Migne Reading Room

PG 22 · cols. 308–317 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:308Read from the page
ἀναγορευόμενος, ἐθνῶν τε καὶ περάτων γῆς κλῆρον λαμβάνων παρὰ τοῦ Πατρὸς προεκηρύττετο.
proclaimed, and receiving from the Father the lot of nations and of the ends of the earth, was proclaimed beforehand.
«Ἵνα τί ἐφρύαξαν ἔθνη, καὶ λαοὶ ἐμελέτησαν κενά; Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου, καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ·» οἷς ἑξῆς ἐπιλέγει· «Ἐγὼ δὲ κατεστάθην βασιλεὺς ὑπ' αὐτοῦ ἐπὶ Σιὼν ὄρος τὸ ἅγιον αὐτοῦ. διαγγέλλων τὸ πρόσταγμα Κυρίου. Κύριος εἶπε προς μέ· Υἱός μου εἶ σὺ, ἐγὼ σήμεραν γεγέννηκά σε. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Σαφέστατα καὶ διὰ τούτων τὸ θεῖον Πνεῦμα τὸν Χριστὸν ἀναφωνεῖ, Υἱόν τε αὐτὸν ἀποκαλεῖ τοῦ Θεοῦ κατὰ τὰ προηγορευμένα, ὁμοῦ καὶ ἐπιβουλήν τινα ἔσεσθαι κατ' αὐτοῦ σημαίνει, καὶ τῶν ἐθνῶν τὴν δι' αὐτοῦ γενομένην κλῆσιν προκηρύττει· ἅπερ διαῤῥήδην αὐτοῖς ἔργοις ἐπὶ τοῦ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ἡ τῶν πραγμάτων ἐπέδειξεν ἔκβασις. Εἰσέτι γὰρ νῦν ἔθνη καὶ λαοὶ, βασιλεῖς τε καὶ ἄρχοντες, οὐ παύονται τῆς κατά τε αὐτοῦ καὶ τῆς διδασκαλίας αὐτοῦ συσκευῆς. Εἰ δ' ἐπὶ μέλλοντα χρόνον ἀναφέροιεν ταῦτα οἱ ἐκ περιτομῆς, ὥρα τὸν προσδοκώμενον αὐτοῖς Χριστὸν ἐπιβουλευθήσεσθαι αὖθις ὁμολογεῖν, κατὰ τὸ παρὸν λόγιον, φάσκον· «Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ·» ὅπερ οὐκ ἂν δοῖεν, δυνάστην τινὰ μέγαν καὶ βασιλέα αἰώνιον καὶ λυτρωτὴν ἑαυτῶν ἔσεσθαι τὸν ἥξοντα Χριστὸν προσδοκῶντες. Εἰ γὰρ δὴ κἀκεῖνος ἐλθὼν τὰ ὅμοια πάθοι τῷ ἐληλυθότι, καὶ τί μὴ μᾶλλον ἐκείνῳ ἢ τούτῳ πιστευτέον ἢ ἀπιστητέον; Ει δὲ, ἐντεῦθεν ἀποκλεισθέντες, ἐπὶ τὸν Δαβὶδ ἤ τινα τῶν ἐξ αὐτοῦ γενομένων βασιλέων τοῦ Ἰουδαίων ἔθνους ἀναφέροιεν τὸν χρησμὸν, καὶ οὕτω δεικτέον, ὡς οὔτε Δαβὶδ, οὔθ' ἕτερός τις τῶν πώποτε παρ' Ἑβραίοις διαφανῶν ἱστόρηται οὔθ' Υἱὸς χρηματίσας τοῦ Θεοῦ, οὔθ' ὑπὸ τοῦ Θεοῦ γεγενημένος, κατὰ τὸν ἐν τῷ ψαλμῷ θεσπιζόμενον, οὐδ' ἄρα ὑπὸ πάντων τῶν ἐθνῶν καὶ βασιλέων, ἀρχόντων τε καὶ λαῶν ἐπιβεβουλευμένος. Εἰ δ' οὐδεὶς ἐκείνων δείκνυται, αὐτοῖς δ' ἔργοις συνίσταται ταῦτα πάντα, καὶ πάλαι μὲν ὑπομείνας, καὶ νῦν δὲ ἔτι καὶ σήμερον ὑπό τε βασιλέων καὶ ἀρχόντων, ἐθνῶν τε καὶ λαῶν, πολεμούμενος ὁ Χριστὸς τοῦ Θεοῦ, τί τὸ ἐμποδὼν μὴ οὐχὶ αὐτὸν εἶναι τὸν προφητευόμενον διὰ τοῦ φήσαντος λογίου· «Παρέστησαν οἱ βασιλεῖς τῆς γῆς, καὶ οἱ ἄρχοντες συνήχθησαν ἐπὶ τὸ αὐτὸ κατὰ τοῦ Κυρίου καὶ κατὰ τοῦ Χριστοῦ αὐτοῦ;» Μόνῳ δὲ αὐτῷ καὶ τὰ ἐπιφερόμενα ἁρμόττοι ἂν τοῦ ψαλμοῦ δι' ὧν εἴρηται· «Κύριος εἶπε πρὸς μέ· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε. Αἴτησαι παρ' ἐμοῦ, καὶ δώσω σοι ἔθνη τὴν κληρονομίαν σου, καὶ τὴν κατάσχεσίν σου τὰ πέρατα τῆς γῆς.» Καὶ γὰρ καὶ ταῦτα ἀναμφίλεκτον ἐπὶ μόνου αὐτοῦ τὴν ἔκβασιν τῆς προφητείας ἀνείληφεν, ὅτε τῶν αὐτοῦ μαθητῶν εἰς πᾶσαν τὴν γῆν ἐξῆλθεν ὁ φθόγγος, καὶ εἰς τὰ πέρατα τῆς οἰκουμένης τὰ ῥήματα αὐτῶν.» Διαῤῥήδην δὲ τὸν Χριστὸν ὀνομά-
"Why did the nations rage, and the peoples meditate vain things? The kings of the earth stood up, and the rulers were gathered together, against the Lord, and against His Christ"; to which next it subjoins: "Yet I have been established king by Him upon Sion His holy mountain, declaring the ordinance of the Lord. The Lord said to Me: My Son art Thou, today have I begotten Thee. Ask of Me, and I will give Thee the nations as Thy inheritance, and the ends of the earth as Thy possession." Most clearly through these words also does the divine Spirit call aloud upon Christ, and calls Him Son of God according to what has been said before, and at the same time signifies that a certain plot will be against Him, and proclaims beforehand the calling of the nations that came about through Him—things which expressly by the works themselves in the case of our Saviour Jesus Christ the outcome of events showed forth. For still even now nations and peoples, both kings and rulers, do not cease from their contrivance against both Him and His teaching. And if those from the circumcision should refer these things to a future time, it is time for them to confess that the Christ awaited by them will be plotted against once more, according to the present oracle, saying, "The kings of the earth stood up, and the rulers were gathered together against the Lord and against His Christ"—which they would not grant, expecting as they do that the coming Christ will be some great potentate and eternal king and redeemer of themselves. For if indeed that one also upon coming should suffer the like things to Him Who has come, why too must one believe or disbelieve in that one rather than in this One? And if, shut out from this, they should refer the oracle to David or someone of the kings of the nation of the Jews sprung from him, even so it must be shown that neither David, nor any other of those ever illustrious among the Hebrews, has been recorded either as having borne the title Son of God, or as having been begotten by God, according to Him Who is foretold in the psalm, nor therefore as having been plotted against by all the nations and kings, both rulers and peoples. But if none of those men is shown to be so, while by the works themselves all these things are established, and the Christ of God both endured them of old and now still even today is warred against by both kings and rulers, nations and peoples, what is in the way of His being the One prophesied through the oracle that said: "The kings of the earth stood up, and the rulers were gathered together against the Lord and against His Christ"? And to Him alone would the things that follow of the psalm also fit, whereby it has been said: "The Lord said to Me: My Son art Thou, today have I begotten Thee. Ask of Me, and I will give Thee the nations as Thy inheritance, and the ends of the earth as Thy possession." For indeed these things also have indisputably received the outcome of the prophecy in Him alone, when of His disciples "into all the earth went out their sound, and to the ends of the world their words." And expressly naming Christ,
Notes, col. 308

On the reading

Printed προς, for πρὸς.

Printed σήμεραν, for σήμερον.

Printed Ει, for Εἰ.

Printed γεγενημένος, for γεγεννημένος.

PG 22:309Read from the page
ζει προαγορεύσας ὁ λόγος, ὡς ἂν ἐξ αὐτοῦ προσώπου διδάσκων αὐτὸν εἶναι τὸν Υἱὸν τοῦ Θεοῦ, διὰ τοῦ, «Κύριος εἶπε πρὸς μέ· Υἱός μου εἶ σὺ, ἐγὼ σήμερον γεγέννηκά σε·» ᾧ παραθήσεις καὶ τὸ ἐν Παροιμίαις πάλιν ἐξ αὐτοῦ προσώπου ὧδέ πως εἰρημένον· «Πρὸ τοῦ ὄρη ἑδρασθῆναι, πρὸ δὲ πάντων βουνῶν γεννᾷ με,» τό τε ἐν ρθʹ ψαλμῷ πρὸς τοῦ Πατρὸς αὐτῷ προσπεφωνημένον κατὰ τὸ, «Ἐκ γαστρὸς πρὸ Ἑωσφόρου γεγέννηκά σε.» Ἐπίστησον δὲ, ὡς ἕνα καὶ τὸν αὐτὸν ὀνομαστὶ Χριστὸν ὁμοῦ καὶ Υἱὸν Θεοῦ ὑπ' ἀνθρώπων ἐπιβουλευόμενον, καὶ κλῆρον τὰ ἔθνη ληψόμενον, περάτων τε γῆς κρατήσοντα θεσπίζουσιν αἱ ἱεραὶ Γραφαὶ, δυσὶ τεκμηρίοις τὴν εἰς ἀνθρώπους οἰκονομίαν αὐτοῦ σημαίνουσαι, διά τε τῆς κατ' αὐτοῦ συσκευῆς καὶ διὰ τῆς ὑπ' αὐτὸν τῶν ἐθνῶν ὑποταγῆς.
the word addresses Him beforehand, teaching as though from His own person that He is the Son of God, through the saying, "The Lord said to Me: My Son art Thou, today have I begotten Thee"; beside which you will set also what in Proverbs is again spoken from His own person somewhat thus, "Before the mountains were settled, and before all hills, He begets Me," and what in Psalm 109 is addressed to Him by the Father according to the saying, "From the womb before the morning star have I begotten Thee." And observe how the sacred Scriptures foretell one and the same Being by name as at once Christ and Son of God, plotted against by men, and about to receive the nations as His lot, and about to hold sway over the ends of the earth, signifying His dispensation towards men by two tokens, both through the contrivance against Him and through the subjection of the nations under Him.
Ψαλμοῦ ιθʹ. — Χριστὸς ὀνομαστὶ τῶν αἰτημάτων παρὰ τοῦ Πατρὸς τυγχάνων.
Psalm 19. — Christ by name obtaining His petitions from the Father.
«Πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου· νῦν ἔγνων, ὅτι ἔσωσε Κύριος τὸν Χριστὸν αὐτοῦ, ἐπακούσεται αὐτοῦ ἐξ οὐρανοῦ ἁγίου αὐτοῦ.» Ἐπεὶ πρόκειται νῦν παραστῆσαι δι' ὅσων ὀνομαστὶ ὁ Χριστὸς ἐν ταῖς προφητείαις ἀνηγόρευται, εἰκότως καὶ ταῦτα παρατίθεμαι ἐναργῶς κηρύττοντα τὸν Χριστόν. Ὅλος δὲ ὁ ψαλμὸς ἐκ προσώπου τῶν ἁγίων ἀνδρῶν εὐχὴν ἀναπέμπει εἰς τὸ τοῦ Χριστοῦ πρόσωπον. Ἐπειδὴ γὰρ δι' ἡμᾶς καὶ ὑπὲρ ἡμῶν πᾶσαν ἀνεδέξατο ὕβριν ἐνανθρωπήσας, εὐχομένῳ αὐτῷ καὶ δεομένῳ τοῦ Πατρὸς ὑπὲρ ἡμῶν διδασκόμεθα συνεύχεσθαι, οἷα δὴ τοὺς καθ' ἡμῶν πολέμους, εἴτε ὁρατοὺς εἴτε καὶ ἀαράτους, ἀμυνομένῳ. Διὸ καί φαμεν ἡμεῖς πρὸς αὐτὸν ἀπὸ τοῦ ψαλμοῦ οὕτως ἔχοντα· «Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως· ὑπερασπίσαι σου τὸ ὄνομα τοῦ Θεοῦ Ἰακώβ· ἐξαποστείλαι σοι βοήθειαν ἐξ ἁγίου, καὶ ἐκ Σιὼν ἀντιλάβοιτό σου.» Εἶτ' ἐπειδήπερ ἐστὶν οἰκεῖον αὐτῷ, ἅτε μεγάλῳ ὄντι ἀρχιερεῖ, τὰς ἐν δοξολογίαις καὶ θεολογίαις πνευματικὰς ἱερουργίας ὑπὲρ ἡμῶν ἐκτελεῖν, καὶ ἐπειδήπερ οἷά τε ἱερεὺς αὐτός τε ἑαυτὸν καὶ ὃν ἀνείληφεν ἀπὸ γῆς ἄνθρωπον, ὑπὲρ ἡμῶν ὁλοκαύτωμα προσανήνεγκε τῷ Θεῷ καὶ Πατρί· διὰ τοῦτό φαμεν αὐτῷ· «Μνησθείη πάσης θυσίας σου, καὶ τὸ ὁλοκαύτωμά σου πιανάτω.» Καὶ ἐπεὶ πάντα ὅσα βουλεύεται, σωτήριά ἐστι καὶ ὠφέλιμα ἐν τῷ κόσμῳ, εἰκότως ἐπιφωνοῦμεν αὐτῷ, «Δῴη σοι Κύριος κατὰ τὴν καρδίαν σου,» λέγοντες, «καὶ πᾶσαν τὴν βουλὴν σου πληρώσαι.» Οἷς ἑξῆς τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ ὁμολογοῦντες, φαμέν· «Ἀγαλλιασόμεθα ἐν τῷ σωτηρίῳ σου.» Σωτήριον γὰρ τοῦ Χριστοῦ τί ἂν ἕτερον νοοῖτο εἰ μὴ ἡ ἐκ νεκρῶν ἀνάστασις αὐτοῦ, δι' ἧς καὶ πάντας τοὺς πρὶν ἐκπεπτωκότας ἀνίστησιν; Ὅθεν φαμέν· «Καὶ ἐν ὀνόματι Θεοῦ ἡμῶν μεγαλυνθησόμεθα· καὶ πληρώσαι Κύριος πάντα τὰ αἰτήματά σου.» Ἐπὶ πᾶσι τούτοις διδασκόμεθα λέγειν τὸ, «Νῦν ἔγνων, ὅτι ἔσωσε Κύριος τὸν Χρι-
"May the Lord fulfil all Thy petitions; now I have known that the Lord saved His Christ; He will hear Him out of His holy heaven." Since it is now set before us to establish through how many passages Christ has been proclaimed by name in the prophecies, I reasonably set beside them these words also, which manifestly proclaim Christ. Now the whole psalm sends up a prayer from the person of the holy men directed to the person of Christ. For since because of us and on our behalf He took upon Himself every outrage when He became man, as He prays and beseeches the Father on our behalf we are taught to pray together with Him, inasmuch as He wards off the wars against us, whether visible or also invisible. Wherefore we too speak to Him the words from the psalm running thus: "May the Lord hear Thee in the day of affliction; may the name of the God of Jacob defend Thee; may He send out help to Thee from the sanctuary, and out of Sion support Thee." Next, seeing that it belongs to Him, inasmuch as He is a great High Priest, to perform on our behalf spiritual ministrations in doxologies and declarations of God, and seeing that as Priest He offered up both Himself and the man whom He has assumed from earth as a whole burnt offering on our behalf to God even the Father, on this account we say to Him: "May He remember all Thy sacrifice, and make fat Thy whole burnt offering." And since all things whatsoever that He counsels are saving and beneficial in the world, we reasonably call out to Him, saying, "May the Lord grant to Thee according to Thy heart," and "fulfil all Thy counsel." Next to which, confessing His resurrection from the dead, we say: "We will rejoice in Thy salvation." For what else could be understood as the salvation of Christ if not His resurrection from the dead, through which He also raises up all who had previously fallen away? Hence we say: "And in the name of our God we shall be magnified; and may the Lord fulfil all Thy petitions." Upon all these things we are taught to say, "Now I have known that the Lord saved
Notes, col. 309

On the reading

Printed ἀαράτους, for ἀοράτους.

Printed βουλὴν, for βουλήν.

PG 22:312Read from the page
στὸν αὐτοῦ,» μὴ πάλαι τοῦτο εἰδότες, εἰ μὴ ὅτε πρότερον τὸ σωτήριον αὐτοῦ συνήκαμεν, τῆς ἀναστάσεως αὐτοῦ τὴν δύναμιν κατανοήσαντες.
His Christ," not having known this of old, except when we first understood His salvation, having perceived the power of His resurrection.
Ψαλμοῦ κζʹ. — Χριστὸς ὀνομαστὶ καὶ τὸν Πατέρα καὶ ὑπερασπιστὴν κεκτημένος.
Psalm 27. — Christ by name possessing both the Father and a defender.
«Κύριος κραταίωμα τοῦ λαοῦ ἐστι, καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ Χριστοῦ αὐτοῦ ἐστι.» Καὶ ὁ μετὰ χεῖρας ψαλμὸς εἰς τὸν Χριστὸν ἀναφέρεται, αὐτοῦ δὴ τοῦ Χριστοῦ περιέχων εὐχὴν, ἣν παρὰ τὸν τοῦ πάθους προσηύξατο καιρόν. Διὸ ἐν μὲν τῇ καταρχῇ τοῦ ψαλμοῦ φησι· «Πρὸς σὲ, Κύριε, ἐκέκραξα· ὁ Θεός μου, μὴ παρασιωπήσῃς ἀπ' ἐμοῦ, καὶ ὁμοιωθήσομαι τοῖς καταβαίνουσιν εἰς λάκκον.» Πρὸς δὲ τῷ τέλει, τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ θεσπίζει λέγων· «Εὐλογητὸς Κύριος, ὅτι εἰσήκουσε τῆς φωνῆς τῆς δεήσεώς μου. Κύριος βοηθός μου καὶ ὑπερασπιστής μου· ἐπ' αὐτῷ ἤλπισεν ἡ καρδία μου, καὶ ἐβοηθήθην, καὶ ἀνέθαλεν ἡ σάρξ μου· καὶ ἐκ θελήματός μου ἐξομολογήσομαι αὐτῷ.» Ἐφ' οἷς τὸ θεῖον καὶ προφητικὸν Πνεῦμα ἐπιλέγει· «Κύριος κραταίωμα τοῦ λαοῦ αὐτοῦ, καὶ ὑπερασπιστὴς τῶν σωτηρίων τοῦ Χριστοῦ αὐτοῦ ἐστι·» παιδεῦον ἡμᾶς, ὅτι δὴ πάντα ἐν ταῖς θείαις Γραφαῖς ἀνάγραπτα τοῦ Χριστοῦ θαυμάσια, ἐπὶ σωτηρίᾳ τῶν ἀνθρώπων γενόμενα, εἴτε οὖν μαθήματα, εἴτε γράμματα, εἴτε κατὰ τὴν ἐκ νεκρῶν ἀνάστασιν αὐτοῦ μυστήρια νῦν ὀνομαζόμενα, νεύματι καὶ δυνάμει γεγένηται τοῦ Πατρὸς ἐν ἅπασι τοῖς παραδόξοις καὶ σωτηρίοις λόγοις τε καὶ ἔργοις ὑπερασπίζοντος τοῦ ἰδίου Χριστοῦ.
"The Lord is the strength of the people, and the defender of the salvations of His Christ is He." The psalm in hand is also referred to Christ, containing a prayer of Christ Himself, which He prayed at the time of His passion. Wherefore at the beginning of the psalm He says: "To Thee, O Lord, I cried; My God, pass not away in silence from Me, lest I become like those who go down into the pit." And towards the end, He foretells His resurrection from the dead, saying: "Blessed is the Lord, because He heard the voice of My supplication. The Lord is My helper and My defender; in Him My heart hoped, and I was helped, and My flesh revived; and out of My will I will give praise to Him." Upon which the divine and prophetic Spirit subjoins, "The Lord is the strength of His people, and the defender of the salvations of His Christ is He," instructing us that indeed all the wonders of Christ recorded in the divine Scriptures, wrought for the salvation of men—whether therefore teachings, or writings, or things now named mysteries in connection with His resurrection from the dead—have come to be by the nod and power of the Father, Who defends His own Christ in all His paradoxical and saving words and works.
Ψαλμοῦ πγʹ. — Χριστὸς ὀνομαστὶ τὸν Θεὸν ἐπόπτην ἐπιγραφόμενος, μία τε ἡ τῆς ἀναστάσεως αὐτοῦ ἡμέρα, καὶ εἷς οἶκος Θεοῦ ἡ Ἐκκλησία αὐτοῦ.
Psalm 83. — Christ by name claiming God as overseer, and the one day of His resurrection, and His Church as one house of God.
«Ὑπερασπιστὰ ἡμῶν, ἰδὲ, ὁ Θεὸς, καὶ ἐπίβλεψον ἐπὶ τὸ πρόσωπον τοῦ Χριστοῦ σου. Ὅτι κρείσσων ἡμέρα μία ἐν ταῖς αὐλαῖς σου ὑπὲρ χιλιάδας. Ἐξελεξάμην παραῤῥιπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μου μᾶλλον, ἢ οἰκεῖν με ἐν σκηνώμασιν ἁμαρτωλῶν.» Οἱ ἐπιστάμενοι τὸν Χριστὸν τοῦ Θεοῦ ὄντα Λόγον, καὶ σοφίαν, καὶ φῶς ἀληθινὸν, καὶ ζωὴν, ἔπειτα τὴν ἐνανθρώπησιν αὐτοῦ συννοήσαντες, κατεπλάγησαν τὸ παράδοξον τοῦ θελήματος, ὥστε ἀνειπεῖν. «Καὶ εἴδομεν αὐτὸν, καὶ οὐκ εἶχεν εἶδος οὐδὲ κάλλος· ἀλλ' ἦν τὸ εἶδος αὐτοῦ ἄτιμον, καὶ ἐκλεῖπον παρὰ τοὺς υἱοὺς τῶν ἀνθρώπων. Ἄνθρωπος ἐν πληγῇ ὢν, καὶ εἰδὼς φέρειν μαλακίαν, ὅτι ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ, ἠτιμάσθη·» εἰκότως παρακαλοῦσι τὸν Θεὸν ἐπιβλέψαι εἰς τὸ πρόσωπον τοῦ Χριστοῦ τὸ δι' ἡμᾶς ἠτιμωμένον καὶ καθυβρισμένον, ἵλεώ τε ἡμῖν γενέσθαι δι' αὐτόν· ἐπεὶ τὰς ἁμαρτίας ἡμῶν ἀνείληφε, καὶ ὑπὲρ ἡμῶν ὀδυνᾶται. Ταῦτα δ' ἱκετεύουσι, μονονουχὶ ποθοῦντες καὶ ἐν εὐχῇ τιθέμενοι τὸ πρόσωπον τῆς δόξης ἰδεῖν τοῦ Χριστοῦ, καὶ τὴν ἡμέραν τοῦ φωτὸς αὐτοῦ θεάσασθαι. Αὕτη δὲ ἦν ἡ τῆς ἐκ νε-
"O our defender, behold, O God, and look upon the face of Thy Christ. Because better is one day in Thy courts beyond thousands. I chose to be cast aside in the house of my God rather than for me to dwell in the tents of sinners." Those who know that Christ is the Word of God, and wisdom, and true light, and life, having next reflected upon His incarnation, were struck with amazement at the paradox of the counsel, so as to exclaim. "And we saw Him, and He had neither form nor beauty; but His form was without honour, and failing beyond the sons of men. Being a man in a stroke, and knowing how to bear infirmity, because His face was turned away, He was dishonoured"; reasonably do they call upon God to look upon the face of Christ that because of us was dishonoured and insulted, and to become gracious to us because of Him, since He has taken up our sins, and suffers pain on our behalf. And these things they supplicate, all but yearning and setting it in prayer to see the face of the glory of Christ, and to behold the day of His light. Now this was the day of His resurrection from the
PG 22:313Read from the page
κρῶν ἀναστάσεως αὐτοῦ, ἥντινα, μίαν οὖσαν καὶ μόνην ὡς ἀληθῶς κυρίαν οὖσαν καὶ Κυριακὴν, κρείττονα εἶναί φασι μυρίων ὅσων τῶν κοινοτέρως νοουμένων ἡμερῶν, ἢ τῶν παρὰ Μωσεῖ νενομοθετημένων ἐν ἑορταῖς καὶ νουμηνίαις καὶ σαββάτοις, ἃς σκιὰν εἶναι ἡμερῶν, ἀλλ' οὐχ ἡμέρας ὁ θεῖος ἀπόστολος διδάσκει. Μόνη δὲ αὕτη ἡ μία Κυριακὴ τοῦ Σωτῆρος ἡμῶν ἡμέρα οὐκ ἐν παντὶ τόπῳ φωτίζειν, ἀλλ' ἐν μόναις ταῖς αὐλαῖς τοῦ Κυρίου λέλεκται. Εἶεν δ' ἂν αὗται αἱ κατὰ πᾶσαν τὴν οἰκουμένην τοῦ Χριστοῦ Ἐκκλησίαι, ἑνὸς τοῦ Θεοῦ τυγχάνουσαι αὐλαὶ, ἐν αἷς ἀγαπᾷ καὶ αἱρεῖται παραῤῥιπτεῖσθαι ὁ τὰ τοιαῦτα εἰδὼς, παρὰ πολὺ κρείττονα τὴν ἐν ταύταις διατριβὴν ἀποφηνάμενος τῆς ἐν τοῖς σκηνώμασι τῶν ἁμαρτωλῶν· σημαίνων τὰς τῶν Ἰουδαίων συναγωγὰς τὸν Χριστὸν τοῦ Θεοῦ ἀρνουμένας, ἢ καὶ τὰς τῶν ἀθέων ἑτεροδόξων, καὶ τῶν ἄλλων ἀπίστων ἐθνῶν, ὧν πολὺ βελτίους εἶναι τὰς Ἐκκλησίας τοῦ Χριστοῦ πᾶς ὁ ταύτας αἱρούμενος ἀποφαίνεται.
dead, which—being one and alone truly sovereign and the Lord's day—they say is better than countless tens of thousands of days more commonly understood, or of those ordained by law in Moses at feasts and new moons and sabbaths, which the divine Apostle teaches are a shadow of days, and not days. And alone this one Lord's day of our Saviour is said to shine not in every place, but in the courts of the Lord alone. Now these would be the Churches of Christ throughout all the world, which are courts of the one God, wherein he who knows such things loves and chooses to be cast aside, pronouncing a stay in them far better than that in the tents of sinners—signifying the synagogues of the Jews that deny the Christ of God, or else those of godless heterodox men, and of the other unbelieving nations, much better than which everyone who chooses them pronounces the Churches of Christ to be.
Ψαλμοῦ πηʹ. — Χριστὸς ὀνομαστὶ ἐξουθενημένος, καὶ τὰ αἴσχιστα πεισόμενος, ἀντάλλαγμά τε αὐτοῦ λαὸς αὐτοῦ ὑπὸ τῶν ἐχθρῶν ὀνειδιζόμενος.
Psalm 88. — Christ by name set at naught, and about to suffer the most shameful things, and His exchange, His people, reproached by the enemies.
«Σὺ δὲ ἀπώσω καὶ ἐξουδένωσας, ἀνεβάλου τὸν Χριστόν σου, κατέστρεψας τὴν Διαθήκην τοῦ δούλου σου. Ἐβεβήλωσας εἰς τὴν γῆν τὸ ἁγίασμα αὐτοῦ,» καὶ τὰ ἑξῆς· οἷς ἐπιλέγει· «Μνήσθητι, Κύριε, τοῦ ὀνειδισμοῦ τῶν δούλων σου, οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν, οὗ ὠνείδισαν οἱ ἐχθροί σου, Κύριε, οὗ ὠνείδισαν, τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου.» Σαφῶς δὲ καὶ ἐν τούτοις ὁ Χριστὸς ὀνομαστὶ μνημονεύεται, καὶ ἡ κατὰ τὸ πάθος αὐτοῦ προφητευομένη περίστασις. Ἐπὶ σχολῆς δὲ τὸν ὅλον ψαλμὸν βασανίζοντες παραστήσομεν, ὅτι ἐπὶ μηδέτερον, ἢ ἐπὶ μόνον τὸν Σωτῆρα καὶ Κύριον ἡμῶν ἐφαρμόσαι ἂν τὰ προκείμενα. Ἀλλὰ καὶ δεύτερον Χριστὸς ὀνομαζόμενος, τίνα ἄλλον ἢ τὸν αὐτὸν δηλοῖ, οὗ τὸ ἀντάλλαγμα, δηλονότι τὴν Ἐκκλησίαν, ὠνείδισάν τε καὶ εἰσέτι νῦν ὀνειδίζουσι οἱ λεγόμενοι τοῦ Χριστοῦ ἐχθροί; Τὰ γοῦν τοῦ Σωτῆρος ἡμῶν πάθη ἃ ὑπὲρ ἡμῶν ἀνεδέξατο, καὶ μάλιστα τὸν θάνατον καὶ τὸν σταυρὸν, πᾶς ὁ τῆς Χριστοῦ διδασκαλίας πολέμιος ἐπονειδίζειν ἡμῖν εἴωθεν.
"But Thou cast off and set at naught, Thou put off Thy Christ; Thou overthrew the Covenant of Thy servant. Thou profaned His sanctuary to the ground," and the rest; to which he subjoins: "Remember, O Lord, the reproach of Thy servants, which I bore in my bosom of many nations, wherewith Thy enemies reproached, O Lord, wherewith they reproached the exchange of Thy Christ." Clearly in these words also is Christ mentioned by name, and the circumstance prophesied concerning His passion. And when at leisure we test the whole psalm, we will establish that to neither of others, save to our Saviour and Lord alone, could the things set forth apply. Moreover, when Christ is named a second time, Whom else than the same One does it signify, Whose exchange—plainly the Church—those who are called enemies of Christ both reproached and still even now reproach? At any rate, the sufferings of our Saviour which He took upon Himself on our behalf, and above all death and the cross, every foe of Christ's teaching is accustomed to cast as a reproach against us.
Ψαλμοῦ ρλαʹ. — Χριστὸς ὀνομαστὶ ἐκ σπέρματος Δαβὶδ ἀνιστάμενος, κέρας Δαβὶδ ὀνομαζόμενος, τοὺς Ἰουδαίους ἐχθροὺς καταισχύνων, τὸ ἁγίασμα τοῦ Πατρὸς ἀνανεῶν.
Psalm 131. — Christ by name rising up out of the seed of David, named the horn of David, putting to shame the Jewish enemies, renewing the sanctuary of the Father.
«Ὤμοσε Κύριος τῷ Δαβὶδ ἀλήθειαν, καὶ οὐ μὴ ἀθετήσει αὐτόν· ἐκ καρποῦ τῆς κοιλίας σου θήσομαι ἐπὶ τοῦ θρόνου σου.» Εἶθ' ὑποβάς φησιν· «Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβὶδ, ἡτοίμασα λύχνον τῷ Χριστῷ μου· τοὺς ἐχθροὺς αὐτοῦ ἐνδύσω αἰσχύνην· ἐπὶ δὲ αὐτὸν ἐξανθήσει τὸ ἁγίασμά μου.» Κἀνταῦθα περὶ τοῦ ἐκ σπέρματος Δαβὶδ ὄμνυσιν ὁ Κύριος, ὅπερ σπέρμα καὶ κέρας ὀνομάζει αὐτοῦ· καὶ πάλιν ὀνομαστὶ τὸν Χριστὸν ἀναγορεύων, λύχνον
"The Lord swore truth to David, and He will surely not set him aside: Out of the fruit of your belly I will set upon your throne." Then going lower down He says: "There I will make a horn spring up for David; I prepared a lamp for My Christ; His enemies I will clothe with shame, while upon Him My sanctuary will blossom." Here also the Lord swears concerning Him Who is out of the seed of David, which seed He also names his horn; and again proclaiming Christ by name, a lamp
PG 22:316Read from the page
φησὶν ἡτοιμακέναι αὐτῷ, τὸν προφητικὸν, ὡς εἰκὸς, λόγον, τὸν προωδευκότα τοῦ Χριστοῦ, ὃς μόνος ἡλιακοῦ φωτὸς δίκην τοῖς πᾶσι καθ' ὅλης τῆς οἰκουμένης ἀνθρώποις ἀνατέταλκε. Καὶ αὐτὸς δὲ ὁ Δαβὶδ λύχνος τῷ Χριστῷ προητοίμαστο, ὡς παραθέσει ἡλίου, καὶ τελείου φωτὸς, λύχνου τάξιν ἐπέχων. «Ἐκεῖ δὲ, φησὶν, ἐξανατελῶ κέρας,» τὸν τόπον δηλῶν, ἔνθα σημαίνει τὸν Χριστὸν γεννηθήσεσθαι. Εὐξαμένῳ γὰρ τῷ Δαβὶδ τὸν τόπον τῷ πνεύματι προθεωρῆσαι τῆς γενέσεως τοῦ Χριστοῦ, φήσαντί τε, «Ει εἰσελεύσομαι ἐπὶ κλίνης στρωμνῆς μου, ει δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώβ,» ἀποκαλύπτει τὸ θεῖον Πνεῦμα τὸν ἐν Βηθλεὲμ τόπον. Διὸ ἐπιφέρει λέγων· «Ἰδοὺ ἠκούσαμεν αὐτὴν ἐν Ἐφραθά·» (αὕτη δέ ἐστιν ἡ Βηθλεέμ) «εὕρομεν αὐτὴν ἐν τοῖς πεδίοις τοῦ δρυμοῦ. Εισελευσόμεθα εἰς τὰ σκηνώματα αὐτοῦ, προσκυνήσομεν εἰς τὸν τόπον, οὗ ἔστησαν οἱ πόδες αὐτοῦ.» Εἰκότως οὖν μετὰ τὴν τούτων φανέρωσιν ἐπιλέγει· «Ἐκεῖ ἐξανατελῶ κέρας τῷ Δαβίδ· ἡτοίμασα λύχνον τῷ Χριστῷ μου.» Τάχα ἴσως καὶ τὸ ἐπὶ τῆς Βηθλεὲμ ἀναληφθὲν τῷ Χριστῷ σῶμα καθ' ἑτέραν ὑπόνοιαν σημαίνων· ἐπειδὴ διὰ τοῦ σώματος ὡς δι' ὀστρακίνου σκεύους ἐνοικήσασα ἐν αὐτῷ ἡ θεία δύναμις, ὡς διὰ λύχνου τὰς τοῦ θείου καὶ λογικοῦ φωτὸς μαρμαρυγὰς εἰς πάντας ἐξέλαμψεν ἀνθρώπους.
He says He has prepared for Him—the prophetic word, as is likely, that travelled on the road ahead of Christ, Who alone like solar light has risen for all men throughout the whole world. And David himself also had been prepared beforehand as a lamp for Christ, holding the rank of a lamp as in comparison with the sun and perfect light. "And there," He says, "I will make a horn spring up," pointing out the place where He signifies that Christ will be born. For when David prayed to foresee in the spirit the place of the birth of Christ, and said, "If I enter upon the couch of my bed, if I give sleep to my eyes, and slumber to my eyelids, and rest to my temples, until I find a place for the Lord, a tabernacle for the God of Jacob," the divine Spirit reveals the place in Bethlehem. Wherefore he continues, saying: "Behold, we heard of it in Ephratha" (now this is Bethlehem), "we found it in the plains of the wood. We will enter into His tabernacles, we will worship at the place where His feet stood." Reasonably therefore after the manifestation of these things He subjoins: "There I will make a horn spring up for David; I prepared a lamp for My Christ"—perhaps possibly signifying also according to another deeper sense the body assumed by Christ at Bethlehem; since through the body as through an earthen vessel the divine power having dwelt in Him shone out, as through a lamp, the gleams of the divine and rational light to all men.
Ἀπὸ τοῦ Ἀμώς. — Χριστὸς ὀνομαστὶ ὑπὸ τοῦ Θεοῦ καταγγελλόμενος, καὶ πᾶσι μὲν ἀνθρώποις γνωριζόμενος, Ἰουδαίων δ' ἔθνος ἀφοσιούμενος.
From Amos. — Christ by name declared by God, and made known to all men, while renouncing the nation of the Jews.
Ἑτοιμάζου τοῦ ἐπικαλεῖσθαι τὸν Θεὸν Ἰσραὴλ, διότι ἰδοὺ στερεῶν βροντὴν καὶ κτίζων πνεῦμα, καὶ ἐπαγγέλλων εἰς ἀνθρώπους τὸν Χριστὸν αὐτοῦ, ποιῶν ὄρθρον καὶ ὁμίχλην, καὶ ἐπιβαίνων ἐπὶ τὰ ὑψηλὰ τῆς γῆς. Κύριος ὁ Θεὸς, παντοκράτωρ ὄνομα αὐτῷ. Ἀκούσατε λόγου Κυρίου, ὃν ἐγὼ λαμβάνων ἐφ' ὑμᾶς, θρῆνον. Οἶκος Ἰσραὴλ ἔπεσεν· οὐκέτι προσθήσει τοῦ ἀναστῆναι. Παρθένος Ἰσραὴλ ἔσφαλεν ἐπὶ τῆς γῆς αὐτῆς· οὐκ ἔστιν ὁ ἀνιστῶν αὐτήν.» Ἕβδομον ἤδη τὸν Χριστὸν ὀνομαστὶ καταγγέλλων εἰς ἀνθρώπους ὁ Θεὸς, στερεοῦν βροντὴν καὶ κτίζειν πνεῦμα λέγεται τοῦ εὐαγγελικοῦ κηρύγματος, βροντῆς, διὰ τὸ εἰς πάντας ἀνθρώπους ἐξάκουστον, ὀνομαζομένου· ὁμοίως δὲ καὶ τοῦ τοῖς ἀποστόλοις ἐμπνεύσαντος Χριστοῦ πνεύματος δηλουμένου· ὃ καὶ σαφῶς ἐπὶ τῇ τοῦ Σωτῆρος ἡμῶν ἐπιδημίᾳ πεπλήρωται, ἐφ' ᾗ ποιήσειν ὁ Θεὸς ὄρθρον ὁμοῦ καὶ ὁμίχλην θεσπίζεται· τοῖς μὲν τὸ σωτήριον φῶς παραδεξαμένοις, τὸν ὄρθρον· τοῖς δὲ ἀπειθήσασιν εἰς αὐτὸν τῶν ἐκ περιτομῆς, τοὐναντίον. Οἷς καὶ τὴν ἐσχάτην ἀπόφασιν ὁ λόγος προκηρύττει, θρῆνον ἐπιλέγων τοῦ Ἰουδαίων ἔθνους, τὸν καὶ μετελθόντα αὐτοὺς παραυτίκα μετὰ τὴν κατὰ τοῦ Σω-
Prepare to call upon the God of Israel, because behold, He Who establishes thunder and creates spirit, and declares to men His Christ, making dawn and mist, and mounting upon the high places of the earth: the Lord God Almighty is His name. Hear the word of the Lord, which I take up over you, a lamentation. The house of Israel has fallen; it shall no more add to rise again. The virgin of Israel has stumbled upon her land; there is none who raises her up." Declaring Christ by name to men now for the seventh time, God is said to establish thunder and create spirit—the evangelical preaching being named thunder on account of its being heard afar among all men, and likewise the spirit of Christ that breathed upon the apostles being signified; which indeed has clearly been fulfilled at the sojourn of our Saviour, at which it is foretold that God will make at once dawn and mist: for those who received the saving light, the dawn; and for those of them from the circumcision who disobeyed Him, the opposite. Upon whom the word also proclaims beforehand the final sentence, subjoining a lamentation of the nation of the Jews, the very one that pursued them immediately after their impiety against our
Notes, col. 316

On the reading

Printed Ει, for Εἰ.

Printed ει, for εἰ.

Printed Εισελευσόμεθα, for Εἰσελευσόμεθα.

PG 22:317Read from the page
τῆρος ἡμῶν Ἰησοῦ τοῦ Χριστοῦ δυσσέβειαν. Ἐξ ἐκείνου γὰρ ἀληθῶς καὶ εἰς δεῦρο ὁ οἶκος Ἰσραὴλ πέπτωκεν, ὅρος τε ἅπαξ ὑπὸ τοῦ Θεοῦ καὶ ἀπόφασις ἐξενήνεκται περὶ τοῦ πεσόντος αὐτῶν οἴκου τοῦ ἐν Ἱερουσαλὴμ, καὶ κατὰ παντὸς αὐτῶν τού συστήματος, ὡς μηκέτ' ἂν ἀναστησομένων, τῷ μηδὲ παρεῖναι τὸν ἀνιστῶντα αὐτούς. «Οὐκ ἔστι» γοῦν, φησὶν, «ὁ ἀνιστῶν αὐτήν.» Ἐπεὶ γὰρ ἐλθόντα τὸν Χριστὸν τοῦ θεοῦ οὐ προσήκαντο, εἰκότως αὐτοὺς καταλιπὼν, ἐπὶ πάντα μετέστη τὰ ἔθνη, τὸ αἴτιον τῆς μεταπτώσεως διδάξας, δι' ὧν ἀποκλαυσάμενος, μονονουχὶ ἀπελογήσατο εἰπών· «Ἱερουσαλὴμ, Ἱερουσαλὴμ ἡ ἀποκτείνουσα τοὺς προφήτας καὶ λιθοβολοῦσα τοὺς ἀπεσταλμένους πρὸς σαυτήν· πολλάκις γὰρ ἠθέλησα ἐπιτυνάξαι τὰ τέκνα σου, ὃν τρόπον ὄρνις τὰ νοσσία αὐτῆς ὑπὸ τὰς πτέρυγας, καὶ οὐκ ἠθελήσατε· ἰδοὺ ἀφίεται ὑμῖν ὁ οἶκος ὑμῶν ἔρημος.»
Saviour Jesus Christ. For from that time truly even until now the house of Israel has fallen, and a decree and sentence has once for all been pronounced by God concerning their fallen house in Jerusalem, and against their whole commonwealth, as no longer about to rise again, because there is not even present anyone who raises them up. "There is none," at any rate he says, "who raises her up." For since when the Christ of God came they did not admit Him, reasonably leaving them behind, He passed over to all the nations, having taught the cause of the fall through the words wherein, weeping over them, He all but made His defence, saying: "Jerusalem, Jerusalem, who kill the prophets and stone those who have been sent to yourself; for often I willed to gather together your children, in the manner a bird gathers her brood under her wings, and you did not will it; behold, your house is left to you desolate."
Ἀπὸ τοῦ Ἀμβακούμ. — Χριστὸς ὀνομαστὶ ὑπὸ Κυρίου τοῦ Πατρὸς σωζόμενος καὶ σώζων τοὺς ἑαυτοῦ χριστούς.
From Habakkuk. — Christ by name saved by the Lord the Father and saving His own anointed ones.
«Ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου· ἔβαλες εἰς κεφαλὰς ἀνόμων θάνατον.» Ἀκύλας «Ἐξῆλθες εἰς σωτηρίαν λαοῦ σου, εἰς σωτηρίαν λαοῦ σου σὺν Χριστῷ σου.» Ἐπειδὴ ὁ Ἀκύλας ἀντὶ τοῦ πληθυντικοῦ ἑνικῶς ἐξέδωκε, σὺν Χριστῷ φήσας, τὴν σωτηρίαν τῷ λαῷ πεποιῆσθαι τὸν τῶν ὅλων Θεόν· εἰκότως παρεθέμεθα τὴν λέξιν, σαφῶς τῷ προβλήματι παρισταμένην. Εἶεν δὲ ἂν κατὰ τὴν τῶν Ἑβδομήκοντα ἑρμηνείαν πλείους οἱ ἐξ αὐτοῦ καὶ δι' αὐτὸν χριστοὶ χρηματίζοντες, περὶ ὧν εἴρηται· «Μὴ ἅψησθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε,» οἵ τε εἰς αὐτὸν πεπιστευκότες, καὶ τοῦ ἁγίου τῆς ἐν τῷ Χριστῷ παλιγγενεσίας χρίσματος κατηξιωμένοι, καὶ δυνάμενοι λέγειν ὁμοίως τῷ ἱερῷ ἀποστόλῳ· «Μέτοχοι τοῦ Χριστοῦ γεγόναμεν.»
"Thou went out for the salvation of Thy people, to save Thy anointed ones; Thou cast death upon the heads of lawless men." Aquila: "Thou went out for the salvation of Thy people, for the salvation of Thy people with Thy Christ." Since Aquila instead of the plural rendered in the singular, saying "with Christ" that the God of all had wrought salvation for the people, we reasonably set beside it the wording, as clearly standing by the proposition. Yet according to the translation of the Seventy there would be many who bear the title "anointed ones" from Him and through Him, concerning whom it has been said, "Touch not My anointed ones, and among My prophets do no malice," as well as those who have believed in Him, and been deemed worthy of the holy anointing of regeneration in Christ, and are able to say likewise with the sacred Apostle: "We have become partakers of Christ."
Ἀπὸ τῶν Ἱερεμίου Θρήνων. — Χριστὸς ὀνομαστὶ ὑπὸ Ἰουδαίων ἐπιβουλευόμενος, καὶ τοῖς ἔθνεσι ἐπιγινωσκόμερος.
From the Lamentations of Jeremiah. — Christ by name plotted against by Jews, and recognized among the nations.
«Πνεῦμα προσώπου ἡμῶν Χριστὸς Κύριος συνελήφθη ἐν ταῖς διαφθοραῖς ἡμῶν, οὗ εἴπαμεν· Ἐν τῇ σκιᾷ αὐτοῦ ζησόμεθα ἐν τοῖς ἔθνεσιν.» Οἱ θεσπέσιοι τοῦ Θεοῦ προφῆται, τὸ μέλλον θείῳ Πνεύματι συνορῶντες, ζήσεσθαι μὲν ἑαυτοὺς καὶ τοὺς ἑαυτῶν λόγους, ὡς ἂν ζώντων ἐνεργήσειν ἐν τοῖς ἔθνεσιν, ἀλλ' οὐκ ἐν τῷ Ἰσραὴλ, ἐθέσπιζον. Τὸν Χριστὸν πάλιν ὀνομαστὶ, ὡς ἂν αὐτὸν τὸν Χριστὸν, παρ' οὗ καὶ τὸ προφητικὸν αὐτοῖς κεχορήγητο πνεῦμα, συλληφθήσεσθαι ἔφασκον ἐν ταῖς διαφθοραῖς αὐτῶν. Τίνων; ἢ δῆλον ὅτι τῶν ἐκ περιτομῆς ἐπιβουλευόντων αὐτῷ. Τήρει δὲ κἀνταῦθα, ὅπως ὁ λόγος τὸν Χριστὸν προαγορεύει συλληφθήσεσθαι, ὅπερ οὐκ ἂν ἐφαρμόζοι τῇ δευτέρᾳ τοῦ Χριστοῦ παρουσίᾳ, ἣν ἔνδοξον ἔσεσθαι καὶ μετὰ βασιλείας ἐνθέου προκηρύττουσιν οἱ προφητικοὶ λόγοι. Διόπερ εἰκὸς τοὺς ἐκ περιτομῆς ἀποσφάλλεσθαι, τὰ περὶ τῆς δευτέρας ἐπιφανείας αὐτοῦ, ὡς ἐπὶ πρώτης ἀφίξεως ἐ⟨κ⟩λαμβάνοντας, οὐδαμῶς
"The spirit of our face, Christ the Lord, was seized in our corruptions, of Whom we said: In His shadow we shall live among the nations." The divinely inspired prophets of God, beholding the future together by the divine Spirit, foretold that they themselves would live and their own words, as of living men, would be active among the nations, and not in Israel. And Christ again by name—as being Christ Himself, from Whom the prophetic spirit also had been supplied to them—they declared would be seized in their corruptions. Whose? Plainly those of them from the circumcision who plotted against Him. And observe here also how the word foretells that Christ will be seized, which could not apply to the second coming of Christ, which the prophetic words proclaim beforehand will be glorious and with a divine kingdom. Wherefore it is likely that those from the circumcision err, taking the things concerning His second manifestation as applying to a first arrival, in no way
Notes, col. 317

On the reading

Printed τού, for τοῦ.

Printed ἐπιτυνάξαι, for ἐπισυνάξαι.

Printed ἐπιγινωσκόμερος, for ἐπιγινωσκόμενος.