ἐκτὸς γεγονότες ἀπεδείχθησαν, ὅμως γε μὴν οὔτε Ἕλληνες οὔτε Ἰουδαῖοι φύντες, θεοφιλεῖς γεγονέναι μεμαρτύρηνται, καὶ δίκαιοι καὶ εὐσεβεῖς, εἰ καί τινες ἄλλοι· ὥρα τρίτον ἐπινοεῖν θεοσεβείας τρόπον, δι' οὗ κατορθῶσαι εἰκὸς ἦν αὐτούς. Σκόπει τοιγαροῦν, εἰ μη τοῦτ' αὐτὸ ἦν, τὸ μεταξὺ Ἰουδαϊσμοῦ καὶ Ἑλληνισμοῦ, τρίτον ἡμῖν ἀποδεδειγμένον τάγμα, παλαίτατον μὲν καὶ πάντων τυγχάνον πρεσβύτατον, νεωστὶ δὲ διὰ τοῦ ἡμετέρου Σωτῆρος πᾶσι τοῖς ἔθνεσι κατηγγελμένον. Καὶ τοῦτ' ἂν εἴη ὁ Χριστιανισμὸς, οὔτε Ἑλληνισμός τις ὢν, οὔτε Ἰουδαϊσμὸς, ἀλλὰ τὸ μεταξὺ τούτων, παλαιότατον εὐσεβείας πολίτευμα, καὶ ἀρχαιοτάτη μέν τις φιλοσοφία, πλὴν ἀλλὰ νεωστὶ πᾶσιν ἀνθρώποις τοῖς καθ' ὅλης τῆς οἰκουμένης νενομοθετημένη· ὥστε τὸν ἐξ Ἑλληνισμοῦ ἐπὶ τὸν Χριστιανισμὸν μετατιθέμενον οὐκ ἐπὶ Ἰουδαϊσμὸν ἐκπίπτειν· οὐδ' αὖ πάλιν ἐκ τῆς Ἰουδαϊκῆς ἐθελοθρησκείας ἀναχωροῦντα, εὐθὺς Ἕλληνα γενέσθαι· τὸν δὲ ἐξ ἑκατέρου τάγματος, ἔκ τε Ἑλληνισμοῦ καὶ Ἰουδαϊσμοῦ μεθιστάμενον ἐπὶ τὸν μέσον παριέναι νόμον τε καὶ βίον τὸν τῶν πάλαι θεοφιλῶν καὶ δικαίων ἀνδρῶν, ὃν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν, μακρὸν ἐφησυχάσαντα χρόνον, αὖθις ἀνενεώσατο ἀκολούθως τοῖς αὐτοῦ Μωϋσέως καὶ τῶν λοιπῶν προφητῶν περὶ τούτων αὐτῶν θεσπίσμασιν. Ἐν γοῦν τοῖς πρὸς τὸν Ἀβραὰμ χρησμοῖς αὐτὸς ὁ Μωϋσῆς ἀναγράφει θεσπίζων, ὡς ἔτι μελλήσουσιν ἐν ὑστέροις ποτὲ χρόνοις, οὐχ οἱ τοῦ Ἀβραὰμ ἀπόγονοι, οὐδ' οἱ ἐκ σπέρματος αὐτοῦ Ἰουδαῖοι· ἀλλὰ γὰρ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, καὶ πάντα τὰ ἔθνη ἐπὶ τῷ ὁμοίῳ τρόπῳ τῆς τοῦ Ἀβραὰμ θεοσεβείας, εὐλογίας παρὰ Θεοῦ καταξιωθήσεσθαι. Γράφει δὲ οὕτως· « Καὶ εἶπε Κύριος τῷ Ἀβραάμ· Ἔξελθε ἐκ τῆς γῆς σου καὶ ἐκ τῆς συγγενείας σου, καὶ ἐκ τοῦ οἴκου τοῦ πατρός σου, καὶ δεῦρο εἰς γῆν, ἣν ἄν σοι δείξω. Καὶ ποιήσω σε εἰς ἔθνος μέγα· καὶ εὐλογήσω σε, καὶ μεγαλυνῶ τὸ ὄνομά σου, καὶ ἔσῃ εὐλογημένος. Καὶ εὐλογήσω τοὺς εὐλογοῦντάς σε, καὶ τοὺς καταρωμένους σε καταράσομαι, καὶ ἐνευλογηθήσονται ἐν σοὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς. » Καὶ πάλιν ὁ Θεὸς εἶπε· « Μὴ κρύψω ἐγὼ ἀπὸ Ἀβραὰμ τοῦ παιδός μου ἃ ἐγὼ ποιῶ; Ἀβραὰμ δὲ γενόμενος ἔσται εἰς ἔθνος μέγα καὶ πολύ. Καὶ ἐνεὐλογηθήσονται ἐν αὐτῷ πάντα τὰ ἔθνη τῆς γῆς. » Πῶς δ' ἂν ἔμελλον τῷ Ἀβραὰμ ἐνευλογηθήσεσθαι πάντα τὰ ἔθνη, καὶ πᾶσαι αἱ φυλαὶ τῆς γῆς, εἰ μηδέν τι προσήκοντες ὑπῆρχον αὐτῷ, μήτε κατὰ ψυχῆς τρόπον, μήτε κατὰ σώματος συγγένειαν; Τῆς τε γὰρ κατὰ σάρκα συγγενείας τίς ἦν πρὸς τὸν Ἀβραὰμ συγγένεια, Σκύθαις φέρε εἰπεῖν, ἢ Αἰγυπτίοις, ἢ Αἰθίοψιν, ἢ Ἰνδοῖς, ἢ Βρεττανοῖς, ἢ Ἱσπανοῖς; ἢ πῶς ἂν ταῦτα τὰ ἔθνη καὶ ἔτι τὰ τούτων ἀπῳκισμένα τῆς πρὸς τὸν Ἀβραὰμ κατὰ σάρκα συγγενείας χάριν ἔμελλον εὐλογηθήσεσθαι; Ἀλλ' οὐδὲ τῆς κατὰ ψυχὴν εὐλογίας εἰκὸς ἦν κοινωνήσειν τῷ Ἀβραὰμ πάντα τὰ ἔθνη. Πῶς γάρ; ὅτε τὰ μὲν αὐτῶν ἐκθέσμοις μητρογαμίαις καὶ θυγατρομιξίαις, τὰ δ' ἀκολάστοις ὁμιλίαις ἀῤῥένων πρὸς ἄῤῥενας ἀνεφύρετο, τὰ δὲ τὴν εὐσέβειαν ἐν ἀνθρω-
were shown to have been outside it, and yet, though born neither Greeks nor Jews, have been borne witness to as having been beloved of God, and righteous and pious, if ever any others were—it is time to conceive a third manner of godliness, through which it was reasonable that they achieved uprightness. Consider, therefore, whether this was not that very third order demonstrated by us midway between Judaism and Hellenism, being indeed most ancient and eldest of all, yet newly proclaimed through our Saviour to all the nations. And this would be Christianity, being neither a kind of Hellenism nor Judaism, but what lies between them, a most ancient commonwealth of piety, and indeed a most antique philosophy, yet newly enacted as law for all mankind throughout the whole inhabited world; so that he who passes over from Hellenism to Christianity does not fall off into Judaism, nor again does he who withdraws from the Jewish self-willed worship straightway become a Greek; rather, he who removes from either order, from both Hellenism and Judaism, comes forward unto the middle law and life of the righteous men beloved of God of old, which our Saviour and Lord, after it had long lain dormant, renewed again in accordance with the prophetic utterances concerning these very things of Moses himself and of the rest of the prophets. At all events, in the oracles unto Abraham Moses himself records by inspiration that hereafter in later times at length not the descendants of Abraham, nor the Jews sprung from his seed, but rather all the tribes of the earth and all the nations, upon the like manner of Abraham's godliness, shall be counted worthy of blessing from God. And he writes thus: "And the Lord said to Abraham: Go forth out of your land and out of your kindred, and out of the house of your father, and come into a land that I shall show you. And I will make you into a great nation; and I will bless you, and I will magnify your name, and you shall be blessed. And I will bless those who bless you, and those who curse you I will curse, and in you shall all the tribes of the earth be blessed." And again God said: "Shall I hide from Abraham my servant the things that I am doing? Now Abraham shall become a great and populous nation. And in him shall all the nations of the earth be blessed." Yet how were all the nations and all the tribes of the earth going to be blessed in Abraham, if they were in no way related to him, neither according to manner of soul nor according to kinship of body? For as to kinship according to the flesh, what kinship had Scythians, say, or Egyptians, or Ethiopians, or Indians, or Britons, or Spaniards towards Abraham? Or how were these nations, and those settled even further off than these, going to be blessed for the sake of kinship according to the flesh towards Abraham? Yet neither was it likely that all the nations would share with Abraham in the blessing according to the soul. For how could they, when some of them defiled themselves with unlawful marriages with mothers and unions with daughters, and others with licentious intercourse of males with males, and others placed piety in human-