Migne Reading Room

PG 22 · cols. 224–233 · Read from the page

Demonstration of the Gospel

Demonstration of the Gospel

Read from the page

This text was set from the scanned page and translated. It has been checked against the page, but it has not yet had the final review that verified works receive, and corrections may follow. A verified text will replace it, column by column.

PG 22:224Read from the page
Ϛʹ. Πρὸς τοὺς οιομένους γόητα γεγονέναι τὸν Χριστὸν τοῦ Θεοῦ.
VI. Against those who suppose that the Christ of God was a sorcerer.
Καὶ δὴ τούσδε πρῶτον ἁπάντων ἐρωτητέον, τίνα φαῖεν πρὸς τὰ προωδευμένα. Ἆρα γὰρ ἐπινοῆσαι δυνατὸν, ἄνδρα διδάσκαλον σεμνῆς καὶ παναρέτου πολιτείας, ἁγίων τε καὶ ἀληθῶν δογμάτων, οἵων προδιήλθομεν, γόητα τὸν τρόπον γεγονέναι; Εἰ δὲ δὴ μαγγανευτής τις ἦν καὶ φαρμακεὺς, ἀπατεών τε καὶ γόης, πῶς ἂν τοιαύτης διδασκαλίας πᾶσι τοῖς ἔθνεσι κατέστη αἴτιος, οἵας αὐτοὶ ὁρῶμεν ὀφθαλμοῖς, καὶ ἀκοαῖς εἰς δεῦρο παραλαμβάνομεν; Ποῖος δὲ καὶ αἱρήσεται τὰ ἀσύνακτα συνάγειν; γόης μὲν γάρ τις ὡς ἀληθῶς ἀνόσιος καὶ μιαρὸς τὸν τρόπον, ἀπειρημένοις καὶ ἀνοσίοις ἐγχειρῶν, πάντα πράττει αἰσχροῦ καὶ ῥυπαροῦ κέρδους χάριν. Μήτι οὖν καὶ ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν Ἰησοῦς ὁ Χριστὸς τοῦ Θεοῦ τοιοῖσδέ τισιν ἔνοχος ἦν; Πόθεν, ἢ πῶς, ὁ τοῖς ἑαυτοῦ μαθηταῖς, ὡς πρὸς αὐτῶν μεμαρτύρηται, εἰρηκώς· « Μὴ κτήσησθε χρυσὸν, μηδ' ἄργυρον εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν, μηδ' ὑποδήματα; » Πῶς δ' ἂν ἐπείθοντο λέγοντι, καὶ ἐν ἀπομνημονεύμασιν ἐγγράφοις ταῦτα παραδιδόναι ἠξίουν, εἰ χρηματιζόμενον τὸν διδάσκαλον ἑώρων καὶ κατεναντία οἷς ἑτέρους ἐδίδασκε μετιόντα; Πάλαι δ' ἂν καταγελάσαντες αὐτοῦ, καὶ τῶν λόγων καταπτύσαντες, ἀνεχώρησαν τῆς μαθητείας εἰκότως, εἰ αὐτοῖς μὲν τοιαῦτα σεμνῶς νομοθετοῦντα ἑώρων, αὐτὸν δὲ τὸν νομοθέτην κατ' οὐδένα τρόπον ἑπόμενον τοῖς οἰκείοις λόγοις. Πάλιν ὁ μὲν γόης καὶ ὡς ἀληθῶς πλάνος τοῖς ἀπειρημένοις καὶ τοῖς ἀνοσίοις ἑαυτὸν ἐπιδίδωσιν, ἀνοσίων καὶ ἀθεμίτων ἡδονῶν ἕνεκεν θήρας, ὥστε ἤδη διὰ τὰς μαγγανείας γυναῖκά τινα καταβάλλειν καὶ ὑποσύρειν τῇ αὐτοῦ κακίᾳ· ὁ δὲ Σωτὴρ καὶ Κύριος ἡμῶν οὐδ' ἔστιν εἰπεῖν ὅπως ἀνέστραπται περὶ σωφροσύνην, ὁπότε πάλιν οἱ μαθηταὶ μαρτυροῦσι παραινεῖν μηδ' ἐμβλέπειν γυναικὶ μετ' ἐπιθυμίας ἀκολάστου, φήσαντα· « Ἐῤῥέθη τοῖς ἀρχαίοις· Οὐ μοιχεύσεις· ἐγὼ δὲ λέγω ὑμῖν, ὅτι πᾶς ὁ ἐμβλέπων γυναῖκα πρὸς τὸ ἐπιθυμῆσαι αὐτὴν ἤδη ἐμοίχευσεν αὐτὴν ἐν τῇ καρδίᾳ αὐτοῦ. » Καί ποτε ἀναγκαίως ἐπὶ ὠφελείᾳ καὶ σωτηρίᾳ πολλῶν Σαμαρείτιδι γυναικὶ διαλεγόμενον αὐτὸν τεθεαμένοι ἐθαύμαζον, ὅτι μετὰ γυναικὸς ἐλάλει, παράδοξόν τι τοῦτο δόξαντες ὁρᾷν, ὥσπερ οὔπω καὶ ἄλλοτε πρότερον. Συνίστη δὲ ἄρα ὁ λόγος τοῦ Σωτῆρος ἡμῶν τὸ ἐμβριθὲς καὶ αὐστηρὸν τοῦ τρόπου Σωφροσύνης δὲ αὐτοῦ μέγα δεῖγμα ἦν κἀκείνη ἡ διδασκαλία, δι' ἧς ἁγνεύειν ἐξ αὐτοῦ τοῦ τῆς διανοίας βάθους, τὰς ἐμπαθεῖς ὀρέξεις ἀποτέμνοντας ἐδίδασκε λέγων· « Εἰσὶν εὐνοῦχοι οἵτινες ἐγεννήθησαν οὕτως· καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνουχίσθησαν ὑπὸ ἀνθρώπων· καὶ εἰσὶν εὐνοῦχοι οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν. » Πάλιν ὁ μὲν γόης καὶ ἀληθῶς λαοπλάνος πάντα ἐγχειρεῖ καὶ πράττει δοξοκοπῶν τὰ πολλὰ φαντασιοκοπῶν, καὶ πλέον τι παρὰ τοὺς πολλοὺς εἰδέναι καὶ ἔχειν μεγαλαυχούμενος· ὁ δὲ Σωτὴρ καὶ Κύριος ἡμῶν, ὅτι μὴ δοξομανὴς καὶ ἀλαζὼν καὶ φαντασιοκόπος ἦν, ἀφ' ὡν ἰώμενος παρήνει μηδενὶ
Now first of all these men must be asked what they would say in reply to what has already been set forth along the way. For is it possible to conceive that a man who was a teacher of a solemn and all-virtuous way of life, and of holy and true doctrines such as we have previously recounted, was a sorcerer in character? And if indeed He was some juggler and poisoner, a deceiver and a sorcerer, how did He become for all the nations the author of such teaching as we ourselves behold with our eyes and receive with our ears up to this present time? And what sort of man will choose to bring together things that cannot be brought together? For a sorcerer, being truly unholy and polluted in character, putting his hand to forbidden and unholy things, does everything for the sake of base and filthy gain. Was then our Saviour and Lord Jesus, the Christ of God, also liable to any such charges? Whence, or how, could He be so Who said to His own disciples, as has been testified by them: "Acquire neither gold, nor silver in your belts, nor a scrip for the road, nor sandals"? And how would they have obeyed Him when He spoke, and thought fit to hand these things down in written memoirs, if they saw their teacher making money and pursuing the opposite of what He taught others? Long ago, having laughed Him to scorn and spat upon His words, they would reasonably have withdrawn from His discipleship, if they saw Him solemnly laying down such laws for them, while the lawgiver Himself in no way followed His own words. Again, the sorcerer and truly deceitful man gives himself over to forbidden and unholy things for the sake of hunting after unholy and lawless pleasures, so as presently through his juggleries to cast down some woman and drag her away into his own wickedness; whereas our Saviour and Lord conducted Himself with regard to temperance beyond what words can tell, seeing that again the disciples testify that He exhorted them not even to look upon a woman with licentious desire, saying: "It was said to the ancients: You shall not commit adultery; but I say to you, that everyone who looks upon a woman so as to desire her has already committed adultery with her in his heart." And once, when of necessity for the benefit and salvation of many they beheld Him conversing with a Samaritan woman, they marvelled that He was speaking with a woman, supposing that they saw this as something strange, just as never at any other time before. Thus the account showed the gravity and austerity of our Saviour's character. And a great proof of His temperance was that teaching also, through which He taught men to be pure from the very depth of their mind, cutting off passionate appetites, saying: "There are eunuchs who were born so; and there are eunuchs who were made eunuchs by men; and there are eunuchs who made themselves eunuchs for the sake of the kingdom of the heavens." Again, the sorcerer and true deceiver of the people puts his hand to and does everything courting glory, for the most part making empty show, and boasting loudly that he knows and possesses something more beyond the multitude; whereas our Saviour and Lord, that He was not mad for glory and boastful and a maker of empty show, from the things which when healing He exhorted them to no one
Notes, col. 224

On the reading

Printed οιομένους, for οἰομένους.

Printed τρόπου Σωφροσύνης, for τρόπου. Σωφροσύνης.

Printed ὡν, for ὧν.

PG 22:225Read from the page
φράζειν μηδὲ εἰς πολλοὺς αὐτὸν ἐκφαίνειν, γένοιτ' ἂν ἔκδηλος ἀπό τε τοῦ τὰς ἐν ὄρεσι διατριβὰς καὶ τὰς ἀναχωρήσεις διώκειν, καὶ φεύγειν τὰς κατὰ πόλεις τῶν πολλῶν ἐμβλαβεῖς ὁμιλίας. Εἰ μήτε τοιγαροῦν δόξης, μήτε χρημάτων, μήτε ἡδονῆς ἕνεκεν ἐπιβέβλητο τῇ διδασκαλίᾳ, τίς ἔτι χώρα περιλείπεται ὑπονοίας τοῦ πλάνον αὐτὸν καὶ γόητα νομίζειν; Σκέψαι δὲ καὶ ταῦτα πάλιν, γόης, ὅταν ἑτέροις τὰ τῆς κακίας μεταδιδῷ, ὁποίους ἄνδρας κατασκευάζει· ἆρ' οὐχὶ γόητας καὶ πλάνους καὶ φαρμακοὺς αὐτῷ κατὰ πάντα παραπλησίους; Τίς οὖν ἤδη πώποτε τὸ πᾶν Χριστιανῶν γένος ἐκ τῆς ἐκείνου διδασκαλίας γοητεῦον ἢ φαρμακεῦον κατείληφεν; Ἀλλ' οὐκ ἔστιν εἰπεῖν· ἔμπαλιν δὲ λόγους φιλοσόφους μετιὸν, ὡς ἀποδέδεικται. Ὁ δὴ οὖν ἑτέροις σεμνοῦ καὶ σώφρονος βίου εὐσεβείας τε τῆς ἀνωτάτω παραίτιος γεγενημένος, τίς ἂν ἐνδίκως νομισθείη ἢ φιλοσόφων ὁ πρώτιστος, καὶ εὐσεβῶν ἀνδρῶν διδάσκαλος; καὶ γὰρ ἂν εἴη βελτίων δήπου πᾶς ὁ διδάσκων τῶν μαθητευομένων. Φιλόσοφος ἄρα, καὶ ἀληθῶς εὐσεβὴς, πολλοῦ δεῖ πλάνος καὶ γόης, ὁμολογοῖτ' ἂν ὁ Σωτὴρ καὶ Κύριος ἡμῶν. Εἰ δὴ οὖν τοιόσδε τις ἦν, πῶς ἂν ἄλλως ἐπεχείρει ταῖς θαυματουργίαις ἢ θείᾳ καὶ ἀποῤῥήτῳ δυνάμει καὶ τῇ ἀνωτάτω περὶ τοῦ τῶν ὅλων Θεοῦ εὐσεβείᾳ; ὃν οἷα Πατέρα τιμῶν καὶ σέβων τὰ μάλιστα ἀποδείκνυται ἐκ τῶν περὶ αὐτοῦ λόγων. Ἐπὶ τοσοῦτον δὲ ἄρα οἵ τε ἀρχῆθεν αὐτῷ προσεσχηκότες μαθηταὶ αὐτοῦ, καὶ οἱ μετὰ ταῦτα τῆς ἐκείνων διατριβῆς διάδοχοι, ποῤῥωτάτω καθεστήκεσαν φαύλης καὶ πονηρᾶς ὑπονοίας, ὡς μηδὲ τοῖς νοσηλευομένοις ἐπιτρέπειν οἷα πολλοὶ πολλὰ δρᾷν ἐπιχειροῦσιν, ἢ πετάλων ἐπιγραφαῖς, καὶ περιάμμασι χρῆσθαι, ἢ τοῖς κατεπᾴδειν ἐπαγγελλομένοις προσέχειν τὸν νοῦν, ἢ ῥιζῶν καὶ βοτανῶν θαύμασι καί τισιν ἄλλοις τοιουτοτρόποις ἀκέσεις τῶν παθῶν ἑαυτοῖς πορίζειν. Ταῦτα γοῦν πάντα τῆς Χριστοῦ διδασκαλίας ἐξελήλαται· οὐδ' ἔστιν πώποτε Χριστιανὸν περιάμματι χρώμενον θεάσασθαι, οὐδ' ἐπιλαλιαῖς, ἢ πετάλων τινῶν περιέργων ἐπιγραφαῖς, οὐδ' ἄλλοις, ὧν τὴν χρῆσιν ἀδιάφορον οἱ πολλοὶ νενομίκασι. Τίς οὖν αἱρεῖ λόγος τοὺς τοιοῦδε διδασκάλου γόητος καὶ πλάνου μαθητὰς γεγονέναι νομίζειν; Καὶ μὴν παντὸς ἐπαγγελλομένου τι μέγας ἔλεγχος ἡ τῶν φοιτητῶν συνουσία. Ἄνδρες γοῦν ἔντεχνοι καὶ ἐπιστήμονες πάντως που τὸν αἴτιον αὐτοῖς τῆς ἐπιστήμης πολὺ κρείττονα σφῶν αὐτῶν ἐμφαίνουσιν· ὡσπεροῦν ἰατρικοὶ μὲν τῆς τοῦ διδασκάλου περὶ τὸ μάθημα κατορθώσεως εἶεν ἂν μάρτυρες· γεωμετρικοὶ δὲ τὸν ἄρχοντα τίνα ἄλλον ἢ γεωμέτρην ἐπιγράψονται; καὶ ἀριθμητικοὶ τὸν ἀριθμητικόν; Κατὰ αὐτὰ δὲ καὶ γόητος ἀνδρὸς μέγιστοι ἂν εἶεν μάρτυρες οἱ φοιτηταὶ, τὰ ὅμοιά που τῷ διδασκάλῳ καὶ αὐτοὶ μετιόντες. Ἀλλὰ οὐδείς πω τοσούτων ἐτῶν γόης πέφανται τοῦ Ἰησοῦ μαθητὴς, καίτοι διὰ βασάνων πείρας τῶν κατὰ χρόνους ἡγεμόνων τε καὶ βασιλέων ἀκριβῆ τῶν καθ' ἡμᾶς πραγμάτων τὴν ἐξέτασιν πεποιημένων. Οὕτως δὲ ἄρα οὐδεὶς ἦν γόης, ὡς ἐλεύθερον ἀφεῖσθαι καὶ παντὸς ἐκτὸς κινδύνου τὸν αὐτὸ μόνον τὸ θῦσαι πρὸς αὐτῶν βεβια-
to tell nor to make Him known to many, would become manifest both from His pursuing stays in the mountains and retreats, and from His fleeing the harmful associations of the multitude in cities. If therefore He had applied Himself to teaching neither for the sake of glory, nor of money, nor of pleasure, what room for suspicion is still left for accounting Him a deceiver and a sorcerer? Consider these things also again: when a sorcerer imparts the things of his wickedness to others, what sort of men does he fashion: is it not sorcerers and deceivers and poisoners like himself in all respects? Who then has ever yet caught the whole race of Christians from His teaching practising sorcery or poisoning? Nay, one cannot say so; on the contrary, pursuing philosophical discourses, as has been demonstrated. He then Who has become for others the cause of a solemn and temperate life and of the supreme piety, who could He justly be accounted other than the foremost of philosophers, and a teacher of pious men? For surely everyone who teaches would be better than those who are taught. A philosopher therefore, and truly pious, far from being a deceiver and a sorcerer, would our Saviour and Lord be acknowledged to be. If then He was such a one, how else did He put His hand to His wonder-workings than by a divine and ineffable power and by the supreme piety towards the God of all, Whom He is shown from the accounts concerning Him to honour and worship exceedingly as Father? To such an extent accordingly had both His disciples who attended Him from the beginning, and the successors afterwards of their school, stood most far removed from base and wicked suspicion, as not even to permit those who are sick to do the many sorts of things that many attempt, either to use inscriptions on metal leaves and amulets, or to pay heed to those who profess to chant incantations, or to procure for themselves cures of their sufferings by wonders of roots and herbs and certain other things of such a kind. All these things at any rate have been driven out of the teaching of Christ; nor is it ever possible to behold a Christian using an amulet, nor mutterings of spells, or inscriptions on certain curious metal leaves, nor other things whose use the multitude have accounted indifferent. What reason then prevails to suppose that the disciples of such a teacher were those of a sorcerer and a deceiver? And surely of everyone who professes anything, a great test is the company of his pupils. Skilled and knowledgeable men at any rate altogether show him who was the author of their knowledge for them to have been much superior to themselves: just as medical men would be witnesses of their teacher's success regarding the science; and whom else will geometrical men inscribe as their leader than a geometer, and arithmetical men than the arithmetician? In the same way also of a sorcerer the greatest witnesses would be his pupils, themselves too pursuing somewhere the like things to their teacher. Yet no disciple of Jesus in so many years has ever appeared a sorcerer, even though through trials of tortures the governors and emperors from time to time have made an exact examination of our affairs. And thus indeed no one was a sorcerer, so that free and outside every danger was let go the man who merely to sacrifice had by them been
PG 22:228Read from the page
σμένον. Εἰ δὲ οὐδεὶς πώποτε τῶν καθ' ἡμᾶς οὔτε τῶν παλαιῶν ἐκείνων τοῦ Ἰησοῦ μαθητῶν γοητείας ἥλω, οὐδὲ ὁ Διδάσκαλος ἦν ἄρα τοιοῦτος. Ἵνα δὲ μὴ ἐξ ἀγράφων ὁ λόγος ἡμῶν ὁδεύοι, δέχου τὰς ἀποδείξεις καὶ ἀπὸ ἱστορίας ἐγγράφου.
forced. And if no one ever either of those in our own day or of those ancient disciples of Jesus was convicted of sorcery, neither then was the Teacher such. And lest our argument proceed from unwritten things, receive the proofs also from written history.
Οἱ δὴ πρῶτοι τοῦ Ἰησοῦ μαθηταὶ ἐν τῇ βίβλῳ τῶν ἰδίων πράξεων ἱστοροῦνται τοὺς ἐξ ἐθνῶν τῇ διδασκαλίᾳ αὐτῶν προσιόντας, ὥστε πολλοὺς τῶν πρότερον περὶ γοητείαν διαβεβλημένων εἰς τοσοῦτον μεταβαλεῖν τὸν ἑαυτῶν τρόπον, ὡς εἰς μέσον ἀγαγεῖν τολμῆσαι τὰς ἀπηγορευμένας βίβλους, καὶ ταύτας ἐνώπιον πάντων πυρὶ παραδοῦναι. Ἐπάκουσον δὲ ὅπως ἡ γραφὴ περιέχει· « Ἱκανοὶ δὲ τῶν τὰ περίεργα πραξάντων, συνεισενέγκαντες τὰς βίβλους, κατέκαιον ἐνώπιον πάντων, καὶ συνεψήφισαν τὰς τιμὰς αὐτῶν, καὶ εὗρον ἀργυρίου μυριάδας πέντε. » Τοιοῦτοι δή τινες οἱ τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ τοσαύτην δύναμιν προφέροντες λόγων ἐν ταῖς πρὸς τοὺς ἀκροωμένους ὁμιλίαις, ὡς καθικνεῖσθαι τοῦ βάθους τῆς ψυχῆς αὐτῶν, καθάπτεσθαί τε καὶ τιτρώσκειν τὸ ἑκάστου συνειδὸς, ὡς μηκέτι στέγειν ἀποκρύπτοντες, εἰς φανερὸν δὲ ἄγειν τὰ ἀπόῤῥητα, ἐλέγχους τε αὐτοὺς ἑαυτῶν καὶ τῆς προτέρας αὐτῶν μοχθηρίας ἀπεργάζεσθαι· τοιοῦτοι δὲ καὶ οἱ πρὸς αὐτῶν μαθητευόμενοι, καθαροὶ καὶ γνήσιοι τὰς διαθέσεις, ὡς μηδὲν ὕπουλον ἐν αὐτοῖς λανθάνειν, ἐνσεμνύνεσθαι δὲ καὶ παῤῥησιάζεσθαι ἐπὶ τῇ τῶν κρειττόνων ἀπὸ τῶν χειρόνων μεταβολῇ. Οἱ δὴ οὖν πυρὶ παραδόντες τὰς μαγικὰς βίβλους, καὶ παντελῆ φθορὰν αὐτῶν ψηφισάμενοι, πῶς οὐκ ἂν εἶεν πρόδηλοι τοῖς πᾶσιν, ὅτι μηδεμίαν ἔχοιεν τοῦ λοιποῦ περὶ γοητείαν σπουδὴν, καθαροὶ δὲ ἐξ ἐκείνου πάσης τῆς περὶ τούτου ὑπονοίας ἐτύγχανον; Ὅτε τοίνυν οἱ μαθηταὶ τοῦ Σωτῆρος ἡμῶν πεφήνασι γεγονότες τοιούτου, πῶς οὐ πολὺ πρότερον ὁ Διδάσκαλος; Εἰ δὲ ὅλως ἀπὸ τῶν γνωρίμων τὸν προστάτην, ὁποῖός τις ἦν, βούλει διαγινώσκειν, ἔχεις τοῦ Ἰησοῦ τῶν λόγων μαθητὰς εἰσέτι νῦν μυρίους, ὧν πλεῖστα μὲν ἀνδρῶν τυγχάνει, πλήθη παραταξαμένων μὲν πρὸς τὰς φυσικὰς τοῦ σώματος ἡδονὰς, ἄτρωτον δὲ καὶ τὴν διάνοιαν παντὸς αἰσχροῦ πάθους φυλαξάντων, οἳ, καὶ τὸν πάντα βίον ἐν ἐγκρατείᾳ καταγηράσαντες, τῆς ἐκ τῶν λόγων αὐτοῦ τροφῆς λαμπρὰ τεκμήρια παρ-
Now the first disciples of Jesus are recorded in the book of their own Acts as bringing those from the nations to their teaching in such a way that many of those formerly traduced for sorcery changed their own character to such an extent as to dare to bring forward into the midst the forbidden books, and deliver these to fire before all. And listen to how the Scripture contains it: "And a good many of those who had practised curious arts brought their books together and burned them up before all; and they reckoned up the prices of them, and found five myriads of silver." Such men indeed were our Saviour's disciples, putting forth so great a power of words in their discourses to their hearers as to reach the depth of their soul, and to lay hold of and wound the conscience of each, so that they no longer held back in concealment, but brought their secret things into the open, and made them accusers of themselves and of their former wickedness; and such also were those instructed by them, pure and genuine in their dispositions, so that nothing festering lay hidden in them, and they took pride and spoke boldly over their change to better things from worse. How then would those who delivered the magical books to fire, and voted complete destruction against them, not be manifest to all as having no zeal henceforth for sorcery, and being pure from that time on from all suspicion concerning this? Since therefore our Saviour's disciples have been shown to have been of such a kind, how was not the Teacher much more so before them? And if at all from the pupils you wish to discern the leader, what sort of person He was, you have even up to this present time countless disciples of the words of Jesus, of whom very great throngs consist of men who have arrayed themselves against the natural pleasures of the body, and have kept their mind also unwounded by every shameful passion, who, having also grown old throughout their whole life in self-control, bright proofs of the nourishment from His words have
Notes, col. 228

On the reading

Printed τοιούτου, for τοιοῦτοι.

PG 22:229Read from the page
εστήσαντο. Οὐ μόνον δὲ ἄνδρες παρὰ αὐτῷ τοῦτον φιλοσοφοῦσι τὸν τρόπον, ἀλλὰ καὶ γυναικῶν οὐδ' ἔστιν εἰπεῖν ὅσαι μυριάδες καθ' ὅλης τῆς οἰκουμένης, οἷά τινες ἱέρειαι τοῦ τῶν ὅλων Θεοῦ, τὴν ἀνωτάτω σοφίαν ἀσπασάμεναι, οὐρανίου τε σοφίας ἔρωτι ληφθεῖσαι, τῶν μὲν σαρκὸς ἐγγόνων ἠλόγησαν, ψυχῆς δὲ πᾶσαν ἐπιμέλειαν πεποιηκυῖαι, ὅλας αὐτὰς αὐτῷ σώματι καὶ ψυχῇ τῷ παμβασιλεῖ καὶ Θεῷ τῶν ὅλων ἀνατεθείκασιν, ἁγνείαν παντελῆ καὶ παρθενίαν ἀσκήτισθαι. Ἕνα μὲν οὖν μηλοβότον καταλιπόντα τὴν ἑαυτοῦ χώραν προφάσει φιλοσοφίας ἄγουσιν ὧδε κἀκεῖσε περιφέροντες Ἑλλήνων παῖδες· Δημόκριτος αὐτοῖς οὗτος ἦν· καὶ Κράτης εἷς παρ' αὐτοῖς θαυμάζεται, ὅτι δὴ, τὴν οὐσίαν καταλιπὼν τοῖς πολίταις, αὐτὸς ἑαυτὸν, Κράτης Κράτητα, ἠλευθέρου κομπάζων· οἱ δὲ τῶν Ἰησοῦ λόγων ζηλωταὶ μυρίοι τὸν ἀριθμὸν, ἀλλ' οὐχ εἷς οὐδὲ δύο, τὰς κτήσεις ἀποπωλήσαντες, πένησι καὶ ἐνδεέσι μεταδεδώκασιν, ὧν καὶ αὐτοὶ τυγχάνομεν μάρτυρες, συγγενόμενοι τοιούτοις, καὶ αὐτοῖς ἔργοις, ἀλλ' οὐ λόγοις μόνοις τῆς τοῦ Ἰησοῦ μαθητείας συνιδόντες τὰ κατορθώματα. Τί χρὴ λέγειν, ὁπόσαι μυριάδες καὶ αὐτῶν βαρβάρων, οὐχὶ δὲ μόνον Ἑλλήνων, ἐκ τῶν Ἰησοῦ λόγων πᾶσαν μὲν ὑπερεκκύψαι πολύθεον πλάνην, τὸν δὲ Σωτῆρα καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς, μόνον εἰδέναι Θεὸν ἐμαρτύρησαν; ὃν πάλαι φιλοσόφων εἷς μόνος ὁ Πλάτων εἰδὼς, εἰς πάντας ἐκφέρειν ὡμολόγει μὴ τολμᾷν, διαῤῥήδην φάσκων· « Τὸν μὲν οὖν πατέρα καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς εὑρεῖν τε ἔργον, καὶ εὑρόντα εἰς πάντας ἀδύνατον λέγειν. » Ἀλλὰ ἐκείνῳ μὲν καὶ ἔργον εὑρεῖν ἐδόκει τὸ πρᾶγμα, καὶ ἦν ὡς ἀληθῶς μέγιστον· ἀδύνατον δὲ ἦν αὐτῷ λέγειν εἰς πάντας, ὅτι μὴ παρῆν αὐτῷ τοσαύτη τις εὐσεβείας δύναμις, ὅση τοῖς Ἰησοῦ μαθηταῖς, οἷς διὰ τῆς τοῦ Διδασκάλου συνεργίας τὸν πατέρα καὶ δημιουργὸν τῶν ὅλων εὑρεῖν τε καὶ γνῶναι ῥᾴδιον γέγονε, καὶ εὑροῦσιν εἰς πᾶν γένος ἀνθρώπων ἐξενεγκεῖν, ἀνακαλύψαι τε καὶ πληρῶσαι, καὶ κηρύξαι τὴν γνῶσιν πᾶσιν, ὥστε ἐκ τῆς αὐτῶν ἐκείνων διδασκαλίας εἰσέτι νῦν κατὰ τὸν παρόντα καιρὸν ἐν ὅλοις τοῖς ἐπὶ γῆς ἔθνεσι μυρία πλήθη οὐ μόνον ἀνδρῶν, ἀλλὰ καὶ γυναικῶν, καὶ παίδων, οἰκετῶν τε καὶ ἀγροίκων, τοσοῦτον τῷ τοῦ Πλάτωνος μὴ πείθεσθαι, ὡς τὸν ποιητὴν καὶ δημιουργὸν τοῦδε τοῦ παντὸς μόνον Θεὸν γνωρίζειν, καὶ μόνον σέβειν, καὶ μόνον διὰ τοῦ Χριστοῦ θεολογεῖν. Ταῦτ' ἦν τοῦ νέου καὶ καινοῦ γόητος τὰ κατορθώματα· τοιαῦτα τοῦ νομιζομένου πλάνου τὰ γοητεύματα· καὶ τοιοίδε οἱ τοῦ Ἰησοῦ μαθηταὶ, ἀφ' ὧν δεῖ τὸν διδάσκαλον ὁποῖός, τις ἦν γνωρίζειν.
presented. And not only do men pursue philosophy in this manner under Him, but of women also it is beyond telling how many myriads throughout the whole inhabited earth, like priestesses of the God of all, having embraced the supreme wisdom and been seized with love of heavenly wisdom, have disregarded the offspring of the flesh, and having devoted every care to the soul, have dedicated themselves wholly, body and soul alike, to the All-King and God of all, to practise complete purity and virginity. Now the sons of the Greeks lead about and carry hither and thither one man who left his own land to be grazed by sheep under pretext of philosophy: this among them was Democritus; and one Crates is admired among them because indeed, leaving his substance to the citizens, he himself boasted that Crates was setting Crates free; whereas the zealous followers of the words of Jesus, ten thousand in number, and not one nor two, having sold off their possessions, have distributed them to the poor and needy, of whom we ourselves also happen to be witnesses, having associated with such men, and by very deeds, not by words alone, having perceived the achievements of the discipleship of Jesus. Why need one say how many myriads even of barbarians themselves, and not of Greeks alone, from the words of Jesus bore witness that they rose clean above all polytheistic error, and knew as sole God the Saviour and Maker of this universe? Whom of old among philosophers Plato alone knowing, confessed that he did not dare to publish to all, expressly declaring: "Now to find the Father and Maker of this universe is a hard task, and having found Him, to declare Him to all is impossible." Yet to him indeed even to find the matter seemed a hard task, and truly a very great one it was; and it was impossible for him to speak of it to all, because there was not present with him so great a power of piety as was with the disciples of Jesus, for whom through the cooperation of the Teacher it became easy both to find and to know the Father and Maker of all things, and having found Him, to publish Him to every race of men, and to uncover and fulfil and proclaim the knowledge to all, so that from the teaching of those very men even up to now at the present season among all the nations upon earth countless multitudes not only of men, but also of women, and children, household slaves and country folk, are so far from obeying Plato's saying that they recognize the Maker and Creator of this universe as sole God, and worship Him alone, and confess Him alone as God through Christ. These were the achievements of the new and novel sorcerer; such were the sorceries of the supposed deceiver; and such were the disciples of Jesus, from whom one ought to recognize what sort of person the teacher was.
Φέρε δ' ἔτι, καὶ ταύτη τὸν λόγον διερευνησώμεθα. Γόητα φῂς αὐτὸν, ὦ οὗτος· ἀλλὰ καὶ φαρμακέα δεινὸν καὶ ἀπατεῶνα καλεῖς. Ἆρ' οὖν πρῶτος αὐτὸς
Come further, let us examine the argument in this way also. You say He was a sorcerer, fellow; nay, you also call Him a dread poisoner and deceiver. Did He then Himself first
Notes, col. 229

On the reading

Printed ἀσκήτισθαι, for ἀσκήσασθαι.

Printed ὁποῖός, τις, for ὁποῖός τις.

Printed ταύτη, for ταύτῃ.

PG 22:232Read from the page
καὶ μόνος εὑρετὴς κατέστη τοῦ πράγματος; ἢ πάντας που κατὰ τὸ ἀκόλουθον εἰς διδασκάλους ἀναπέμπειν χρὴ τὰ αἴτια; Εἰ μὲν γὰρ, μηδενὸς διδάξαντος, αὐτὸς πρῶτος καὶ μόνος εὑρετὴς γέγονε τῆς ἐπιχειρήσεως, μηδὲν μηδαμῶς παρ' ἑτέρων μαθὼν, μηδὲ ἐκ παλαιῶν ἐρανισάμενος, πῶς οὐ θείας φύσεως χρῆν ὁμολογεῖν αὐτὸν, ὃς ἦν ἄνευ βίβλων, καὶ λόγων, καὶ διδασκάλων, αὐτοδίδακτος, καὶ αὐτομαθὴς τοιούτων πραγμάτων εὑρετὴς ἀναπέφηνεν; Καὶ μὴν οὔτε βαναύσου τέχνης, οὔτε λογικῆς ἐπιστήμης, οὐδέ γε τῶν πρώτων στοιχείων τὴν μάθησιν δίχα ποδηγοῦ καὶ διδασκάλου τινὸς ἀναλαβεῖν δυνατὸν, μὴ οὐχὶ τὴν κοινὴν ἐκβεβηκότα φύσιν. Οὐδεὶς γοῦν τῶν πώποτε αὐτοδίδακτος ἡμῖν γραμματικῆς παρῆλθε διδάσκαλος, οὐδέ γε ῥήτωρ μὴ μεμαθηκὼς, οὐδὲ αὐτοφυὴς ἰατρὸς, οὐδὲ τέκτων, οὐδ' ἑτέρας δημιουργὸς τέχνης. Καίτοι μικρὰ ταῦτα καὶ ἀνθρώπεια. Τὸ δὲ φάναι τὸν ἀνθρώπων εὐσεβείας ἀληθοῦς διδάσκαλον τοιαῦτα τεθαυματουργηκότα καθ' ὃν ἐπεδήμει τῷ βίῳ χρόνον, καὶ τοιαύτας παραδόξους τερατείας πεποιηκότα, ἃς ἀρτίως διεξήλθομεν, ἐκ τοῦ αὐτομάτου τοιοῦτον φῆναι, μήτε παρὰ παλαιῶν ἐρανισάμενον, μήτ' ἐκ νέων διδασκάλων ὠφελημένον, τὰ ὅμοια καὶ πρὸ αὐτοῦ πεποιηκότων, τί ἄλλο ἢ μαρτυρούντων ἐστὶ καὶ ὁμολογούντων θεῖον ἀληθῶς χρῆμα γεγονέναι, καὶ πᾶσαν ἀνθρώπου φύσιν ὑπερβεβηκέναι τὸν δηλούμενον; Ἀλλὰ διδασκάλοις αὐτὸν φὴς προσεσχηκέναι πλάνοις, μηδὲ λαθεῖν αὐτὸν τὰ σοφὰ τῶν Αἰγυπτίων, καὶ τῶν πάλαι παρ' αὐτοῖς λεγομένων τὰ ἀπόῤῥητα, παρ' ὧν συλλεξάμενον, ἄνδρα τοιοῦτον οἷον ὁ λόγος παρίστησιν, ἀποδειχθῆναι. Τί δῆτα οὖν; ἦ τινες ἄλλοι κρείττους αὐτοῦ πεφήνασι, καὶ πρότεροι τῷ χρόνῳ, καὶ αὐτοῦ διδάσκαλοι, εἴτ' ἐπ' Αἰγύπτου, εἴθ' ὅπη δή; Τί οὖν οὐχὶ κἀκείνων πρὸ τῆς τούτου κατηγορίας ἔφθασεν εἰς πάντας ἀνθρώπους ἡ φήμη; ἢ τί μὴ οὐχὶ κἀκείνων εἰσέτι νῦν τὸ κλέος ᾄδεται τῷ ἡμετέρῳ παραπλησίως; Τίς δὲ τῶν ἀπ' αἰῶνος πώποτε γόης, βάρβαρος ἢ Ἕλλην, τοιούτων κατέστη διδάσκαλος φοιτητῶν, καὶ τοιούτων νόμων καὶ λόγων αὐθέντης, οἵων ἡ τοῦ Σωτῆρος ἡμῶν ἐπιδέδεικται δύναμις; Ἰάσεις δὲ τοσάσδε καὶ παραδόξους εὐεργεσίας τοιάσδε, οἵας ὁ ἡμέτερος πεποιηκὼς μνημονεύεται, τίς πώποτε διαπραξάμενος ἱστορεῖται; Τίνος δὲ οἱ γνώριμοι καὶ τῶν πραγμάτων αὐτόπται, διὰ πυρὸς καὶ σιδήρου δοκιμῆς τὴν ὑπὲρ ὧν ἐμαρτύρησαν ἀλήθειαν ἐπιστώσαντο, ὡσπεροῦν οἱ τοῦ Σωτῆρος ἡμῶν μαθηταὶ, πάσας μὲν αἰκίας ἀνατλάντες, πάσας δὲ βασάνων ἰδέας ὑπομείναντες, καὶ τέλος διὰ τοῦ ἰδίου αἵματος, τὰ περὶ αὐτοῦ μαρτυρηθέντα αὐτοῖς πιστωσάμενοι; Ἔτι πρὸς τούτοις, ὁ τῷ δι' ἐναντίας ἡμῖν λόγῳ παριστάμενος λεγέτω, τίς τῶν πώποτε γοήτων κἂν εἰς νοῦν ἐβάλετο νέου ἔθνους ἐπὶ οἰκείῳ ὀνόματι σύστασιν ποιήσασθαι; Τὸ δὲ μὴ μόνον ἐννοῆσαι τοῦτο, ἀλλὰ καὶ κατορθῶσαι τὸ βουληθὲν, πῶς οὐ πᾶσαν ἀνθρώπου καλύπτοι ἂν φύσιν; Βασιλέων δὲ δόγμασι, καὶ παλαιῶν νομοθετῶν, φιλοσόφων τε καὶ ποιητῶν, καὶ θεολόγων ἐξ ἐναντίας θέσθαι νόμους τοὺς κατ' εἰδωλολατρείας, καὶ τούτους κρατῦναι, ἀμάχους τε καὶ ἀηττήτους εἰς μακρὸν ἐπιδεῖξαι αἰῶνα, τίς πώποτε
and alone become the inventor of the matter? Or must one somehow in consistency refer the causes in all cases to teachers? For if, with no one having taught Him, He Himself first and alone became the inventor of the undertaking, having in no way learned anything from others, nor gleaned from the ancients, how ought we not to confess Him to be of a divine nature, Who without books, and discourses, and teachers, self-taught and self-instructed, showed Himself the inventor of such things? And surely neither the learning of a menial craft, nor of rational science, nor even of the first elements is it possible to acquire apart from some guide and teacher, unless one has transcended common nature. No one at any rate of those who ever lived has come forward among us as a self-taught teacher of grammar, nor even an uninstructed orator, nor a self-grown physician, nor a carpenter, nor an artisan of another craft. And yet these things are small and human. But to say that the Teacher of true piety among men, having wrought such wonders during the time when He sojourned in life, and having performed such extraordinary marvels as we just now recounted, appeared such of His own accord, neither having gleaned from the ancients, nor having been helped by modern teachers who had done the like things even before Him, what else is it than the part of men testifying and confessing that He Who is spoken of was truly a divine being, and had transcended all human nature? Nay, you say that He attended deceitful teachers, and that the wise lore of the Egyptians did not escape Him, nor the secret doctrines of the things spoken of old among them, gathering from which He was shown to be such a man as our account sets forth. What then indeed? Have certain others appeared superior to Him, and prior in time, and His teachers, whether in Egypt or anywhere whatever? Why then did not the fame of those men also reach unto all mankind before the accusation against this One? Or why is not the renown of those men also sung even up to this present time in like manner to our Master's? And what sorcerer ever from the beginning of the age, barbarian or Greek, became a teacher of such pupils, and an author of such laws and discourses, as our Saviour's power has been shown to be? And so many healings and such extraordinary benefactions as our Master is remembered to have performed, who is ever recorded to have accomplished? And whose pupils and eyewitnesses of his deeds confirmed through trial of fire and iron the truth of the things regarding which they bore witness, just as our Saviour's disciples, enduring all outrages, and undergoing all forms of tortures, and finally through their own blood confirming the things testified by them concerning Him? Furthermore besides these things, let him who stands by the argument opposed to us say: which of the sorcerers who ever lived even put it into his mind to establish a new nation in his own name? And not only to conceive this, but also to achieve what was willed, how would it not eclipse all human nature? And in opposition to the decrees of kings, and of ancient lawgivers, both philosophers and poets, and theologians, to lay down laws against idolatry, and to strengthen these, and show them invincible and unconquerable for a long age, who ever
Notes, col. 232

On the reading

Printed φὴς, for φῂς.

Printed ὅπη, for ὅπῃ.

PG 22:233Read from the page
γοήτων διανενόηται; Ὁ δὲ Σωτὴρ καὶ Κύριος ἡμῶν οὐκ ἐνενόησε μὲν, οὐ τετόλμηκε δὲ ἐπιχειρῆσαι· ἀλλ' οὐδὲ ἐπεχείρησε μὲν, οὐ κατώρθωσε δέ· ἑνὶ δὲ ῥήματι καὶ μιᾷ φωνῇ φήσας πρὸς τοὺς ἑαυτοῦ μαθητάς· « Πορευθέντες μαθητεύσατε πάντα τὰ ἔθνη ἐν τῷ ὀνόματί μου, διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐνετειλάμην ὑμῖν, » ἔργον ἐπῆγε τῷ λόγῳ, αὐτίκα τε ἐμαθητεύετο ἐν ὀλίγῳ πᾶν γένος Ἑλλήνων ὁμοῦ καὶ βαρβάρων, καὶ νόμοι πᾶσι τοῖς ἔθνεσι κατεσπείροντο, ἐναντίοι τῇ τῶν παλαιῶν δεισιδαιμονίᾳ· νόμοι δαιμόνων πολέμιοι καὶ πάσης ἐχθροὶ πολυθέου πλάνης· νόμοι Σκυθῶν, καὶ Περσῶν, καὶ τῶν ἄλλων βαρβάρων σωφρονισταὶ, ἀποτρεπτικοί τε πάσης ἐκθέσμου καὶ θηριώδους διαίτης· νόμοι τῶν ἐξ αἰῶνος παρ' αὐτοῖς Ἕλλησιν ἐθῶν ἀνατρεπτικοὶ, καινῆς δὲ καὶ ἀληθοῦς εὐσεβείας καταγγελτικοί. Τί δῆτα οὖν τοῖς πάλαι γόησι πρὸ τῶν τοῦ Ἰησοῦ χρόνων, ἢ καὶ μετὰ ταῦτα τοιοῦτον, ἢ καὶ παραπλήσιον τετόλμηται, ὡς εἰκότως φάναι αὐτὸν παρ' ἑτέρων ὠφελῆσθαι τὰ τῆς γοητείας; Εἰ δ' οὐδένα ἄν τις ἔχοι λέγειν αὐτῷ γεγονέναι ὅμοιον ( οὐδεὶς γὰρ ἦν αὐτῷ αἴτιος τῆς τοσαύτης ἀρετῆς ), ὥρα τοιγαροῦν ὁμολογεῖν ξένην τινὰ καὶ θείαν φύσιν ἐπιδεδημηκέναι τῷ βίῳ, ᾗ μόνῃ καὶ πρώτῃ τὰ μηδεπώποτε παρ' ἀνθρώποις μνημονευθέντα κατώρθωται. Ἀλλὰ καὶ ταῦτα μὲν ὧδε τέλος ἐχέτω.
of sorcerers has conceived in mind? Yet our Saviour and Lord did not conceive it indeed, and yet not dare to put His hand to it; nor even did He put His hand to it indeed, and yet not achieve it; but with one word and one voice having spoken to His own disciples: "Go, make disciples of all the nations in My name, teaching them to keep all things whatsoever I have commanded you," He brought deed upon the word, and straightway within a short while every race of Greeks and barbarians alike was being made disciples, and laws were being sown among all the nations, contrary to the superstition of the ancients; laws hostile to demons and enemies of all polytheistic error; laws chastening Scythians, and Persians, and the other barbarians, and turning them away from every lawless and bestial way of life; laws subversive of the customs held from of old among the Greeks themselves, and proclamatory of a new and true piety. What then indeed of such a kind, or even approaching it, has been ventured by the sorcerers of old before the times of Jesus, or even after these things, so as reasonably to say that He was helped by others in the matters of sorcery? And if one could name no one who has been like Him (for there was no one who was for Him the cause of so great virtue), it is high time therefore to confess that a strange and divine nature has sojourned in human life, by which alone and first the things never before remembered among men have been achieved. But let these matters also come to an end here.
Πάλιν δὲ ἐπὶ τὸν δι' ἐναντίας ἰτέον, ἐρωτητέον τε, εἴποτε ὀφθαλμοῖς οἶδεν, ἢ ἀκοῇ ἔγνω γόητάς τε καὶ φαρμακέας δίχα σπονδῶν καὶ θυμάτων καὶ δαιμόνων ἐπικλήσεώς τε καὶ παρουσίας γοητεύοντας. Μήτι οὖν καὶ κατὰ τοῦ Σωτῆρος ἡμῶν, ἢ κατὰ τῶν αὐτοῦ λόγων, ἢ κατὰ τῶν εἰσέτι νῦν ζηλούντων τὸν αὐτοῦ βίον, ἔχει τις τοιαύτην ἐπιφέρειν διαβολήν; Οὐχὶ καὶ τυφλῷ δῆλον, ὡς πᾶν τοὐναντίον τούτοις ἡμεῖς οἱ τὰ Ἰησοῦ φρονοῦντες ἐπιτηδεύομεν, θᾶττον μὲν θανάτῳ τὴν ψυχὴν ἢ δαίμοσι θυσίαν προέσθαι τολμῶντες, θᾶττον δὲ τῆς ζωῆς ἐξιστάμενοι ἢ τοῖς πονηροῖς δαίμοσι δουλωθῆναι ὑπομένοντες; Τίς δὲ οὐκ οἶδεν, ὅπως σὺν αὐτῇ τῇ τοῦ Ἰησοῦ προσηγορίᾳ καὶ σὺν εὐχαῖς καθαρωτάταις πᾶν τὸ δαιμόνων ἔργον ἀπελαύνειν ἡμῖν φίλον ἐστίν; Οὗτος ὁ τοῦ Ἰησοῦ λόγος καὶ ἡ παρ' αὐτοῦ διδασκαλία πολὺ κρείττους τῆς ἀοράτου ταύτης δυνάμεως πάντας ἡμᾶς ἀπειργάσατο, ἐχθρούς τε δαιμόνων καὶ πολεμίους, ἀλλ' οὐ φίλους, οὐδὲ συνήθεις, πολλοῦ δεῖ ὑπηκόους καὶ ὑποχειρίους εἶναι παρεσκεύασεν. Ὁ δὴ τοιούτους ἡμᾶς προαγαγὼν, πῶς ἂν αὐτὸς δοῦλος ἐγεγόνει δαιμόνων; πῶς δ' ἂν τοῖς πονηροῖς πνεύμασιν ἔθυσεν; ἢ πῶς βοηθοὺς δαίμονας ἐπεκαλέσατο ἐν ταῖς παραδοξοποιίαις, ὁπότε εἰσέτι δεῦρο πᾶς δαίμων καὶ πᾶν ἀκάθαρτον πνεῦμα, ὥς τι τῶν
Again we must advance against the opponent, and ask whether he ever knew with his eyes, or learned by hearing, of sorcerers and poisoners practising sorcery apart from libations and sacrifices and the invocation and presence of demons. Can anyone then bring such a slander against our Saviour also, or against His words, or against those who even up to now emulate His life? Is it not clear even to a blind man that we who hold the mind of Jesus practise the exact opposite of these things, daring sooner to surrender our soul to death than sacrifice to demons, and sooner departing from life than enduring to be enslaved to evil demons? And who does not know how with the very appellation of Jesus and with most pure prayers it is our wont to drive away every work of demons? This word of Jesus and the teaching from Him has wrought all of us far superior to this invisible power, and prepared us to be foes and enemies of demons, not friends nor familiars, much less subjects and subordinates. How then could He Who led us forward to be such have Himself been a slave of demons? And how could He have sacrificed to evil spirits? Or how could He have called upon demons as helpers in His wonder-workings, when even up to this present time every demon and every unclean spirit, as at one of the things
Notes, col. 233

On the reading

Printed οἶδεν, for εἶδεν.