Migne Reading Room

PG 22 · cols. 32–41 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:32Read from the page
κον, καὶ τὰ σκεύη, καὶ τὰς ψυχὰς, ὅσοι ἐὰν ὦσιν ἐκεῖ, καὶ ἐπὶ τὸν ἡμμένον τοῦ ὀστέου τοῦ ἀνθρωπίνου, ἢ τοῦ τραυματίου, ἢ τοῦ τεθνηκότος, ἢ τοῦ μνήματος. Καὶ περιῤῥανεῖ ὁ καθαρὸς ἐπὶ τὸν ἀκάθαρτον ἐν τῇ ἡμέρᾳ τῇ τρίτῃ, καὶ ἐν τῇ ἡμέρᾳ τῇ ἑβδόμῃ, καὶ πλυνεῖ τὰ ἱμάτια ἑαυτοῦ, καὶ λούσεται τὸ σῶμα ὕδατι, καὶ ἀκάθαρτος ἔσται ἕως ἑσπέρας. Καὶ ἄνθρωπος ἐὰν μιανθῇ, καὶ μὴ ἀφαγνισθῇ, ἐξολοθρευθήσεται ἡ ψυχὴ ἐκείνη ἐκ τῆς συναγωγῆς, ὅτι ὕδωρ ῥαντισμοῦ οὐ περιεῤῥαντίσθη ἐπ' αὐτόν. Καὶ ἔσται ὑμῖν νόμιμον αἰώνιον. » Ταῦτα Μωϋσῆς νομοθετήσας, τὸν τρόπον τοῦ ὕδατος τοῦ ῥαντισμοῦ ἐπεκδιδάσκει· δάμαλιν πυῤῥὰν ἄμωμον ὁλοκαυτοῦσθαι προστάττων, καὶ ἀπὸ τῆς σποδιᾶς αὐτῆς ἐμβάλλεσθαι τῷ ὕδατι ἐξ οὗ χρῆναι καθαίρεσθαι τοὺς ἐπὶ νεκρῷ μεμολυσμένους. Ποῦ δὲ χρὴ ὁλοκαυτοῦσθαι τὴν δάμαλιν, ποῦ δὲ τὴν ἐν λέχει προσφέρειν τὰς θυσίας, ποῦ δὲ τὰ λοιπὰ νόμιμα συντελεῖν, ὅτι μὴ ἀδιαφόρως ἐν παντι τόπῳ, ἀλλ' ἐν μόνῳ ἑνὶ, ᾧ αὐτὸς ἀφορίζει, δῆλον ἀφ' ὧν νομοθετεῖ λέγων· « Καὶ ἔσται ὁ τόπος ὃν ἐὰν ἐκλέξηται Κύριος ὁ Θεὸς ὑμῶν, ἐν αὐτῷ ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ, ἐκεῖ οἴσετε πάντα ὅσα ἐγὼ ἐντέλλομαι ὑμῖν σήμερον. » Καὶ διαστέλλεται ἑξῆς ἀκριβῶς, ἐπιλέγων· « Πρόσεχε σεαυτῷ, μήποτε ἀνενέγκῃς τὰ ὁλοκαυτώματά σου, οὗ ἂν ἴδῃς, ἀλλ' ἢ εἰς τὸν τόπον ὃν ἐὰν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτὸν, ἐν μιᾷ τῶν πόλεών σου, ἐκεῖ ἀνοίσεις τὰ ὁλοκαυτώματά σου, καὶ ἐκεῖ ποιήσεις πάντα ὅσα ἐντέλλομαι ὑμῖν σήμερον. » Καὶ προστίθησι λέγων· « Οὐ δυνήσῃ φαγεῖν ἐν πάσαις ταῖς πόλεσι τὸ ἐπιδέκατον τοῦ σίτου σου, καὶ τοῦ οἴνου σου, καὶ τοῦ ἐλαίου σου, τὰ πρωτότοκα τῶν βοῶν σου, καὶ τῶν προβάτων σου, καὶ πάσας τὰς εὐχάς σου ὅσας ἂν εὔξησθε, καὶ τὰς ὁμολογίας ὑμῶν, καὶ τὰς ἀπαρχὰς τῶν χειρῶν ὑμῶν· ἀλλ' ἢ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου φαγῇ αὐτὰ, ἐν ᾧ ἂν τόπῳ ἐκλέξηται Κύριος ὁ Θεός σου ἑαυτῷ, σὺ καὶ οἱ υἱοί σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ προσήλυτος ὁ ἐν ταῖς πόλεσί σου. » Καὶ ἔτι προσελθὼν ἐπασφαλίζεται τὸν λόγον, ἐν ᾧ φησιν· « Πλὴν τὰ ἅγιά σου ἃ ἂν γένωνταί σοι, καὶ τὰς εὐχάς σου λαβὼν, ἥξεις εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἑαυτῷ. » Καὶ πάλιν· « Δεκάτην ἀποδεκατώσεις παντὸς γεννήματος τοῦ σπέρματός σου· τὸ γέννημα τοῦ ἀγροῦ σου [ἐνιαυτὸν] κατ' ἐνιαυτόν. Καὶ φαγῇ αὐτὸ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου, ἐν ᾧ ἂν τόπῳ ἐκλέξηται Κύριος ὁ Θεός σου, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ. » Εἶτ' ἐπιλογισάμενος, τί δέοι πράττειν, εἰ μακρὰν ἀφεστὼς εἴη ὁ πρὸς αὐτοῦ δηλούμενος τόπος, ὁ δὲ καρπὸς τῶν γεννημάτων πολὺς, πῶς δέοι παρακομίζειν οἴκοθεν εἰς τὸν τοῦ Θεοῦ τόπον τοὺς ἐπετείους καρποὺς τῆς ὁλοκαυτώσεως, καὶ περὶ τούτου τόνδε τίθησι τὸν νόμον· « Ἐὰν δὲ μακρὰν γένηται ἀπὸ σοῦ ἡ ὁδὸς, καὶ μὴ δυνήσῃ ἀναφέρειν αὐτὰ, ὅτι μακρὰν ἀπὸ σοῦ ὁ τόπος, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ, ὅτι εὐλογήσει σε Κύριος ὁ Θεός σου, καὶ ἀποδώσεις αὐτὰ ἀργυρίου, καὶ λήψῃ τὸ ἀργύριον ἐν ταῖς χερσί σου, καὶ πο-
se, and upon the vessels, and upon the souls, as many as may be there, and upon him who has touched the human bone, or the wounded man, or the dead body, or the tomb. And the clean man shall sprinkle round upon the unclean on the third day, and on the seventh day, and he shall wash his garments, and shall bathe his body in water, and shall be unclean until evening. And if a man be defiled, and be not purified, that soul shall be utterly destroyed out of the assembly, because water of sprinkling was not sprinkled round upon him. And it shall be to you an everlasting statute." Having enacted these things, Moses teaches further in detail the manner of the water of sprinkling, commanding an unblemished red heifer to be offered as a whole burnt-offering, and from its ash to be cast into the water wherefrom those defiled over a dead body must be cleansed. Now where one must offer the heifer as a whole burnt-offering, and where she who is in childbed must offer her sacrifices, and where one must perform the rest of the ordinances—that it is not indifferently in every place, save in one alone, which he himself defines—is plain from the laws that he enacts, saying: "And there shall be the place whichever the Lord your God shall choose, for His name to be called upon in it; thither you shall bring all things whatsoever I command you today." And he distinguishes accurately next in order, adding: "Take heed to yourself, lest ever you offer up your whole burnt-offerings wherever you may see, save unto the place whichever the Lord your God shall choose, even it, in one of your cities; there you shall offer up your whole burnt-offerings, and there you shall do all things whatsoever I command you today." And he adds, saying: "You shall not be able to eat in all your cities the tenth part of your corn, and of your wine, and of your oil, the firstborn of your oxen, and of your sheep, and all your vows as many as you may vow, and your thank-offerings, and the firstfruits of your hands; save before the Lord your God you shall eat them, in whatever place the Lord your God shall choose for Himself, you and your sons, and your daughter, your manservant, and your maidservant, and the proselyte who is in your cities." And going forward still further he secures the statement, wherein he says: "Nevertheless, taking your holy things, whichever may come to be yours, and your vows, you shall come unto the place which the Lord your God shall choose for Himself." And again: "A tithe you shall tithe of all the produce of your seed: the produce of your field year by year. And you shall eat it before the Lord your God, in whatever place the Lord your God shall choose, for His name to be called upon there." Then, having reckoned what one ought to do if the place indicated by him should be far distant, and the fruit of the produce abundant—how one ought to convey from home unto the place of God the yearly fruits of the whole burnt-offering—concerning this too he lays down this law: "Now if the way be far from you, and you be not able to carry them up, because the place is far from you which the Lord your God shall choose, for His name to be called upon there, because the Lord your God will bless you, then you shall sell them for silver, and you shall take the silver in your hands, and you shall pro-
Notes, col. 32

On the reading

Printed παντι, for παντὶ.

PG 22:33Read from the page
ρεύσῃ εἰς τὸν τόπον, ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτὸν, καὶ δώσεις τὸ ἀργύριον ἐπὶ παντὸς οὗ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, ἐπὶ βουσὶν, ἢ ἐπὶ προβάτοις, ἢ ἐπὶ οἴνῳ, ἢ ἐπὶ σικέρᾳ, ἢ ἐπὶ παντὸς οὗ ἂν ἐπιθυμῇ ἡ ψυχή σου, καὶ φαγῇ ἐκεῖ ἐναντίον Κυρίου τοῦ Θεοῦ σου. » Καὶ αὖθις τὸν τόπον ἐπισφραγίζεται, ὧδέ πως φάσκων· « Πᾶν πρωτότοκον ὃ ἂν τεχθῇ ἐν τοῖς βουσί σου, καὶ ἐν τοῖς προβάτοις σου, τὰ ἀρσενικὰ ἀποίσεις Κυρίῳ τῷ Θεῷ σου. Οὐκ ἐργάσῃ ἐν τῷ πρωτοτόκῳ μόσχῳ σου, καὶ μὴ κείρῃς τὸ πρωτότοκον τῶν προβάτων σου. Ἐναντίον Κυρίου τοῦ Θεοῦ σου φαγῇ αὐτὸ ἐνιαυτὸν ἐξ ἐνιαυτοῦ, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου, σὺ καὶ ὁ οἶκός σου. » Μετὰ ταῦτα πάλιν θέα, τίνα τρόπον καὶ τὰ περὶ τῶν ἑορτῶν διαστέλλει, οὐκ ἄλλοθι γῆς, ἄλλ' ἢ ἐν μόνῳ τῷ δηλουμένῳ τόπῳ, πανηγυρίζειν. Λέγει δ' οὖν· « Φύλαξαι τὸν μῆνα τῶν νέων, καὶ ποιήσεις τὸ Πάσχα Κυρίῳ τῷ Θεῷ σου, πρόβατα καὶ βόας, ἐν τῷ τόπῳ, ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτῷ. » Πάλιν ὑπομιμνήσκει, λέγων· « Οὐ δυνήσῃ θῦσαι τὸ Πάσχα ἐν οὐδεμιᾷ τῶν πόλεών σου, ὧν Κύριος ὁ Θεός σου δίδωσί σοι, ἀλλ' εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου. Ἐκεῖ θύσεις τὸ Πάσχα ἑσπέρας πρὸς δυσμαῖς ἡλίου, ἐν τῷ καιρῷ ᾧ ἐξῆλθες ἐκ γῆς Αἰγύπτου· καὶ ἑψήσεις, καὶ φαγῇ ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου. » Ὁ μὲν δὴ τῆς τοῦ Πάσχα ἑορτῆς νόμος τοιοῦτος· ὁ δὲ τῆς Πεντηκοστῆς τί φησιν, ἄκουσον· « Ἑπτὰ ἑβδομάδας ὁλοκλήρους ἐξαριθμήσεις σεαυτῷ, ἀρξαμένου σου δρέπανον ἐπ' ἀμητὸν, καὶ ποιήσεις ἑορτὴν ἑβδομάδων Κυρίῳ τῷ Θεῷ σου, καθὰ ἰσχύει ἡ χείρ σου, ὅσα ἂν δῷ σοι, καθότι εὐλόγηκέ σε Κύριος ὁ Θεός του· καὶ εὐφρανθήσῃ ἐνώπιον Κυρίου τοῦ Θεοῦ σου, σὺ καὶ ὁ υἱός σου, καὶ ἡ θυγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ὁ Λευΐτης, ὁ ἐν ταῖς πόλεσί σου, καὶ ὁ προσήλυτος, καὶ ὁ ὀρφανὸς, καὶ ἡ χήρα ἡ ἐν ὑμῖν, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου αὐτῷ, ἐπικληθῆναι τὸ ὄνομα αὐτοῦ ἐκεῖ. » Καὶ τὴν τρίτην δ' ἑορτὴν ἔνθα προστάττει ἐκτελεῖν, ἐπάκουσον· « Ἑορτὴν τῶν Σκηνῶν ποιήσεις σεαυτῷ ἑπτὰ ἡμέρας, ἐν τῷ συναγαγεῖν σε ἀπὸ τῆς ἅλωνός σου καὶ ἀπὸ τῆς ληνοῦ σου, καὶ εὐφρανθήσῃ ἐν τῇ ἑορτῇ σου, σὺ, καὶ υἱὸς σου, καὶ ἡ θηγάτηρ σου, ὁ παῖς σου, καὶ ἡ παιδίσκη σου, καὶ ἡ χήρα, ἐν τῷ τόπῳ ᾧ ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου ἑαυτῷ. » Διὰ τοσούτων οὖν τὸν τόπον ἐπισημαινόμενος, τοσαυτάκις τε εἰπὼν εἰς αὐτὸν ἀπαντᾷν παγγενεῖ καὶ πανοικὶ, πῶς ἂν ἥρμοζε τοῖς τῆς Ἰουδαίας καὶ ἐπὶ μικρὸν διεστῶσι, μήτι γε τοῖς καθ' ὅλης τῆς οἰκουμένης ἔθνεσι; μάλιστα ὅτε οὐδὲ συγγνώμην τινὰ νέμει τοῖς παραβαίνουσι τὰ διωρισμένα, ἀρὰν δὲ κατὰ πάντων τῶν μὴ τὰ πάντα τηρούντων ἐπάγει, ῥήμασιν αὐτοῖς λέγων· « Ἐπικατάρατος ὃς οὐκ ἐμμενεῖ πᾶσι τοῖς γεγραμμένοις ἐν τῷδε τῷ νόμῳ τοῦ ποιῆσαι αὐτά. » Θεώρησον δὲ καὶ ἄλλως τὰ ἀδύνατα πᾶσιν ἀνθρώποις τῆς Μωϋσέως νομοθεσίας. Διαστειλάμενος τὰ ἑκούσια καὶ χαλεπὰ
ceed unto the place which the Lord your God shall choose, even it, and you shall give the silver for whatever your soul may desire, for oxen, or for sheep, or for wine, or for strong drink, or for whatever your soul may desire, and you shall eat there before the Lord your God." And again he sets a seal upon the place, speaking somewhat thus: "Every firstborn that may be born among your oxen and among your sheep, the males you shall bring away to the Lord your God. You shall not work with your firstborn calf, and you shall not shear the firstborn of your sheep. Before the Lord your God you shall eat it year after year, in the place which the Lord your God shall choose, you and your household." After these things behold again in what manner he distinguishes the matters concerning the feasts as well, to keep festival nowhere else on earth save in the indicated place alone. Accordingly he says: "Observe the month of the new corn, and you shall keep the Passover to the Lord your God, sheep and oxen, in the place which the Lord your God shall choose for Himself." Again he calls to mind, saying: "You shall not be able to sacrifice the Passover in any one of your cities which the Lord your God gives you, but unto the place which the Lord your God shall choose. There you shall sacrifice the Passover in the evening towards sunset, at the season wherein you came forth out of the land of Egypt; and you shall boil it, and shall eat it in the place which the Lord your God shall choose." Such indeed is the law of the feast of the Passover; and hear what that of Pentecost says: "Seven complete weeks you shall number out for yourself, when you begin the sickle upon standing corn, and you shall keep a feast of weeks to the Lord your God, according as your hand has strength, in whatsoever things He may give you, according as the Lord your God has blessed you; and you shall rejoice before the Lord your God, you and your son, and your daughter, your manservant, and your maidservant, and the Levite who is in your cities, and the proselyte, and the orphan, and the widow who is among you, in the place which the Lord your God shall choose for Himself, for His name to be called upon there." And hear where he commands them to celebrate the third feast as well: "A feast of Tabernacles you shall keep for yourself seven days, at your gathering in from your threshing-floor and from your winepress, and you shall rejoice in your feast, you, and your son, and your daughter, your manservant, and your maidservant, and the widow, in the place which the Lord your God shall choose for Himself." Marking out the place, therefore, through so many passages, and saying so many times to assemble unto it with all one's race and with all one's household, how would he have been suited even to those removed a short distance from Judaea, much less to the nations throughout the whole inhabited world—especially when he grants not even any pardon to those who transgress the things appointed, but brings a curse against all who do not keep all things, saying in these very words: "Cursed is he who shall not abide in all the things written in this law, to do them"? Consider also in another way the things in the legislation of Moses that are impossible for all mankind. Having distinguished the voluntary and grievous
Notes, col. 33

On the reading

Printed ἄλλ', for ἀλλ'.

Printed του, for σου.

Printed υἱὸς σου, for υἱός σου.

Printed θηγάτηρ, for θυγάτηρ.

PG 22:36Read from the page
τῶν ἁμαρτημάτων, καὶ τιμωρίας περιθεὶς ἑκάστῳ τῶν μεγίστης κολάσεως ἀξίων, νόμους τίθησι, καθ' οὓς ἑτέρῳ τρόπῳ καὶ τοὺς ἀκουσίως πλημμελοῦντας ἐπιστρέφει· ὧν ὁ μὲν οὕτως ἔχει· « Ἐὰν ψυχὴ μία ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς, ἐν τῷ ποιῆσαι μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν Κυρίου, ἣ οὐ ποιηθήσεται, καὶ πλημμελήσῃ, καὶ γνωσθῇ αὐτῷ ἡ ἁμαρτία ἣν ἥμαρτεν, καὶ οἴσει δῶρον αὐτοῦ χίμαιραν ἐξ αἰγῶν ἄμωμον, θήλειαν οἴσει περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτεν, ἐν τῷ τόπῳ οὗ σφάζουσι τὰ ὁλοκαυτώματα, καὶ λήψεται ὁ ἱερεὺς ἀπὸ τοῦ αἵματος. » Καὶ ὅρα γε ὡς καὶ ἐνταῦθα τὸν πταίσαντά τι παρὰ γνώμην ἐν τῷ τόπῳ δεῖν ἀπαντᾷν, οὗ σφάζουσι τὰ ὁλοκαυτώματα. Οὗτος δὲ ἦν, οὗ διὰ πλείστων ἤδη πρότερον ἐμνήσθη, λέγων· « Ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεός σου. » Τοῦτο δ' ὅτι μὴ δυνατὸν πρὸς ἁπάντων τῶν ἐπὶ γῆς ἀνθρώπων ἐκτελεῖσθαι, καὶ αὐτὸς ὁ νομοθέτης συνιδὼν, ἀκριβῶς ἐπισημήνατο, οὐκ ἀορίστως κατὰ πάντων προαγαγὼν τὸν νόμον, ἀλλ' ἐπειπών· « Ἐὰν ψυχὴ ἁμάρτῃ ἀκουσίως ἐκ τοῦ λαοῦ τῆς γῆς. » Καὶ δεύτερον δὲ νόμον τίθησιν, οὕτως ἔχοντα· « Ἐὰν δὲ ψυχὴ ἀκούσῃ φωνὴν ὁρκισμοῦ, καὶ οὗτος μάρτυς ἢ ἑώρακεν, ἢ σύνοιδεν, ἐὰν μὴ ἀπαγγείλῃ, λήψεται τὴν ἁμαρτίαν. » Τί οὖν χρὴ τοῦτον ποιεῖν, ἀλλ' ἢ λαβόντα μετὰ χεῖρας τὸ ἱερεῖον, σπεύδειν ἐπὶ τὰ καθάρσια; Ποῦ πάλιν, ἀλλ' ἢ ἐν τῷ τόπῳ, οὗ σφάζουσι τὰ ὁλοκαυτώματα; Καὶ τρίτον πάλιν· « Ψυχὴ, φησὶν, ἥτις ἂν ἅψηται παντὸς πράγματος ἀκαθάρτου, ἢ τῶν θνησιμαίων τῶν κτηνῶν τῶν ἀκαθάρτων, καὶ λάβῃ ἀπ' αὐτοῦ, καὶ αὐτὸς μεμίανται, καὶ πλημμελήσῃ ἢ ἅψηται ἀκαθαρσίας ἀνθρώπου, ἀπὸ πάσης ἀκαθαρσίας αὐτοῦ ἧς ἂν ἁψάμενος μιανθῇ, καὶ ἔλαθεν αὐτὸν, μετὰ τοῦτο δ' ἔγνω καὶ πλημμελήσῃ. » Τί δὴ οὖν καὶ τὸν μιανθέντα προσῆκον ἦν ποιεῖν, ἀλλ' ἢ ἀπαντᾷν πάλιν ἐν τῷ τόπῳ, καὶ προσφέρειν περὶ τῆς ἁμαρτίας αὐτοῦ ἧς ἥμαρτε, θῆλυ ἀπὸ τῶν προβάτων, ἢ ἀμνάδα, ἢ χίμαιραν ἐξ αἰγῶν, περὶ ἁμαρτίας; Ὁ δ' αὐτὸς ἦν νόμος καὶ ἐπὶ ψυχῆς ἣ ἂν ὀμόσῃ διαστέλλουσα τοῖς χείλεσι, κακοποιῆσαι, ἢ καλῶς ποιῆσαι κατὰ πάντα ὅσα ἂν διαστείλῃ ἄνθρωπος μεθ' ὅρκου, καὶ λάθῃ αὐτὸν, καὶ οὗτος γνῷ καὶ ἁμάρτῃ ἕν τινι τούτων, καὶ ἐξαγορεύσῃ τὴν ἁμαρτίαν περὶ ἧς ἥμαρτε, « καὶ οὗτος δῆτα, φησὶν, τὸ αὐτὸ λαβὼν ἱερεῖον, σπευδέτω ἐν τῷ τόπῳ, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς περὶ τῆς ἁμαρτίας αὐτοῦ, καὶ ἀφεθήσεται αὐτῷ ἡ ἁμαρτία. » Καὶ ἄλλος παρὰ τοὺς εἰρημένους νόμος ὧδέ πη διορίζει· « Ψυχὴ ἣ ἂν λάθῃ αὐτὸν λήθῃ, καὶ ἁμάρτῃ ἀκουσίως ἀπὸ τῶν ἁγίων Κυρίου, καὶ εἰσοίσει κριὸν τῆς πλημμελείας αὐτοῦ τῷ Κυρίῳ· οἴσει δὲ πάλιν παρὰ τὸν ἀρχιερέα, ἐν τῷ τόπῳ δηλαδὴ τῷ ἐξειλεγμένῳ. » Καὶ ἕκτον δὲ νόμον τούτοις προστίθησι, λέγων· « Ψυχὴ ἂν ἁμάρτῃ, καὶ ποιήσῃ μίαν ἀπὸ πασῶν τῶν ἐντολῶν, ὧν οὐ δεῖ ποιεῖν, καὶ οὐκ ἔγνω, καὶ πλημμελήσῃ, καὶ λάβῃ τὴν ἁμαρτιαν αὐτοῦ, καὶ οἴσει πάλιν κριὸν τῷ ἀρχιερεῖ, καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς, περὶ τῆς ἀγνοίας αὐτοῦ ἧς ἠγνόησε,
offences, and having attached penalties to each of those worthy of the greatest chastisement, he lays down laws according to which in another manner he turns back also those who transgress involuntarily; of which the first runs thus: "If one soul from the people of the land sins involuntarily, in doing one of all the commandments of the Lord, which shall not be done, and transgresses, and his sin wherein he sinned becomes known to him, then he shall bring his gift, an unblemished kid from among the goats, a female he shall bring concerning his sin wherein he sinned, in the place where they slaughter the whole burnt-offerings, and the priest shall take from the blood." And see indeed how here too he who has stumbled in anything contrary to his intention must assemble in the place where they slaughter the whole burnt-offerings. Now this was the place of which he already made mention at great length before, saying: "Whichever the Lord your God shall choose." And having himself perceived that this could not be accomplished by all human beings upon earth, the lawgiver too pointed it out accurately, bringing forward the law not indefinitely against all, but adding: "If a soul from the people of the land sins involuntarily." And he lays down a second law as well, running thus: "And if a soul hears the voice of an adjuration, and he is a witness or has seen, or is conscious of it, if he does not report it, he shall bear the sin." What then must this man do, save take the victim in his hands and hasten unto the rites of cleansing? Where again, save in the place where they slaughter the whole burnt-offerings? And a third time again: "A soul," he says, "whichever touches any unclean thing, or the carcasses of the unclean cattle, and takes from it, and himself has been defiled, and transgresses, or touches the uncleanness of a man, from all his uncleanness whereby having touched it he may be defiled, and it escaped his notice, and after this he came to know it and transgresses." What then indeed was it fitting for him also who had been defiled to do, save assemble again in the place, and offer concerning his sin wherein he sinned a female from the sheep, or a ewe lamb, or a kid from among the goats, concerning sin? And the law was the same also over a soul whichever swears, pronouncing distinctly with the lips, to do evil or to do well according to all things whatsoever a man may pronounce distinctly with an oath, and it escapes his notice, and he comes to know it and sins in one of these things, and confesses the sin concerning which he sinned: "let this man too, forsooth," he says, "taking the same victim, hasten in the place, and the priest shall make propitiation concerning him, concerning his sin, and the sin shall be forgiven him." And another law beside those mentioned defines somewhat thus: "A soul whichever escapes his own notice by forgetfulness, and sins involuntarily from the holy things of the Lord, shall also bring in a ram for his trespass to the Lord; and he shall bring it again before the high priest, plainly in the chosen place." And he adds a sixth law also to these, saying: "If a soul sins, and does one of all the commandments which one ought not to do, and did not know it, and transgresses, and contracts his sin, he also shall bring again a ram to the high priest, and the priest shall make propitiation concerning him, concerning his ignorance wherein he was ignorant,
Notes, col. 36

On the reading

Printed ἕν τινι, for ἔν τινι.

Printed ἁμαρτιαν, for ἁμαρτίαν.

PG 22:37Read from the page
καὶ οὗτος οὐκ ᾔδει, καὶ ἀφεθήσεται αὐτῷ. » Ἤδη δὲ ἕβδομόν φησι· « Ψυχὴ ἂν ἁμάρτῃ, καὶ παριδὼν παρίδῃ τὰς ἐντολὰς Κυρίου, καὶ ψεύσηται πρὸς τὸν πλησίον αὐτοῦ ἐν παρακαταθήκῃ, περὶ κοινωνίας ἢ ἁρπαγῆς, ἢ ἠδίκησέ τι τὸν πλησίον, ἢ εὗρεν ἀπώλειαν, καὶ ψεύσηται περὶ αὐτῆς, καὶ ὀμόσῃ ἀδίκως περὶ ἑνὸς ἀπὸ πάντων ὧν ἐὰν ποιήσῃ ἄνθρωπος, ὥστε ἁμαρτεῖν ἐν τούτοις, καὶ ἡνίκα ἂν ἁμάρτῃ καὶ πλημμελήσῃ καὶ ἀποδῷ τὸ ἅρπαγμα ὃ ἥρπασεν, ἢ τὸ ἀδίκημα ὃ ἠδίκησεν, ἢ τὴν παρακαταθήκην, ἥτις παρετέθη αὐτῷ, ἢ τὴν ἀπώλειαν ἣν εὗρεν, ἀπὸ παντὸς πράγματος οὗ ὤμοσε περὶ αὐτοῦ ἀδίκως, καὶ ἀποτίσει αὐτὸ τὸ κεφάλαιον καὶ τὸ ἐπίπεμπτον. » Ἐχρῆν δ' ἂν μετὰ τὸ ἐξαγορεῦσαι τὸ ἁμάρτημα, καὶ μετὰ τὸ ἀποτῖσαι, σπεύδειν πάλιν, πάντα ὑπερθέμενον, εἰς τὸν τόπον ὃν ἂν ἐκλέξηται Κύριος ὁ Θεὸς, καὶ προσφέρειν γε περὶ τῆς πλημμελείας κριὸν ἄμωμον· καὶ ἐξιλάσεται περὶ αὐτοῦ ὁ ἱερεὺς ἔναντι Κυρίου, καὶ ἀφηθήσεται αὐτῷ. Ταῦτα καὶ περὶ τῶνδε ὁ θαυμάσιος Μωϋσῆς, περί τε τῶν ἀκουσίως ἡμαρτηκότων, καὶ περὶ τῶν κατ' ἄγνοιαν, ἐξηκριβώσατο, πόῤῥωθεν τῶν κατὰ προαίρεσιν πλημμελημάτων, ἐφ' οἷς καὶ ἀπαραιτήτους ὁρίζει τιμωρίας τοὺς οἰκείους ἀναστέλλων. Ὁ γὰρ ἐπὶ τοῖς ἀκουσίοις μὴ πρότερον νείμας συγγνώμην, ἢ ἐξαγορεῦσαι τὸ ἁμάρτημα, κἄπειτα ὥσπερ μικρὰν τιμωρίαν διὰ τῆς προστεταγμένης θυσίας εἰσπραξάμενος τὸν ἡμαρτηκότα, διά τε τῆς ἐπὶ τὸν ἁγνὸν τόπον ἀμελλήτου πορείας τὴν σπουδὴν ὁμοῦ καὶ τὸ εὐλαβὲς ἐπιτείνας τῶν κατ' αὐτὸν θεοσεβεῖν προῃρημένων, πῶς οὐχὶ τῶν ἑκουσίως δρωμένων πολὺ πρότερον ἐπίσχοι ἂν τὰς ὁρμάς; Τί δὴ οὖν πρὸς ταῦτα συλλογίζεσθαι χρῆν, ὅτε δὴ, ὡς εἴρηται, συγκεφαλαιούμενος τὰ πάντα ὁ Μωϋσῆς ἐπισκήπτει, λέγων· « Ἐπικατάρατος πᾶς ὃς οὐκ ἐμμενεῖ ἐν πᾶσι τοῖς ἐγγεγραμμένοις τοῦ νόμου, τοῦ ποιῆσαι αὐτά; » Ἄρα γὰρ τοὺς ἐκ περάτων γῆς μέλλοντας κατὰ Μωϋσέα θεοσεβεῖν, ὡς ἂν φύγοιεν μὲν τὴν κατάραν, τύχοιεν δὲ τῆς ἐπηγγελμένης πρὸς τὸν Ἀβραὰμ εὐλογίας, ταῦτα πάντα χρῆν πράττειν, καὶ τρίτον τοῦ ἔτους ἀπαντᾷν εἰς τὰ Ἱεροσόλυμα; καὶ τὰς ἐκ πάντων δὲ τῶν ἐθνῶν θεοσεβεῖν προκεκριμένας γυναῖκας, ἄρτι τόκων καὶ ὠδίνων παυσαμένας, τοσαύτην στέλλεσθαι πορείαν, ὡς ἂν τὴν προστεταγμένην ὑπὸ Μωϋσέως θυσίαν ἐφ' ἑκάστῳ τῶν γεννωμένων ἀνενέγκαιεν; ἢ τοὺς ἐφαψαμένους νεκροῦ σώματος, ἢ τοὺς ἐπίορκον ὀμωμοκότας, ἢ τοὺς ἀκούσιόν τι δεδρακότας ἐκ περάτων γῆς ἥκειν, τρέχειν τε καὶ σπεύδειν ἐπὶ τὸν νενομοθετημένον καθαρισμὸν, ὡς ἂν ἐκφύγοιεν τὴν τῆς κατάρας ἐπίσκηψιν; Ἀλλὰ συνορᾷς, ὡς καὶ αὐτοῖς τοῖς ἀμφὶ τὰ Ἱεροσόλυμα κατοικοῦσι, καὶ ἐπὶ μόνης τῆς Ἰουδαίας τὰς διατριβὰς ποιουμένοις ὁ κατὰ Μωϋσέα βίος δυσκατόρθωτος ἦν· μήτι γε δυνατὸς ἐπιτελεῖσθαι καὶ τοῖς λοιποῖς ἔθνεσιν. Ἔνθεν
and he himself did not know it, and it shall be forgiven him." And now a seventh time he says: "If a soul sins, and overlooking overlooks the commandments of the Lord, and deals falsely towards his neighbour in a deposit, concerning partnership or robbery, or has wronged his neighbour in anything, or has found a lost thing, and deals falsely concerning it, and swears unjustly concerning any one of all the things whatsoever a man may do, so as to sin therein, then whenever he sins and transgresses, he shall also restore the plunder which he plundered, or the wrong wherein he wronged, or the deposit which was committed to him, or the lost thing which he found, from every matter concerning which he swore unjustly, and he shall pay it back in full principal and the fifth part besides." And after confessing the offence, and after paying back, one would have had to hasten again, postponing all things, unto the place which the Lord God shall choose, and indeed offer concerning his trespass an unblemished ram; and the priest shall make propitiation concerning him before the Lord, and it shall be forgiven him. These things concerning these matters also did the admirable Moses work out with precision, both concerning those who had sinned involuntarily and concerning sins of ignorance, holding back his own people from afar from deliberate trespasses, over which he also appoints inexorable penalties. For he who upon involuntary offences granted pardon not before one confessed the offence, and thereafter exacted as it were a small penalty from him who had sinned through the appointed sacrifice, and through the unhesitating journey unto the pure place intensified at once the zeal and the reverence of those who had chosen to worship God according to him—how should he not much sooner check the impulses of things done voluntarily? What then indeed ought one to reckon in view of these things, when indeed, as has been said, summing up all things Moses enjoins, saying: "Cursed is everyone who shall not abide in all the things written in the law, to do them"? Ought those from the ends of the earth who were going to worship God according to Moses, so that they might escape the curse and obtain the blessing promised unto Abraham, to do all these things, and assemble three times in the year at Jerusalem; and the women from all the nations who had chosen beforehand to worship God, having just ceased from childbirth and travails, to set out on so great a journey, so that they might offer up the sacrifice ordained by Moses over each child born; or those who had touched a dead body, or those who had sworn a false oath, or those who had done anything involuntary, to come from the ends of the earth, and run and hasten unto the enacted cleansing, so that they might escape the imposition of the curse? Rather, you perceive at once how even for those very people dwelling round about Jerusalem, and making their abode in Judaea alone, the life according to Moses was hard to accomplish rightly—much less capable of being performed by the rest of the nations as well. Hence
Notes, col. 37

On the reading

Printed ἀφηθήσεται, for ἀφεθήσεται.

PG 22:40Read from the page
εἰκότως ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς ὁ Υἱὸς τοῦ Θεοῦ μετὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν τοῖς αὐτοῦ μαθηταῖς εἰπών· «Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη,» ἐπιλέγει, «διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν.» Οὐ γὰρ τὰ Μωϋσέως νόμιμα διδάσκειν πάντα τὰ ἔθνη παρεκελεύσατο, ἀλλ' ὅσα αὐτὸς ἐνετείλατο. Ταῦτα δ' ἦν, τὰ ἐν τοῖς Εὐαγγελίοις αὐτοῦ φερόμενα. Εἰκότως οὖν καὶ οἱ αὐτοῦ μαθηταὶ καὶ οἱ ἀπόστολοι ἐν τῇ περὶ τῶν ἐθνῶν σκέψει ὁμολογοῦσι μὴ δύνασθαι τὰ Μωϋσέως νόμιμα τοῖς ἔθνεσιν ἐφαρμόζειν· ὅτε μήτε αὐτοῖς μήτε τοῖς πατράσιν αὐτῶν εὐκατόρθωτα γέγονε. Λέγει δ' οὖν ἐν ταῖς Πράξεσιν ὁ Πέτρος· «Νῦν οὖν τί πειράζετε τὸν Θεὸν, ἐπιθεῖναι ζυγὸν ἐπὶ τὸν τράχηλον τῶν μαθητῶν, ὃν οὔτε οἱ πατέρες ἡμῶν οὔτε ἡμεῖς ισχύσαμεν βαστάσαι;» Εἰκότως δὲ καὶ αὐτὸς ὁ Μωϋσῆς τούτων αὐτῶν ἕνεκεν, ἕτερον παρ' ἑαυτὸν ἀναστήσεσθαι ἔφη προφήτην, καὶ τοῦτον νομοθέτην ἔσεσθαι τῶν ἐθνῶν ἁπάντων εὐαγγελίζεται, τὸν Χριστὸν αἰνιττόμενος, αὐτῷ τε πείθεσθαι τοῖς οἰκείοις παραινεῖ, ὧδέ πη καὶ τοῦτο θεσπίζων· «Προφήτην ὑμῖν ἀναστήσει Κύριος ὁ Θεὸς ἐκ τῶν ἀδελφῶν ὑμῶν ὡς ἐμέ· αὐτοῦ ἀκούσεσθε κατὰ πάντα ὅσα ἂν λαλήσῃ ὑμῖν. Ἔσται δὲ, πᾶσα ψυχὴ, ἥτις ἂν μὴ ἀκούσῃ τοῦ προφήτου ἐκείνου, ἐξολοθρευθήσεται ἐκ τοῦ γένους αὐτῆς.» Καὶ τοῦτον δὲ τὸν προφήτην, δηλονότι τὸν Χριστὸν, ἐξ Ἰουδαίων προελθόντα, πάντων τῶν ἐθνῶν κατακρατήσειν πάλιν ἀναφωνεῖ, λέγων· «Ὡς καλοὶ οἱ οἶκοί σου, Ἰακὼβ, αι σκηναί σου, Ἰσραὴλ, ὡσεὶ νάπαι σκιάζουσαι, καὶ ὡσεὶ παράδεισος ἐπὶ ποταμὸν, ὡς σκηναὶ ἃς ἔπηξεν Κύριος. Ἐξελεύσεται ἄνθρωπος ἐκ τοῦ σπέρματος αὐτοῦ, καὶ κυριεύσει ἐθνῶν πολλῶν, καὶ ὑψωθήσεται ἡ βασιλεία αὐτοῦ.» Ἀλλὰ καὶ ἐξ ὁποίας φυλῆς, δώδεκα τῶν ὅλων παρ' Ἑβραίοις οὐσῶν, ὅτι δὴ ἀπὸ τῆς Ἰούδα ὁ θεσπιζόμενος τῶν ἐθνῶν νομοθέτης Χριστὸς προελεύσεται· καὶ κατὰ ποίους χρόνους, ὅτι μετὰ τὴν ἔκλειψιν τῶν ἐκ προγόνων διαδοχῆς τοῦ Ἰουδαίων ἔθνους ἀρξάντων, δηλοῖ λέγων· «Οὐκ ἐκλείψει ἄρχων ἐξ Ἰούδα, καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ, ἕως ἂν ἔλθῃ τὰ ἀποκείμενα αὐτῷ, καὶ αὐτὸς προσδοκία ἐθνῶν.» Ποία δὲ προσδοκία ἦν, ἀλλ' ἢ ἡ τῷ Ἀβραὰμ ἐπηγγελμένη περὶ τοῦ δεῖν εὐλογηθήσεσθαι ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς; Πέφηνε τοιγαροῦν καὶ αὐτὸς ὁ Μωϋσῆς ἀκριβῶς ἐπιστάμενος τὴν μὲν πρὸς αὐτοῦ διαταγεῖσαν νομοθεσίαν ἐξασθενεῖν, εἰς τὸ πᾶσιν ἐφαρμόσαι τοῖς ἔθνεσιν· εἰς ἐκπλήρωσιν δὲ τῶν πρὸς τὸν Ἀβραὰμ χρησμῶν, ἑτέρου δεῖσθαι προφήτου. Οὗτος δὲ ἄρα ἦν, ὃν ἐξ Ἰούδα φυλῆς προελεύσεσθαι, καὶ πολλῶν ἐθνῶν κυριεύσειν προμαρτυρόμενος εὐηγγελίζετο.
reasonably did our Saviour and Lord Jesus the Son of God, after His resurrection from the dead, when He said to His disciples, "Go and make disciples of all the nations," add, "teaching them to observe all things whatsoever I have commanded you." For He did not exhort them to teach all the nations the ordinances of Moses, but whatsoever things He Himself commanded. And these were the things recorded in His Gospels. Reasonably therefore both His disciples and the apostles, in their deliberation concerning the Gentiles, confess that the ordinances of Moses cannot be adapted to the Gentiles, seeing that neither for themselves nor for their fathers were they easy of accomplishment. Accordingly Peter says in the Acts: "Now therefore why do you tempt God, to put a yoke upon the neck of the disciples, which neither our fathers nor we were able to bear?" And reasonably did Moses himself also, on account of these very things, say that another prophet besides himself would arise, and he proclaims the good tidings that this One will be a lawgiver of all the nations, hinting darkly at the Christ, and exhorts his own people to obey Him, delivering an oracle somewhere to this effect as well: "A Prophet shall the Lord God raise up for you from your brethren, like me; Him you shall hear according to all things whatsoever He shall speak to you. And it shall be, every soul whichsoever shall not hear that Prophet shall be utterly destroyed from among its race." And again he cries aloud that this Prophet too, manifestly the Christ, coming forth from the Jews, will prevail over all the nations, saying: "How goodly are your houses, O Jacob, your tents, O Israel, as shady glens, and as a paradise beside a river, as tents which the Lord pitched. There shall come forth a man out of his seed, and He shall rule over many nations, and His kingdom shall be exalted." Moreover, out of what tribe, there being twelve in all among the Hebrews, namely that out of that of Judah the foretold lawgiver of the nations, Christ, will come forth; and at what times, namely after the failure of those who ruled the nation of the Jews by succession from their forefathers, he makes plain, saying: "A ruler shall not fail from Judah, nor a leader from his thighs, until the things laid up for Him come, and He Himself is the expectation of nations." And what expectation was it, other than that promised to Abraham concerning the need that all the nations of the earth should be blessed in him? Manifestly, therefore, Moses himself also knew accurately that the legislation ordained by him was too weak to be adapted to all the nations, and that for the fulfilment of the oracles given to Abraham there was need of another prophet. And this One, then, it was, Whom he proclaimed beforehand in witness that He would come forth from the tribe of Judah and would rule over many nations.
Notes, col. 40

On the reading

Printed ισχύσαμεν, for ἰσχύσαμεν.

Printed αι, for αἱ.

PG 22:41Read from the page
ΚΕΦΑΛΑΙΟΝ Δʹ.
Chapter IV.
Τί δήποτε, τὰ παρὰ Ἰουδαίοις ἀποδεχόμενοι λόγια, τὸν παρ' αὐτοῖς βίον παρητησάμεθα.
Why indeed, while accepting the oracles among the Jews, we have declined the way of life among them.
Διὰ δὴ οὖν ταῦτα ὡσὰν τὰ περὶ ἡμῶν τῶν ἐθνῶν θεσπίσματα περιεχούσας τὰς παρ' Ἑβραίοις ἱερὰς βίβλους, ἅτε καὶ ἡμῶν οἰκείας οὔσας εἱλάμεθά τε καὶ ἐστέρξαμεν, ὅτε μάλιστα οὐ μόνον Μωσῆς περὶ τοῦ μετ' αὐτὸν ἥξοντος νομοθέτου τῶν ἐθνῶν προανεφώνει, ἀλλὰ καὶ οἱ μετ' αὐτὸν προφῆται συλλήβδην εἰπεῖν ἅπαντες τὰ ὅμοια προεκήρυττον. Ὡσπεροῦν ὁ Δαβὶδ φάσκων· «Κατάστησον, Κύριε, νομοθέτην ἐπ' αὐτοὺς, γνώτωσαν ἔθνη, ὅτι ἄνθρωποί εἰσιν.» Ὅρα ὡς δευτέρου μέμνηται καὶ οὗτος νομοθέτου ἐθνῶν. Διὸ καὶ ἐν ἑτέρῳ ψαλμῷ τοῖς ἔθνεσι προσφωνεῖ ᾄδειν οὐ τὸ παλαιὸν καὶ Μωσαϊκὸν ᾆσμα, ἀλλ' ἕτερον καινὸν, λέγων· «ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ. Ἀναγγείλατε ἐν τοῖς ἔθνεσι τὴν δόξαν αὐτοῦ, ἐν πᾶσι τοῖς λαοῖς τὰ θαυμάσια αὐτοῦ. Ὅτι μέγας Κύριος καὶ αἰνετὸς σφόδρα· φοβερός ἐστιν ἐπὶ πάντας τοὺς θεούς. Ὅτι πάντες οἱ θεοὶ τῶν ἐθνῶν, δαιμόνια· ὁ δὲ Κύριος τοὺς οὐρανοὺς ἐποίησεν. Ἐνέγκατε τῷ Κυρίῳ αι πατριαὶ τῶν ἐθνῶν, ἐνέγκατε τῷ Κυρίῳ δόξαν ὀνόματι αὐτοῦ.» Καὶ πάλιν· «Εἴπατε ἐν τοῖς ἔθνεσιν, ὅτι Κύριος ἐβασίλευσε· καὶ γὰρ κατώρθωσε τὴν οἰκουμένην, ἥτις οὐ σαλευθήσεται. «Καὶ πάλιν· «ᾌσατε τῷ Κυρίῳ ᾆσμα καινὸν, ὅτι θαυμαστὰ ἐποίησεν. Ἐγνώρισε Κύριος τὸ σωτήριον αὐτοῦ· ἐναντίον τῶν ἐθνῶν ἀπεκάλυψε τὴν δικαιοσύνην αὐτοῦ. Εἴδοσαν πάντα τὰ πέρατα τῆς γῆς τὸ σωτήριον τοῦ Θεοῦ ἡμῶν.» Καὶ ὅρα τίνα τρόπον ἐν τούτοις τὸ καινὸν ᾆσμα οὐ τῷ Ἰουδαίων ἔθνει, ἀλλὰ τοῖς πᾶσιν ἔθνεσι καταγγέλλει, τοῦ διὰ Μωσέως παλαιοῦ μόνοις Ἰουδαίοις προσήκοντος. Τοῦτό τοι τὸ καινὸν ᾆσμα, καινὴν Διαθήκην Ἰερεμίας, ἕτερος παρ' Ἑβραίοις προφήτης, ἀποκαλεῖ, λέγων· «Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ διαθήσομαι τῷ οἴκῳ Ἰσραὴλ, γαὶ τῷ οἴκῳ Ἰούδα Διαθήκην καινήν· οὐ κατὰ τὴν Διαθήκην ἣν διεθέμην τοῖς πατράσιν αὐτῶν, ἐν ἡμέρᾳ ἐν ᾗ ἐπελαβόμην τῆς χειρὸς αὐτῶν, ἐξαγαγεῖν αὐτοὺς ἐκ γῆς Αἰγύπτου· ὅτι αὐτοὶ οὐκ ἐνέμειναν ἐν τῇ Διαθήκῃ μου, κἀγὼ ἠμέλησα αὐτῶν, λέγει Κύριος. Ὅτι αὕτη ἡ Διαθήκη ἣν διαθήσομαι τῷ Ἰσραὴλ, λέγει Κύριος, διδοὺς νόμους μου, ἐπὶ τὴν διάνοιαν αὐτῶν καὶ ἐπὶ τὰς καρδίας αὐτῶν γράψω, καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μου λαός.» Ὁρᾷς καὶ τοῦτον, ὡς διαστελλόμενος δύο Διαθήκας, τὴν μὲν παλαιὰν ὀνομάζει, τὴν δὲ καινήν; καί φησι τὴν καινὴν οὐ κατὰ τὴν παλαιὰν ἔσεσθαι, ἣν διέθετο τοῖς πατράσιν; Ἡ μὲν γὰρ τοῖς ἀποπεσοῦσι τῆς τῶν προγόνων εὐσεβείας Ἰουδαίοις, τὸν Αἰγυπτιακὸν δὲ βίον καὶ τρόπον ζηλώσασιν, ἐπί τε τὴν πολύθεον πλάνην, καὶ τὴν ἀμφὶ τὰ εἴδωλα τῶν ἐθνῶν δεισιδαιμονίαν ὀλισθήσασιν νενομοθέτητο, ὡσὰν πεσόντας ἀνεγείρουσα καὶ ἀνορθοῦσα τοὺς πρηνεῖς κειμένους καταλλήλοις διδασκαλίαις· «Δικαίοις γὰρ,» φησὶ, «νόμος οὐ
On account of these things, therefore, we have both chosen and cherished the sacred books among the Hebrews as containing the divine oracles concerning us, the Gentiles, seeing that they belong to us as well, especially since not only did Moses proclaim beforehand concerning the Lawgiver of the Gentiles Who was to come after him, but also the prophets after him, to speak summarily, one and all heralded beforehand the like things. Even so David says: "Appoint, O Lord, a lawgiver over them; let the nations know that they are men." See how this man also makes mention of a second Lawgiver of the nations. Wherefore in another psalm too he calls upon the nations to sing not the ancient and Mosaic song, but another new one, saying: "Sing to the Lord a new song, sing to the Lord, all the earth. Declare among the nations His glory, among all the peoples His wondrous works. For great is the Lord and exceedingly to be praised; terrible is He above all the gods. For all the gods of the nations are demons, whereas the Lord made the heavens. Bring to the Lord, O families of the nations, bring to the Lord glory to His name." And again: "Say among the nations that the Lord has reigned; for indeed He has established the inhabited earth, which shall not be shaken." And again: "Sing to the Lord a new song, because He has done wondrous things. The Lord has made known His salvation; before the nations He has revealed His righteousness. All the ends of the earth have seen the salvation of our God." And see in what manner in these words he proclaims the new song not to the nation of the Jews, but to all the nations, whereas the ancient one through Moses belonged to Jews alone. Now this very new song Jeremiah, another prophet among the Hebrews, calls a new Covenant, saying: "Behold, days are coming, says the Lord, and I will make with the house of Israel, and with the house of Judah, a new Covenant; not according to the Covenant which I made with their fathers, in the day in which I took hold of their hand to lead them forth out of the land of Egypt; because they did not abide in My Covenant, and I disregarded them, says the Lord. Because this is the Covenant which I will make with Israel, says the Lord: giving My laws, I will write them upon their mind and upon their hearts, and I will be their God, and they shall be My people." Do you see this man also, how distinguishing two Covenants he names the one old and the other new, and says that the new will not be according to the old which He made with the fathers? For the one had been enacted as law for Jews who had fallen away from the piety of their forefathers, and had emulated the Egyptian life and manner, and had slipped into polytheistic error and the superstition of the nations concerning idols, raising up as it were those who had fallen and setting upright by suitable teachings those lying prone: "For to the righteous," he says, "law is not
Notes, col. 41

On the reading

Printed αι, for αἱ.

Printed «Καὶ πάλιν, for » Καὶ πάλιν.

Printed γαὶ, for καὶ.