτὸν ἐπωνομάσθαι εἰς ἑτέρου τοῦ μόνου καὶ ἀληθῶς Χριστοῦ· τοσοῦτον γε μὴν λειπόμενον τοῦ ἀληθοῦς, καθόσον ὁ μὲν ἀληθὴς Χριστὸς πρὸς τοῦ τῶν ὅλων Θεοῦ ἀκούει· « Κάθου ἐκ δεξιῶν μου, ἕως ἂν θῶ τοὺς ἐχθρούς σου ὑποπόδιον τῶν ποδῶν σου· » Καὶ, « Κατακυρίευε ἐν μέσῳ τῶν ἐχθρῶν σου· » Καὶ, « Ἐκ γαστρὸς πρὸ Ἐωσφόρου ἐγέννησά σε· » Καὶ « Ὤμοσε Κύριος, καὶ οὐ μεταμεληθήσεται· Σὺ ἱερεὺς εἰς τὸν αἰῶνα κατὰ τὴν τάξιν Μελχισεδέκ. » Δι' ὧν σαφῶς, γέννημα καὶ Υἱὸς Θεοῦ πρὸ Ἐωσφόρου, καὶ πρὸ πάσης δημιουργίας ὑποστὰς, αἰώνιος ἀρχιερεὺς ἀναπέφανται. Ὁ δὲ Μωσέως Χριστὸς, οἷον ἐν δράματι, τὸν τύπον ἐν βραχεῖ καθυποκρινάμενος χρόνῳ, κεῖται ἐν θνητοῖς λελογισμένος, ἑτέρῳ τὴν ἀλήθειαν τῷ μόνῳ καὶ ἀληθεῖ παραδούς· καὶ ὁ μὲν ἀληθὴς Χριστὸς οὐ δεηθεὶς τῆς κατὰ Μωσέα χρίσεως, οὐδ' ἐλαίου σκευαστοῦ καὶ γεώδους ὕλης, ὅμως τῆς ἀρετῆς καὶ τῆς προσωνυμίας τῆς αὐτοῦ τὴν οἰκουμένην κατέπλησε, παρώνυμον αὐτοῦ τὸ Χριστιανῶν γένος ἐν πᾶσι τοῖς ἔθνεσι συστησάμενος· ὁ δὲ Μωσέως, οὐδ' ὅτι ποτὲ ἐν ἀνθρώποις ὠνομάσθη, δῆλος ἦν, εἰ μὴ διὰ τῆς Μωσέως γραφῆς. Καὶ οὗτος μὲν ὀψέ ποτε μετὰ τὴν ἔξοδον τὴν ἀπὸ Αἰγύπτου περιῤῥαντηρίοις τισὶ καὶ ταῖς δι' αἱμάτων θυσίαις καθαρθεὶς, ἐλαίῳ κέχριστο σκευαστῷ, Μωσέως αὐτὸν κεχρικότος· ὁ δὲ ἀρχέτυπος καὶ ἀληθὴς ἀρχῆθεν καὶ εἰς ἄπειρον αἰῶνα, ὅλος δι' ὕλου καὶ αὐτὸς αὑτῷ τὰ πάντα ὅμοιος, μηδ' ὁτιοῦν παραλλάττων, Χριστὸς ἦν ἀεὶ, καὶ πρὸ τῆς ἐν ἀνθρώποις ἐπιδημίας, καὶ μετ' αὐτὴν ὁμοίως, οὐ πρὸς ἀνθρώπου
read and rolled up the book, and given it back to the attendant, He sat down; and the eyes of all in the synagogue were gazing intently at Him, and He began to say to them, "Today this Scripture has been fulfilled in your ears." Upon all these things we must again set beside them the words of Moses also, who, having appointed his own brother Aaron high priest according to the type shown to him, in accordance with the oracle that said to him, "You shall make all things according to the type that was shown to you on the mountain," manifestly perceived with the eyes of the mind and by the divine Spirit the great High Priest of the universe, the true Christ of God, and in delineating His image along with the rest of the bodily and figurative worship, honoured the one pointed out with the title of the true Christ. And this the divine apostle also establishes, saying concerning those under the law of Moses, "Who serve a copy and shadow of the heavenly things." And again: "For the law, having a shadow of the good things to come." And again: "Let no one therefore judge you in food, or in drink, or in respect of a feast, or a new moon, or sabbaths, which are a shadow of the things to come." For if the ordinances enacted concerning the indifference of foods, and those concerning feasts and the sabbath, as being shadowy, preserved an outline of other true and mystical realities, not unreasonably will you say that the high priest too was taken as a symbol of another High Priest, and that he himself was surnamed Christ with reference to another, the only and truly existing Christ; yet falling short of the true One in so far as the true Christ hears from the God of the universe: "Sit at My right hand, until I make Your enemies a footstool for Your feet;" and, "Rule in the midst of Your enemies;" and, "From the womb before the Morning Star I begot You;" and, "The Lord swore, and will not repent: You are a priest for ever according to the order of Melchizedek." Through which words clearly, having subsisted as offspring and Son of God before the Morning Star, and before all creation, He has been declared eternal High Priest. Whereas the Christ of Moses, having acted out the type for a brief time as though in a drama, lies reckoned among mortals, having handed over the truth to another, the only and true One; and the true Christ, needing neither the anointing according to Moses, nor compounded oil and earthly matter, nevertheless filled the inhabited world with His virtue and His title, having established among all the nations the race of Christians named after Him; whereas he of Moses was not even known ever to have been named among men, save through the writing of Moses. And the one, late at length after the exodus from Egypt, having been purified with certain sprinklings and sacrifices through blood, had been anointed with compounded oil, Moses having anointed him; whereas the archetypal and true One, from the beginning and unto endless age, wholly throughout and altogether like unto Himself, varying in nothing whatsoever, was Christ always, both before His sojourn among men, and after it likewise, not by man